Commentarii In Evangelium Joannis

Origen

Origenes. Origenes Werke, Vol 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

Ὁ μέντοι γε Ἡρακλέων μηδὲ ἐπιστήσας τῇ ἱστορίᾳ φησὶ τὸν Σολομῶντα τεσσεράκοντα καὶ ἕζ ἔτεσιν κατεσκευακέναι τὸν ναὸν εἰκόνα τυγχάνοντα τοῦ σωτῆρος, καὶ τὸν ς΄ ἀριθμὸν εἰς τὴν ὕλην, τουτέστιν τὸ πλάσμα, ἀναφέρει, τὸν δὲ τῶν τεσσεράκοντα, »ὅ τετρὰς ἐστίν«, φησίν , ἡ »ἀπρόσπλοκος«, εἰς τὸ ἐμφύσημα καὶ τὸ ἐν τῷ ἐμφυσή- [*](4 II Sam. 7, 2. –6 Vgl. Ι Chron. 22, 8. — II Sam. 16, 8. — 8 Ι Chron. 29 –5. — 19 Vgl. I ön. 2, 11. — 25 Vgl. I Esdr. 6. — 27 Vgl. I Makk. 1, 20ff.) [*](1 φιλοτιμήσεται, corr. We Ι 2 πληρούμενον We Ι 5 003E; add. V Ι 13 πολυτελείας] wohl πολυτελεῖς gemeint, wie Τ Ι 17 χρισίου — καὶ a. Ras. Ι 24 οἱκοδομημένον Ι ἐκεῖνον x003E; τὸν ἐκεῖνον, corr. V Ι 39 ἀνοικοδομήθη.)

215
ματι σπέρμα.

ὅρα δὲ εἰ δυνατὸν τὸν μὲν τεσσεράκοντα διὰ τὰ τέσσαρα τοῦ κόσμου στοιχεῖα ἐν τοῖς Τι ἀγωνισμένοις εἰς τὸν ναὸν ἐγκατατασσόμενα λαμβάνειν, τὸν δὲ ς΄ διὰ τὸ τῇ ἕκτῃ ἡμέρᾳ γεγονέναι τὸν ἄνθρωπον.

II, 21-22 Ἐκεῖνος δὲ ἔλεγεν Περὶ τοῦ ναοῦ τοῦ σώματος αὐτοῦ. ὅτε οὗ ἠγέρθη ἐκ ωεκρῶν, ἐμνήσθησαν οἱ μαθηταὶ αὐτοῦ ὅτι τοῦτο ἔλεγεν, καὶ ἐπίστευσαν τῇ γραφῇ Λ·αὶ τῷ λόγῳ ὃν εἷπεν ὁ Ἰηοοὺς·

Εἰ τὸ σῶμα τοῦ Ἰησοῦ ναὸς αὐτοῦ εἵρηται, ζητῆσαι ἄξιον πότερον ἁπλούστερον τοῦτο ἐκδεκτέον , ἢ ἕκαστον τῶν ἀναγεγραμμένων περὶ τοῦ ναοῦ φιλοτιμητέον ἀνάγειν εἰς τὸν περὶ τοῦ σώματος Ἰησοῦ λόγον , ἤτοι οὗ εἴληφεν ἐκ τῆς παρθένου, ἢ τῆς ἐκκλησίας σώματος αὐτοῦ λεγομένης εἶναι, ὡς καὶ ἡμᾶς μέλη τοῦ σώματος αὐτοῦ παρὰ τῷ ἀποστόλῳ ὀνομάζεσθαι.

ὁ μὲν οὖν τις πραγμάτων αὑτὸν ἀπαλλάττων τῷ ἀπογινώσκειν ἕκαστον δύνασθαι τῶν κατὰ τὸν ναὸν ἀναφέρειν ἐπὶ τὸ σῶμα, ὁποτέρως ἄν ἔχῃ, ἐπὶ τὸ ἁπλούστερον καταφεύξεται, λέγων διὰ τοῦτο σῶμα ἑκατέρως νοούμενον τὸν ναὸν ὠνομάσθαι, ἐπεὶ ὥσπερ ὁ ναὸς δόξαν εἶχεν θεοῦ κατασκηνοῦσαν ἐν αὐτῷ, οὕτως εἰκόνα καὶ δόξαν θεοῦ ὑπάρχοντα τὸν πρωτότοκον πάσης κτίσεως, τὸ σῶμα ἢ τὴν ἐκκλησίαν ἀγαλματοφοροῦντα ναὸν εὐλόγως εἰρῆσθαι θεοῦ.

ἡμεῖς δὲ τὸ μὲν περὶ ἑκάστου τῶν ἐν τῇ τρίτῃ τῶν Βασιλειῶν περὶ τοῦ ναοῦ εἰπεῖν δυσδιήγητον ὁρῶντες καὶ πολλῷ τῆς λέξεως ἡμῶν μεῖζον, ἄλλως τε καὶ οὐ κατὰ τὴν παροῦσαν γραφήν, ὑπερτιθέμεθα.

πλὴν ἐν τοῖς τοιούτοις μάλιστα διὰ τὸ ὑπὲρ τὴν ἀνθρωπίνην εἶναι φύσιν καὶ κατὰ τὴν τοῦ θεοῦ σοφίαν τὸ ἴδιον τῆς θεοπνεύστου γραφῆς ἐμφαίνεσθαι πειθόμενοι, σοφίαν ἐν μυστηρίῳ τὴν ἀποκεκρυμμένην , ἣν οὐδεὶς τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου ἔγνωκεν, παριστάσης, καὶ καταλαμβάνοντες ἐξαιρέτου πνεύματος σοφίας ἑαυτοὺς δεομένους πρὸς τὸ τὸ τηλικαῦτα ἱεροπρεπῶς νοῆσαι, ὡς ἔνι μάλιστα δι' ὀλίγων τὴν περίνοιαν τῶν κατὰ τὸν τόπον διαγράψαι πειρασόμεθα, σῶμα τὴν ἐκκλησίαν καὶ οἶκον θεοῦ ἐκ λίθων ζώντων οἰκοδομούμενον, οἶκον πνευματικὸν εἰς ἱεράτευμα ἅγιον μανθάνοντες ἀπὸ τοῦ Πέτρου τυγχάνειν, ὡς τὸν οἰκοδομοῦντα τὸν ναὸν υἱὸν Δαβὶδ κατὰ τοῦτο Χριστοῦ εἶναι τύπον [*](13 Vgl. Eph. 5, 30. — 17 Vgl. Joh. 1, 14. — 19 Vgl. Kol. 1, 15. — 26 Vgl. I Kor. 2, 7 f. — 31 I Petr. 2, 5. — 33 Vgl. I ön. 5, 3 ff.) [*](2 ἀγωνισαμένοις verderbt, ἀνθρώπων ων) ναοῖς We Ι 8 εἰ] εἰς, corr. Perionius Ι 9 ἐκδεκτέον] ἐκλεκτέον, corr. Pr | 15 ἀναφέρειν] ἀφερεῖν, corr. Hu | 24 διὰ] δὴ Br Ι φύσιν] φησὶν, corr. V Ι καὶ Z. str.?)

216
μετὰ τοὺς πολέμους εἰρήνης βαθυτάτης γεγενημένης οἰκοδομοῦντα εἰς δόξαν τοῦ θεοῦ τὸν ναὸν έν τῇ ἐπιγείῳ Ἱερουσαλήμ, ἵνα μηκέτι παρὰ μετακινητῷ πράγματι τῇ σκηνῇ x003E; λατρεία ἐπιτελῆται. ἕκαστον.

x003E; τῶν κατὰ τὸν ναὸν ἐπὶ τὴν ἐκκλησίαν ἀνάγειν πειρασόμεθα. τάχα γὰρ ἐὰν πάντες οἱ ἐχθροὶ ὑποπόδιον γένωνται τῶν Χριστοῦ ποόῶν, καὶ ὁ ἔσχατος ἐχθρὸς θάνατος καταργηθῇ, ἡ τελειοτάτη εἰρήνη έ)σται ὅτε Χριστὸς ἔσται Σαλομών, ὅπερ ἑρμηνεύεται »Εἰρηνικός«, πληρουμένης τῆς προφητείας εἰς αὐτὸν λεγούσης· »Μετὰ τῶν μισούν »των τὴν εἰρήνην ἤμην εἰρηνικός«.

καὶ τότε ἕκαστος τῶν ζώντων λίθων κατὰ τὴν ἀξίαν τοῦ ἐνταῦθα βίου ἔσται τοῦ ναοῦ λίθος, ὁ μέν τις ἐν τῷ θεμελίῳ ἀπόστολος ἢ προφήτης βαστάζων τοὺς ἐπικειμένους, ὁ δέ τις μετὰ τοὺς ἐν τῷ θεμελίῳ ὑπὸ μὲν τῶν ἀποστόλων βασταζόμενος καὶ αὐτὸς σὺν τοῖς ἀποστόλοις συνβαστάςων τοὺς ὑποδεεστέρους· καὶ ὁ μέν τις ἔσται λίθος τῶν ἐνδοτάτων, ἔνθα ἡ κιβωτὸς καὶ τὰ Χερουβεὶν καὶ τὸ ἱλαστήριον· ἕτερος δὲ τοῦ περιβόλου, καὶ ἄλλος ἔτι ἔξω τοῦ περιβόλου τῶν Λευϊτῶν καὶ ἱερέων λίθος τοῦ θυσιαστηρίου τῶν ὁλοκαρπωμάτων.

τὴν δὲ περὶ τούτων οἰκονομίαν καὶ λειτουργίαν ἐγχειρισθήσονται ἅγιαι δυνάμεις, ἄγγελοι θεοῦ, αἱ μέν τινες οὖσαι κυριότητες, ἢ θρόνοι, ἢ ἀρχαί, ἢ ἐξουσίαι, αἱ δὲ τούτοις ὑποτεταγμέναι, ὧν τύποι οἱ τρισχίλιοι καὶ ἑξακόσιοι ἄρχοντες ἐπιστάται, ἄρχοντες κατεσταμένοι ἐπὶ τῶν ἔργων τῶν Σαλομών, καὶ ἑβδομήκοντα χιλιάδες τῶν αἰρόντων ἄρσιν, καὶ αἱ τῶν λατόμων ὀγδοήκοντα χιλιάδες ἐν τῷ ὄρει, οἱ ποιοῦντες τὰ ἔργα καὶ ἑτοιμάσαντες τοὺς λίθους καὶ τὰ ξύλα.

παρατηρητέον δὲ ὅτι οἱ μὲν ἀναγεγραμμένοι αἴρειν ἄρσιν ἑβδομάδος εἰσὶν συγγενεῖς· οἱ δὲ λατόμοι καὶ ἐκτυποῦντες τοὺς λίθους, πρὸς τὸ ἁρμονίους αὐτοὺς γενέσθαι τῷ ναῷ, ὀγδοάδι προσῳκείωνται· οἱ δὲ ἐπιοτάται, τρισψίλιοι <τρισχίλιοι καὶ> ἑξακόσιοι τυγχάνοντες, τῷ τοῦ ἕξ τελείω ἀριθμῷ οἱονεί ἐφ' ἑνυτὸν πολυπλασιαζομένῳ συνάπτονται· τὰ μέντοι γε τῆς ἑτοιμασίας τῶν λίθων αἰρομένων καὶ εὐτρεπιζομένων εἰς τὴν οἰκοδομήν, τριοὶν ἔτεσιν ἐπιτελούμενα, ἐμφαίνειν μοι δοκεῖ τοῦ ἐν αἰωνίῳ τῇ τριάδι συγγενοῦς διαστήματος τὸν ὅλον χρόνον.

ταῦτα δὲ ἔσται ὅταν ἡ εἰρήνη τελειωθῇ μετὰ ἔτη [*](1 Vgl. IV Makk. 3, 20. — 5 Vgl. Ι Kor. 15, 25 f. - 7 Vgl. Lagarde, Onorn. s. p. 204, 81. — 8 Ps. 119, 6 f. — 9 Vgl. Hermas, vis. III, 5. — 11 Vgl. Eph. 2 20. — 14 Vgl. I ön. 6, 18. 26 (27). — 18 Vgl. Kol. 1, 16. - 20 Vgl. I ön. 5, 16. — 21 Vgl. I ön, 5, 15. — 23 Vgl. I ön. 5, 17. — 28 Vgl. u. XXVIII, L — 30 Vgl. I ön. 5, 17.) [*](3 ἡ + We I 4 <δἒ> + We | ἐπὶ] καὶ, corr. Br, εἰς V Ι 23 ὅρει 26 αὐτοὺς] αὐτὸς, corr. V Ι 27 <τρισχίλιοι καὶ> add. Pr, weil das Quadrat von 6 (vgl. Z. 28 f.) 36 ist Ι 28 ἀριθμῷ] ἀριθμοῦ, corr. Hu. Ι 32 ἷιον, corr. V.)

217
τῆς οἰκονομίας τῶν κατὰ τὴν ἀπ' Αἰγύπτου ἔξοδον πραγμάτων τετρακόσια καὶ τριάκοντα, καὶ τῶν κατὰ τὴν Αἴγυπτον οἰκονομηθέντων μετὰ τετρακόσια καὶ τριάκοντα ἴτη τῆς πρὸς τὸν Ἀβραὰμ ἀπὸ θεοῦ διαθήκης, ὡς εἷναι ἀπὸ τοῦ Ἀβραὰμ ἐπὶ τὴν ἀρχὴν τῆς οἰκοδομῆς τοῦ ναοῦ σαββατικοὺς ἀριθμοὺς δύο, τὸν ἑπτακόσια καὶ ἑβδομήκοντα, ὅτε καὶ ἐντελεῖται ὁ βασιλεὺς ἡμῶν ὁ χριστὸς ταῖς τῶν νωτοφόρων ἑβδομήκοντα χιλιάσιν μὴ τοὺς τυχόντας παραλαμβάνειν Ι λίθους εἰς τὸν θεμέλιον τοῦ οἴκου, ἀλλὰ λίθους μεγάλους, τιμίους, ἀπελεκήτους, ἴνα πελεκηθῶσιν οὐχ ὑπὸ τῶν τυχόντων ἐργατῶν ἀλλ’ ὑπὸ τῶν Σαλομῶντος υἱῶν· τοῦτο γὰρ ἐν τῇ τρίτῃ τῶν Βασιλειῶν γεγραμμένον εὕρομεν.

τότε δὲ διὰ τὴν πολλὴν εἰρήνην καὶ ὁ τῆς Τύρου βασιλεὺς Χειρὰμ συνεργεῖ τῇ οἰκοδομῇ τοῦ ναοῦ, διδοὺς ἑαυτοῦ τοὺς υἱοὺς τοῖς υἱοῖς τοῦ Σαλομών, συμπελεκᾶν τοὺς μεγάλους καὶ τιμίους λίθους τῷ ἁγίῳ καὶ ἐν τῷ τετάρτῳ ἔτει ἱδρυμένους εἰς τὴν θεμελίωσιν τοῦ οἴκου κυρίου. ὀγδοάδι μέντοι γε ἐτῶν συντελεῖται ὁ οἶκος τῷ ὀγδόῳ μηνὶ τοῦ ὀγδόου ἔτους ἀπὸ τῆς θεμελιώσεως.

Οὐδὲν δὲ ἄτοπον ἔσται διὰ μέσου τοῖς μηδὲν πέρα τῆς ἱστορίας οἰομένοις διὰ τούτων δηλοῦσθαι δυσωπητικοὺς λόγους προσαγαγεῖν πρὸς τὸ ὡς πνεύματος γραμμάτων ζητῆσαι τοῦ πνεύματος νοῦν ἐν τούτοις ἄξιον.

ἀρα γὰρ οἱ τῶν βασιλέων υἱοὶ ἐσχόλαζον τῇ πελεκήσει τῶν μεγάλων καὶ τιμίων λίθων, ἀναλαμβάνοντες τέχνην βασιλικῆς εὐγενείας ἀλλοτρίαν; καὶ ὁ ἀριθμὸς τῶν νωτοφόρων καὶ λατόμων καὶ ἐπιστατῶν , τοῦ τε χρόνου τῆς ἑτοιμασίας τῶν λίθων καὶ τῆς ἐπισημειώσεως τῶν ὁμοίων ὡς ἔτυχεν ἀναγέγραπται;

ἐχρῆν δὲ τὸν ἅγιον ἐν εἰρήνῃ κατασκευαζόμενον οἶκον τῷ θεῷ ᾠκοδομῆσθαι χωρὶς σφύρας καὶ πελέκεως καὶ παντὸς σιδηροῦ σκεύους, ἵνα μηδὲν ἀκουσθῇ θορυβῶδες ἐν τῷ ναῷ τοῦ θεοῦ.

πάλιν δὲ ἀπορῶ πρὸς τοὺς τῇ λέξει δουλεύοντα πῶς δυνατὸν ὀγδοήκοντα χιλιάδων λατόμων τυγχανουσῶν λίθοις ἀκροτόμοις ἀργοῖς οἰκοδομεῖται τὸν οἶκον τοῦ θεοῦ, σφύρας καὶ πελέκεως καὶ παντὸς σκεύους σιδηροῦ οὐκ ἀκουσθέντος ἐν τῷ οἴκῳ αὐτοῦ ἐν τῷ οἰκοδομεῖσθαι αὐτόν ;

ἀλλὰ μήποτε οἱ λατομούμενοι λίθοι ςῶντες ἀψοφητὶ καὶ ἀταράχως λατομοῦνται ἔξω τοῦ κατὰ τὸν ναόν, ἵνα ἕτοιμοί ἔλθωσιν ἐπὶ τὸ ἁρμόζον αὐτοῖς τῆς οἰκοδομῆς χωρίον.

καὶ ἀνάβασις δέ τις περὶ τὸν οἶκον [*](1 Vgl. Ι ön 6, 1. — 6 Vgl. Ι ön. 5, 15. 6, 2. — 10 Ι ön. 6, 3. — 15 Vgl. ön. 6, 5 95, 38), — 20 Vgl. I ön. 6, 8 (5, 32). — 22 Vgl. II Chr. 2, 2 (1). — 25 Vgl. Ι ön. 6, 12 (7). - 28 Vgl. Ι ön. 5, 15 (29) 6, 12 (7).) [*](1 υ΄] LV, corr. Hu Ι 13 Σαλωμὼν wie 1 ön. (3, 3 Ι 14 ἐν τῷ] αἸνετω, corr. V (vgl. Ι ön. 6, 4) Ι 23 τε] γε, corr. We Ι 25 ὠκοδομῆσθαι] οἰκοδομεῖσθαι V; vgl. Ζ. 29 Ι 27 ἀκολουθῇ, corr. We, vgl. Ζ. 31 Ι 29 οἰκοδομῆσθαι, corr. V.)

218
τοῦ θεοῦ μὴ γεγωνιωμένη, ἀνακλάσεις εὐθειῶν ἐ̓χουσα. γέγραπται γάρ· Καὶ ἑλικτὴ ἀνάβασις εἰς τὸ μέσον, καὶ ἐκ τῆς μέσης ἐπὶ τὰ »τριώροφα«· ἑλικοειδῆ γὰρ ἐχρῆν εἶναι τὴν ἐν τῷ ναῷ τοῦ θεοῦ ἄνοδον τῆς ἕλικος ἀναβάσει τὸν ἰσαίτατον κύκλον μιμουμένης.

ἴνα δὲ οὗτος ὁ οἶκος βέβαιος ᾖ, ὡς ἔνι μάλιστα οἰκοδομοῦνται ἔνδεσμοι αὐτῷ δέ ὅλου οἵκου πέντε ἐν πήχει τὸ ὕψος, ἵνα ἡ ἀπὸ τῶν αἰσθητῶν ἐπὶ τὰς καλουμένας θείας αἰσθήσεις ἄνοδος δηλωθῇ ἐν ὕψει τυγχάνουσα πρὸς κατανόησιν τῶν νοητῶν.

μακαριωτέρων δὲ λίθων χωρίον ἔοικέν εἶναι τὸ καλούμενον Δαβείρ , ἔνθα ἡ κιβωτὸς τῆς διαθήκης τοῦ κυρίου ἦν x003E; οὕτως εἴπω, τὸ χειρόγραφον ἐτύγχανεν τοῦ θεοῦ, θεοῦ, αἱ πλάκες γεγραμμέναι τῷ δακτύλῳ αὐτοῦ.