Commentarii In Evangelium Joannis

Origen

Origenes. Origenes Werke, Vol 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

ἐπιστήσεις δὲ εἰ προγηουμένην μὲν κατὰ τοῦτο τὴν πρώτην λεκτέον ἑπομένην δὲ τὴν δευτέραν, ὥστε τῇ μὲν προηγουμένῃ εὐφραίνεσθαι τοὺς παραδεξαμένους αὐτόν, τῇ δὲ δευτέρᾳ πάσης νόσου ἀπολύεσθαι καὶ τῶν πεπυρωμένων τοῦ ἐχθροῦ βελῶν τοὺς μὴ βουληθέντας πρότερον τοῦ οἴνου αὐτοῦ πιεῖν.

καὶ τὰ μὲν τῆς πρώτης δυνάμεως ἀμέριστά ἐστιν· ἐν Κανᾷ γὰρ ὁ ποιῶν τὸ ὕδωρ οἶνον ἦν καὶ οἱ πίνοντες· τὰ δὲ τῆς δευτέρας οἱονεὶ ἔχει τινὰ μερισμόν· ὁ γὰρ τοῦ βασιλικοῦ υἱὸς νοσῶν οὐκ ἦν ὅπου Ἰησοῦς·

οὐ γὰρ ἦν ἐν Κανᾷ ἀλλ’ ἐν Καφαρναούμ. καὶ ὁ μὲν τῆς δυνάμεως λόγος ἀπὸ τῆς Κανᾶ ἐξέρχεται· τὸ γὰρ »῾Ο υἱός σου ζῇς ἐν Κανᾷ εἴρηται· τὸ δὲ τοῦ λόγου ἔργον ἐν Καφαρναοὺμ γίνεται· ἐκεῖ γὰρ νοσῶν ὁ τοῦ βασιλικοῦ υἱὸς λόγῳ ἐθεραπεύθη τοῦ Ἰησοῦ κατὰ τὴν ἑβδόμην ὥραν.

τοῦτον δὲ λόγῳ εὑρίσκομεν θεραπευθέντα ἀπὸ μὴ παρεῖναι νομιζομένου αὐτῷ τοῦ Ἰησοῦ, καὶ τὸν τοῦ ἑκατοντάρχου δοῦλον· καὶ γὰρ ἀπ’ ἐκείνου εἰς τὴν οἰκίαν τοῦ ἑκατοντάρχου οὐ γίνεται ὁ κύριος εἰπόντος· »Κύριε, οὐκ εἰμὶ ἱκανὸς ἴνα μου ὑπὸ τὴν στέγην εἰσέλθῃς, ἀλλὰ μόνον εἰπὲ λόγῳ, καὶ ἰαθήσεται«· διό φησι πρὸς αὐτόν· »Ὕπαγε, καὶ ὡς ἐπίστευσας γενηθήτω σοι«.

Τετηρήκαμεν δὲ καὶ ὅτι ἐν Καφαρναοὺμ ἀμφότεροι ἠσαν νοσοῦντες, ὅ τε τοῦ ἑκατοντάρχου παῖς καὶ ὁ τοῦ βασιλικοῦ υἱός. καὶ ἡ πενθερὰ δὲ Πέτρου βεβλημένη ἐπύρεσσεν ἐν Καφαρναούμ, ἡς ἁψάμενος τῆς χειρὸς ἰάσατο τὴν βεβλημένην, ὡς ἐγερθεῖσαν διακονεῖν αὐτῶ̣.

καὶ οὗτοι μὲν ἡμέρας ἐθεραπεύθησαν ἐν Καφαρναούμ· ὁ μὲν τοῦ βασιλικοῦ υἱὸς ὥραν ἑβδόμην, ὁ δὲ τοῦ ἑκατοντάρχου παῖς καὶ ἡ τοῦ Πέτρου πενθερὰ πρὸ τῆς ὀψίας. »᾿Οψίας δὲ γενομένης »(κατὰ τὸν Ματθαῖον, ἐν Καφαρναούμ) προσήνεγκαν αὐτῷ δαιμονζο- »μένους πολλοὺς καὶ ἐξέβαλεν τὰ πνεύματα λόγῳ, καὶ πάντας »κακῶς ἔχοντας ἐθεράπευσεν«. βράδιον οὖν τινες ὑπὸ Ἰησοῦ θερα- [*](3 Vgl. Joh. 4, 46ff. — 11 Vgl. Eph. 6, 16. — 13 Vgl. Joh. 2, 1ff. — 16 Vgl. Joh. 4, 46. — 17 Joh. 4, 50. — 20 Vgl. Joh. 4, 52. — 23 Matth. 8, 8.25 8, 13. — 28 Vgl. Mark. 1, .30 f. — 31 Vgl. Joh. 4, 52. — 32 Matth. 8, 16. 9 ἐπιμένην, corr. V | τὴν μὲν προηγουμένην, corr. We | 20 ἄποθεν? We 21 ἑκατοντάρχου] τοντα a. Ras. | 23 παραγίνεται V | 33 προσήνεγκαν] ην a. Ras.)

296
πεύονται καὶ ἕτεροι τάχιον· οἱ γὰρ ὀψίας βράδιον, ὡς ἐλάττονες ὄντες δαιμονῶσιν γὰρ καὶ ἔχουσιν κακῶς) τῶν ἡμέρας τεθεραπευμένων.

φιλοτιμητέον δὲ συναγαγεῖν τοὺς τόπους ἔνθα εὑρέθησαν οἱ δεόμενοι θεραπείας, καὶ σημειωτέον ἐν ποίοις τόποις ἄλλα γέγονεν σημεῖα, κοὶ οὐ τὰ περὶ τοὺς κάμνοντας· οἷον ἐν τῇ Σαμαρείᾳ σημεῖον ἠν τὸ »Πέντε ἄνδρας ἔσχες, καὶ νῦν ὃν ἔχεις οὐκ ἔστιν σου ἀνήρ« ἐφ᾿ ᾡ καὶ καταπλαγεῖσα ἡ γυνή φησιν· »Θεωρῶ ὅτι προφήτης εἶ »σύ«· τοῖς τε πολίταις λέγει· »Δεῦτε ἴδετε ἄνθρωπον, ὃς εἶπέν μοι »πάντα ὅσα ἐποίησα· μήτι οὗτός έστιν ὁ χριστός;«

παρατηρητέον δὲ καὶ τοὺς λόγους αὐτοῦ, ποῦ καὶ διὰ τί καὶ ἐπὶ τώι πεπραγμένοις λέγονται· ὑπὸ γὰρ μόνων τῶν τοιούτων παρατηρήσεων καὶ ἐξετάσεων † τὰς βασάνους εὑρήσει κατὰ βραχὺ τοὺς καρΠοὺς τῶν πόνων, τὴν έν ψαλμοῖς εὐλογίαν λέγουσαν· Τοὺς καρποὺς τῶν πόνων σου φαγεσαι«.

64. Ἔτι πρὸς τὸ Τοῦτο δὲ πάλιν δεύτερον σημεῖον ἐποίησεν »ὁ ᾿Ιησοῦς« καὶ τοῦτο λεκτέον, ὅτι οὐδαμοῦ μὲν ὠνομάσθη μόνα τὰ τέρατα· εἴ που γὰρ λέγεται, μετὰ τῶν σημείων ἀναγέγραπται, ὥσπερ ἐν τῷ »᾿Εὰν μὴ σημεῖα καὶ τέρατα ἴδητε, οὐ μὴ πιστεύσητε«· πολλαχοῦ δὲ τὰ σημεῖα χωρὶς τῶν τεράτων † ἴδητε, ὃν τρόπον καὶ νῦν.

καὶ ζητητέον γε, εἰ ἔχει τινὰ διαφορὰν πρὸς ἄλληλα τὰ τέρατα καὶ τὰ σημεῖα. οἶμαι δὲ τὰς μὲν παραδόξους καὶ τεραστίους δυνάμεις κατ᾿ αὐτὸ τὸ παράδοξον καὶ ἐκβεβηκὸς τὴν συνήθειαν θαυμάσιόν τε κοὶ ὑπὲρ ἄνθρωπον γινόμενον »τέρατα« ὀνομάζεσθαι· τὰ δὲ δηλωτικά τινων ἑτέρων παρὰ τὰ γινόμενα »σημεῖα« λέγεσθαι· διόπερ καὶ ἐπὶ τῶν μὴ παραδόξων τὸ ὄνομα τοῦ σημείου εὑρίσκομεν.

ἤγουν [περὶ] τὸ σημεῖον λέγεται ὑπὸ τοῦ θεοῦ ἐν τούτοις »Περιτμηθήσεται »ὑμῶν πᾶν ἀρσενικόν. καὶ περιτμηθήσεσθε τὴν σάρκα τῆς ἀκροβυ- »στίας ὑμῶν, καὶ ἔσται έν σημείῳ διαθήκης ἀνὰ μέσον ἐμοῦ καὶ »ὑμῶν«.

οὐδαμοῦ δὲ μόνα τὰ τέρατα ὠνομάσθη, ἐπείπερ οὐκ ἔστιν τι παράδοξον γενόμενον ἐν τῇ γραφῇ, ὃ μή ἐστι σημεῖον καὶ σύμβολον ἑτέρου παρὰ τὸ αἰσθητῶς γεγενημένον· ὡς εἴπερ ἦν τεράστιόν τι γινόμενον οὐ συμβολικὸν ἑτέρου, ἐγέγραπτο ἂν αὐτὸ τὸ τέρας Πεποιηκέναι τὸν ᾿Ιησοῦν, ἢ φέρ᾿ εἰπεῖν Μωσέα ἢ τινὰ τῶν ἁγίων.

ὅτε μὲν οὐν διδασκόμεθα ἀπὸ τῆς γραφῆς δεῖν ζητεῖν τὸ οὗ σημεῖόν ἐστιν τὸ γεγενημένον λέγεται· Τοῦτο δὲ πάλιν δεύτερον σημεῖον [*](6 Joh. 4, 18. — 7 Joh. 4, 19. — 8 Job. 4, 29. — 13 Ps. 127, 2. — 15 Job. 4, 54. — 18 Joh. 4, 48. — 26 Gen. 17, 10f. — 35 Joh. 4, 54. 9 μὴ τοιοῦτος vgl. ο. z. S. 253, 9 | 12 ἡ βάσανος? We, ταῖς βασάνοις? Pr | 19 ἔδητε wohl unter dem Einfluss von ἴδητε Ζ. 18 entstanden, εὕρηται V, ἔστιν ἰδεῖν? We | 26 περὶ str. We | 28 σημείων | 32 αὐτὸ] τοῦτο, corr. We.)

297
ἐποίησεν ὁ ᾿Ιησοῦς«· ὅτε δὲ ὁ βασιλικὸς ὀνειδίζεται ὡς οὐκ ἂν πιστεύσων χωρὶς τῆς θεας τῶν παραδόξων, οὐκέτι λέγεται· »᾿Εὰν μὴ »σημεῖα ἴδητε, οὐ μὴ πιστεύσητε« (οὐ γὰρ τὰ σημεῖα γινόμενα προκαλεῖται ἐπὶ τὸ πιστεύειν, ᾗ σημεῖά ἐστιν, ἐὰν τύχῃ τὸ σημεῖον μὴ εἶναι καὶ τέρας) ἀλλὰ »᾿Εὰν μὴ σημεῖα καὶ τέρατα ἵδητε, οὐ μὴ πι- »στεύσητε« ὑμῶν μὲν πιστευόντων διὰ τὸ παράδοξον, ἡμῶν δὲ πρὸς τούτῳ καὶ διὰ τὸ οὗ ἐστι σημεῖον ἐπιτελούντων αὐτό.

ζητήσεις δὲ τὸ ἐν ἑβδομηκοστῷ ἑβδόμῳ ψαλμῷ· »῾Ως ἔθετο ἐν Αἰγύπτῳ τὰ σημεῖα »αὐτοῦ, καὶ τὰ τέρατα αὐτοῦ ἐν πεδίῳ Τάνεως«, πότερον τῷ ὑποκειμένῳ διαφέρει τὰ »σημεῖα καὶ τέρατα«, ἢ τὰ αὐτά, ᾗ μὲν σημεῖά ἐστιν, γέγονεν ἐν Αἰγύπτῳ, καὶ αὐτῆς τῆς Αἰγύπτου ἀναγομένης ἐπί τινα νοητά· ᾗ δὲ τέρατα «ἐν πεδίῳ Τάνεως« οὔτε τῶν τεράτων, ᾗ τέρατα, οὔτε τοῦ πεδίου Τάνεως, ᾗ πεδίον Τάνεως, ἀλληγορουμένων· ἀλλὰ καὶ τὰ τέρατα, ᾗ σημεῖά ἐστιν, δεῖται ἀναγωγῆς, καὶ τὸ πεδίον Τάνεως, ᾗ Αἵγυπτος.

Αὐτόθι δὲ καταπαύσωμεν καὶ τὸν τρισκαιδέκατον τόμον, περιέχοντα διήγησιν τῶν μέχρι τῆς ἑβδόμης ἀρχῆθεν ἐπιδημίας τοῦ Ἰησοῦ· πρῶτον μὲν γὰρ ἐν Βηθαβαρᾷ παρὰ τῷ Ἰορδάνῃ βαπτιζόμενος γίνεται· δεύτερον δὲ τῇ Κανᾷ τῆς Γαλιλαίας ἐπιδημήσας τὸ ὕδωρ οἶνον ποιεῖ· τρίτον εἰς τὴν Καφαρναοὺμ καταβαίνει, καὶ ἁρμόζει γε, ὅπου καταβαίνει, εἶναι τοὺς ἀσθενοῦντας· τέταρτον εἰς Ἱεροσόλυμα ἀνέρχεται· πέμπτον εἰς τὴν Ἰουδαίαν γῆν συνδιατρίβει τοῖς μαθηταῖς· ἕκτον ἐν τῇ Σαμαρείᾳ παρὰ τῇ πηγῇ τοῦ Ἰακὼβ ἐδίδαξεν, ἃ κατὰ δύναμιν ἐξητάσαμεν. καὶ ἕβδομον ἐν Κανᾷ τῆς Γαλιλαίας δεύτερον γίνεται· ἐν δὲ τῷ ἑξῆς, θεοῦ διδόντος, διαληψόμεθα περὶ τῶν ἐν τῇ ἑορτῇ τῶν ᾿Ιουδαίων ἐν ῾Ιεροσολύμοις πεπραγμένων αὐτῷ καὶ εἰρημένων.

[*](2 Vgl. Joh. 4, 48. — 5 Joh. 4, 48. — 8 Ps. 77, 43. — 18 Vgl. Job. 1, 28. — 19 Vgl. Joh. 2, Iff. — 20 Vgl. Joh. 2, 12. — 21 Vgl. Joh. 2, 13. — 22 Vgl. Joh. 3, 22. — 23 Vgl. Joh. 4, ff. — 24 Vgl. Joh. 4, 46. — 25 Vgl. Joh. 5, 1. 7 αὐτῶ | 15 Αἰγύπτου? We | 18 Βηθαρᾶ Μ; vgl. ο. zu S. 149, 10.)