Commentarii In Evangelium Joannis

Origen

Origenes. Origenes Werke, Vol 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

δύναται δὲ καὶ φύσει ἱερὸν εἶναι ἡ εὐφυὴς ἐν λόγῳ ψυχὴ διὰ τὸν συμπεφυδότα λόγον ἀνωτέρω τυγχά- ωνυσα τοῦ σώματος, εἰς ἥ ἀπὸ τῆς Καφαρναοὺμ κάτω που κειμένης ταπεινότερον ἀναβαίνει ὁ Ἰησοῦς, ἐν ᾖ εὑρίσκεται τὰ πρὸ τῆς ἀπὸ Ἰησοῦ παιδεύσεως γήϊνα καὶ ἀνόητα καὶ χαλεπὰ κινήματα, καὶ τὰ νομεζόμενα μὲν οὐκ ὄντα δὲ καλά, ἅπερ τῷ πεπλεγμένῳ ἐξ ἀπο- δεικτικῶν καὶ ἐλεγκτικῶν δογμάτων λόγῳ ἀπελαύνεται ὑπὸ τοῦ Ἰησοῦ, ἵνα μηκέτι ὁ τοῦ πατρὸς αὐτοῦ οἶκος οἶκος ἐμπορίου ᾖ, ἀλλὰ ἀπολάβῃ τὴν κατὰ τοὺς οὐρανίους καὶ πνευματικοὺς νόμους ἐπιτε- λουμένην ὑπὲρ σωτηρίας αὐτῆς τε καὶ πλειόνων θεραπείαν τοῦ θεοῦ.

σύμβολον δὲ τῶν μὲν γηΐνων ὁ βοῦς, γεωπόνος γάρ· τῶν δὲ ἀνοήτων καὶ κτηνωδῶν τὸ πρόβατον, ἐπειδὴ τὸ ζῷον ἀνδραποδῶδες παρὰ [*](3 Joh. 2, 16. — 10 Vgl. Joh. 2, 15. — 15 Vgl. II Kor. 3, 6. — 17f. Vgl. Act. 1, 20. 15, 19. —19 Vgl. Matth. 21, 43. — 27 Vgl. Joh. 2, 16.) [*](1 τοῦνέχεσθαι τὰ συνέχεσθαι τὰ Μ | 5 ἔτι] ὅτι, corr. Br | 11 δὴ] δὲ, corr. Pr | 12 τὰ add. V | ἔμελλεν, corr. Hu | καὶ εἰκὸς δὲ] καὶ ὁ εἰ οἵοντε Μ, corr. We: καὶ ὡς οὐχ οἶόντε V | 13 νομεσμάτων, comp. geschrieben (??) wie in den Papyri; doch ist wohl νόμων z. l. vgl. Z. 15 | 18 πιστεύοντας2 str. V | 19 τε ἐν < V | 20 ἱεροῦ, corr. V | 23 ταπεινότερα, corr. V | 25 μὲν ist am Anfang d. Seite verloren gegangen | 26 καὶ + We | 27 οἶκος + V | 28 oὐρανοὺς, corr. V | 31 ἐπειδὴ] ἐπεὶ δὲ, corr. We.)

197
πολλὰ τῶν ἀλόγων ἐστίν· τῶν δὲ κούφων καὶ εὐριπίστων λογισμῶν ἡ περιστερά· τῶν δὲ νομιζομένων καλῶν τὰ κέρματα.

Ἐὰν δέ τις προσκόπτῃ τῇ τοιαύτῃ ἀποδόσει διὰ τὸ καθαρὰ εἶναι τὰ παραληφθέντα εἰς τὴν γραφὴν ζῷα, λεκτέον ὅτι ἀπίθανος ἂν ἦν ἡ γραφή κατὰ τὴν ἐνδεχομένην ἱστορίαν γεγονέναι ἀπαγγελλομένη· ἐν τῷ ναῷ γὰρ τοῦ θεοῦ οὐχ οἶόν τε ἦν ἀπαγγέλλεσθαι γεγονέναι ἑτέρων παρὰ τὰ καθαρὰ ζῴων ἀγέλης εἴσοδον, καὶ εἰς ἐμπορίαν ἄλλων παρὰ τὰ θυόμενα.

διόπερ τῷ ὑπὸ τῶν ἐμπόρων κατὰ τοὺς τῶν Ἰουδαϊκῶν ἑορτῶν χρόνους γινομένῳ, ἐπεισαγόντων τῷ ἐξωτέρω̣ περιβόλῳ τοῦ ναοῦ ταῦτα τὰ ζῷα, ἐχρήσατο ὁ εὐαγγελιστής, ὡς οἶμαι, καὶ γεγενημένῳ συγχρησάμενος πράrματι.

καίτοιγε ᾧ μέλει τῆς ἀκριβεστέραις ἐξετάσεως ἐπισκοπήσει εἰ κατὰ τὸ ἐν τῷ βίῳ τούτῳ ἀξίωμα τοῦ Ἰησοῦ ἠν, νομιςομένου υἱοῦ εἶναι τέκτονος, τὸ τηλικοῦτο ποιῆσαι θαρρῆσαι ὥστε ἐξελάσαι πλῆθος ἐμπόρων, ἐπὶ τὴν ἑορτὴν ἀνεληλυθότων τοσούτῳ ἀποδίδοσθαι λαῷ πρόβατα τυθησόμενα κατ' οἴκους πατριῶν αὐτῶν, ἐν πλειόνων μυριάδων ἀριθμῷ τυγχάνοντα, καὶ βοῦς τοῖς πλουσιωτέροις καὶ τηλικαῦτα εὐξαμένοις πραθησομένους, περιστεράς τε, ἅστινας πολλοὶ ὡς ἐν πανηγύρει εὐωχηθησόμενοι ὠνοῦντο ἄν· τῶν τε τραπεςιτῶν * * * μὴ ὕβρεως κατηγορῆσαι τοῦ Ἰησοῦ ἐκχεόμενα ἰδόντων τὰ χρήματα καὶ ἀνατρεπομένας τὰς τραπέζας.

τίς δὲ τῷ ἐκ σχοινίων φραγελλίῳ ὑπὸ τοῦ νομιζομένου παρ' αὐτοῖς εὐτελοῦς τυπτόμενος καὶ ἀπελαυνόμενος οὐκ ἂν ἐπιλαβόμενος κατεβόησεν καὶ ἐκ χειρὸς τὴν δίκην ἐποιήσατο , καὶ ταῦτα τοσοῦτο πλῆθος τῶν συνυβρίζεσθαι δοξάντων συνεργοῦν κατὰ τοῦ Ἰησοῦ ἔχων;

Ἐπινοήσωμεν δὲ τὸ τὸν υἱὸν τοῦ θεοῦ λαμβάνοντα σχοινία καὶ ἑαυτῷ φραγέλλιον ἐπὶ τῷ ἐζεῦχθαι τοῦ ναοῦ πλέκοντα εἰ μὴ ἐμφαίνει πρὸς τῷ αὐθάδει καὶ θρασυτέρῳ καὶ τὸ ἄτακτον.

μία δὲ καταφυγὴ τῆς πρὸς ταῦτα ἀπολογίας καταλείπεται τῷ καὶ τὴν ἱστορίαν σῶσαι θέλοντι, ἡ θειοτέρα τοῦ Ἰησοῦ δύναμις, οἵου τε ὄντος, ὅτε ἐβούλετο, καὶ θυμὸν ἐχθρῶν ἀναπτόμενον Ι σβέσαι καὶ μυριάδων θείᾳ χάριτι περιγεέσθαι καὶ λογισμοὺς θορυβοῦντας διασκεδάσαι· » Κύριος γὰρ »διασκεδάσει βουλὰς Μνῶν, ἀθετεῖ δὲ λογισμοὺς λαῶν· ἡ δὲ βουλὴ »τοῦ κυρίου εἰς τὸν αἰῶνα μένει«, ὥστε μηδενὸς τῶν σφόδρα παρα- [*](4 Vgl. VI, 51 (32). — 13 Vgl. Matth. 13, 55. Mark. 6, 3. — 15 Vgl. Exod. 12, 3. — 19 Vgl. Job. 2, 14f. - 32 Ps. 32, 10f.) [*](6 ἀπαγγελλομένη ἥ Μ | 7 ἀγέλην, corr. Hu Ι 9 γινομένων, corr. Hu Ι ἔθει oder ἔθει εἰσαγόντων We Ι 11 καὶ] ὡς? We Ι 14 ἐπὶ] ἐπεὶ, corr. V Ι εὐξαμένους, corr. Del | 18 παραθησομένους, corr. We Ι τινας] τινες, corr. V Ι 20 ἰδόντων] ἴδιον τῶν, corr. Hu 26 x003E; + We 28 τὸ] ο a. Ras. 32 διασκεδάσει] διασκεδάσαι)

198
δόλως ὑπ αυτοῦ γεγενημένων καὶ προκαλεσαμένων διὰ τῆς θειότητος εἰς πίστιν τοὺς τεθεωρηκότας ἐλάττονα ἐμφαίνειν ἐνεργηθεῖσαν δύναμιν τὴν κατὰ τὸν τόπον ἱστορίαν, εἴ γε καὶ αὐτὴ γεγένηται.

καὶ μείζονα δ’ αὐτὴν ἔστιν ἀποφήνασθαι τῆς γεγενημένης περὶ τοῦ ἐν Κανᾷ τῆς Γαλιλαίας μεταβεβληκότος ὕδατος εἰς οἶνον, τῷ ἐκεῖ μὲν ἄψυχον ὕλην εἶναι τὴν τετραμμένην , ἐνθάδε δὲ τῶν τοσούτων μυριάδων δεδουλῶσθαι τὰ ἡγεμονικά.

παρατηρητέον μέντοι γε ὅτι ἐν μὲν τῷ γάμῳ ἡ μήτηρ τοῦ Ἰησοῦ εἶναι λέγεται, κεκλῆσθαι δὲ ὁ Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ· εἰς δὲ τὴν Καφαρναοὺμ καταβεβηκέναι * * * * οὐδεὶς πλὴν Ἰησοῦ κατείλεκται.

φαίνονται δ' ὕστερον καὶ οἱ μαθηταὶ παρόντες, εἴ γε ἐμνήσθησαν ὅτι »Ὁ ζῆλος τοῦ οἴκου σου καταφάγεταί με«. καὶ τάχα έν ἑκάστῳ τῶν μαθητῶν ὁ Ἰησοῦς ἀναβαίνων εἰς Ἱεροσόλυμα ἦν, διόπερ οὐκ εἴρηται τὸ »Ἀνέβη Ἰησοῦς »εἰς Ἱεροσόλυμα καὶ οἱ μαθηταὶ αὐτοῦ«, ὥσπερ »Κατέβη εἰς Κα »φαρναοὺμ αὐτὸς καὶ ἡ μήτηρ αὐτοῦ καὶ οἱ ἀδελφοὶ καὶ οἱ μαθηταὶ »αὐτοῦ«.

Ἤδη δὲ τὰ συγγενῆ τῷ τόπῳ, ἐκλελῆσθαι ἀπὸ τοῦ ἱεροῦ τοὺς ποιοῦντας αὐτὸν οἶκον ἐμπορίου, παρὰ τοῖς λοιποῖς κείμενα κατανοητέον.

καὶ πρῶτόν γε τὰ παρὰ τῷ Ματθαίῳ, ὅς φησιν εἰσελθόντος τοῦ κυρίου εἰς Ἱεροσόλυμα σεσεῖσθαι πᾶσαν τὴν πόλιν, λέγουσαν· Τίς ἐστιν οὗτος;«

πρὸ δὲ τούτων διηγεῖται τὰ περὶ τὴν ὄνον καὶ τὸν πῶλον, ληφθέντα προστάξει τοῦ κυρίου, ὑπὸ δύο μαθητῶν ἀποσταλέντων ὑπ' αὐτοῦ ἀπὸ Βηρφαγὴ εἰς τὴν κατέναντι αὐτῆς κώμην εὑρημένα, ὅπου καὶ λύεται ὑπὸ τῶν δύο μαθητῶν ἡ πρότερον δεδεμένη ὄνος κελευσθέντων, ἐάν τις αὐτοῖς εἴπῃ τι, ἀποκρίνασθαι ὡς ἄρα »Ὁ κύριος αὐτῶν χρείαν ἔχει· καὶ εὐθὺς αὐτοὺς ἀπο- »στέλλει«.

ἀπαγγέλλει δὲ πληροῦσθαι προφητείαν διὰ τούτων γεγενημένων τὴν φάσκουσαν· »Ἰδοὺ ὁ βασιλεὺς ἔρχεται πραΰς καὶ ἐπιβεβηκὼς ἐπὶ »ὄνον καὶ πῶλον υἱὸν ὑποζυγίου«, ἥντινα παρὰ τῷ Ζαχαρίᾳ εὕρομεν.

ὡς δὲ πορευθέντες οἱ μαθηταὶ καὶ ποιήσαντες ὡς προσέταξεν αὐτοῖς ὁ Ἰησοῦς »ἤγαγον τὴν ὄνον καὶ τὸν πῶλον. ἐπέθηκαν φησίν, ἐπ' αὐτῶν τὰ ἱμάτια ἑαυτῶν καὶ ἐπεκάθισεν ἐΠάνω αὐτῶν« ὁ κύριος, δῆλον δ ὅτι καὶ τῆς ὄνου καὶ τοῦ πώλου ὅτε καὶ »ὁ πλεῖστος ὄχλος ἔστρωσαν [*](5 Vgl. Job. 2, Iff. — 8 Vgl. Job. 2, 1. — 10 Vgl. Joh. 2, 12f. - 11 Joh. 2. 17. — 17 Vgl. Job. 2, 15f. — 19 Vgl. Matth. 21, 11. — 21 Vgl. Matth. 21, Iff. — 26 Matth. 21, 3. — 28 Vgl. Matth. 21, 5. — 30 Sach. 9. 9. — Mattb. 21, 69.) [*](6 τετραμμένην We, γεγραμμένην, γεγρα steht ziemlicb verlaufen auf Ras. Μ, μεταβεβλημένην V | 10 in der ücke stand etwa: αὐτὸς καὶ ἡ μήτηρ αὐτοῦ καὶ ἀδελφοὶ καὶ οἱ μαθηταὶ αὐτοῦ εἰς Ἱεροσόλυμα δὲ ἀναβεβηκέναι οὐδεὶς κτλ. Homoioteleuton wird den Ausfall verschuldet baben Ι 32 τὸν ὄνον, corr. V.)

199
τὰ ἱμάτια ἐν τῇ ὁδῷ, ἄλλοι δὲ ἔκοπτον κλάδους ἀπὸ τῶν δένδρων καὶ ἔστρωσαν ἐν τῇ ὁδῷ‘, τῶν προαrόντων καὶ ἀκολουθούντων ὄχλων κεκραγότων· »Ὡσαννὰ τῷ υἱῷ Δαβίδ, ἐρχόμενος ἐν ὀνό »ματι κυρίου, ὡσαννὰ ἐν τοῖς ὑψίστοις«.

πλὴν Ι ὡς διὰ ταῦτα »εἰσελ Η »θόντος αὐτοῦ εἰς Ἱεροσόλυμα ὲσείοθη πᾶσα ἡ πόλις λέγουσα· »ἐστιν οὗτος;« οἱ ὄχλοι, δηλονότι οἱ προάγοντες καὶ ἀκολουθοῦντε. ἀπεκρίναντο τοῖς ἐρωτῶσιν. τίς εἴη, τὸ »Οὑτός ἐστιν ὁ προφήτης Ἰησοῦς, ὁ ἀπὸ Ναζαρὲτ τῆς Γαλιλαίας.

καὶ εἰσῆλθεν Ἰησοῦς εἰς τὸ »ἱερόν, καὶ ἐξέβαλεν πάντας τοὺς πωλοῦντας καὶ ἀγοράςοντας ἐν τῷ ἱερῷ καὶ τὰς τραέζας τῶν κολλυβιστῶν κατέστρεψεν καὶ τὰς λαθέ »δρας τῶν πωλούντων τὰς περιστερός. καὶ λέγει αὐτοῖς· Γέγραπται· »Ὁ οἶκός μου οἶκος προσευχῆς κληθήσεται· ὑμεῖς δὲ αὐτὸν ποιεῖτε »σπήλαιον λῃστῶν«.

πευσόμεθα δὴ τῶν πέρα τῆς ἱστορίας μηδὲν οἰομένων προκεῖσθαι γράφοντι τῷ Ματθαίῳ τὸ εὐαγγέλιον, τί ἦν τὸ ἐπεῖγον πεμφθῆναι τῶν μαθητῶν δύο εἰς τὴν κατέναντι τῆς Βηθφαγῆς κώμην ὑΠὲρ τοῦ εὑρόντας αὐτοὺς δεδεμένην ὄνον καὶ πῶλον μετ αὐτῆς λῦσαι καὶ ἀγαγεῖν αὐτῷ;

τί δὲ ἄξιον ἀναγραφῆς ἦν γενόμενον τῷ ἐπικαθεσθέντι ὄνῳ καὶ πώλῳ καὶ εἰσεληλυθότι εἰς τὴν πόλιν; τί δὲ μετὰ x003E; περὶ τοῦ χριστοῦ προφητεύων ὁ Ζαχαρίας φησί· »Χαῖρε »σφόδρα, θύγατερ Σιών· κήρυσσε, θύγατερ Ἱερουσαλήμ· ἰδοὺ ὁ βα »σιλεύς σου ἔρχεταί σοι δίκαιος καὶ σώζων, αὐτὸς πραΰς καὶ ἐπιβεβη »κὼς ἐπὶ ὑποζύγιον κοὶ πῶλον νέον;«