Commentarii In Evangelium Joannis

Origen

Origenes. Origenes Werke, Vol 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

πλήν φασι μακαριωτέρους εἶναι τοὺς μὴ ἰδόντας καὶ πιστεύσαντας τῶν ἑωρακότων καὶ πεπιστευκότων , παρεκδεξάμενοι τὸ ἐν τῷ κατὰ Ἰωάννην ἐπὶ τέλει εἰρημένον πρὸς τὸν Θωμᾶν ὑπὸ τοῦ κυρίου· »Μακάριοι οἱ μὴ ἰδόντες καὶ πιστεύσαντες«. οὐ γὰρ x003E; μακαριωτέρους εἶναι τοὺς μὴ ἰδόντας καὶ πιστεύσαντας τῶν ἑωρακότων καὶ πεπιστευκότων.

κατὰ γοῦν τὴν ἐκδοχὴν αὐτῶν τῶν ἀποστόλων στόλων μακαριώτεροι οἱ μετὰ τοὺς ἀποστόλους εἰσίν, ὅπερ ἐστὶ πάντων των ἠλιθιώτατον. ἰδεῖν δὲ τῷ νῷ τὰ πιστευόμενα δεῖ τὸν ἐσόμενον [*](1 Hebr. 9, 5. — 6 Vgl. Joh. 2, 21. — 7 Joh. 2, 22. — 12 Joh. 2, 19. — 13 Vgl. Joh. 2, 22. — 17 Vgl. S. 209, 23 ff. — 20 Vgl. Hehr. 8, 5. — 22 Vgl. Matth. 13, 13. — 26 Vgl. II Kor. 10, 2. — 28 Vgl. Joh. 20, 29. — 31 Joh 20, 29.) [*](4 καὶ x003E; + We Ι 9 ἐκδεκτέον, corr. V Ι 21 οἷς] οισι, corr. V Ι 28 φασι] φησι, corr. Ha Ι ἰδόντας] ιδ a. Ras. Ι 31 > + We.)

222
μακάριον ὡς οἱ ἀπόστολοι, δυνηθέντα ἀκούειν τὸ Μακάριοι οἱ ὀφ- »θαλμοὶ ὑμῶν ὅτι βλέπουσιν καὶ τὰ ὦτα ὑμῶν ὅτι ἀκούουσιν« καὶ τὸ Πολλοὶ προφῆται καὶ δίκαιοι ἐπεθύμησαν ἰδεῖν ἅ βλέπετε καὶ οὐκ εἶδον, , καὶ ἀκοῦσαι ἅ ἀκούετε καὶ οὐκ ἤκουσαν«.

ἀγαπητὸν δὲ καὶ τὸν ὑποδεέστερον λαβεῖν μακαρισμὸν λέγοντα· »Μακάριοι οἱ μὴ ἰδόντες καὶ πιστεύσαντες.

πῶς δὲ οὐ μακαριώτεροι οἱ ὀφθαλμοὶ οἱ ὑπὸ τοῦ Ἰησοῦ μακαριζόμενοι ἐπὶ τοῖς τεθεωρημένοις τῶν μὴ φθα- σάντων ἐπὶ τὴν τῶν τοιούτων θέαν; ὁ δὲ Συμεὼν ἀγαπᾷ εἰς τὰς ἀγκάλας λαβὼν τὸ σωτήριον τοῦ θεοῦ, καὶ θεασάμενος αὐτὸ εἶπεν· »Νῦν ἀπολύεις τὸν δοῦλόν σου, δέσποτα, κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ, »ὅτι εί͂δον οἱ ὀφραλμοί μου τὸ σωτήριόν σου«. διόπερ φιλοτιμητέον ἀνοίγειν τοὺς ὀφθαλμοὺς κατὰ τὸν Σολομῶντα, ἵνα ἄρτων ἐμπλησθῶμεν· φησὶ γάρ· »Διάνοιξον τοὺς ὀφθαλμούς σου καὶ ἐμπλήσθητι »ἄρτων«. καὶ ταῦτά μοι διὰ τὸ » »Ἐπίστευσαν τῇ γραφῇ καὶ τῷ λόγῳ ὃν εἶπεν ὁ Ἰησοῦς« εἰρήσθω, ἕνα τὸ τέλειον τῆς πίστεως ἐκ τῶν περὶ πίστεως ἐξητασμένων καταλάβωμεν ὴμῖν δοθήσεσθαι ἐν τῇ μεγάλῃ ἐκ νεκρῶν ἀναστάσει τοῦ παντὸς Ἰησοῦ σώματος, τῆς ἁγίαςἐκκλησίας ἐκκλησίας αὐτοῦ.

ὅπερ γὰρ ἐπὶ γνώσεως εἴρηται· »Ἄρτι γινώσκω ἐκ »μέρους«, τόδε καὶ ἐπὶ παντὸς καλοῦ ἀκόλουθον οἶμαι λέγειν· ἓν δὲ τῶν ἄλλων ἡ πίστις.

διόπερ »ἄρτι πιστεύω ἐκ μέρους· ὅταν δὲ ἔλθῃ τὸ τέλειον« τῆς πίστεως »τὸ ἐκ μέρους καταργηθήσεται«, τῆς διὰ εἴδους πίστεως πολλῷ διαφερούσης τῆς, ἕν οὕτως εἴπω, »διἰ ἐσόπτρου »καὶ ἐν αἰνίγματι«, ὁμοιῶς τῇ νῦν γνώσει πίστεως.

II, 23 Ὡς δέ ἦν ἐν τοῖς Ἱεροσολύμοις ἐν τῷ πάσχα ἐν τῇ ἑορτῇ, Πολλοὶ ἐπίστευσαν εἰς τὸ ὄνομα αὐιοῦ, θεωροῦντες αὐτοῦ τὰ σημεῖα ἀ ἐΠοίει. 24 αὐλὸς δέ ’ Ιηοοῦς ουκ ἐπίοιεν αὑτὸν αὐιοῖς, διὰ τὸ αὐτὸν γινώσκειν Πάντας 25 καὶ ὅτι οὐ χρείαν εἶχεν ἵνα τις μαρτυρήσῃ Περὶ ἀνθρώπου· ἀλαιὸς γὰρ ἐγίνωσκεν τί ἦν ἐν τῷ ἀνθρώπῳ.

Ζητήσαι τις ἂν πῶς τοῖς μεμαρτυρημένοις πιστεύειν ἑαυτὸν οὐκ ἐπίστευεν ὁ Ἰησοῦς. λεκτέον δὲ πρὸς τοῦτο, ὅτι οὐχὶ τοῖς πιστεύουσιν εἰς αὐτὸν οὐ πιστεύει ἑαυτὸν ὁ Ἰησοῦς, ἀλλὰ τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ· διαφέρει γὰρ τὸ πιστεύειν εἰς αὐτὸν [*](1 Matth. 13, 16. — 3 Matth. 13, 17. — 5 Joh. 20, 29. — 8 Vgl. Luk. 2, 28. — 10 Luk. 2, 29f. — 13 Prov. 20, 16 (13). — 14 Joh. 2, 22. — 18 I Kor. 18, 12. — 20 I Kor. 13, 10. — 22 Vgl. II Kor. 5, 7. — Vgl. I Kor. 13, 12.) [*](4 viell. εἶδαν richtig? vgl. B. 33 Ι 7 τεθεωρημένοις] θεωρημένοις, corr. V 20 ἀλλῶν] καλῶν?)

223
τοῦ πιστεύειν εἰς τὸ ὄνομα αὐτοῦ.

ὁ γοῦν διὰ πίστιν μὴ κριθησόμενος τῷ εἰς αὐτὸν πιστεύειν οὐ κρίνεται, οὐχὶ δὲ εἰς τὸ ὄνομα αὐτοῦ· φησὶ γὰρ ὁ κύριος· »Ὁ πιστεύων εἰς ἐμὲ οὐ κρίνεται«· οὐχὶ δὲ »Ὁ πιστεύων εἰς τὸ ὄνομά μου οὐ κρίνεται«.

οὐκέτι δὲ φησιν· »Ὁ πι »στεύων εἰς ἐμὲ ἤδη κέκριται«· τάχα γὰρ ὁ πιστεύων εἰς τὸ ὄνομα αὐτοῦ πιστεύει μέν, διόπερ οὔκ ἐστιν ἄξιος ἤδη κεκρίσθαι, ἐλάττων δὲ ἐστιν τοῦ πιστεύοντος εἰς αὐτόν. διὰ τοῦτο τῷ πιστεύοντι εἰς τὸ ὄνομα αὐτοῦ ἑαυτὸν οὐ πιστεύει ὁ Ἰησοῦς.

αὐτοῦ τοίνυν μᾶλλον ἢ τοῦ ὀνόματος αὐτοῦ ἔχεσθαι δεῖ, ἵνα μὴ τῷ ὀνόματι αὐτοῦ δυνάμεις ποιοῦντες ἀκούσωμεν τὰ ἐπὶ x003E; τῷ ὀνόματι μόνῳ καυχησαμένων αὐτοῦ εἰρημένα· ἀλλὰ θαρρήσωμεν μιμηταὶ τοῦ Παύλου γινόμενοι εἰπεῖν· Πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με Χριστῷ Ἰησοῦ«. παρατηρητέον δὲ καὶ τοῦτο, ὅτι ἀνωτέρω μέν· »Ἐγγύς, φησίν, ἦν τὸ πάσχα τῶν Ἰουδαίων«, ἐνθάδε δὲ οὐκ ἐν τῷ πάσχα τῶν Ἰουδαίων, ἀλλ ἐν τῷ πάσχα ἐν Ἱεροσολύμοις ἦν ὁ Ἰησοῦς· κἀκεῖ μὲν ὅτε Ἰουδαίων λέγεται τὸ πάσχα, οὐκ εἴρηται ἑορτή· ἐνθάδε δὲ ὁ Ἰησοῦς ἀναγέγραπται εἶναι »ἐν τῇ ἑορτῇ«· ἐν τοῖς Ἱεροσολύμοις γὰρ τυγχάνων ἐν πάσχα καὶ ἑορτῇ ἦν , πολλῶν πιστευόντων κἂν εἰς τὸ ὄνομα αὐτοῦ.

καὶ παρατηρητέον γε ὅτι πολλοὶ οὐκ εἰς αὐτόν, ἀλλ » εἰς τὸ ὄνομα αὐτοῦ« πιστεύειν λέγονται. οἱ δὲ εἰς αὐτὸν πιστεύοντες οἱ τὴν στενὴν καὶ τεθλιμμένην εἰσὶν ὁδεύοντες, ἀπάγουσαν εἰς τὴν ζωήν, ὅσον ὑπὸ τῶν ὀλίγων εὑρισκομένην.

δυνατὸν μέντοι γε πολλοὺς τῶν εἰς τὸ ὄνομα αὐτοῦ πιστευόντων ἀνακαῆναι μετὰ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼς ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, ἐπεὶ »Πολλοὶ ἀπ’ ἀνατολῶν καὶ δυσμῶν »ἥξουσιν καὶ ἀνακτήσονται μετὰ Ἀβραδάτα καὶ Ἰσαὰκ καὶ Ἰακὼβ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν‘, τυγχανούσῃ οἰκίᾳ τοῦ πατρός, ἐν ᾑ πολλαὶ μοναί εἰσιν.

καὶ τοῦτο δὲ τηρητέον, ὅτι πολλοὶ πιοτεύοντες εἰς τὸ ὄνομα αὐτοῦ, οὐχ ὡς Ἀνδρέας καὶ Πέτρος καὶ Ναθαναὴλ καὶ Φίλιππος πιστευουσιν, ἀλλὰ τῇ μαρτυρίᾳ Ἰωάννου πείθονται λέγοντος· Ἰδού, ὁ ἀμνὸς τοῦ θεοῦ« ἢ τῷ ὑπ' Ἀνδρέου εὑρεθέντι χριστῷ, ἢ τῷ εἰπόντι τῷ Φιλίππῳ Ἰησοῦ· »Ἀκολούθει μοι« ἢ τῷ φάσκοντι Φιλίππῳ· »Ὅν ἔγραψεν Μωϋσῆς καὶ οἱ προφῆται εὑρήκαμεν, Ἰησοῦν »υἱὸν τοῦ Ἰωσὴφ τὸν ἀπὸ Ναζαρέτ«.

οὗτοι δὲ ἐπίστευσαν εἰς τὸ [*](3 Vgl. Joh. 3, 18. — 8 Vgl. Joh. 2, 24. — 9 Vgl. Matth. 7, 22. — 10 Vgl. Matth. 7, 22f. — 12 Phil. 4, 13. - 13 Joh. 2, 13. — 14 Vgl. Joh. 2, 23. — 20 Vgl. Matth. 7, 14. — 24 Matth. 8, 11. — 26 Vgl. Joh. 14, 2. — 27 Vgl. Joh. 2, 23. — 28 Vgl. Joh. 1, 40. 41. 45. 43. — 30 Joh. 1, 36. — 31 Joh. 1, 43. — 32 Joh. 1 45. — 33 Joh. 2, 23 ff.) [*](10 τῶν + We Ι 14 ἐνθάδε — οὐκ ἐν a. Ras. Ι 15 τῶν, corr. V Ι 23 ἀνακληθὴν, corr. V.)

224
»ὄνομα αἰτοῦ, θεωροῦντες αὐτοῦ τὰ σημεῖα ἃ ἐποίει«· καὶ † σημεῖα πιστεύουσιν οὐκ οὐκ αὐτὸν ἀλλ’ »εἰς τὸ ὄνομα ἀυτοῦ«, ὁ Ἰησοῦς οὐκ »ἐπίστευεν ἑαυτὸν αὐτοῖς, πάντας γινώσκων, καὶ μὴ χρείαν ἔχων« ἵνα τις μαρτυρήσῃ περὶ ἀνθρώπου«, τῷ γινώσκειν τί ἐστιν ἐν ἑκάστῳ τῶν ἀνθρώπων.

Τῷ δὲ »Οὐ χρείαν εἶχεν, ἵνα τις μαρτυρήσῃ περὶ ἀν- »θρώπου« εὐκαίρως χρηστέον εἰς παράστασιν τοῦ υἱοῦ Ι τοῦ θεοῦ ἀφ’ ἑαυτοῦ δυναμένου θεωρεῖν περὶ ἑκάστου τῶν ἀνθρώπων, καὶ μηδαμῶς μαρτυρίου δεῖμαι τοῦ ἀπό τινος.

τὸ δὲ »Οὐ χρείαν εἶχεν ἴνα τις »μαρτυρήσῃ περὶ ἀνθρώπους ἀντιστατέον πρὸς τὸ »Οὐ χρείαν »ἔχει ἵνα τις μαρτυρήσῃ περί τινος«. εἰ μὲν γὰρ τὸ »Ἀνθρώπου« λαμβάνοιμεν ἐπὶ παντὸς τοῦ κατ' εἰκόνα θεοῦ ἢ παντὸς λογικοῦ, οὐ χρείαν ἕξει ἵνα τις μαρτυρήσῃ περὶ αὐτοῦ, περὶ οὑ δήποτε τῶν λογικῶν, ἀφ' ἑαυτοῦ γινώσκων τοὺς πάντας κατὰ τὴν δεδομένην αὐτῷ δύναμιν ἀπὸ τοῦ πατρός.

εἰ τὸ τὸ »Ἀνθρώπου« τηρήσαιμεν ἐπὶ τοῦ θνητοῦ λογικοῦ ζῴου μόνου, ὁ μέν τις ἐρεῖ χρείαν ἔχειν αὐτόν, ἴνα τις μαρτυρήσῃ περὶ τῶν ὑπὲρ τὸν ἄνθρωπον, οὐδὲ ἀρκοῦντα ὁμοίως τοῖς ἀνθρωπίνοις γινώσκειν καὶ τὰ περὶ ἐκείνων.

ἄλλος δέ τις φήσει τὸν κενώσαντα ἑαυτὸν μὴ χρείαν ἔχειν ἵνα τις μαρτυρήσῃ περὶ ἀνθρώπου , χρείαν δὲ ἔχειν περὶ τῶν κρειττόνων ἢ κατὰ ἄνθρωπον.

Καὶ τοῦτο δὲ ζητητέον, πόσα σημεῖα αὐτοῦ θεωροῦν- τες οἱ πολλοὶ ἐπίστευον εἰς αὐτόν· οὐ γὰρ ἀναγέγραπται σημεῖα πεποιηκέναι ἐν Ἱεροσολύμοις, εἰ μὴ ἄρα γεγένηται μὲν σημεῖα, οὐκ ἀναγέγραπται δέ· σκόπει δὲ εἰ δυνατὸν εἰς σημεῖα λογισθῆναι τὸ πεποιηκέναι κέναι φραγέλλιον ἐκ σχοινίων, καὶ πάντας ἐκβεβληκέναι τοῦ ἱεροῦ, τά τε πρόβατα καὶ τοὺς βόας, καὶ τῶν κολλυβιστῶν τὰ κέρματα ἐκκεχυκέναι, καὶ τὰς τραπέζας ἀνατετροφέναι.

πρὸς μέντοι γε τοὺς ὑπονοήσαντας ἂν περὶ μόνων ἀνθρώπων μὴ χρείαν ἔχειν αὐτὸν μαρτύρων, λεκτέον ὅτι δύο αὐτῷ ὁ εὐαγγελιστὴς μεμαρτύρηκε, τό τε γινώσκειν Πάντας, καὶ τὸ μὴ χρείαν ἔχειν, ἕνα τις μαρτυρήσῃ περὶ ἀνθρώπου.