Commentarii In Evangelium Joannis

Origen

Origenes. Origenes Werke, Vol 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

τίς οὖν ἡ καρδία αὐτοῦ, ἵνα ἀκολούθως τῇ καρδίᾳ »ὁ ἀγαθὸς λόγος« φανῇ; εἰ γὰρ ὁ »λόγος« οὐ δεῖται διηγήσεως, ὡς ἐκεῖνοι ὑπολαμβάνουσι, δῆλον ὅτι οὐδ’ ἡ »καρδία«· ὅπερ ἐστὶν ἀτοπώτατον, νομίζειν τὴν καρδίαν ὁμοίως τῇ ἐν τῷ ἡμετέρῳ σώματι εἶναι μέρος τοῦ θεοῦ.

ἀλλ’ ὑπομνηστέον αὐτοὺς ὅτι ὥσπερ χεὶρ καὶ βραχών καὶ δάκτυλος ὀνομάζεται θεοῦ, οὐκ ἐρειδόντων ἡμῶν τὴν διάνοιαν εἰς ψιλὴν τὴν λέξιν, ἀλλ’ ἐξεταζόντων πῶν ταῦτα ὑγιῶς ἐκλαμβάνειν καὶ ἀξίως θεοῦ δεῖ, οὕτως καὶ τὴν καρδίαν τοῦ θεοῦ τὴν νοητικὴν αὐτοῦ καὶ προθετικὴν περὶ τῶν ὅλων δύναμιν ἐκληπτέον, τὸν δὲ λόγον τῶν ἐν ἐκείνῃ τὸ ἀπαγγελτικόν.

τίς δὲ ἀπαγγέλλει τὴν βουλὴν τοῦ πατρὸς [*](1 Vgl. Joh. 1, 1. – 2 vgl. Joh. 1, 14. – 8 Matth. 11, 27. – 10 Vgl. Jes. 9, 6. – 11 Vgl. Phil. 2, 9 f. – Vgl. Apok. 19, 11 – 17 Ps. 32, 17. – 18 Ps. 19, 8. – 20 Ps. 44, 2.) [*](7 γεννητῶν Μ*, w. e. sch., jetzt zwischen ε u. v Ras. v. einem Buchst. | 13 παριστάς V, παριστᾶσι Μ, παριστᾷν Edd. | ᾧ ὀχεῖται] ὅ ἠχεῖται, corr. We; vgl. den folgenden Satz | 15 προκείμενα] προκεί verblichen M, doch las V dia Buchst. noch 27 τῇ] τῷ, corr. Pr| τῶ + We | ἡμετέρῳ] τ a. Ras. | 28 ὑπομνηστέον] ὑ a. Ras. 30 ταῦτ¨α¨υτα. origenes IV.)

50
τοῖς τῶν γενητῶν ἀξίοις καὶ παρ’ αὐτοὺς γεγενημένος ἢ ὁ σωτήρ; τάχα δὲ καὶ οὐ μάτην τὸ »Ἐξηρεύξατος«· μυρία γὰρ ἕτερα ἐδύνατο λέγεσθαι ἀντὶ τοῦ »Ἐξηρεύξατο«· »προέβαλεν ἡ καρδία μου λόγον »ἀγαθόν«, »ἐλάλησεν ἡ καρδία μου λόγον ἀγαθόν«· ἀλλὰ μήποτε ὥσπερ πνεύματός τινος ἀποκρύτου εἰς φανερὸν πρόοδός ἐστιν ἡ ἐρυγὴ τοῦ ἐρευγομένου, οἱονεὶ διὰ τούτου ἀναπνέοντος, οὕτω τὰ τῆς ἐληθείας θεωρήματα οὐ συνέχων ὁ πατὴρ ἐρεύγεται καὶ ποιεῖ τὸν τύπον αὐτῶν ἐν τῷ λόγῳ, καὶ διὰ τοῦτο ἐκόνι καλουμένῳ τοῦ ἀοράτου θεοῦ. καὶ ταῦτα μέν, ἵνα συμπεριφερόμενοι τῇ τῶν πολλῶν ἐκδοχῇ παραδεξώμεθα ἀπὸ τοῦ πατρὸς λέγεσθαι τὸ »Ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν.«

Οὐ πάντη δὲ αὐτοῖς παραχωρητέον ὡς ὁμολογουμένως ταῦτα ἀπαγγέλλοντος τοῦ θεοῦ. διὰ τί γὰρ οὐχὶ ὁ προφήτης ἔσται λέγων, πληρωθεὶς τοῦ πνεύματος καὶ προφερόμενος λόγον ἀγαθὸν περὶ προφητείας τῆς περὶ Χριστοῦ, συνέχειν αὐτὸν οὐ δυνάμενος, τὸ »Ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγθόν, λέγω ἐγὼ τὰ ἔργα μου τῷ »βασιλεῖ· ἡ γλῶσςά μου κάλαμος γραμματέως ὀξυγράφου· ὡραῖος »κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων«· εἶτα πρὸς αὐτὸν τὸν χριστόν· »Ἐξεχύθη ἡ χάρις ἐν χείλεςί σου«;

πῶς γάρ, εἰ ὁ πατὴρ ταῦτ’ ἔλεγεν, ἐπεφέρετο τῷ »Ἐξεχύθη ἡ χάρις ἐν χείλεσί σου « τὸ »Διὰ τοῦτο εὐλόγηςέ σε ὁ θεὸς εἰς τὸν αἰῶνα« καὶ μετ’ ὀλίγα «Διὰ »τοῦτο ἔχρισέ σε ὁ θεός, ὁ θεός σου, ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς »μετόχους σου«;

ἀνθυπενέγκοι δέ τις βουλόμενος ἐκ τοῦ πατρὸς τὰ ἐν τῷ ψαλμῷ ἀπαγγέλλεσθαι τὸ »Ἄκουσον, θύγατερ, καὶ ἴδε καὶ »κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου καὶ τοῦ οἴκου τοῦ »πατρός σου«· οὐ γὰρ ὁ προφήτης πρὸς τὴν ἐκκληςίαν ἐρεῖ τὸ »Ἄκουσον, θύγατερ«.

οὐ χαλεπὸν δὲ δεῖξαι καὶ ἀπὸ ἑτέρων ψαλμῶν, ὅτι προςσώπων γίνονται ἐπὶ πλεῖον ἐναλλαγαί, ὥστε καὶ ἐνθάδε δύνασθαι ἀπὸ τοῦ »Ἄκουσον, θύγατερ« τὸν πατέρα λέγειν.

παραθετέον δὴ εἰς τὴν περὶ τοῦ λόγου ἐξέτασιν καὶ τὸ »Τῷ λόγῳ τοῦ κυρίου οἱ »οὐρανοὶ ἐστεώθησαν, καὶ τῷ πνεύματι αὐτοῦ πᾶσα ἡ δύναμις »αὐτῶν«· ἅπερ τινὲς ἡγοῦνται ἐπὶ τοῦ σωτῆρος καὶ τοῦ ἁγίου τάσσεσθαι πνεύματος, δυνάμενα δηλοῦν τὸ λόγῳ θεοῦ τοὺς οὐρανοὺς ἐστερεῶσθαι, ὡς εἰ λέγοιμεν λόγῳ ἀρχιτεκτονικῷ τὴν οἰκίαν καὶ λόγῳ ναυπηγικῷ τὴν ναῦν γεγονέναι, οὕτως οὖν λόγῳ θεοῦ τοὺς [*](2 Ps. 44, 2 – 3 Ps. 44, 2. – 8 Kol. 1, 15. – 10 Ps. 44, 2. – 16 Ps. 44, 2 f. – 19 Ps. 44, 3. – 21 Ps. 44, 3. – Ps. 44, 8. – 24 Ps. 44, 11. – 30 Ps. 32, 6. – 32 Vgl. Iren. III. 8, 3.) [*](1 γεγενημένος] γεγενημένοις, corr. We | 13 προφήτης] ης a. Ras. | 14ὁ λέγων We | 21 τοῦτο] υτο a. Ras. | 23 ἀνθυπενέγκη M, corr. V | δὲ ἂν We | 35 οὕτω], corr. Edd.)

51
οὐρανούς, θειοτέρου τυγχάνοντας σώματος καὶ διὰ τοῦτο καλουμένου στερεοῦ, οὐκ ἔχοντος τὸ ἐπιπολὺ ῥευστὸν καὶ εὐδιάλυτον τῶν λοιπῶν καὶ κατωτέρων, ἐστερεῶσθαι καὶ διὰ τὸ διάφορον ἐσχηκέναι ἐξαιρέτως τῷ θείῳ λόγῳ.

Ἐπεὶ οὖν πρόκειται τὸ »Ἐν ἀρχῇ ἦν ὁ λόγος« σαφῶς ἰδεῖν, »ἀρχὴ« δὲ μετὰ μαρτυριῶν τῶν ἐκ τῶν παροιμιῶν ἀποδέδοται εἰρῆσθαι ἡ σοφία, καὶ ἔστι προεπινοουμένη ἡ σοφία τοῦ αὐτὴν ἀπαγγέλλοντος λόγου, νοητέον τὸν λόγον ἐν τῇ ἀρχῇ, τοῦτ’ ἔστι τῇ σοφίᾳ, ἀεὶ εἶναι· ὄντα δὲ ἐν τῇ σοφίᾳ, καλουμένῃ »ἀρχῇ«, μὴ κωλύεσθαι εἶναι »πρὸς τὸν θεόν«, καὶ αὐτὸν θεὸν γυγχάνοντα, καὶ οὐ γυμνῶς εἶναι αὐτὸν »πρὸς τὸν θεόν«, ἀλλὰ ὄντα »ἐν τῇ ἀρχῇ«, τῇ σοφίᾳ, εἶναι »πρὸς τὸν θεόν«.

ἐπιφέρει γοῦν καί φησιν· »Οὗτος ἦν ἐν ἀρχῇ »πρὸς τὸν θεόν«· ἐδύνατο γὰρ εἰρηκέναι· »Οὑτος ἠν πρὸς τὸν θεόν·« ἀλλ’ ὥσπερ »ἦν ἐν ἀρχῇ«, οὕτως καὶ »πρὸς τὸν θεὸν« »ἐν ἀρχῇ ἦν«, καὶ »πάντα δι’ αὐτοῦ ἐγέντο« ὄντος »ἐν τῇ ἀρχῇ«· »πάντα« γὰρ »ἐν σοφίᾳ« ὁ θεὸς κατὰ τὸν Δαβὶδ ἐποίησε.

καὶ ἔτι εἰς τὸ παραδέξασθαι τὸν λόγον ἰδίαν περιγραφὴν ἔχοντα, οἷον τυγχάνοντα ζῆν καθ’ ἑαυτόν, λεκτέον καὶ περὶ δυνάμεων, οὐ μόνον δυνάμεως· »Τίδε »γὰρ λέγει κύριος τῶν δυνάμεων« πολλαχοῦ κεῖται, λογικῶν τινων θείων ζῴων δυνάμεων ὀνομαζομένων, ὧν ἡ ἀνωτέρω καὶ κρείττων Χριστὸς ἦν, οὐ μόνον »σοφία θεοῦ« ἀλλὰ καὶ »δύναμις« προσαγορευόμενος.

ὥσπερ οὖν δυνάμεις θεοῦ πλείονές εἰσιν, ὧν ἑκάστη κατὰ περιγραφή, ὧν διαφέρει ὁ σωτήρ, οὕτως καὶ »λόγος« — εἰ καὶ ὁ παρ’ ἡμῖν οὐκ ἔστι κατὰ περιγραφὴν ἐκτὸς ἡμῶν – νοηθήσεται ὁ χριστὸς διὰ τὰ προεξητασμένα, »ἐν ἀρχῇ«, τῇ σοφίᾳ, τὴν ὑπόστασιν ἔχων. ταῦτα ἡμῖν ἐπὶ τοῦ παρόντος ἀρκέσει εἰς τὸ »Ἐν ἀρχῇ ἦν »ὁ λόγος.«

[*](5 Joh. 1, 1. – 7 Vgl. Prov. 8,22. – 9 Vgl. Joh. 1, 1. – 12 Joh. 1, 2. – 15 Joh. 1, 3. – Vgl. Ps. 103, 24. – 21 Vgl. I Kor. 1, 24.)[*](1 τυγχάνοντας] τυγχάνοντος darüber, w. e. sch., Compend. für ας M, corr Ferrarius | 2 λοιπῶν] viell. ἐλλιπῶν? | 8 τῇ σοφίᾳ] τῆς σοφίας Μ * | 10 πρὸς] ς a. Ras. | 14 ὥσπερ] σ a. Ras. | 17 τοῦ ζῆ We.)
52

1, 1. Καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος.

Αὐτάρκως κατὰ τὴν παροῦσαν δύναμιν, ἱερὲ ἀδελφὲ Ἀμβρόσιε καὶ κατὰ τὸ εὐαγγέλιον μεμορφωμένε, ἐν τοῖς πρὸ τούτων καιλαβόντες τί ἐστιν εὐαγγέλιον καὶ τίς ἡ ἀρχή, ἐν ᾗ ἦν ὀ λόγος, τίς τε ὁ λόγος ὁ ἐν ἀρχῇ, ἀκολούθως νῦν ἐπισκοποῦμεν πῶς »ὁ λόγος ἦν »πρὸς τὸν θεόν«.

χρήσιμον τοίνυν συναγαγεῖν εἰς τοῦτο λόγον ἀναγεγραμμένον γεγονέναι πρός τινας, οἷον »Λόγος κυρίου, ὃς ἐγενήθη »πρὸς Ὠσηέ, τὸν τοῦ Βεηρεί« καὶ »Ὁ λόγος ὁ γενόμενος πρὸς »Ἡσαΐαν, υἱὸν Ἀμώς, περὶ τῆς Ἰουδαίας καὶ περὶ Ἱερουσαλήμ« καὶ »Ὁ λόγος ὁ γενόμενος πρὸς Ἱερεμίαν περὶ τῆς ἀβροχίας«·

πῶς οὖν »λόγος κυρίου« ἐγενήθη πρὸς Ὠσηέ, καὶ ὁ λόγος ἐστὶν ὁ γενόμενος πρὸς Ἡσαΐαν, υἱὸν Ἀμώς, καὶ πάλιν »ὁ λόγος πρὸς Ἱερεμίαν περὶ »τῆς ἀβροχίας«, ἐπισκοπητέον, ἵν’ ὡς παρακείμενον εὑρεθῆναι δυνηθῇ, πῶς »ὁ λόγος ἦν πρὸς τὸν θεόν«.

ὁ μὲν οὖν πολὺς ἁπλούστερον ἐκλήψεται τὰ περὶ τῶν προφητῶν εἰρημένα ὡς λόγου κυρίου ἢ τοῦ λόγου γενομένου πρὸς αὐτούς. μήποτε δέ, ὥς ξαμεν τόνδε τινὰ πρὸς τόνδε γίνεσθαι, οὕτως ὁ νῦν θεολογούμενος »υἱὸς λόγος« ἐγενήθη πρὸς Ὠσηέ, ἀποσταλεὶς ὑπὸ τοῦ πατρὸς πρὸς αὐτόν· κατὰ μὲν τὴν ἱστορίαν πρὸς τὸν υἱὸν τοῦ Βεηρεί, προφήτην Ὠσηέ, κατὰ δὲ μυστικὸν λόγον πρὸς τὸν σωζόμενον — Ὠσηὲ γὰρ ἑρμηνεύεται »Σωζόμε- »νος« — υἱὸν Βεηρεί, ὃς ἑρμηνεύεται »Φρέατα«· πηγῆς γὰρ ἐκ βάθους [*](1 Joh. 1, 1. – 4 Vgl. 1, 5 (7) ff. — Vgl. I, 16 ff. – 5 Vgl. I, 21 (23) ff. – Joh. 1, 1. – 7 Hos. 1, 1. – 8 Jes. 2, 1. – 10 Jer. 14, 1. – 14 Joh. 1, 1. – 20 Vgl. Lagarde, Onomastica sacra 2 p. 82, 15: Osee saluans uel saluatus uel saluator. Armen. Onomast. Osêê: der Befreite (σωζόμενος). – 21 Vgl. lagarde, 1. c. p. 20, 21: Beeri puteus meus siue putei mei.) [*](τὸ] τὸν Μ, wie sonst in den Überschriften | nach ἐξηγητικῶν + ὠριγένους V | 3 πρὸ] πρ a. Ras. | 5 ἐπισκοπῶμεν We | 19 τοῦ] ου a. Ras. | 21 ὃς] οὗ, corr. V.)

53
ἀναβλυστανούσης, σοφίας θεοῦ, ἕκαστος τῶν σωζομένων υἱὸς γίνεται.

καὶ οὐδὲν θαυμαστὸς οὕτως υἱὸν φρεάτων εἶναι τὸν ἅγιον, ἀπὸ τῶν ἀνδραγαθημάτων πλοοαχοῦ υἱὸν ὀνομαζόμενον, παρὰ μὲν τὸ λάμπειν αὐτοῦ »τὰ ἔργα ἔμπροσθεν τῶν ἀνθρώπων« »φωτός«, παρὰ δὲ τὸ ἔχειν τὴν »εἰρήνην τοῦ θεοῦ τὴν ὑπερέχουσαν πάντα νοῦν« »εἰρήνης«· ἔτι δὲ διὰ τὴν ἀπὸ τῆς σοφίας ὠφέλειαν, »τέκνον σοφίας«· »Ἐδικαιώθη.

»γάρ φησιν, ἡ σοφία ἀπὸ τῶν τέκνων αὐτῆς.« οὕτως οὖν ὁ πάντα ἐρευνῶν θείῳ πνεύματι καὶ τὰ βάθη τοῦ θεοῦ, ὤστε ἀποφθέγξασθαι αὐτόν· »Ὦ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως θεοῦ«, δύναται εἶναι »φρεάτων υἱός«, πρὸς ὃν ὁ λόγος τοῦ κυρίου γίνεται.

ὁμοίως λόγος καὶ πρὸς Ἡσαΐανα ἕρχεται, διδάσκων τὰ ἐν ἐσχάταις ἡμέραις ἀπαντηςόμενα τῇ Ἰουδαίᾳ καὶ Ἱερουσαλήμ· ὡσαύτως δὲ καὶ πρὸς Ἱερεμίαν θείῳ μετεωρισμῷ ἐπαρθέντα· ἑρμηνεύεταί γὰρ »Μετεωρισμὸς »Ἰαώ«.

ἀλλὰ πρὸς μὲν τοὺς ἀνθρώπους πρότερον οὐ χωροῦντας τὴν τοῦ υἱοῦ τοῦ θεοῦ, λόγου τυγχάνοντος, ἐπιδημίαν ὁ λόγος γίνεται· »πρὸς δὲ τὸν θεὸν« οὐ γίνεται, ὡς πρότερον οὐκ ὢν πρὸς αὐτόν, παρὰ δὲ τὸ ἀεὶ συνεῖναι τῷ πατρὶ λέγεται· »Καὶ ὁ λόγος ἦν »πρὸς τὸν θεόν«· οὐ γὰρ »ἐγένετο πρὸς τὸν θεόν«.