Commentarii In Evangelium Joannis

Origen

Origenes. Origenes Werke, Vol 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

Ἄξιον ἰδεῖν τὴν αἰτίαν τῆς τῶν Γαλιλαίων παραδοχῆς, ἣν παρεδέξαντο τὸν σωτῆρα ἐλθόντα εἰς τὴν Γαλιλαίαν, εἰ τηλικαύτη ἠν ὥστε κατάπληξιν αὐτοῖς ἐμποιῆσαι καὶ θαυμασμὸν περὶ τοῦ σωτῆρος εἰς τὸ παραδέξασθαι αὐτόν· ἔτι δὲ ἐπὶ τίνα ἀναφέρεται οἱονεὶ πολλά, ἂ ἐποίησεν ἐν Ἱεροσολύμοις ὁ Ἰησοῦς, τὸ »Πάντα »ἑωρακότες ὅσα ἐποίησεν ἐν Ἱεροσολύμοις ἐν τῇ ἑορτῇ«.

οὐδὲν δὲ εὑρίσκομεν προειρημένον ἢ ὅτι »Εὗρεν έν τῷ ἱερῷ τοὺς πωλοῦντας »βόας καὶ πρόβατα καὶ περιστερὰς καὶ τοὺς κερματιστὰς καθημένους· »καὶ ποιήσας φραγέλλιον ἐκ σχοινίων πάντας ἐξέβαλεν ἐκ τοῦ ἱεροῦ »τά τε πρόβατα καὶ τοὺς βόας, καὶ τῶν κολλυβιστῶν ἐξέχεεν τὰ »κέρματα καὶ τὰς τραπέζας † ἀνέστρεψεν καὶ τοῖς τὰς περιστερὰς »πωλοῦσιν εἶπεν· Ἄρατε ταῦτα ἐντεῦθεν, μὴ ποιεῖτε τὸν οἶκον τοῦ »πατρός μου οἶκον ἐμπορίου«.

τί οὖν τηλικοῦτόν έστιν ἐν τούτοις, ὥστε κινηθέντας ἐπ᾿ αὐτοῖς τοὺς Γαλιλαίους δέξασθαι τὸν κύριον, μαρτυρουμένους διὰ τοῦτο αὐτὸν δεδέχθαι, ἐπεὶ ἐλθόντες εἰς τὴν ἑορτὴν ἐν Ἱεροσολύμοις πάντα ἑωράκασιν ἃ ἐποίησεν ἐκεῖ ὁ Ἰησοῦς;

εἰ μεμνήμεθα τῶν εἰρημένων εἰς τὸν τόπον ἀποδεικνύντων οὐκ ἐλάττονα δύναμιν ἐμφαίνεσθαι τοῦ σωτῆρος έν ἐκείνοις παρὰ τὴν ἐνεργήσασαν εἰς τυφλοὺς ἀναβλέψαι καὶ κωφοὺς ἀκοῦσαι καὶ χωλοὺς περιπατῆσαι, λεκτέον ὅτι μήποτε <oὐ> παραλογισάμενοι ἐννοήσαντες Γαλιλαῖοι καὶ καταπλαγέντες τὴν θειότητα τοῦ Ἰησοῦ, ἐλθόντα αὐτὸν εἰς τὴν Γαλιλαίαν ἐδέξαντο »πάντα ἑωρακότες ὅσα ἐποίησεν ἐν τοῖς »Ἱεροσολύμοις«.

τὰ δὲ »πάντα« ταῦτα ἦν, τῷ ἐκ σχοινίων φραγελλίῳ ἐκβεβλῆσθαι ἐκ τοῦ ἱεροῦ τά τε πρόβατα καὶ τοὺς βόας καὶ τῶν κολλυβιστῶν ἐκκεχύσθαι τὰ κέρματα καὶ τὰς τραπέξας ἀνατετράφθαι, μετ᾿ ἐξουσίας δὲ εἰρῆσθαι τοῖς τὰς περιστερὰς πωλοῦσιν· »Ἄρατε »ταῦτα ἐντεῦθεν, μὴ ποιεῖτε τὸν οἶκον τοῦ πατρός μου οἶκον ἐμ- »πορίου«.

οἶμαι δὲ μηδὲ ταῦτα μόνα αὐτὸν πεποιηκέναι τότε, ἀλλὰ καὶ ἄλλα σημεῖα· ἐπιφέρεται γὰρ ἐκείνοις· »Ὡς δὲ ἠν ἐν τοῖς Ἱεροσολύμοις ἐν τῷ πάσχα ἐν τῇ ἐορτῇ, πολλοὶ ἐπίστευσαν εἰς τὸ ὄνομα [*](8 Joh. 4, 45. — 10 Job. 2, 14–16. — 19 Vgl. Job. 4, 45. — 20 Vgl. X, — 22 Vgl. Matth. 11, 5. — 25 Job. 4, 45. — 29 Job. 2, 16. — 32 Job. 2, 23.) [*](.5 τηλικαύτη ἦν] τηλικαύτην, corr. Hu | 14 nacb Z. 28 scbeint ἀνέτρεψεν LA. des Orig. | 15 μὴ εἰ ποιεῖτε | 18 τοῦτο] τὸ, corr. Pr | 22 εἰς] ὡς? We | 23 οὐ παραλογισάμενοι] ὅπερ λογισάμενοι, corr. Pr, οὐ + We; μήποτε τοῦτ᾿ ἦν ὅπερ λογισάμενοι καὶ ἐννοήσαντες ägt Br vor | 32 ἐκεῖνος, corr. Br.)

287
αὐτοῦ, θεωροῦντες αὐτοῦ τὰ σημεῖα ἃ ἐποίησεν· ἐφ᾿ οἷς καὶ ὁ Νικόδημός φησι· »Ῥαββεί, οἴδαμεν ὅτι ἀπὸ θεοῦ ἐλήλυθας διδάσκαλος· »οὐδεὶς γὰρ δύναται τὰ σημεῖα ταῦτα ποιεῖν ἅ σὺ ποιεῖς, ἐὰν μὴ ᾖ »ὁ θεὸς μετ᾿ αὐτοῦ«.

πλὴν ἔξεστιν Γαλιλαῖον ὄντα ἑορτάξειν ἐν Ἱεροσολύμοις γινόμενον, ὅπου ὁ ναὸς τοῦ θεοῦ, καὶ θεωρεῖν πάντα ὅσα ἐποίει ἐκεῖ Ἰησοῦς, καὶ μάλιστα τίνα τρόπον ἐκβάλλει τῷ ἐκ σχοινίων φραγελλίῳ ὑπ᾿ αὐτοῦ πεποιημένῳ πάντας τοὺς πωλοῦντας βόας καὶ πρόβατα καὶ περιστερὰς τά τε πρόβατα καὶ τοὺς βόας καὶ τὰ λοιπά.

ἀρχὴ γὰρ ἡ ἐν Ἱεροσολύμοις ἑορτὴ τοῖς Γαλιλαίοις ἐστὶν τοῦ καὶ δέξασθαι τὸν υἱὸν τοῦ θεοῦ ἐλθόντα πρὸς αὐτούς· μὴ γὰρ ἑωρακότες τὰ ἐν τῇ ἑορτῇ οὐκ ἂν ἐδέξαντο αὐτόν· ἢ οὐδὲ αὐτὸς μὴ προευτρεπισθεῖσιν πρὸς τὸ λαβεῖν αὐτὸν οὕτως ἂν σπουδαίως ἐπεδήμησεν καταλιπὼν τοὺς ἐρωτήσαντα( αὐτὸν »μεῖναι παρ’ αὐτοῖς«.

οἱ μέντοι γε δεξάμενοι τὸν Ἰησοῦν ἐδέξαντο καὶ τὸν ἀποστείλαντα αὐτόν· φησὶ γάρ· »Ὁ ἐμὲ δεχόμενος δέχεται τὸν ἀποστείλαντά με«. πρῶτον οὖν ἰδεῖν δεῖ, τουτέστιν συνιέναι, τὰ ἐν Ἱεροσολύμοις ἔργα τοῦ Ἰησοῦ πάντα, τίνα τρόπον καθαίρει τὸ ἱερὸν ἀποκαθιστὰς αὐτὸ εἰς τὸ εἶναι »οἶκον τοῦ πατρὸς« καὶ μηκέτι »οἶκον ἐμπορίου«, ἴνα μετὰ τὸ θεωρῆσαι ταῦτα τὸν ἐνεργήσαντα ταῦτα λόγον δεξώμεθα.

οἶμαι δ᾿ ὅτι ὁ μὴ πάντα τὰ ἐν Ἱεροσολύμοις θεωρήσας ἔργα τοῦ Ἰησοῦ οὐ δέξεται τὸν Ἰησοῦν, ἢ οὐδὲ ἐπιδημήσει τὴν ἧς σύμβολον † ἐπιδημίας ἐπιδημίαν ταύτην τοῖς μὴ πρότερον ἀναβεβηκόσιν εἰς τὴν ἑορτὴν καὶ μὴ πάντα τεθεαμένοις ὅσα ἐποίει ἐν τοῖς Ἱεροσολύμοις.

IV, 46. Ἦλθεν οὖν πάλιν εἰς τὴν Κανᾶ τῆς Γαλιλαίας, ὅπου ἐποίησε τὸ ὕδωρ οἶνον.

Ὅσα ἐχωρήσαμεν περὶ τῆς Κανᾶ, ἐν τοῖς ἀνωτέρω εἴπομεν. δύο δὲ οὐ μάτην ἐπιδημίαι ἐν Κανᾷ τῷ Ἰησοῦ γίνονται· μήποτε γὰρ σημαίνουσιν τὰς δύο τοῦ σωτῆρος εἰς τὸν κόσμον ἐπιδημίας· τὴν μὲν προτέραν, ἵν᾿ εὐφράνῃ τοὺς συνεστιωμένους, τὴν δὲ δευτέραν, ἴνα τὸν ἐγγὺς γενόμενον τοῦ θανάτου οὐ βασιλέως υἱόν, ἀλλά τινος βασιλικοῦ ἀναστήσῃ.

καὶ τάχα ὁ βασιλικὸς Ἀβραὰμ ἠν ἢ Ἰακώβ, ὧν υἱὸν (ὄντα τὸν λαόν), μετὰ τὸ τὸ πλήρωμα τῶν [*](2 Job. 3, 2. — 6 Vgl. Joh. 2, 15. — 13 Vgl. Job. 4, 40. — 15 Luk. 9, 48. 18 Vgl. Job. 2, 16. — 27 In dem verlorenen B. IX. — 28 Vgl. Job. 2, l ff. — 31 Vgl. Job. 4, 46 ff. — 33 Vgl. Röm. 11, 25.) [*](1 φὀἷς Μ | 3 ποιεῖ | 6 ἐκβάλλοι (α a. Ras.) | 20 ὁ + Pr | 22 ἐπιδημίας] ἐπιδημία <ἡ εἰς Γαλιλαίους> We | 31 οὐ + V οὐ τοῦ βασιλέως) | 33 ἤ ü. d. Ζ. | τὸ + We.)

288
ἐθνῶν εἰσελθεῖν, σώσει ἐπὶ τέλους. δύνανται δὲ καὶ δύο τοῦ λόγου εἶναι ἐπιδημίαι ἐν τῇ ψυχῇ , ἡ μὲν προτέρα τὸν ἐξ ὕδατος γινόμενον οἶνον χορηγοῦσα εἰς εὐφροσύνην τῶν συνεστιωμένων, μένων, ἡ δὲ δευτέρα πᾶσαν τὴν καταλειπομένην ἀσθένειαν καὶ τὸ πρὸς θάνατον κινδυνῶδες περιαιροῦσα.

οὐδὲν δὲ θαυμαστὸν εἰ ἐπείπερ τὰ πλείονα τῶν ἔργων τοῦ θεοῦ ἐστιν ἐν ἀποκρύφοις, πολλὰ ὑπὲρ σωτηρίας τῶν πολλαχοῦ ποιῶν ὁ Ἰησοῦς, ὡν τύποι τὰ λοιπὰ ἀναγεγραμμένα χωρία, δὶς τῇ Κανᾷ ταύτῃ ἐπιδημεῖ βεβαιῶν ἑαυτῷ κτῆσιν τῶν ἀπὸ ταύτης τῆς γῆς πιστευόντων εἰς τὸν πατέρα δι’ αὐτοῦ.

4, 46 -53 Καὶ ἦν τις βασιλικὸς οὗ ὁ υἱὸς ῄσθένει ἐν Καφαρναοῦμ· ἕως· Καὶ ἐΠίστευσεν αὐτὸς καὶ ἡ οἰκία αὐτοῦ ὅλη.

οὐ πάνυ εὑρίσκομεν παρὰ Ἰουδαίοις τετριμμένον τὸ τοῦ βασιλικοῦ ὄνομα, ὅθεν οὐδὲ ὅσον ἐπὶ τῇ ἱστορίᾳ ἐπιβάλλομεν νῷ, τίς ἠν οὑτος ὁ βασιλικὸς καὶ τίνος βασιλέως ἐπώνυμος.

ὁ μὲν οὐν ἀκεραιότερος οἰήσεται τοῦ βασιλέως Ἡρώδου τινὰ ἄνθρωπον εἶναι τοῦτον τὸν βασιλικόν· ἕτερος δὲ τούτῳ ὅμοιος ἐρεῖ τῆς Καίσαρος οἰκίας γεγονέναι τοῦτον τὸν βασιλικόν, πράττοντά τι περὶ τὴν Ἰουδαίαν τότε· οὐδὲ γὰρ σαφῶς εὑρίσκεται Ἰουδαῖος ὤν, ἐπείπερ οὐκ ἀκολουθεῖ > τὸν υἱὸν αὐτοῦ ἠσθενηκέναι ἐν Καφαρναοὺμ οἰκεῖον αὐτὸν εἶναι τῶν κατὰ τοὺς τόπους.

ἐμφαίνεται δὲ αὐτοῦ τὸ ἀξίωμα καὶ ἐκ τοῦ ἤδη αὐτοῦ καταβαίνοντος τοὺς δούλους αὐτῷ ἀπηντηκέναι, λέγοντας ὅτι ὁ παῖς αὐτοῦ ’ πληθυντικῶς γὰρ οἱ δοῦλοι εἴρηνται. ἐχέτω τοίνυν ὅπως ποτὲ τὸ τῆς ἱστορίας καὶ ὁ υἱὸς τοῦ βασιλικοῦ κομψότερον ἐσχηκέτω κατὰ τὸν τοῦ σωτῆρος λόγον τῇ ἑβδόμῃ ὥρᾳ ἐλευθερωθεὶς ἀπὸ τοῦ πυρετοῦ καὶ ἡ οἰκία αὐτοῦ ὅλη πεπιστευκέτω.

Φέρε δὲ κατὰ τὸ δυνατὸν ἡμῑν ἐρευνήσωμεν τίνος οὗτος σύμβολον εἶναι σύναται καὶ ὁ υἱὸς αὐτοῦ. μέγαν δὴ βασιλέα, οὗ πόλις ἐστὶν τὰ ἀληθινὰ Ἱεροσόλυμα, καὶ βασιλέα τῶν βασιλευόντων, τὸν πορευθέντα εἰς χώραν μακρὰν λαβεῖν ἑαυτῷ βασιλείαν καὶ ὑποστρέψαι, καὶ ἐπανελθόντα βασιλέα οὐδένα ἄλλον ἴσμεν ἢ τὸν εἰπόντα· »Ἐγὼ »δὲ κατεστάθην βασιλεὺς ὑπ' αὐτοῦ ἐπὶ Σειὼν ὄρος τὸ ἅγιον αὐτοῦ, [*](5 Vgl. Mark. 4, 22. — 16 Vgl. Phil. 4, 22–21 Vgl. Job. 4, 51. — 24 Joh. 4, 52. — 25 Vgl. Job. 4, 53. — 28 Vgl. Matth. 5, 35. — 29 Vgl. Apok. 19, 16. — 30 Vgl. Luk. 19, 12. — 31 Ps. 2, 6 f.) [*](5 εἰ] εἰναι, corr. Br Ι 11 αὐτοῦ ὅλη a. Ras. Ι 13 ἐπιβάλλομεν ἐνῶ; corr. Br 19 τῷ + Br Ι 23 ἐχέτω] ἱκετω, corr. V Ι ποτὲ] τότε, corr. V Ι 31 ἰομεν Ι 32 mit ARb al., om. Bx al.)

289
»διαγγέλλων τὸ πρόσταγμα κυρίου«.

τούτου τὴν ἡμέραν οἱ ἰδόντες καὶ εὐφρανθέντες πάντες εἰσὶν βασιλικοί, καὶ οἱ πιστεύοντες εἰς τὸν πατέρα δι’ αὐτοῦ ἐπώνυμοι τυγχάνουσιν τῆς βασιλείας αὐτοῦ, ὧν ἴνα τινὰ ζητοῦμεν καὶ τὸν ἀσθενήσαντα υἱὸν αὐτοῦ, καὶ τὰ τούτοις ἀκόλουθα.

ἐλέγομεν δὲ ἐν τοῖς ἀνωτέρω τὸν πάντα λαὸν υἱὸν εἶναι τοῦ ᾿Αβραάμ, ὡς καὶ αὐτοὶ αὐχοῦντές φασιν· »Σπέρμα Ἀβραάμ ἐσμεν καὶ οὐδενὶ δεδουλεύκαμεν πώποτε« καὶ »Μὴ σὺ μείζων εἶ τοῦ πα- »τρὸς ᾿Αβραάμ, ὅστις ἀπέθανεν;«

ὡς ἐπ᾿ αὐτῶ γὰρ καυχωμένου τοῦ λαοῦ παρὰ τοὺς λοιποὺς καὶ μετ᾿ αὐτὸν πατέρας, φησὶ καὶ ὁ σωτήρ· »Μὴ ἄρξησθε λέγειν ὅτι Πατέρα ἔχομεν τὸν ᾿Αβραάμ« ἢ »Μὴ »δόξητε λέγειν ὅτι Πατέρα ἔχομεν τὸν Ἀβραάμ· δύναται ὁ θεὸς ἐκ »τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῷ ᾿Αβραάμ«.