Commentarii In Evangelium Joannis
Origen
Origenes. Origenes Werke, Vol 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.
προὔκειτο δὲ τοῖς ζητήσασι ποῦ μένει Ἰησοῦς, ἀκολουθήσασι τῷ διδασκάλῳ καὶ θεασαμένοις, παραμεῖναι τῷ Ἰησοῦ καὶ τὴν ἡμέραν ἐκείνην συνδιατρῖψαι τῷ υἱῷ τοῦ Μοῦ. ἐπεὶ δὲ ὁ δέκατος ἀριθμὸς τετήρηται ὡς ἅγιος, οὐκ ὀλίγων μυστηρίων ἐν τῇ δεκάδι ἀνγραφομένων γεγονέναι, νοητέον οὐ μάτην καὶ ἐν τῷ εὐαγγελίῳ τὴν δεκάτην ἀναγρίαφεσθαι ὥραν τῆς τῶν Ἰω- άννου μαθητῶν παρὰ τῷ Ἰησοῦ καταγωγῆς, ὡς Ἀνδρέας ὁ ἀδελφὸς Σίμωνος Πέτρου ἦν ὅτις ὅστις ὠφεληθεὶς ἐν τῷ παραμεμενηκέναι τῷ Ἰησοῦ, εὑρὼν τὸν ἀδελφὸν τὸν ἴδιον Σίμωνα τάχα (τάχα πρότερον οὐχ εὕρητο) φησὶν εὑρηκέναι τὸν Μεσσίαν, ὅ ἐστι μεθερμηνευόμενον Χριστός.
ἐπεὶ γὰρ ὁ ζητῶν εὑρίσκει«, ἐζήτησε δὲ ποῦ μένει ὁ Ἰησοῦς, καὶ ἀκολουθήσας, θεωρήσας αὐτοῦ τὴν μονήν, παραμένει τῷ κυρίῳ ἐν τῇ δεκάτῃ ὥρᾳ καὶ εὑρίσκει τὸν υἱὸν τοῦ θεοῦ, τὸν λόγον καὶ τὴν σοφίαν, βασιλεύεταί τε ὑπ’ αὐτοῦ, διὰ τοῦτό φησιν· »Εὐρήκαμεν τὸν Μεσσίαν«. αὕτη δὲ ἡ φωνὴ ὑπὸ παντὸς ἄν λέγοιτο τοῦ τὸν τοῦ θεοῦ λόγου εὑρηκότος καὶ ὑπὸ τῆς θειότητος αὐτοῦ βασιλευομέ- νου.