Commentarii In Evangelium Joannis

Origen

Origenes. Origenes Werke, Vol 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

Ἐοίκασίν γε οἱ καλούμενοι Καφαρναοὺμ μὴ χωρεῖν τὴν ἐπιπλεῖον διατριβὴν παρ’ αὐτοῖς τοῦ Ἰησοῦ καὶ τῶν συγκαταβαινόντων αὐτῷ· ὅθεν μένουσι μὲν παρ’ αὐτοῖς, οὐ μὴν πολλὰς ἡμέρας· τὸν γὰρ Περὶ τῶν πλειόνων δογμάτων φωτισμὸν ὁ τῆς κατωτέρω παρακλήσεως >ἀγρὸς< οὐ χωρεῖ, ὀλιγωτέρων τυγχάνων δεκτικός.

παραθετέον δὲ πρὸς τὸ θεωρῆσαι διαφορὰς τῶν ἐπιπλεῖον ἢ ἔλαττον δεχομένων τὸν Ἰησοῦν σοῦν τώ »Ἐκεῖ ἔμειναν οὐ πολλὰς ἡμέρας« τὸ ἐν τώ κατὰ Ματθαῖο τῷ ἀναστάντι ἐκ νεκρῶν μεμαθητευμένοις λεγόμενον καὶ ἀποστελλομένοις μαθητεῦσαι πάντα τὰ ἔθην οὕτως ἔχον· »Ἰδοὺ ἐγὼ μεθ’ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ ἀιῶνος«. τοῖς μὲν γὰρ πάντα ὅσα ἐνδέχεται φύσιν ἀνθρωπίνην γνῶναι ἔτι ἐνταῦθα τυγχάνουσαν εἰσομένοις λέγεται δεικτικῶς τὸ »Ἰδοὺ ἐγώ με θ’ ὑμῶν »εἰμι«· καὶ περὶ πάσης τῆς ἐν τοῖς θεωρησομένοις ἀνατολῆς ἡμέρας πλείονας ποιούσης τοῖς μακαριωτάτοις τὸ »Πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος«. περὶ δὲ τῶν ἐν Καφαρναύμ, πρὸς οὓς ὡς ὑποδεεστέρους καταβαίνουσιν οὐ μόνον ὁ Ἰησοῦς ἀλλὰ καὶ ἡ μήτηρ αὐτοῦ καὶ οἱ ἀδελφοὶ αὐτοῦ καὶ οἱ μαθηταί· »Ἐκεῖ ἔμειναν οὐ πολ- »λὰς ἡμέρας«.

Χ. Εἰκὸς δὲ οὐκ ἀλόγως ζητήσειν τινὰς εἰ μετὰ πάσαςσ τὰς ἡμέρας τούτου τοῦ αἰῶνος οὐκέτι ἔσται ὁ εἰπών· »Ἰδοὺ ἐγὼ μεθ’ » μετὰ τῶν χωρησάντων αὐτὸν »ἕως τῆς συντελείας τοῦ αἰῶ- »νος«· τὸ γὰρ »ἕως« οἱονεὶ περιγραφήν τινα δηλοῖ χρόνου.

λεκτέον δὲ καὶ πρὸς τοῦτο, ὅτι οὐ ταὐτόν έστιν τὸ »Μεθ' ὑμῶν εἰμι« τῷ »Ἐν ὑμῖν x003E;. τάχα οὖν κυριώτερον λέγοιμεν ἂν οὐκ »ἐν« μαθητευομένοις εἶναι τὸν σωτῆρα, ἀλλὰ »μετ'« αὐτῶν ὅσον τώ νώ οὐκ ἐφθακόσιν ἐπὶ τὴν τοῦ αἰῶνος συντέλειαν.

ἐπὰν δὲ τὴν] τοῦ κόσμου σταυρωθέντος αὐτοῖς τὴν συντέλειαν αὐτοῦ ἐνστᾶσαν τὸ ὅσον ἐπὶ τῇ αὐτῶν παρασκευῇ θεωρήσωσιν, τότε οὐκέτι μετ' αὐτῶν ἀλλὰ ἐν αὐ- [*](2 Vgl. C. III (2) ff. — 9 Vgl. Joh. 2, 12. — 13 Job. 2, 12. — 15 Matth. 28, 20. — 18 Matth. 28, 20. — 20 Matth. 28, 20. — 23 Joh. 2, 12. — 26 Matth. 28, 20. — 32 Vgl. Gal. 6, 14.) [*](1 ἐκλημπτέον, μ ägl. ügt | 3 ἀλλοειδῶς] ἄλλου εἴδους, corr. Br | 19 ἀνατολῆς] ἀναστροφῆς? vgl. S. 189, 1.5 f. | 25 ζητήσειν] ζήτησιν, corr. V | 29 x003E; add. V | 30 ἂν add. Pr | 32 ἐφθάκασιν Ausgg. | τὴν str.)

180
τοῖς γενομένου τοῦ Ἰησοῦ ἐροῦσιν τὸ »Οὐκέτι ζώ ἐγώ, ζῇ δὲ ἐν ἐμοὶ »Χριστός« καὶ τὸ »Εἰ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος χριστοῦ«.

ταῦτα δὲ λέγομεν τηρουμένης πως ἰδίᾳ καὶ τῆς παριστάσης ἐκδοχῆς τὸ »πάσας τὰς ἡμέρας« λέγεσθαι τὰς »ἕως συντελείας τοῦ »αἰῶονς« κατὰ τὰ ἐφικτὰ τῇ ἀνθρωπίνῃ φύσει καταλαβεῖν ἔτι ἐνταῦθα τυγχανούσῃ· εστιν γὰρ καὶ ἐκείνης τῆς ερμηνείας τηρουμένης ἐπιστῆσαι τῷ »ἐγώ«, ὅνα ὁ μὲν ἕως τῆς συντελείας μετὰ τῶν ἀποστελλομένων μαθητεύειν πάντα τὰ ἔθνη ᾐ ὁ κενώσας ἑαυτὸν καὶ τὴν τοῦ δούλου μορφὴν λαβών· ὡσπερεὶ δὲ τούτου ἕτερος ἐν τῇ

καταστάσει ὢν τῇ πρὸ τοῦ κενῶσαι ἑαυτὸν μετὰ τὴν συντέλειαν τοῦ αἰῶνος γένμηται μετὰ τούτων, ἕως ὑπὸ τοῦ πατρὸς »τεθῶσι« πάντες »οἱ ἐχθροὶ »αὐτοῦ ὑποπόδιον τῶν ποδῶν αὐτοῦ«, μετὰ ταῦτα, ὅτε παραδίδωσιν ὁ υἱὸς τὴν βασιλείαν τῷ θεῷ καὶ πατρί, τοῦ πατρὸς ἐροῦντος αὐτοῖς τὸ »Ἰδοὺ ἐγὼ μεθ’ ὑμῶν εἰμι«· πότερον δὲ πάσας ἡμέρας ἕως τοῦδε τοῦ χρόνου, ἢ ἁπλῶς πάσας τὰς ἡμέρας, ἢ οὐδὲ πάσας ἀλλὰ πᾶσαν, ἐνέσται σκοπεῖν τῷ βουλομένῳ. νῦν γὰρ ἡμᾶς οὐκ ἀπαιτεῖ τὰ προκείμενα ἐπὶ τοσοῦτον παρεκβῆναι τοῦ λόγου.

Ὁ μέντοι γε Ἡρακλέων τὸ »Μετὰ τοῦτο κατέβη εἰς » Καφαρναοὺμ αὐτὸς« διηγούμενος ἄλλης πάλιν οἰκονομίας ἀρχήν φησι δηλοῦσθαι, οὐκ ἀργῶς τοῦ >Κατέβη< εἰρημένου· καί φησι τὴν Καφαρναοὺμ σημαίνειν ταῦτα τὰ ἔσχατα τοῦ κόσμου, ταῦτα τὰ ὑλικὰ εἰς ἃ κατῆλθεν· καὶ διὰ τὸ ἀνοίκειον, φησίν, εἶναι τὸν τόπον οὐδὲ πεποιηκώς τι λέγεται ἐν αὐτῇ ἢ λελαληκώς.

εἰ μὲν οὐν μηδὲ ἐν τοῖς λοιποῖς εὐαγγελίοις πεποιηκώς τι ἢ λελαληκὼς ἐν τῇ Καφαρναοῦμ ὁ κύριος ἡμῶν ἀνεγέγραπτο, τάχα ἂν ἐδιστάξαμεν περὶ τοῦ παραδέξασθαι αὐτοῦ τὴν ἑρημνείαν.

νυνὶ δὲ ὁ μὲν Ματθαῖος καταλιπόντα φησὶ τὸν κύριον ἠμῶν τὴν Ναζαρὰ ἐλθόντα κατῳκηκέναι εἰς Καφαρναοὺμ τὴν παραθαλασσίαν , καὶ ἀπὸ τότε ἀρχὴν τοῦ κηρύσσειν πεποιῆσθαι λέγοντα·

»Μετανοεῖτε, ἤγγικεν γὰρ ἡ βασιλεία »τῶν οὐρανῶν«. ὁ δὲ Μάρκος ἀπὸ τοῦ πρὸς τὸν διάβολον πειρασμοῦ, μετὰ τὸ παραδοθῆναι τὸν Ἰωάννην ἀπαγγέλλει ἡμῖν εἰς τὴν Γαλιλαίαν κηρύσσοντα τὸ εὐαγγέλιον τοῦ θεοῦ ἐληλυθέναι τὸν κύριον· καὶ μετὰ τὴν εἰς ἀποστολὴν ἐκλογὴν τῶν τεσσάρων ἁλιέων »εἰσπορεύονται εἰς Καφαρναούμ· καὶ εὐθὺς τοῖς σάββασιν [*](1 Gal. 2, 20. — 2 II Kor. 13, –4 Vgl. Matth. 28, 20. — 7 Vgl. Matth. 28, 20. — 8 Phil. 2, 7. — 11 Vgl. Hebr. 10, 13 (Ps. 110, 1). — Vgl. 12 I Kor. 15, 24. — 18 Job. 2, 12. - 27 Matth. 4, 13. — 29 Matth. 4, 17. — 31 Mark. 1, 13 ff. — .35 Mark. 1, 21 f.) [*](4 ἐκοχῆς Μ*, δο ν. jüngerer H. ü. d. Ζ. zugefügt | 9 τοῦτο, corr. Hu oijv τελείαν, corr. V | 15 ἢ οὐδὲ] τοῦδε, corr. Del | 16 ἐνέσται] ἐνεστε, letztes ε viell. aus ω corr., ἐνέστω Br, ἔνεστι Ausgg. | 20 κατέ, corr. V | 26 ἀναγέγραπτο.)

181
»ἐδίδασκεν εἰς τὴν συναγωγήν, καὶ ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ

»αὐτοῦ«. ἀλλὰ καὶ πρᾶξιν αὐτοῦ ἀναγράφει γεγενημένην ἐν Καφαρναούμ· »Εὐθύς«, γάρ φησιν, ἐν τῇ συναγωγῇ αὐτῶν ἦν »ἄνθρωπος ἐν πνεύματι ἀκαθάρτῳ, καὶ ἀνέκραζε λέγων· Ἔα. τί »ἡμῖν καὶ σοί, Ἰησοῦ Ναζαρηνέ; ἠλθες ἀπολέσαι ἡμᾶς; οἴδαμέν σε τίς εἶ, ὁ υἱός τοῦ θεοῦ.

καὶ ἐπετίμησεν αὐτῷ ὁ Ἰησοῦς λέγ(ον· Φιμώθητι καὶ ἔξελθε ἐξ αὐτοῦ«· ὅτε ἔσπάραξεν »αὐτὸν τὸ πνεῦμα τὸ ἀκάθαρτον καὶ φωνῆσαν φωνῇ μεγάλῃ ἐξῆλθεν ἐξ »αὐτοῦ· καὶ ἐθαμβήθησαν ἅπαντες«. καὶ ἡ πενθερὰ Σίμωνος τοῦ πυρετοῦ ἀπαλλάσσεται ἐν τῇ Καφαρναόυμ.

πρὸς τούτοις ὁ Μάρκος φησὶν ἑσπέρας γεγενημένης ἐν τῇ Καφαρναοὺμ τεθεραπεῦσθαι »πάντας τοὺς κακώς ἔχοντας καὶ διαμονιζομένους«.

καὶ ὁ Λουκᾶς γε τὰ παραπλήσια τῷ Μάρκῳ ἀπαγγέλλει περὶ τῆς Καφαρναοὺμ λέγων· »Καὶ ἦλθεν εἰς Καφαρναούμ, πόλιν τῆς »Γαλιλαίας, καὶ ἠν διδάσκων αὐτοὺς ἐν τοῖς σάββασιν καὶ ἐξε- πλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ, ὅτι ἐν ἐξουσίᾳ ἠν ὁ λόγος αὐτοῦ.

καὶ ἐν τῇ συναγωγῇ ἦν ἄνθρωπος ἔχων πνεῦμα δαιμονίου ἀκα- »θάρτου, καὶ ἀνέκραξεν φωνῇ μεγάλῃ· Ἔα, τί ἡμῖν καὶ σοί, Ἰησοῦ »Ναζαρηνέ; οἶδά σε τίς εἶ, ὁ ἅγιος τοῦ θεοῦ. καὶ ἐπετίμησεν αὐτῷ ὁ Ἰησοῦς λέγων· Φιμώθητι καὶ ἔξελθε ἀπ’ αὐτοῦ. τότε καὶ ῥίψαν αὐτὸν τὸ δαιμόνιον εἰς μέσον ἐξῆλθεν ἀπ’ αὐτοῦ μηδὲν βλάψαν αὐτόν«.

καὶ μετὰ ταῦτα ἀπαγγέλλει ὡς Ἀναστὰς ὁ κύριος ἀπὸ τῆς συναγωγῆς εἰσῆλθεν εἰς τὴν οἰκίαν Σίμωνος. καὶ ἐπιτιμήσας τῷ ἐν τῇ πενθερᾷ αὐτοῦ πυρετῷ ἀπήλλαξεν αὐτὴν τῆς νόσου· μεθ' ἣν θεραπευθεῖσαν »Δῦντος, φησί, τοῦ ἡλίου »πάντες ὅσοι εἶχον ἀσθενοῦντας νόσοις ποικίλαις ἠγον αὐτοὺς πρὸς »αὐτόν· ὁ δὲ ἑνὶ ἑκάστῳ αὐτῶν τὰς χεῖρας ἐπιθεὶς ἐθεράπευεν αὐτούς. ἐξήρχοντο δὲ καὶ δαιμόνια ἀπὸ πολλῶν, κραυγάζοντα καὶ λέγοντα ὄτι Σὺ εἶ ὁ υἱὸς τοῦ θεοῦ· καὶ ἐπιτιμῶν οὐκ εἴα »αὐτὰ λαλεῖν, ὅτι ᾔδεισαν Χριστὸν αὐτὸν εἶναι«.

ταῦτα δὲ πάντα περὶ τῶν ἐν Καφαρναοὺμ τώ σωτῆρι εἰρημένων καὶ πεπραγμένων παρεστήσαμεν ὑπὲρ τοῦ ἐλέγξαι τὴν Ἡρακλέωνοςἑρμηνείαν λέγοντος· Διὰ τοῦτο οὐδὲ πεποιηκώς τι λέγεται ἐν αὐτῇ ἢ λελαληκώς.

ἢ γὰρ δύο ἐπινοίας διδότω καὶ αὐτὸς τῆς Καφαρναοὺμ καὶ παρι- [*](3 Mark. 1, –25, — 7 Mark. 1, 26 f. — 9 Vgl. Mark. 1, 30. — 11 Vgl. Mark. 1, 32. 34. — 13 Luk. 4, –35, — 22 Luk. 4, 38. — 24 Luk. 4, 39. — 25 Luk. 4, 40 f. — .33 Vgl. S. 180, 23.) [*](6 υἱὸς statt ἅγιος gegen alle Hss. und u. XXVIII, 13 (15) | 7 ἔξελθε] ἐξῆλθεν vgl. Ζ. 8 | 11 τεθεραπεύεσθαι | 14 εἰς] ἐκ, corr. V | 18 σοι] συ (vgl. AFXH) | 22 μετὰ ταῦτα] μεταῦτα Μ, μετὰ τοῦτο V, μετ' αὐτὰ Ausgg. 24 ἐπετιμήσας | 26 ἀσθενοῦντας] ἀσθένιϊαν (ϊ a. Ras.) Μ, ἀσθενεῖς ς a. Ras.) V; corr. Hu nach T.)

182
στάτ(ο καὶ πεισάτω ποίας· ἢ τοῦτο ποιῆσαι μὴ δυνάμενος ἀφιστάσθω τοῦ λέγειν τὸν σωτῆρα μάτην τινὶ τόπῳ ἐπιδεδημηκέναι.

Καὶ ἡμεῖς δὲ θεοῦ διδόντος γενόμενοι κατὰ τὰ τοιαῦτα χωρία τῆς συναναγνώσεως ὅπου δόξαι ὂν μηδὲν [ἂν] ἠνυκέναι χωρίοις τισίν, πειρασόμεθα τὸ μὴ μάταιον τῆς ἐπιδημίας αὐτοῦ τρανῶσαι.