Commentarii In Evangelium Joannis

Origen

Origenes. Origenes Werke, Vol 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

εἰ γὰρ πάντας ἐγίνωσκεν, οὐ μόνον ἀνθρώπους ἀλλὰ καὶ τὰ ὑπὲρ τὸν ἄνθρωπον ἐγίνωσκεν , καὶ πάντας τοὺς ἔξω τοιούτων σωμάτων· ἐγίνωσκέν τε τί ἦν ἐν τῷ ἀνθρώπω , ἅτε μείζων τυγχά- [*](1 Vgl. Joh. 4, 48. — 2 Vgl. Joh. 2. 25. — 6 Joh. 2, 25. — 12 Vgl. Gen. 1, 27. — 14 Vgl. Matth. 28, 18. — 19 Vgl. Phil. 2, 7. — 25 Vgl. Joh. 2, 25. — 31 Vgl. Joh. 2, 25.) [*](1 Text in Unordnung; κατὰ σημεῖα π. We, vielleicbt ist nacb σημεῖα ausgefallen: θεωροῦσιν καὶ Ι 12 παντός2] ος a. Ras., viell. πάντως? Ι λαμβανόμενον, corr. We vgl. Z. 15 Ι 15 ἐπὶ] ὑπὸ, corr. We Ι 19 φήσει] φησι, corr. Br Ι 20 ἄνθρωπον aus ἀνθρωπίνων corr. Ι 30 λεκτέον] λέγειν, corr. Br.)

225
νων τῶν ἐν τῷ προφητεύειν ἐλεγχόντων καὶ κρινόντων , καὶ τὰ κρυπτὰ τῆς καρδίας εἰς φανερὸν ἀγόντων πάντων ὧν τὸ πνεῦμα ὑποβάλλει αὐτοῖς. δύναται δὲ τὸ »Ἐγίνωσκεν τί ἦν ἐν τῷ ἀνθρώπῳ« λαμβάνεσθαι καὶ ἐπὶ τῶν ἐνεργουσῶν δυνάμεων χειρόνων ἢ κρειττόνων ἐν ἀνθρώποις.

εἰ μὲν γὰρ δίδωσίν τις »τόπον τῷ διαβόλῳ« εἰσέρχεται εἰς αὐτὸν ὁ σατανᾶς, ὥσπερ ἔδωκεν Ἰούδας, τοῦ διαβόλου βεβληκότος εἰς τὴν καρδίαν αὐτοῦ, ἴνα παραδῷ τὸν Ἰησοῦν· διὸ καὶ μετὰ τὸ ψωμίον εἰσῆλθεν εἰς αὐτὸν ὁ σατανᾶς.

εἰ δὲ δίδωσιν τόπον τῷ θεῷ, μακάριος γίνεται· » Μακάριος γὰρ οὗ ἐστιν ἀντίληψις αὐτῷ »παρὰ τοῦ θεοῦ καὶ ἀνάβασις ἐν τῇ καρδίᾳ αὐτοῦ ἀπὸ τοῦ θεοῦ«. γινώσκει οὖν τί ἦν ἐν τῷ ἀνθρώπῳ ὁ γινώσκων πάντα υἱὸς τοῦ θεοῦ.

Ήδη δὲ τὴν αὐτάρκη περιγραφὴν εἰληφότος καὶ τοῦ δεκάτου τόμου, ἐνταῦθά που καταπαύσομεν τὸ βιβλίον.

[*](1 Vgl. Ι Kor. 14, 24f. — 5 Vgl. Eph. 4, 27. — 6 Vgl. Joh. 13, 27. 2—9 Ps. 83, 6. — 11 Vgl. Joh. 2, 25.)[*](2 ὡν] ὡς We Ι 9 ἀντίλημψις] ἀντίλημψεις, ohne vorausgehendes ἡ = ΑℵΤ αὐτῷ+Τ, αὐτοῦ BxA 1 11 ݲ Μ Ι 13 καταπαύσωμεν?)