Commentarii In Evangelium Joannis

Origen

Origenes. Origenes Werke, Vol 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

ἐπίστησον δὲ εἰ μετέχουσί πως αὐτοῦ πάντες ἄνθρωποι, καθ᾿ ὅ λόγος ἐστί. διόπερ ζητεῖσθαι οὐκ ἔξω τῶν ζητούντων ὑπὸ τῶν εὑρεῖν αὐτὸν προαιρουμένων διδάσκει ἡμᾶς ὁ ἀπόστολος, λέγων· »Μὴ εἴπῃς »ἐν τῇ καρδίκᾳ σου Τίς ἀναβήσεται εἰς τὸν ; τοῦτ᾿ ἔστι [*](4 Vgl. Ps. 117, 22. — 5 Vgl. Ι Petr. 2, 5. — 6 Ephes. 2, 20. — 8 Vgl. Ps. 141, 6. — 13 Vgl. Job. 1, 1. — 14 Vgl. Joh. 1, 3. — 16 Vgl. Joh. 9, 5. — 18 Vgl. Job. 11 2.5. — 19 Vgl. Job. 10, 12. — Job. 13, 13. — 20 Vgl. Ps. 44, 6. — Jes. 49, 2. — Vgl. Job. 15, 15. — I Job. 2, 1 f. — 21 Vgl. Rom. 3, 25. — 23 Vgl. I Kor. 10, 31. — 31 Rom. 10, 6 ff. — Vgl. Deut. 30, 12ff.) [*](5 κατατασσόμενος] ασ über d. Linie ügt Ι 14 ὁ + Hu Ι 19 διδ a. Ras. Ι 20 πρὸς] ρὸς a. Ras. Ι 22 ἀλήθειαν] ηθει a. Ras. Ι κατασκευάζων] τα a. Ras. Ι 23 ἐσθίειν] ἐσθ a. Ras. Ι 24 κοινότερα] κοινωνικώτερα, corr. We Ι 25 τὰ + We 1 27 λογικοὶ] nach γ Ras. von einem Buchst.)

48
»Χριστὸν καταγαγεῖν· ἢ Τίς καταβήσεται »ἔστι Χριστὸν ἐκ νεκρῶν ἀναγαγεῖν. ἀλλὰ τί λέγει ἡ γραφή; Ἐγγύς »σου τὸ ῥῆμά ἐστι σφόδρα ἐν τῷ στόματί σου καὶ ἐν τῇ καρδίᾳ σου·«

ὡς τοῦ αὐτοῦ ὄντος Χριστοῦ καὶ ῥήματος τοῦ ζητουμένου. ἀλλὰ καὶ ὅτε αὐτός φησιν ὁ κύριος· »Εἰ μὴ ἠλθον καὶ ἐλάλησα αὐτοῖς, »ἁμαρτίαν οὐκ εἴχοσαν· νῦν δὲ πρόφασιν οὐκ ἔχουσιν περὶ τῆς ἁμαρ- »τίας αὐτῶν«, οὐκ ἄλλο νοητέον ἢ ὅτι ὁ λόγος φησίν, οἷς οὐδέπω· συμπεπλήρωται μὴ εἶναι ἁμαρτίαν, τούτους δὲ ἐνόχους αὐτῆς τυγχάνειν, οἳ ἂν μετεσχηκότες ἤδη αὐτοῦ πράττωσι παρὰ τὰς ἐννοίας τὰς ἐξ ὧν οὗτος ἐν ἡμῖν συμπληροῦται, καὶ μόνως οὕτως ἀληθὲς τὸ »Εἰ μὴ ἦλθον καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἴχοσαν.«

φέρε γὰρ ἐπὶ Ἰησοῦ τοῦ ὁρατοῦ, ὡς οἱ πολλοὶ οἰήσονται, τοῦτ᾿ ἐξεταζέσθω· πῶς δὲ ἀληθὲς τὸ μὴ ἔχειν ἁμαρτίαν τούτους, οἷς οὐκ ἐλήλθε; πάντες γὰρ οἱ πρὸ τῆς ἐπιδημίας τοῦ σωτῆρος ἔσονται ἁμαρτίας πάσης ἀπολελυμένοι, ἐπεὶ οὐκ ἐληλύθει ὁ βλεπόμενος κατὰ σάρκα Ἰησοῦς.

ἀλλὰ καὶ πάντες, οἷς οὐδαμῶς ἀνηγγέλη περὶ αὐτοῦ, οὐχ ἕξουσιν ἁμαρτίαν, καὶ δῆλον ὅτι οἱ μὴ ἔχοντες ἁμαρτίαν κρίσει οὐχ

ὑπόκεινται. »λόγος« δὲ ὁ ἐν ἀνθρώποις, οὗ μετέχειν εἰρήκαμεν τὸ γένος ἡμῶν, διχῶς λέγεται, ἤτοι κατὰ τὴν συμπλήρωσιν τῶν ἐννοιῶν, ἥτις ἐν παντὶ τῷ ὑπερβεβηκότι τὸν παρῖδα τυγχάνει, ὑπεξαιρουμένων μένων τῶν τεράτων, ἢ κατὰ τὴν ἀκρότητα, ἥτις έν μόνοις τοῖς τελείοις εὑρίσκεται.

κατὰ μὲν οὖν τὸ πρότερον τὸ »Εἰ μὴ ἠλθον καὶ ἐλάλησα »αὐτοῖς, ἁμαρτίαν οὐκ εἴχοσαν· νῦν δὲ πρόφασιν οὐκ ἔχουσιν περὶ τῆς ἁμαρτίας αὐτῶν« τὰ ῥητὰ ἐκδεκτέον· κατὰ δὲ τὸ δεύτερον· »Πάντες ὅσοι πρὸ ἐμοῦ ἦλθον, κλέπται εἰσὶ καὶ λῃσταί, καὶ οὐκ »ἤκουσεν αὐτῶν τὰ πρόβατα.«

πρὸ γὰρ τῆς τελειώσεως τοῦ λόγου πάντα ψεκτὰ τὰ ἐν ἀνθρώποις, ἅτε ἐνδεῆ καὶ ἐλλιπῆ, οἷς τελείως οὐχ ὑπακούει τὰ ἐν ἡμῖν ἄλογα, »πρόβατα« τροπικώτερον εἰρημένα. καὶ τάχα κατὰ μὲν τὸ πρότερον »Ὁ λόγος σάρξ ἐγένετο«, κατὰ δὲ τὸ δυύτερον »Θεὸς ἦν ὁ λόγος‘.

τούτῳ δ’ ἀκόλουθόν ἐστι ζητεῖν εἴ τι ἔστι μεταξὺ τοῦ »Ὁ λόγος σάρξ ἐγένετο« καὶ »Θεὸς ἠν ὁ λόγος‘ ἐν τοῖς ἀνθρωπίνοις ἰδεῖν, οἷον ἀναστοιχειουμένου τοῦ λόγου ἀπὸ τοῦ γεγονέναι αὐτὸν σάρκα καὶ κατὰ βραχὺ λεπτυνομένου, ἕως γένηται, [*](5 Joh. 15, 22. — 16 Vgl. Jes. 52, 15. — 18 Vgl. S. 47, 29ff. — 19 Vgl. Diels, Doxographi S. 400, 23 if. — 25 Joli. 10, 8. — 29 Joh. 1, 14. — 30 Joh. 1, 1.) [*](1 ἄβυσσον] υσσο a. Ras. | 10 οὕτως] ω a. Ras. | 13 ἐλήλυθε] λ1 a. Ras. | 17 καὶ δῆλον] ι δῆλον a. Ras. I 23 ἔχουσιν Μ* | 24 ἐκδεκτέον] ἐκλεκτέον, corr. We | 26 ἤκουσαν Del Br, vgl. aber C. Cels. VIT, 70 (II, 219, 19 K). | 28 nach ἐν steht ein ausgelöschtes ν | 29 μὲν a. Ras. | ἐγένετο | 30 εἴ τι + Hu, τί)

49
ὅπερ ἦν ἐν ἀρχῇ, θεὸς λογος ὁ πρὸς τὸν πατέρα· οὗ λόγου τὴν δόξαν εἶδεν ὁ Ἰωάννης ἀληθῶς μονογενοῦς ὡς ἀπὸ πατρός.

Δύναται δὲ καὶ ὁ λόγος >ὁ υἱὸς< εἶναι παρὰ τὸ ἀπαγγέλλειν τὰ κρύφια τοῦ πατρὸς ἐκείνου, ἀνάλογον τῷ καλουμένῳ υἱῷ »λόγῳ« »νοῦ« τυγχάνοντος. ὡς γὰρ ὁ παρ᾿ ἡμῖν λόγος ἄγγελός ἐστι τῶν ὑπὸ τοῦ νοῦ ὁρωμένων. οὕτως ὁ τοῦ θεοῦ λόγος, ἐγνωκὼς τὸν πατέρα, οὐδενὸς τῶν γενητῶν προσβαλεῖν αὐτῷ χωρὶς ὁδηγοῦ δυναμένου, ἀποκαλύπτει ὃν ἔγνω πατέρα.

»Οὐδεὶς γὰρ ἔγνω τὸν πατέρα, εἰ μὴ ὁ υἱὸς καὶ ᾧ ἂν ὁ υἱὸς ἀποκαλύψῃ·« καὶ καθ᾿ ὃ »λόγος« ἐστί, »μεγάλης« τυγχάνει »βουλῆς ἄγγελος(( ὤν, οὗ ἐγενήθη ἡ ἀρχὴ ἐπὶ τοῖ· ὤμου αὐτοῦ«· ἐβασίλευσε γὰρ διὰ τοῦ πεπονθέναι τὸν σταυρόν. ἐν δὲ τῇ Ἀποκαλύψει ἐπὶ λευκοῦ ἵππου καθέζεσθαι λέγεται λόγος πιστὸς καὶ ἀληθινός, ὡς οἶμαι, παριστὰς τὸ σαφὲς τῆς φωνῆς, ᾡ ὀχεῖται ὁ ἡμῖν ἐπιδημῶν ἀληθείας λόγος.

οὐ τοῦ παρόντος δὲ καιροῦ δεῖξαι, ὅτι ἐπὶ τῆς φωνῆς πολλαχοῦ τῆς γραφῆς, έν ᾑ ἐστι τὰ προκείμενα, δι’ ὧν ὠφελούμεθα θείων μαθημάτων ἀφροώμενοι, κεῖται ἡ >ἵππος< προσηγορία. μόνον δὲ ἑνὸς καὶ δευτέρου ὑπομηστέον, τοῦ »Ψευδὴς »ἵππος εἰς σωτηρίαν«καὶ » Οὗτοι ἐν ἅρμασι καὶ οὗτοι ἐν ἵπποις, »ἡμεῖς δὲ ἐν ὀνόματι κυρίου θεοῦ ἡμῶν μεγαλυνθηςόμεθα.«

τὸ δὲ » Ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν, λέγω ἐγὼ τὰ ἔργα μου »τῷ βασιλεῖ« ἐν τεσσαρακοστῷ τετάρτῳ ψαλμῷ ἀναγεγραμμένον. συνεχέστατα ὑπὸ τῶν πολλῶν φερό9μενον ὡς νενοημένον, ἡμῖν οὐκ ἀβαςάνιστον ἐατέον. ἔστω γὰρ τὸν πατέρα ταῦτα λέγειν.