Commentarii In Evangelium Joannis

Origen

Origenes. Origenes Werke, Vol 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

ἐὰν δέ τις ἀνθυποφέρῃ τὸ καταβαίνειν αὐτὸν εἰς τὰ κατώτερα τῆς γῆς, ἐπιτηρήσεις ὄτι ἐπὶ τῶν καταβαινόντων εἰς γῆν εἴρηται τὸ »Προπεσοῦτνται«· ὑποπιπτόντων γὰρ τῷ χριστῷ x003E; γόνυ καμπτόντων ἐν τῷ ὀνόματι Ἰησοῦ, τινὲς μὲν πρότερον τινὲς δὲ ὕστερον προπεσοῦνται αὐτῷ.

καὶ τάχα οἱ ἐπὶ γῆς προπεσοῦνται καὶ πρὸ ἐπέρων ὑποτάσσονται· χειρόνων γὰρ τὸ ἔστερον ὑποτάσσεσθαι, διὸ καὶ »εσκατος ἐχθρὸς καταργεῖται ὁ »θάνατος«.

Μετὰ ταῦτα ζητήσεις εἰ ὅσπερ ἐστὶν τῶν κάτω διαφορὰ διὰ τὸ λέγεσθαί τι κατωτάτω, οὔτως καὶ τῶν ἄνω διαφορά, μάλιστα ἐπεὶ κληρονομία ἐστὶν βασιλείας οὐρανῶν, πάντων τῶν μουμένων οὐρανῶν ὄντων ἄνω, ἀλλ’ οὐχ ὁμοίως ἐκόντων τὸ εἶναι ἄνω.

ἀλλὰ καὶ ἐπὶ τῆς νοητῆς καταβάσεως τῆς ψυχῆς διὰ τὴν κακίαν κίαν καὶ τὰ μοχθηρὰ δόγματα καὶ νοητῆς ἀναβάσεως αὐτῆς ἐπιστήσας οὐχ ἁοήεις. εὑρήσεις διαφορόν· ἐπιπ΄λειον οὐν νοητῶς † νοήσεις.

ἄμα δὲ ὅρα εἰ μὴ μυστικώτερον καὶ οὐ τοπικῶς περὶ τῆς Ἰησοῦ ψυχῆς ἀκούσει τὸ· »Ἀναβὰς ὑπεράνω πάντων τῶν »οὐρανῶν«· ἡ γὰρ νοητὴ άνάρασις ἐκείνης τῆς ψυχῆς ὑπερπεπήδηκεν καὶ πάντας τοὺς οὐρανοὺς καί, ὡς ἔστιν εἰπεῖν, ἤδη ἔφθασεν πρὸς αὐτὸν τὸν θεόν.

πλήν ἐστίν τις καὶ ἔτερος παρὰ τὸν δεικνύμενον καὶ αἰσθητὸν κόσμον τὸν συνεστῶτα ἐξ οὐρανοῦ καὶ γῆς ἢ οὐρανῶν καὶ γῆς κόσμος, ἐν ᾧ ἐστιν τὰ μὴ βλεπόμενα· καὶ ὅλον τοῦτο κόσ- μος ἀόρατος, κόσμος οὐ βλεπόμενος, καὶ νοητὸς κόσμος, οὁ τῇ θέᾳ [*](2 — 4 „ἀμήκανον συνυπάρχειν — σκότος in den Parallelen oft als pbilonisch citirt, s. z. B. Harris, Fragments of Philo S. 7" We. — 4 Vgl. II Kor. 6, 14ff. — 7 Ps. 87, —8 Vgl. Eph. 4, 9f. — 9 Vgl. Ps. 21, 30. — 11 Ps. 6, 6. — 15 Vgl. Phil. 2, 10. — 18 I Kor. 15, 26. - 28 Eph. 4, 10. — 33 Vgl. II Kor. 4, 18. 11 μνημονεύ[ων] a. Ras. Ι 15 πάντων + We καὶ + V Ι 16 V Ι 22 τῶν + We 26 <οὖν> + Pr γὰρ V, δὲ Br Ι καταβαινουσῶν verdorben; ες ν. κ. καὶ <καὶ ἀναβαινουσῶνν;> ν.? We | | 27 εἰ μὴ a. 21)

324
καὶ τῷ κάλλει ἐνόψονται οἱ καθαροὶ τῇ καρδίᾳ, προευτρεπιζόμενοι διὰ τοῦ ἐνορᾶν αὐτῷ ἐπὶ τὸ μετελθεῖν, ὤστ’ ἂν καὶ αὐτὸν ὀρᾶν, ὡς ὁρᾶσθαι πέφυκεν ὁ θεός, τὸν θεόν. Ι

Ζητήσεις δὲ εἰ κατά τι τῶν σημαινομένων δύναται ὁ πρωτότοχος Πάσης κτίσεως εἶναι κόσμος, καὶ μάλιστα καθ’ ὅ »σοφία« ἐστὶν ἐστὶν πολυποίκιλος· τῷ γὰρ εἶναι παντὸς οὑτινοσοῦν τοὺς λόγους, καθ’ οὓς γεγένηται πάντα τὰ ὑπὸ τοῦ θεοῦ ἐν σοφίᾳ πεποιημένα (ὣς φησιν ὁ προφήτης· »Πάντα ἐν σοφίᾳ ἐποίησας‘), ἐν αὐτῷ, ἂν καὶ αὐτὸς »κόσμος«, τοσούτῳ ποικιλώτερος τοῦ αἰσθητοῦ καὶ διαφέρων, ὅσῳ διαφέρει γυμνὸς πάσης ὕλης τοῦ ὅλου κόσμου λόγος τοῦ ἐνύλου κόσμου, οὐκ ἀπὸ τῆς ὕλης ἀλλὰ ἀπὸ τῆς μετοχῆς τοῦ λόγου καὶ τῆς σοφίας τῶν κοσμούντων τὴν ὕλην κεκοσμημένων.

καὶ ὅρα εἰ δύναται ὁ λέγων· »Οὐκ εἰμὶ ἐγὼ ἐκ τοῦ κόσμου τούτου« ἡ ψυχὴ εἶναι τοῦ Ἰησοῦ ἐμπολιτευομένη τῷ ὅλω κόσμῳ ἐκείνῳ καὶ πάντα αὐτὸν ἐμπεριερκομένη καὶ χειραγωγοῦσα ἐπ’ αὐτὸν τοὺς μαθητευομένους.

οὐδὲν ἔχει ἐκεῖνος ὁ κόσμος κάτω, ὡς οὐδὲ οὖτος, ὡς πρὸς τὸ ἀκριβὲς ἐξετάξονται, ἄνω. πῶς γὰρ δύναται δύναται τι ὁ κόσμος οὐτος ἄνω, οὖ ἡ κτίσις καταβολή ἐστιν; οὐ γὰρ ὡς ἔτυχεν ἀκουστέον τοῦ »πρὸ καταβολῆς κόσμους«, ἐπίτηδες ἐίτηδες τοιαύτην ἐπίνοιαν πλασάντων ὄνομα τῶν ἁγίων τὸ τῆς καταβολῆς· καίτοι γε ἐδύναντο λέγειν »πρὸ κτίσεως κόσμου« καὶ μὴ χρήσασθαι τῷ »καταβολῆς« ὁνόματι.

ὄλος οὖν ὁ κόσμος καὶ τὰ ἐν αὐτῷ ἐν καταβολῇ ἐστιν· ἔξω δὲ καταβολῆς κόσμου παντὸς γίνονται οἱ τοῦ Ἰησοῦ γνήσιοι μαθηταί, οὓς ἐξελέξατο ἐκ τοῦ κόσμου, ἵνα μηκέτι ὦσιν ἐκ τοῦ κόσμου αἴροντες τὸν σταυρὸν ἐαυτῶν καὶ ἀκολουθοῦτες αὐτῶ.

VIII, 24. Εἶπον οὖν ὑμῖν ὅτι ἀποθανεῖσθε ὲν ταῖς ἀμαρτίαις ὑμῶν· ἐὰν γὰρ μὴ πιστεύσητε ὅτι ἐγώ εἰμι, αποθανεῖσθε ἐν ταῖς ἁμαρτίαις ὑμῶν.

Πότε Πότε αὐτοῖς· »Ἀποθανεῖσθε ἐν ταῖς ἁμαρτίαις »ὑμῶν«, ἢ ὅτε ἔφασκεν· » Ζητήσετέ με, καὶ ἐν ταῖς ἀμαρτίαις ὑμῶν »ἀποθανεῖσθ娫; τί δὲ τὸ αἴτιον τοῦ έν ταῖς ἁμαρτίαις αὐτῶν ἀποθηήσκειν θνήσκειν ἀνθρώπους, ἢ τὸ μὴ »πιστεύειν ὅτι Ἰησοῦς ἐστιν ὁ χρι [*](1 Vgl. Matth. 5, 8. — 4 Vgl. Kol. 1, 15. - 5 Vgl. Eph. 3, 10. — 7 Vgl Gen. 1. — 8 Ps. 103, 24. — 13 Joh. 8, 28. — 16 Vgl. Joh. 8, 23. — 19 Vgl. Joh. 17, 24. — 24 Vgl. Joh. 15, 19. — 25 Vgl. Mark. 8, 34. — 30 Joh. 8, 21. — 32 Vgl. I Joh. 5, 1. 12 κεκοσμημένου Br Ι 15 ἐμπεριερχομένη] ερκομ a. Ras. Ι 23 πάντες? 27 εἰμὶ ἀποθανεῖσθε a. Ras.)

325
»στός«; αὐτὸς γάρ φησιν· »Ἐὰν μὴ πιστεύσητε ὅτι ἐγώ ἐγώ ἀπο- »θανεῖσθε ἐν ταῖς ἁμαρτίαις ὑμῶν«.

εἰ δὲ ὁ μὴ πιστεύων ὅτι Ἰησοῦς ὁ χριστός ἐστιν ἀποθανεῖται ἐν ταῖς ἁμαρτίαις ἐαυτοῦ, δῆλον ὅλον ὁ μὴ ἀποθνήσκων ἐν ταῖς ἁμαρτίαις αὐτοῦ πεπίστευκεν τῷ χριστῷ, ὁ δὲ ἀποθνήσκων ἐν ταῖς ἁμαρτίαις ἐαυτοῦ, κἂν λέγῃ πιστεύειν τῷ χριστῷ, ὡς πρὸς τὸ ἀληθὲς οὐ πεπίστευκεν αὐτῷ· ἐὰν ἐὰν λέγηται μὲν πίστις, χωρὶς δὲ ἔργων τυγχάνῃ, νεκρά ἐστιν ἡ τοιαύτη, ὡς ἐν τῇ φερομένῃ Ἰακώβου ἐπιστολῇ ἀνέγνωμεν.

τίς οὖν ἄρα ἐστὶν ὁ πιστεύων ἢ ὁ πεπονθὼς ἐκ τοῦ διακεῖσθαι κατὰ τὸν λόγον καὶ συμπεφυκέναι αὐτῷ τὸ μὴ ἐμπεσεῖσθαι ἄν, ὅσον μὲν μὲν τούτοις τοῖς ῥητοῖς ἐἰς εἰς τὰ λεγόμενα πρὸς θάνατον εἶναι ἁμαρτήματα,

ὅσον δὲ ἐπὶ Ι τῷ »Πᾶς ὁ πιστεύων ὅτι Ἰησοῦς ὁ χριστός ἐστιν ἐκ τοῦ θεοῦ γεγέννηται« , οὐχ ἀμαρτάνειν καὶ πρὸς ὅ τι δηποτοῦν τῶν παρὰ τὸν ὀρθὸν γινομένων λόγον; ἔτι δὲ μᾶλλον νοήσεις τί έστιν »Ἐὰν γὰρ μὴ πιστεύητε ὅτι ἐγώ εἰμι, ἀποθανεῖσθε έν ταῖς »τίαις ὑμῶν«, ἄ ἐστιν ὁ πρωτότοκος πάσης κτίσεως ἀναλογιξόμενος, οἶον ὁ πιστεύων τί ἐστιν ἡ δικαιοσύνη οὐκ ἂν ἀδικήσαι,

καὶ ὁ διὰ τὸ τεθεωρηκέναι ἤτις ἐστὶν ἡ σοφία, πεπιστευκὼς εἰς τὴν σοφίαν οὐκ ἄν τι μωρὸν λέγοι ἢ πράττοι, ἐπεὶ ὁ πιστεύσας τῷ ἐν πρὸς τὸν θεὸν λόγῳ ἐν τῷ κατανενοηκέναι αὐτὸν αὐτὸν οὐδὲν ἂν ποιήσαι.

πρὸς τούτοις ὁ πιστεύων ὅτι » Αὐτός ἐστιν ἡ εἰρήνη »ἡμῶν«, οὐκ ἄν τι πολέμου καὶ στάσεως ἐνεργοίη. ἀλλὰ καὶ εἴπερ Χριστός ἐστιν οὐ μόνον Μοῦ σοφίας, ἀλλὰ καὶ »θεοῦ δύναμις«, ὁ πιστεύων αὐτῷ καθ’ ὅ δύναμίς ἐστιν οὐκ οὐκ ἄν περὶ τὰ καλὰ ἀδύνατος.

ἀναγκαίως δὲ ὑπονοοῦντες αὐτὸν ὑπομονὴν καὶ ἰσχὴν διὰ τὸ Καὶ νῦν τίς ἡ ὑπομονή μου; οὐχὶ ὁ κύριος;« καὶ τὸ »Ἰσχύς »μου« καὶ τὸ »'Υπόστασίς μου ὁ κύριος« φήσομεν ὅτι εἰ ἐνδίδομεν πρὸς πόνους, οὐ πιστεύομεν αὐτῷ καὶ] καθ’ ὅ ἐστιν ὑπομονή, καὶ εἰ ἀσθενοῦμεν, οὐ πεπιστεύκαμεν αὐτῷ καθ’ ὅ ἐστιν ἰσχύς.

ἐὰν ἐὰν ἀναλεγώμεθα x003E; τὰς λοιπὰς ἐπινοίας τοῦ χριστοῦ, οὐ χαλεπῶς ἐκ τῶν εἰρημένων εὑρήσομεν τίνα τρόπον ὁ μὴ πιστεύων τῷ χριστῷ ἀποΜ·εῖται ἐν ταῖς ἁμαρτίαις αὐτοῦ· γινόμενος γὰρ ἐν τοῖς ἐναντίοις τῇ ἐπινοίᾳ, ἦν ἐστιν ὁ χριστός, ἐν αὐταῖς ἀποθνήσκει ταῖς ἁμαρτίαις.

[*](1 Joh. 8, 24. — 7 Vgl. Jak. 2, 17 — 11 Vgl. Ι Joh. 5, 16. — 12 Ι Joh. 5, 1. — 15 Joh. 8, 24. — 16 Vgl. Kol. 1, 15. — 19 Vgl. Joh. 1, 1. — 21 Epb. 2, 14. — 23 Vgl. I Kor. 1, —26 Ps. 38, 8. — Ps. 117, 14. — Ps. 38, 8. — 31 Vgl. Joh. 8, 24. 13 ἁμαρτάνει, corr. We; d. Inf. ist abhängig von τὸ Ζ. 10 Ι 17 ὁ 19 ἐπεὶ] ἔτι? We Ι 20 <ἃν> + Pr | 28 καὶ] str. We Ι 30 ἀναλεγόμενος, corr. We Ι 31 εὑρήσεις, corr. We.)
326

VIII, 25. Ἔλεγον οὖν αὐτῷ· Σὺ τίς εἶ;

Ἀκόλουθον ἦν τοὺς ἀκρόωμένους μετὰ πολλῆς ἐξουσίας ἀπαγγελλομένων ὑπὸ τοῦ κυρίου πυνθάνεσθαι, τίς εἴς ὁ ταῦτα λέγων· ἐνέφαινεν γὰρ τὸ εἶναι ἀνθρώπου μεῖζον καὶ θειοτέρα τις φύσις τυγχάνειν ὁ σωτὴρ φάσκων ὅτι »Ἐὰν μὴ πιστεύητε ὅτι ἐγώ »εἰμι,

ἀποθαυεῖσθε έν ταῖς ἁμαρτίαις ὑμῶν« τὸ οὖν »Σὺ τίς εἶ« οἱονεὶ αἰτούτων ἦν ἀπόκρισιν, ὅτι »Ἐγώ εἰμι ὁ χριστός« ἢ »Ἐγώ »εἰμι ὁ προξήτης« ἢ «ἐγώ εἰμι Ἠλίας ἢ τάχα »Ἐγώ εἰμι ἄγγελος »θεοῦ« οὐκ ἄν γὰρ μὴ ἕν τι τούτων ἢ καὶ παραπλήσιον αὐτοῖς τυγχάνων προεφέρετο γνησίους λόγους τηλικούτους. * * * * * * *

[*](5 Joh. 8, 24. — 6 Vgl. Joh. 1, 19 f. 9 ἥ] ἦν, corr. Br | 10 τηλικούτους] Der Rest des Buches fehlt; er enthielt die Εrklärung von Joh. 8, 2536.)