Commentarii In Evangelium Joannis

Origen

Origenes. Origenes Werke, Vol 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

μήποτε οὖν τέλειος ὤν πως ἀτελὴς διὰ τὴν παρακοὴν [ὡν] γέγονεν καὶ ἐδεήθη τοῦ τελειώσοντος αὐτὸν ἀπὸ τῆς ἀτελείας, καὶ διὰ τοῦτο ἐπέμφθη ὁ σωτήρ, πρῶτον μὲν ἕνα ποιήσῃ τὸ θέλημα τοῦ πέμψαντος αὐτὸν, ἐργάτης αὐτοῦ καὶ ἐνταῦθ·α γενόμενος, δεύτερον δὲ ἕνα τελειώσῃ τὸ ἔργον τοῦ θεοῦ καὶ ἕκαστος τετελειωμένος οἰκειωθῇ τῇ στερεᾷ τροφῇ καὶ τῇ σοφίᾳ συνῇ. Τελείων δέ ἐστιν ἡ στερεὰ τροφή, τῶν »διὰ τὴν ἕξιν τὰ αἰσθητήρια γεγυμνασμένα ἐχόντων πρὸς διάκρισιν καλοῦ τε καὶ κακοῦ«. Ι κοὶ ὁ λαλῶν σοφίαν φησί· »Σοφίαν δὲ λα- »λοῦμεν ἐν τοῖς τελείοις«.

καὶ ὅταν ἕκαστος ἡμῶν, ἔργον θεοῦ, ὑπὸ Ἰησοῦ τελειωθῇ, ἐρεῖ· Τὸν ἀγῶνα τὸν καλὸν ἠγώνισμαι, τὸν »δρόμον τετέλεκα, τὴν πίστιν τετήρηκα· λοιπὸν ἀπόκειταί μοι ὁ τῆς »δικαιοσύηης στέφανος«.

οὐ μόνος δὲ ὁ ἄνθρωπος ἐξέπεσεν ἐκ τελείου ἐπὶ τὸ ἀτελές, ἀλλὰ καὶ »ἐδόντες οἱ υἱοὶ τοῦ θεοῦ τὰς θυγα- »τέρας τῶν ἀνθρώπων ὅτι καλαί εἰσιν καὶ λαβόντες ἑαυτοῖς ἀπὸ πασῶν ὡν ἐξελέξαντο«, καὶ ἁπαξαπλῶς πάντες οἱ ἀπολείποντες »τὸ ἴδιον οἰκητήριον« καὶ μὴ τηρήσαντες τὴν ἑαυτῶν ἀρχήν.

ἀρχὴν‘ [*](8 Joh. 14, 28. - 10 Vgl. Job. 1, 14. — 16 Vgl. Gen. 2, 15. — 18 Vgl. Gen. 2, 9. — 22 Vgl. Joh. 4, 34. — 25 Hebr. 5, 14. — 27 I Kor. 2, 6. — 29 II Tim. 4, 7 f. — 33 Gen. G, 2. — 34 Jud. 6.) [*](1 ὁ] εἰ, corr. Br vgl. Ζ. 5 Ι 2 ὡσεὶ] ὡση, corr. V Ι 6 ἀτελὲς äufig a. Ras. 8 μ[ε μείζων μου ἐστὶν] a. Ras. Ι 12 τελειώσει, corr. V | 19 ἀτελής? We Ι 20 ὡν, zu str. oder zu änzen ὡν προσέταξεν ὁ ὁ θεός Ι 25 συνῇ] συν a.)

263
δὲ λέγω οὐ τὴν παραβαλλομένην μένην ἐξουσίᾳ ἀλλὰ τὴν ἀντιδιαστελλομένην τέλει καὶ παρακειμένην πρώτῳ , ἵν’ ὥσπερ τῷ ἀνθρώπῳ ἡ ἀρχὴ μὲν τοῦ εἶναι ἐν τῷ παραδείσῳ ἠν, τὸ τέλος δὲ διὰ τὴν τάχα ἐν ᾅδου κάτω ἤ τινι τοιούτῳ χωρίῳ, οὕτω καὶ ἑκάστῳ τῶν ἀποπεπτωκότων οἰκεία τις ἀρχὴ τυγχάνῃ δεδομένη.

τελειῶν μέντοι γε ὁ Ἰησοῦς τὸ ἔργον τοῦ θεοῦ, λέγω δὲ πᾶν τὸ λογικὸν καὶ οὐ τὸν ἄνθρωπον μόνον, κατὰ τὸν αὐτὸν τρόπον αὐτὸ τελειοῖ· τὰ μὲν γὰρ μακαριώτερα πειθόμενα λόγῳ, μὴ δεηθ;εντα πόνου, μόνῳ τελειοῦται τῷ λόγῳ· ἕτερα δέ, ἀπειθήσαντα τῷ λόγῳ, χρῄζει πόνων, ἵνα μετὰ τοὺς πόνους λόγοις προσαχθέντα ὕστερόν ποτε τούτοις τελειωθῇ.

πλὴν ἀμφότερα ταῦτα ὲν βρῶμά έστιν ἴδιον Ἰησοῦ, τό τε ποιῆσαι τὸ θέλημα τοῦ πέμψαντος αὐτὸν καὶ τὸ τελειῶσαι τὸ ἔργον αὐτοῦ.

Ὁ δὲ Ἡρακλέων διὰ τοῦ »Ἐμὸν βρῶμά ἐστιν »ἵνα ποιήσω τὸ θέλημα τοῦ πέμψαντός με« φησὶ διηγεῖσθαι τὸν σωτῆρα τοῖς μαθηταῖς, ὅτι τοῦτο ἠν ὃ συνεζήτει μετὰ τῆς γυναικός, βρῶμα ἴδιον λέγων τὸ θέλημα τοῦ πατρός· τοῦτο γὰρ αὐτοῦ τροφὴ καὶ ἀνάπαυσις καὶ δύναμις ἠν.

θέλημα δὲ πατρὸς πατρὸς ἔλεγεν τὸ γνῶναι ἀνθρώπους τὸν πατέρα καὶ σωθῆναι, ὅπερ ἦν ἔργον τοῦ σωτῆρος τοῦ ἕνεκα τούτου ἀπεσταλμένου εἰς Σαμάρειαν, τουτέστιν εἰς τὸν κόσμον. βρῶμα οὐν αὐτὸ ἐξείληφεν τοῦ Ἰησοῦ καὶ τὴν μετὰ τῆς Σαμαρείτιδος συζήτησιν, ὅπερ νομίζω σαφῶς παντί τῳ ὁρᾶσθαι καὶ ταπεινῶς ἐξειλῆφθαι καὶ βεβιασμένως.

πῶς δὲ τροφὴ τοῦ σωτῆρος τὸ θέλημα τοῦ πατρὸς σαφῶς οὐ παρέστησεν· πῶς δὲ καὶ ἀνάπαυσις τὸ θέλημα τοῦ πατρός; λέγει γὰρ ὁ κύριος ἀλλαχοῦ, ὡς οὐ πάντως τοῦ πατρικοῦ θελήματος ἀναπαύσεως αὐτοῦ ὄντος· » Πάτερ, εἰ δυνατόν, παρελθάτω τὸ ποτήριον ἀπ' ἐμοῦ· πλὴν »οὐ τί ἐγὼ θέλω, ἀλλὰ τί σύ«. πόθεν δὲ καὶ ὅτι δύναμις τοῦ σωτῆρος τὸ θέλημα τοῦ θεοῦ;

4, 35 Οὐχ ὑμεῖς λέγετε, ὅτι ἔτι τετράμηνός ἐστιν καὶ ὁ θερισμὸς ἔρχεται; ἰδοὺ λέγω ὑμῖν· Ἐπάρατε τοὺς ὀφθαλμοὺς ὑμῶν καὶ θεάσασθε τὰς χώρας ὅτι λευκαί εἰσιν Πρὸς θερισμὸν ἤδη.

Πρὸς τοὺς ὑπολαμβάνοντας ἁπλούστερον καὶ σωματικώτερον εἰρῆσθαι τὸ »Οὐχ ὑμεῖς Ι λέγετε ὅτι τετράμηνός ἐστιν κα̣ὶ [*](14 Job. 4, 34. — 29 Matfch. 26, 39 + Mark. 14, 36. — 36 Job. 4, 35.) [*](1 ἀντιδιαστελομένην Ι 3 μὲν] τις, corr. Pr Ι δὲ + V (vor τέλος) Ι 8 πειθόμενοι, corr. V Ι 23 αὐτὸν, corr. Br Ι τῆς] τὴν Ι 25 βεβιασμένως] με a. Ras. Ι 30 σοι Ι 33 ἄρχεται, scheint durch S. 264, 5 veranlasst.)

264
ὁ θερισμὸς ἔρχεται;« ταῦτα ἐπαπορητέον, ἕνα πεισθῶσιν νοητὰ πολλάκις γυμνὰ αἰσθητῶν καὶ σωματικῶν λελαληκέναι τὸν σωτῆρα.

εἴπερ γὰρ ὁ καιρός, ὅτε ταῦτα ἔλεγεν Ἰησοῦς, ὁ πρὸ τετραμήνου τοῦ θερισμοῦ ἦν, δῆλον ὅτι χειμὼν ἦν. θερισμὸς οὖν ἐν τῇ Ἰουδαίᾳ ἄρχεται γίνεσθαι περὶ τὸν παρ' Ἑβραίοις καλούμενον Νίσαν μῆνα, ὅτε ἄγεται τὸ πάσχα, ὡς ἐνίοτε τὰ ἄζυμα ἀπὸ νέου σίτου αὐτοὺς ποιεῖν.

ἀλλ’ ἔστω μὴ κατ' ἐκεῖνον τὸν μῆνα εἶναι τὸν θερισμόν, ἀλλὰ κατὰ τὸν ἑξῆς ἐκείνῳ τὸν καλούμενον παρ' αὐτοῖς Ταρ. καὶ οὕτως ὁ πρὸ τετραμήνου καιρὸς ἐκείνου τοῦ μηνὸς ἀκμαῖός ἐστιν χειμών. ἐπὰν οὖν δείξωμεν ὅτι ὅτε ἔλεγεν ταῦτα ὁ περὶ τὸν θερισμὸν καιρὸς ἦν ἤτοι ἀκμάζ ἢ ἐγγύς που τοῦ λήγειν ὄντα, ἀποδεδειγμένον ἔσται τὸ προκείμενον.

τηρητέον δὲ ὅτι μετὰ τὴν έν τῇ Κανᾷ τῆς Γαλιλαίας περὶ τὸ μεταβεβληκὸς εἰς οἶνον ὕδωρ οἰκονομίαν καταβεβηκένει λέγεται ὁ κύριος »εἰς Καφαρναοὺμ αὐτὸς καὶ ἡ μήτηρ αὐτοῦ καὶ οἱ ἀδελφοὶ καὶ οἱ μαθηταί«, ἔνθα »ἔμεινεν οὐ πολλὰς ἡμέρας· καὶ ἐγγὺς ἦν τὸ πάσχα τῶν Ἰουδαίων, καὶ ἀνέβη εἰς Ἰεροσόλυμα ὁ Ἰησοῦς« ὅτε »εὑρεν ἐν τῷ ἱερῷ τοὺς πωλοῦντας βόας καὶ πρόβατα καὶ περιστερὰς« καὶ κατὰ τὰ λοιπὰ τῶν ἀναγεγραμμένων, φραγέλλιον ἐκ σχοινίων πάντας ἐξέβαλεν ἐκ τοῦ ἱεροῦ«.

καὶ εἰπών τινα πρὸς τὸν Νικόδημον μετὰ ταῦτα ἦλθεν αὐτὸς »καὶ οἱ μαθηταὶ αὐτοῦ εἰς τὴν Ἰουδαίαν γῆν, καὶ ἐκεῖ διέτριβεν μετ' αὐτῶν καὶ ἐβάπτιζεν«. πόσον δὴ θήσομεν αὐτὸν διατετριφέναι ἐν τῇ Ἰουδαίᾳ χρόνον βαπτίζοντα μετὰ τὸ πάσχα; οὐ γὰρ σαφῶς γέγραπται.

καὶ φαίνεται διὰ τὸ ἐγνωκέναι τοὺς Φαρισαίους »ὅτι Ἰησοῦς πλείονας μαθητὰς ποιεῖ καὶ βαπτίζει <ἢ> Ἰωάννης« ἀφιεὶς »τὴν Ἰουδαίαν« καὶ ἀπερχόμενος »εἰς τὴν Γαλιλαίαν«, ὅτε ὅτε »ἔδει διέρχεσθαι διὰ τῆς »Σαμαρείας«, καὶ γενόμενος παρὰ τῇ πηγῇ τοῦ Ἰακὼβ φησὶ τὸ »Οὐχ

»ὑμεῖς λέγετε ὅτι ἔτι τετράμηνός ἐστιν καὶ ὁ θερισμὸς ἔρχεται;« ἐὰν δέ τις ὑπονοῇ μετὰ τὸ πάσχα πλειόνων μηνῶν χρόνον ἐν τῇ Ἰουδαίᾳ τὸν Ἰησοῦν βαπτίζοντα μετὰ τῶν μαθητῶν αὐτοῦ, ὥστε ἐνεστηκέναι ἤδη τὸν πρὸ τετραμήνου τοῦ θερισμοῦ καιρόν, Παραθετέον αὐτῷ ὅτι δύο ἡμέρας μείνας ἐκεῖ παρὰ τοῖς Σαμαρεῦσιν μετὰ ταύτας ἐξῆλθεν εἰς τὴν Γαλιλαίαν, καὶ ἀναγέγραπται ὡς νεωσ- [*](5 Vgl. Joseph., Antiq. III, 10, 5. — 12 Vgl. Joh. 2, 1 ff. — 14 Job. 2, 15. — 20 Vgl. Jok 3, 1 ff. — 20 Joh. 8, 22. — 24 Vgl. Joh. 4,1. — 25 Vgl. Joh. 4, 3 ff. — 28 Joh. 4, 35. — 30 Vgl. Joh. 4, 2. — 32 Vgl. Joh. 4, 40.) [*](5 ἄρχεσθαι, corr. Ausgg. Ι 7 μῆνα — θερισ]μὸν a. Ras. Ι 8 Ἰάρ] εἰγὰρ, corr. Hu; nach Targum zu 2 Chron. 30, 2 war ℵ nachexilischer Name des 2. Monates, We ält Ἰγὰρ ür öglich, weil γ wie j gesprochen wurde Ι 11 ἀκ . . . όντα, corr. Hu Ι 12 δὴ, corr. Pr Ι κανανὰ Ι 18 κατὰ + We Ι 25 <ἢ> Rasur an d. St., Ausgg. erg. Ι 28 ἔτι u. d. Ζ. Ι 29 χρόνον + B.)

265
τὶ τοῦ πάσχα προγεγενημένου καὶ τῶν ἐν Ἱεροσολύμοις πεπραγμένων αὐτῷ) ὅτι· »Ὅτε ἦλθεν εἰς τὴν Γαλιλαίαν, ἐδέξαντο αὐτὸν οἱ »Γαλιλαῖοι, πάντα ἑωρακότες ὅσα ἐποίησεν ἐν Ἱεροσολύμοις ἐν τῇ

»ἑορτῇ, καὶ αὐτοὶ γὰρ ἦλθον εἰς τὴν ἑορτήν«. ἀλλ᾿ εἰκὸς ὅτι ἐρεῖ τις πρὸς ταῦτα οὐδὲν λυπεῖν πλείονα αὐτὸν διατρίψαντα ἐν τῇ Ἰουδαίᾳ χρόνον ἐληλυθέναι ἐπὶ τὴν πηγὴν τοῦ Ἰακώβ, ἀπιόντα εἰς τὴν Γαλιλαίαν ὅτε »Ἔτι τετράμηνος«, εἶπεν, »εἰς τὸν θερισμόν«· καὶ οὐδὲν ἄτοπόν ἐστιν τοὺς Γαλιλαίους διὰ τὰ πρὸ ὀκτὼ μηνῶν αὐτῷ γενόμενα ἐν Ἱεροσολύμοις παραδέχεσθαι αὐτόν.

λεκτέον δὲ πρὸς αὐτοὺς ὅτι παραγενόμενος εἰς τὴν Γαλιλαίαν »ἦλθεν εἰς τὴν Κανᾶ τῆς Γα- »λιλαίας, ὅπου« πρότερον πεποίηκεν »τὸ ὕδωρ οἶνον«, ἔνθα καὶ τὸν τοῦ βασιλικοῦ υἱὸν νοσοῦντα ἐν τῇ Καφαρναούμ, εἰπὼν τῷ πατρὶ αὐτοῦ· » Ὁ υἱός σου ζῇ«, ἐθεράπευσεν· καὶ »Μετὰ ταῦτα ἦν ἑορτὴ »τῶν Ἰουδαίων, καὶ ἀνέβη ὁ Ἰησοῦς εἰς Ἱεροσόλυμα«, ὅτε τὸν τριάκοντα ὀκτὼ ἔτη ἔχοντα ἐν τῇ ἀσθενείᾳ παραλυτικὸν ἐθεράπευσεν.

ἐὰν δὲ αὕτη ἡ ἑορτὴ ἡ τοῦ πάσχα ᾖ (οὐ γὰρ πρόσκειται τὸ ὄνομα αὐτῆς), στενοχωρεῖται τὸ ἀκόλουθον τῆς ἱστορίας, καὶ μάλιστα ἐπεὶ μετ᾿ ὀλίγα ἐπιφέρεται ὅτι »Ἠν ἐγγὺς ἡ ἑορτὴ τῶν Ἱουδαίων, ἡ σκηνοπηγία«.

Τούτων δὴ ἐπιπλεῖον ἐξεταζομένων ἀκόλουθόν ἐστιν τῷ βαθύτερον ἐνορῶντι τῷ νῷ τῶν γραφῶν ζητεῖν τί νοῶν τοῖς μαθηταῖς ἔλεγεν ὁ Ἰησοῦς τὸ »Οὐχ ὑμεῖς λέγετε ὅτι ἔτι τετράμηνός »ἐστιν καὶ ὁ θερισμὸς ἔρχεται; ἰδοὺ λέγω ὑμῖν· Ἐπάρατε τοὺς ὀφθαλ- »μοὺς ὑμῶν καὶ θεάσασθε τὰς χώρας ὅτι λευκαί εἰσι πρὸς θερισμὸν »ἤδη«. ὥσπερ δὲ ἐλέγομεν ἐπὶ τῶν κατὰ τὴν Σαμαρεῖτιν τὰ περὶ τῶν ὑδάτων ἐξετάζοντες, οὕτω καὶ ἐνθάδε ποιήσωμεν.