Commentarii In Evangelium Joannis

Origen

Origenes. Origenes Werke, Vol 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

τοῦτο δέ μοι τετήρηται διὰ τὸ καὶ ἐν τῷ κατὰ Ἰωάννην λέγεσθαι· »Καὶ ὁ »ἄρτος δέ, ὃν ἐγὼ δώσω, ἡ σάρξ μού ἐστιν ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς«.

ἤτοι δὲ διὲ τὰς ἐπὶ τοῖς ἁμαρτήμασιν ἡμῶν μετανοίας τὴν κατὰ θεὸν λύπην λυπόύμενοι, μετάνοιαν εἰς σωτηρίαν ἀμεταμέλητον ἡμῖν ἐργαζομένην, ἐπὶ πικρίδων ἐσθίομεν τὰ κρέα τοῦ ἀμνοῦ καὶ τὰ ἄζυμα, ἢ διὰ τὰς βασάνους ζητοῦντες καὶ τρεφόμενοι ἀπὸ τῶν εὑρισκομένων τῆς ἀληθείας θεωρημάτων.

Οὐκ ὠμὴν οὖν βρωτέον τὴν σάρκα τοῦ ἀμνοῦ, ὥσπερ ποιοῦσιν οἱ τῆς λέξεως δοῦλοι τρόπον ἀλόγων ζῴων καὶ ἀποτεθηριωμένων, πρὸς τοὺς ἀληθῶς λογικοὺς διὰ τοῦ συνιέναι βούλεσθαι τὰ πνευματικὰ λόγου, μεταλαμβάνοντες θηρίων ἀπηγριωμένων.

φιλοτιμητέον δὲ τώ εἰς ἔψησιν μεταλαμβάνοντι τὸ ὠμὸν τῆς γραφῆς μὴ ἐπὶ τὸ πλαδαρώτερον καὶ ὑδαρέστερον καὶ ἐκλελυμένον μεταλαμβάνειν τὰ γεγραμμένα, ὅπερ ποιοῦσιν οἱ »κνηθόμενοι τὴν ἀκοὴν καὶ ἀπὸ μὲν τῆς ἀληθείας« ἀποστρέφοντες αὐτήν, ἐπὶ δὲ τὸ ἀνειμένον καὶ ὑδαρέστερον τῆς πολιτείας μεταλαμβάνοντες τὰς κατ’ αὐτοὺς ἀναγωγάς.

ἡμεῖς δὲ τῷ ζέοντι πνεύματι, καὶ τοῖς διδομένοις ὑπὸ θεοῦ διαπύροις λόγοις, ὁποίους Ἱερεμίας εἰλήφει ἀπὸ τοῦ λέγοντος πρὸς αὐτόν· »Ἰδοὺ »δέδωκα τοὺς λόγους μου εἰς τὸ στόμα σου πῦρ«, ὀπτὰ ποιήσωμεν τὰ κρέα τοῦ ἀμνοῦ, ὥστε τοὺς μεταλαμβάνοντας αὐτῶν λέγειν, Χριστοῦ έν ἡμῖν λαλοῦντος, ὅτι »Ἡ καρδία ἡμῶν καιομένη ἦν ἐν τῇ ὁδῷ, »ὡς διήνοιγεν ἡμῖν τὰς γραφάς«. † εἰς δὲ τὸ τοιοῦτον ἡμᾶς ζητῆσαι πυρὶ ὀπτῆσαι δὲ ἤξει † τὰ τοῦ ἀμνοῦ κρέα, παραθετέον τὴν ὁμολογίαν οὗ ἐπεπόνθει ἐπὶ τοῖς λόγοις τοῦ θεοῦ πάθους Ἱερεμίας λέγων· »Καὶ ἐγένετο ὡς πῦρ καιόμενον, φλέγον έν τοῖς ὀστέοις μου, καὶ [*](1 Joh. 6, 50f. — 6 Exod. 34, 28; vgl. Deut. 9, 9. — 8 Joh. 6, 51. — 10 Vgl. II Kor. 7, 9f. — 12 Vgl. Exod. 12, 8. — 21 Vgl. II Tim. 4, 3f. — 24 Vgl. Rom. 12, 11. — 25 Jer. 5, 14. — 27 Vgl. II Kor. 13, 3. — 28 Luk. 24, 32. (nach Syr. Sin. Cur.) — 32 Jer. 20, 9.) [*](1 οὗτος] ουτ a. Ras. | ὁ2 über d. Ζ. | ἐκ τοῦ] ἐκτὸν, Ras. über τ | 6 wenn das Citat aus Deut, entnommen ist, musste es ἔφαγον und ἔπιον heissen. Doch liegt wohl ein begreiflicher Irrtum vor | 11 λυπούμενοι] λυπουμένων, corr. Br | 19 τῷ] τῶν, corr. V | 20 ὑδωρέστερον | a. Rand: ἐκλυτώτερον | 23 κατ’ αὐτοῦ, corr. V 29 εἰς δὲ] εἷς δὲ V Ausgg., ὡς δὲ, abhängig von παραθετέον We | 30 δὲ δεήσει V Ausgg. Viell. ist die Zeileso herzustellen: Ε; οις δὲ τὸ τοιοῦτον ἡμᾶς ζητῆσαι, ὡσπερεὶ πυρὶ ὀ. δεήσει τὰ κτλ.)

189
παρεῖμαι πάντοθεν καὶ οὐ δύναμαι φέρειν‘.

ἀρκτέον ἀρκτέον ἐν τῷ ἐσθίειν ἀπὸ τῆς κεφαλῆς, τουτέστιν τῶν κορυφαιοτάτων καὶ ἀρχικῶν δουμάτων περὶ τῶν ἐπουρανίων, καὶ καταληκτέον ἐπὶ τοὺς πόδας, τὰ ἔσχατα τῶν μαθημάτων τὰ ζητοῦντα περὶ τῆς τελευταίας ἐν τοῖς οὐσιν φύσεως, ἤτοι τῶν ὑλικωτέρων ἢ τῶν καταχθονίων ἢ τῶν πονηρῶν πνευμάτων καὶ ἀκαθάρτων δαιμονίων.

ὁ γὰρ περὶ αὐτῶν λόγος, ἕτερος ὢν αὐτῶν, ἐναποκείμενος τοῖς μυστηρίοις τῆς γραφῆς δύναται τροπικώτερον »πόδες« ὠνομάσθαι τοῦ ἀμνοῦ. καὶ τῶν ἐνδοσθίων δὲ καὶ ἐσωτερικῶν καὶ ἀποκεκρυμμένων οὐκ ἀφεκτέον· ὡς ἑνὶ δὲ σώματι τῇ ἑπάσῃ προσελθετέον γραφῇ, καὶ τὰς ἐν τῇ ἁρμονίᾳ τῆς πάσης συνθέσεως αὐτῆς εὐτονωτάτας καὶ στερροτάτας συνοχὰς οὐ συντριπτέον οὐδὲ διακοπτέον, ὅπερ πεποιήκασιν οἱ τὴν ἑνότητα τοῦ ἐν πάσαις ταῖς γραφαῖς πνεύματος τὸ ὅσον ἐπ’ αὐτοῖς συντρίβοντες.

αὕτη μέντοι γε ἡ ἀπὸ τοῦ ἀμνοῦ προειρημένη προφητεία τὴν νύκτα μόνην ἡμᾶς τρεφέτω τοῦ ἐν τῷ βίῳ σκότους· ἕως γὰρ τῆς ἀνατολῆς τῆς ἡμέρας τῶν μετὰ τὸν βίον τοῦτον οὐδὲν καταλειπτέον ἔσται ἡμῖν τῆς ἐπὶ τοῦ παρόντος μόνου χρησίμου ἡμῖν οὕτω τροφῆς.

παρελθούσης γὰρ τῆς νυκτὸς καὶ ἐπελθούσης τῆς μετὰ ταῦτα ἡμέρας, τὸν μηδαμῶς ἀπὸ τῶν παλαιοτέρων καὶ κάτωθεν ζυμούντων ἄζυμον ἔχοντες ἄρτον φαγόμεθα, χρήσιμον ἡμῖν ἐσόμενον, ἕως δοθῇ τὸ μετὰ τὸν ἄζυμον μάννα, ἡ ἀγγελικὴ καὶ μὴ ἀνθρωπίνη τροφή. ἑκάστῳ τοίνυν ἡμῶν θυέσθω Ι τὸ πρόβατον ἐν παντὶ οἴκῳ πατριᾶς ἡμῶν, καὶ δυνατὸν ἔστω τόνδε μέν τινα παρανομεῖν μὴ θύοντα τὸ πρόβατον, τόνδε > πᾶσαν φυλάττειν τὴν ἐντολὴν θύοντα καὶ περιέψοντα καὶ ὀστέον αὐτοῦ μὴ συντρίβοντα.

καὶ οὕτως ὡς ἐν βραχέσι, συμφώνως τῇ ἀποστολικῇ ἐκόοχῇ καὶ τῷ ἐν τῷ εὐαγγελίῳ ἀμνῷ ἀποδιδόσθω τὸ τυθὲν πάσχα Χριστός. οὐ γὰρ νομιστέον τὰ ἱστορικὰ ἱστορικῶν εἶναι τύπους καὶ τὰ σωματικὰ σωματικῶν, ἀλλὰ τὰ σωματικὰ πνευματικῶν καὶ τά ἱστορικὰ νοητῶν.

ἀναβῆναι τῷ λόγῳ καὶ ἐπὶ τὸ τρίτον πάσχα ἐπιτελεσθησόμενον ἐν μυριάσιν ἀγγέλων πανηγύρει ἐπι]τελειοτήτῃ κοὶ μακαριωτάτῃ ἐξόδῳ , νῦν οὐκ ἔστιν ἀναγκαῖον, καὶ τούτων ἐπιπλεῖον καὶ περισσότερον παρ’ ὅ ἀπῄτει τὸ ἀνάγνωσμα εἰρημένων ἡμῖν.

Οὐκ ἀζήτητον δὲ οὐδὲ ἐατέον πῶς Μὺς ἦν τὸ πάσχα »τῶν Ἰουδαίων«, ὅτε ἦν ὁ κύριος ἅμα τῇ μητρὶ καὶ τοῖς ἀδελφοῖς καὶ τοῖς μαθηταῖς ἐν τῇ Καφαρναούμ.

ἐν μὲν οὖν τῷ κατὰ Ματ- [*](14 Vgl. S. 187, 23ff. — 19 Vgl. I Kor. 5, 7. — 21 Vgl. Ps. 77, 25. — 25 Vgl. Exod. 12, 10. — 26 Vgl. I Kor. 5, 7. — 30 Vgl. Hebr. 12, 22. — 32 Vgi. Joh. 2, 13. 34 Vgl. Matth. 4, 11 ff.) [*](14 προφητεία] τροφή? | 15 ἴως] ὡς, corr. We | 24 x003E; + We | 26 ἀποδιδόσθαι | 31 τελειοτάτῃ We, „ἐπι aus Ζ. 32 interpoliert" | 36 τῷ] τὸ Μ.)

190
θαῖον, ἀφεθεὶς ὑπὸ τοῦ διαβόλου, τῶν ἀγγέλων προσελθόντων καὶ διακονούντων αὐτῷ, ἀκούσας Ἰωάννην παραδεδόσθαι »ἀνεχώρησεν εἰς »τὴν Γαλιλαίαν, καὶ καταλιπὼν τὴν Ναζαρὰ ἐλθὼν κατῴκησεν εἰς »Καφαρναούμ«. ἔπειτα ἀρξάμενος κηρύσσειν καὶ ἐκλεξάμενος τοὺς τέσσαρας ἁλιεῖς ἀποστόλους, διδάξας τε ἐν ταῖς συναγωγαῖς ὅπλης τῆς Γαλιλαίας καὶ θεραπεύσας τοὺς προσενεχθέντας αὐτῷ ἀνέρχεται εἰς τὸ ὄρος καὶ λέγει τοὺς μακαρισμοὺς καὶ τὰ ἐχόμενα αὐτῶν· τελέσας δὲ ἐκείνην τὴν διδασκαλίαν, καταβὰς ἐκ τοῦ ὄρους ἐσέρχεταί εἰς Καφαρναοὺμ δεύτερον, κἀκεῖθεν δὲ ἐμβὰς εἰς πλοῖον περᾷ εἰς τὴν χώραν τῶν Γεργεσηνῶν· παρακληθείς τε μεταβῆναι ἀπὸ τῶν ὁρίων αὐτῶν, »ἐμβὰς εἰς πλοῖον διεπέρασεν καὶ ἠλθεν εἰς τὴν ἰδίαν πόλιν«. ἔνθα θεραπείας ἐπιτελέσας τινὰς »περιῆγεν τὰς πόλεις πάσας καὶ τὰς »κώμας, διδάσκων έν ταῖς συναγωγαῖς αὐτῶν«·

καὶ ἄλλα δὲ πλεῖστα μετὰ ταῦτα γίνεται πρὶν ἐπισημειώσασθαι τὸν Ματθαῖον τὸν τοῦ πάσχα καιρόν. καὶ παρὰ τοῖς λοιποῖς δὲ εὐαγγελισταῖς μετὰ τὴν ἐν τῇ Καφαρναοὺμ διατριβὴν οὐχ εὑρίσκεται ἐγγὺς τὸ πάσχα εἶναι λεγόμενον.

σῶσαι τὸ βούλημα τῶν ἀνδρῶν ἔστιν ἐννοήσαντα περὶ τῆς Καφαρναοὺμ εἰρημένα ἡμῖν ἐν τοῖς πρὸ τούτω ν. † ἐνδιατριβὴ πλησίον τυγχάνει τοῦ τῶν Ἰουδαίων πάσχα, ὀλίγῳ βελτιουμένη παρ’ αὐτὸ καὶ κρείττων αὐτοῦ τυγχάνουσα, καὶ μάλιστα ἐπεὶ ἐν τώ πάσχα τῶν Ἰουδαίων εὑρίσκονται ἐν τῷ ἱερῷ οἱ πωλοῦντες τοὺς βόας καὶ τὰ πρόβατα καὶ τὰς περιστεράς· δι' οὓς ἔτι μᾶλλον πρόκειται μὴ τοῦ κυρίου ἀλλὰ τῶν Ἰουδαίων εἶναι τὸ πάσχα· ὡς γαρ ο οἶκος του πατρος γέγονεν οἰκὸς ἐμπορίου παρα τοῖς μη αγιαζουσιν αὐτόν, οὕτω καὶ τὸ πάσχα κυρίου ἀνθρώπινον καὶ Ἰουδαϊκὸν πάσχα παρὰ τοῖς ταπεινότερον καὶ σωματικώτερον αὐτὸ αὐτὸ ἐκδεξαμένοις.

εὐκαιρότερον δὲ έν ἄλλοις ἔσται ἰδεῖν καὶ τὰ περὶ τοῦ χρόνου τοῦ πάσχα, περὶ τὴν ἐαρινὴν ἰσημερίαν γινομένου, καὶ εἴ τι ἔντερον ἀπαιτεῖ τὸ πρόβλημα ἐπεξεργάσασθαι.

Ὁ μέντοι γε Ἡρακλέων· Αὕτη, φησίν φησίν, ἡ μεγάλη ἑορτὴ τοῦ γὰρ πάθους τοῦ σωτῆρος τύπος ἦν, ὅτε οὐ μόνον ἀνῃρεῖτο τὸ πρόβατον , ἀλλὰ καὶ ἀνάπαυσιν παρεῖχεν ἐσθιόμενον , καὶ θυόμενον μὲν τὸ πάθος τοῦ τὸ ἐν κόσμῳ ἐσήμαινεν, ἐσθιόμενον δὲ τὴν ἀνάπαυσιν [*](2 Matth. 4, 12. — 4 Vgl. Matth. 4, 17ff. — 6 Vgl. Matth. 4, 23. — 7 Vgl. Matth. 5, Iff. — 8 Vgl. Matth. 8, Iff. — 9 Vgl. Matth. 8, 28 ff. — 11 Matth. 9, 1. — 13 Vgl. Matth. 9, 2 ff. Matth. 9, 35. — 14 Vgl. Matth. 26, 2. — 17 Vgl. o. c. III (2) ff. — 21 Joh. 2, 13. — 24 Vgl. Joh. 2, 10.) [*](1 ὑπὸ] ἀπὸ, corr. V | 3 καταλιπὼν vgl. zu S. 173, 18 | 9. 11 πλοῖον] πλεῖον, corr. V | 16 οὐκ | 17 τὸ + We | 18 ἡ > ἐν > διατριβὴ + We I 23 πρόσκειται, corr. Del | 26 ἐκλεξαμένοις, corr. We | 33 μὲν + V | τὸ πάθος] τοῦ πάθους, corr. V | 34 ἐσήμαινον, corr. V.)

191
τὴν ἐν γάμω.

παρεθέμεθα δὲ αὐτοῦ τὴν λέξιν, λέξιν, τὸ ὡς ἐν τηλικούτοις ἐναστρέφειν τὸν ἄνδρα παρερριμμένως καὶ ὑδαρῶς μετὰ μηδενὸς κατασκευαστικοῦ θεωρήσαντες μᾶλλον αὐτοῦ καταφρονησωμεν.

II, 14-17 Καὶ ἀνέβη Ἱεροσόλυμα Ἰησοῦς, καὶ εὗρεν ἐν τῷ ἱερῷ τοὺς πωλοῦντας βόας καὶ πρόβατα καὶ περιστερὰς καὶ τοὺς κερματιστὰς καθημένους, 15 καὶ ποιήσας φραγέλλιον ἐκ σχοινίων ἐξέβαλεν ἐκ τοῦ ἱεροῦ τά τε πρόβατα καὶ τοὺς βόας, καὶ τῶν κολλυβιστῶν ἐξέχεεν τὰ κέρματα καὶ τὰς τραπίζας ἀνέστρεψεν, 16 καὶ τοῖς τὰς περιστερὰς πωλοῦσιν εἶπεν· Ἇρατε ταῦτα ἐντεῦθεν, μὴ ποιεῖτε τὸν οἶκον τοῦ πάτρός μου οἶκον ἐμΠορίου. 17 τότε ἐμνήσθησαν οἱ μαθηταὶ αὐτοῦ ὅτι γεγραμμένον ἐστίν· Ὁ ζῆλος τοῦ οἴκου σου καταφάγεταί με.

. Σημειωτέον ὅτι ὁ μὲν Ἰωάννης δεύτερον ἔργον τοῦ Ἰησοῦ ἀναγράφει τὸ περὶ τῶν ἐν τῷ ἱερῷ εὑρεθέντων ὑπ' αὐτοῦ πωλούντων βόας καὶ πρόβατα καὶ περιστεράς, οἱ δὲ λοιποὶ σχεθὸν πρὸς τῷ τέλει ἐπὶ τῆς κατὰ τὸ πάθος οἰκονομίας τὸ παραπλήσιον ποιοῦσιν· ὁ μὲν Ματθαῖος οὕτως·

»Καὶ εἰσελθόντος αὐτοῦ εἰς Ἱε »ροσόλυμα ἐσείσθη πᾶσα ἡ πόλις λέγουσα· Τίς ἐστιν οὗτος; οἱ δὲ » ὄχλοι ἔλεγον· Οὗτός ἐστιν ὁ προφήτης Ἰησοῦς, ὁ ἀπὸ Ναςαρὲτ τῆς »Γαλιλαίας. καὶ εἰσῆλθεν Ἰησοῦς εἰς τὸ ἱερὸν καὶ ἐξέβαλλε πάντας τοὺς πωλοῦντας καὶ ἀγοράζοντας ἐν τῷ ἱερῷ, καὶ τὰς τραπέζας »τῶν κολλυβιστῶν κατέστρεψε καὶ τὰς καθέδρας τῶν πωλούντων τὰς »περιστεράς. καὶ λέγει αὐτοῖς· Γέγραπται· Ὁ οἶκός μου οἶκος προσ »ευχῇς κληθήσεται, ὑμεῖς δὲ αὐτὸν ποιεῖτε σπήλαιον λῃστῶν«. ὁ δὲ Μάρκος· »Καὶ ὲ́ρχονται εἰς Ἱεροσόλυμα.