Contra Celsum

Origen

Origenes. Origenes Werke Vol 1-2. Koetschau, Paul, editor. Leipzig: Hinrichs, 1899.

Ἀλλ᾿ οἱ καθ᾿ ὑπόθεσιν Κέλσου πάντες ἂν πεισθέντες Ῥωμαῖοι εὐχόμενοι περιέσονται τῶν πολεμίων ἢ οὐδὲ τὴν ἀρχὴν

v.2.p.287
πολεμήσονται. φρουρούμενοι ὑπὸ θείας δυνάμεως, τῆς διὰ πεντήκοντα δικαίους πέντε πόλεις ὅλας ἐπαγγειλαμένης διασῶσαι. ἅλες γὰρ εἰσι τηρητικοὶ τῶν ἐπὶ γῆς συστάσεων τοῦ κόσμου οἱ τοῦ θεοῦ ἄνθρωποι, καὶ συνέστηκε τὰ ἐπὶ γῆς, ὅσον οἱ ἅλες οὐ τρέπονται· „ἐὰν γὰρ τὸ ἅλας μωρανθῇ,“ „οὔτ᾿ εἰς γῆν οὔτ᾿ εἰς κόπρον“ „ἰσχύει ἔτι“ ἀλλὰ „βληθὲν ἔξω“ καταπατηθήσεται „ὑπὸ τῶν ἀνθρώπων.“ „ὁ δ᾿ ἔχων ὦτα ἀκουέτω,“ πῶς ταῦτα λέγεται. καὶ ἡμεῖς δὲ, ὅτε μὲν ἐπιτρέπει ὁ θεὸς τῷ πειράζοντι δοὺς ἐξουσίαν τὴν τοῦ διώκειν ἡμᾶς, διωκόμεθα· ὅτε δ᾿ ὁ θεὸς (οὐ) βούλεται τοῦθ᾿ ἡμᾶς πάσχειν, καὶ ἐν μισοῦντι ἡμᾶς τῷ κόσμῳ παραδόξως εἰρήνην ἄγομεν καὶ θαῤῥοῦμεν ἐπὶ τῷ εἰπόντι· „θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον.“ καὶ ἀληθῶς νενίκηκε „τὸν κόσμον,“ διόπερ (ἰσχύει ὁ κόσμος) εἰς ὅσον νικήσας αὐτὸν βούλεται, λαβὼν ἀπὸ τοῦ πατρὸς τὸ νικᾶν „τὸν κόσμον·“ θαῤῥοῦμεν δὲ τῇ ἐκείνου νίκῃ.

εἰ δὲ βούλεται πάλιν ἡμᾶς ἀθλεῖν καὶ ἀγωνίζεσθαι περὶ εὐσεβείας, ἡκέτωσαν ἀνταγωνισταὶ, πρὸς οὓς ἐροῦμεν· „πάντα ἰσχύω ἐν

212
τῷ ἐνδυναμοῦντί με Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν.“ καὶ γὰρ δύο στρουθίων πιπρασκομένων, ὡς ὠνόμασεν ἡ γραφὴ, „ἀσσαρίου,“ „ἓν εἰς παγίδα οὐ πίπτει ἄνευ τοῦ ἐν τοῖς οὐρανοῖς πατρός.“ καὶ ἐπὶ τοσοῦτον πάντα ἡ θεία περιείληφε πρόνοια, ὡς μηδὲ τὰς τρίχας „τῆς κεφαλῆς“ ἡμῶν ἐκπεφευγέναι τὸ ὑπ᾿ αὐτοῦ ἠριθμῆσθαι.

795
Εἶτα πάλιν, ὡς ἔθος τῷ Κέλσῳ. φύρει ἐν τοῖς ἑξῆς λέγων ἃ οὐδεὶς ἡμῶν ἀνέγραψε· φησὶ γὰρ τοιαῦτα· οὐ μὴν οὐδὲ ἐκεῖνο ἀνεκτόν σου λέγοντος, ὡς, ἂν οἱ νῦν βασιλεύοντες ἡμῶν σοι πεισθέντες ἁλῶσι. τοὺς αὖθις βασιλεύοντας
v.2.p.288
πείσεις εἶτ᾿ ἄλλους, ἂν κἀκεῖνοι ἁλῶσι, καὶ ἄλλους ἐπ᾿ ἄλλοις, μέχρι πάντων τῶν σοι πειθομένων ἁλισκομένων μία τις ἀρχὴ σωφρονήσασα καὶ προειδομένη τὸ συμβαῖνον πάντας ὑμᾶς, πρὶν αὐτὴν προαπολέσθαι, παγγενεὶ διολέσει. εἰπεῖν δὲ περὶ τούτων οὐχ αἱρεῖ λόγος, οὐ γὰρ λέγει τις ἡμῶν περὶ τῶν νῦν βασιλευόντων ὅτι, ἐὰν πεισθέντες ἁλῶσι, τοὺς μετ᾿ αὐτοὺς πάλιν πείσομεν, κἀκείνων ἁλόντων πάλιν τοὺς ἑξῆς πείσομεν. πόθεν δὲ καὶ ἀπέῤῥιψεν ὅτι κατὰ διαδοχὴν ἀεὶ τῶν ὑστέρων πειθομένων ἡμῖν καὶ ἁλισκομένων διὰ τὸ μὴ ἀμύνεσθαι τοὺς πολεμίους μία τις ἀρχὴ σωφρονήσασα καὶ προειδομένη τὸ συμβαῖνον παγγενεὶ ἡμᾶς διολέσει; ἀλλ᾿ ἔοικε φλυαρίας ἐν τούτοις ἑξῆς συνάπτων καὶ τοῦτ᾿ ἀφ᾿ ἑαυτοῦ ἀπεῤῥοιβδηκέναι.

Μετὰ δὲ ταῦτα εὐχήν τινα εἰπὼν τήν· εἰ γὰρ δὴ οἷόν τε εἰς ἕνα συμφρονῆσαι νόμον τοὺς τὴν Ἀσίαν καὶ Εὐρώπην καὶ Λιβύην Ἕλληνάς τε καὶ βαρβάρους ἄχρι περάτων νενεμημένους, ἀδύνατον τοῦτο νομίσας εἶναι ἐπιφέρει ὅτι ὁ τοῦτο οἰόμενος οἶδεν οὐδέν. εἰ δὲ χρὴ καὶ τοῦτ᾿ εἰπεῖν, λελέξεται ὀλίγα εἰς τὸν τόπον, δεόμενον πολλῆς ἐξετάσεως καὶ κατασκευῆς, εἰς τὸ φανῆναι οὐ μόνον δυνατὸν ἀλλὰ καὶ ἀληθὲς τὸ λεγόμενον περὶ τοῦ εἰς ἕνα συμφρονῆσαι νόμον πᾶν τὸ λογικόν. οἱ μὲν οὖν ἀπὸ τῆς Στοᾶς. ἐπικρατήσαντος ὡς οἷόν τε τοῦ ἰσχυροτέρου τῶν ἄλλων στοιχείου, τὴν ἐκπύρωσιν ἔσεσθαι πάντων εἰς πῦρ μεταβαλλόντων, ἡμεῖς δὲ τῆς λογικῆς φύσεώς φαμεν ὅλης κρατῆσαί ποτε τὸν λόγον καὶ μεταποιῆσαι πᾶσαν ψυχὴν εἰς τὴν ἑαυτοῦ τελειότητα, ἐπὰν

v.2.p.289
ἕκαστος ψιλῇ χρησάμενος τῇ ἐξουσίᾳ ἕληται ἃ βούλεται καὶ γένηται ἐν οἷς εἵλατο· καὶ φαμεν ὅτι οὐκ ἔστιν εἰκὸς, ὥσπερ ἐπὶ τῶν (ἐν) τοῖς σώμασι νοσημάτων καὶ τραυμάτων τινὰ τῶν συμβαινόντων ἰσχυρότερα εἶναι πάσης ἰατρικῆς τέχνης, οὕτως ἐπὶ τῶν ψυχῶν εἶναί τι
214
τῶν ἀπὸ κακίας ἀδύνατον ὑπὸ τοῦ ἐπὶ πᾶσι λογικοῦ καὶ θεοῦ θεραπευθῆναι. πάντων γὰρ τῶν ἐν ψυχῇ κακῶν δυνατώτερος ὢν ὁ λόγος καὶ ἡ ἐν αὐτῷ θεραπεία προσάγει κατὰ βούλησιν θεοῦ ἑκάστῳ αὐτὴν, καὶ τὸ τέλος τῶν πραγμάτων ἀναιρεθῆναί ἐστι τὴν κακίαν· πότερον δὲ ὥστε μηδαμῇ μηδαμῶς ἔτι αὐ
796
τὴν ἐπιτραπῆναι δύνασθαι ἢ μὴ, οὐ τοῦ παρόντος ἐστὶ λόγου διδάξαι.

πολλὰ μὲν ουν αἱ προφητεῖαι περὶ τῆς παντελοῦς ἀναιρέσεως τῶν κακῶν καὶ διορθώσεως πάσης ψυχῆς ἐν ἀποῤῥήτοις λέγουσιν, ἀρκεῖ δ᾿ ἐπὶ τοῦ παρόντος παραθέσθαι τὴν ἀπὸ τοῦ Σοφονίου λέξιν, οὕτως ἔχουσαν· „ἑτοιμάζου, ὄρθρισον· διέφθαρται πᾶσα ἡ ἐπιφυλλὶς αὐτῶν. διὰ τοῦτο ὑπόμεινόν (με), λέγει κύριος, ἐν ἡμέρᾳ ἀναστάσεώς μου εἰς μαρτύριον· διότι τὸ κρίμα μου εἰς συναγωγὰς ἐθνῶν τοῦ ἐκδέξασθαι βασιλεῖς, τοῦ ἐκχέαι ἐπ᾿ αὐτοὺς πᾶσαν ὀργὴν θυμοῦ μου. ἐν γὰρ πυρὶ ζήλου μου καταναλωθήσεται πᾶσα ἡ γῆ· ὅτι τότε μεταστρέψω ἐπὶ λαοὺς γλῶσσαν εἰς γενεὰν αὐτῆς, τοῦ ἐπικαλεῖσθαι πάντας τὸ ὄνομα κυρίου, τοῦ δουλεύειν (αὐτῷ) ὑπὸ ζυγὸν ἕνα. ἐκ περάτων ποταμῶν Αἰθιοπίας θύσουσι θυσίας μοι. ἐν τῇ ἡμέρᾳ ἐκείνῃ οὐ μὴ καταισχυνθῇς ἐκ πάντων τῶν ἐπιτηδευμάτων σου, ὧν ἠσέβησας εἰς ἐμέ· ὅτι τότε περιελῶ ἀπὸ σοῦ τὰ φαυλίσματα τῆς ὕβρεώς σου, καὶ οὐκ ἔτι μὴ προσθῇς τοῦ μεγαλαυχῆσαι ἐπὶ τὸ ὄρος τὸ ἅγιόν μου. καὶ ὑπολείψομαι ἐν σοὶ λαὸν πραῢν καὶ ταπεινὸν, καὶ εὐλαβηθήσονται ἀπὸ τοῦ ὀνόματος κυρίου οἱ κατάλοιποι τοῦ Ἰσραὴλ, καὶ οὐ ποιήσουσιν ἀδικίαν καὶ οὐ λαλήσουσι μάταια, καὶ οὐ μὴ εὑρεθῇ ἐν τῷ στόματι αὐτῶν γλῶσσα δολία· διότι αὐτοὶ νεμήσονται καὶ κοιτασθήσονται, καὶ οὐκ ἔσται ὁ ἐκφοβῶν αὐτούς.“

v.2.p.290
ὁ δυνάμενος δ᾿ εἰς ταῦτα ὅλα μὲν κατανοήσας τὴν σαφήνειαν τῆς προφητείας παραστησάτω, μάλιστα δ᾿ ἐξετασάτω, τί τὸ ἀναλουμένης πάσης τῆς γῆς μεταστραφῆναι „ἐπὶ λαοὺς γλῶσσαν εἰς γενεὰν αὐτῆς,“ ἀνάλογον τοῖς πρὸ τῆς συγχύσεως πράγμασι· καὶ κατανοησάτω, τί τὸ „ἐπικαλεῖσθαι πάντας τὸ ὄνομα κυρίου, τοῦ δουλεύειν αὐτῷ ὑπὸ ζυγὸν ἕνα,“ ὡς περιαιρεθῆναι „τὰ τῆς ὕβρεως φαυλίσματα,“ καὶ μηκέτι εἶναι „ἀδικίαν“ μηδὲ λόγους ματαίους μηδὲ γλῶσσαν δολίαν.

ταῦτα δ᾿ ἔδοξέ μοι μετρίως καὶ οὐ μετὰ τῆς ἀκριβοῦς διηγήσεως παραθέσθαι διὰ τὴν Κέλσου λέξιν, οἰομένου τὸ συμφρονῆσαι τοὺς τὴν Ἀσίαν καὶ Εὐρώπην καὶ Λιβύην Ἕλληνάς τε καὶ βαρβάρους οἰκοῦντας ἀδύνατον εἶναι. καὶ τάχα ἀληθῶς ἀδύνατον μὲν τὸ τοιοῦτο τοῖς ἔτι ἐν σώμασι, οὐ μὴν ἀδύνατον καὶ ἀπολυθεῖσιν αὐτῶν.

Εἶθ᾿ ἑξῆς προτρέπεται ἡμᾶς ὁ Κέλσος ἀρήγειν τῷ

214
βασιλεῖ παντὶ σθένει καὶ συμπονεῖν αὐτῷ τὰ δίκαια καὶ ὑπερμαχεῖν αὐτοῦ καὶ συστρατεύειν αὐτῷ, ἂν ἐπείγῃ, καὶ συστρατηγεῖν. λεκτέον δὲ καὶ πρὸς ταῦτα ὅτι ἀρήγομεν κατὰ καιρὸν τοῖς βασιλεῦσι θείαν, ἵν᾿ οὕτως εἴπω, ἄρηξιν, καὶ „πανοπλίαν“ ἀναλαμβάνοντες „θεοῦ.“ καὶ ταῦτα ποιοῦμεν πειθόμενοι
797
ἀποστολικῇ φωνῇ λεγούσῃ· „παρακαλῶ οὖν ὑμᾶς πρῶτον ποιεῖσθαι δεήσεις, προσευχὰς, ἐντεύξεις, εὐχαριστίας ὑπὲρ πάντων ἀνθρώπων, ὑπὲρ βασιλέων καὶ πάντων τῶν ἐν ὑπεροχῇ ὄντων.“ καὶ ὅσῳ γε τὶς εὐσεβέστερός ἐστι, τοσούτῳ ἀνυτικώτερος ἐν τῷ ἀρήγειν τοῖς βασιλεύουσι παρὰ τοὺς εἰς τὰς παρατάξεις ἐξιόντας στρατιώτας καὶ ἀναιροῦντας οὓς ἂν δύνωνται τῶν πολεμίων.

εἶτα δὲ καὶ ταῦτ᾿ εἴποιμεν ἂν πρὸς τοὺς ἀλλοτρίους τῆς πίστεως καὶ ἀξιοῦντας ἡμᾶς στρατεύεσθαι ὑπὲρ τοῦ κοινοῦ καὶ ἀνθρώπους ἀναιρεῖν ὅτι καὶ οἱ καθ᾿ ὑμᾶς ἱερεῖς ἀγαλμάτων τινῶν καὶ νεωκόροι ὧν νομίζετε θεῶν τηροῦσιν ἑαυτῶν ἀμίαντον τὴν δεξιὰν διὰ τὰς θυσίας, ἵν᾿ ἀναιμάκτοις χερσὶ καὶ καθαραῖς ἀπὸ φόνων προσάγωσι τὰς νενομισμένας θυσίας οἷς φατε θεοῖς· καὶ οὐ δή που

v.2.p.291
πολέμου καταλαβόντος καὶ τοὺς ἱερεῖς στρατεύετε. εἰ ουν τοῦτ᾿ εὐλόγως γίνεται. πόσῳ μᾶλλον ἄλλων στρατευομένων καὶ οὗτοι στρατεύονται ὡς ἱερεῖς τοῦ θεοῦ καὶ θεραπευταὶ, καθαρὰς μὲν τηροῦντες τὰς δεξιὰς ἀγωνιζόμενοι δὲ διὰ τῶν πρὸς θεὸν εὐχῶν ὑπὲρ τῶν δικαίως στρατευομένων καὶ ὑπὲρ τοῦ δικαίως βασιλεύοντος, ἵνα τὰ ἐναντία πάντα καὶ ἐχθρὰ τοῖς δικαίως πράττουσι καθαιρεθῇ; ἡμεῖς δὲ καὶ ταῖς εὐχαῖς πάντας δαίμονας. τοὺς ἐγείροντας τὰ πολεμικὰ καὶ ὅρκους συγχέοντας καὶ τὴν εἰρήνην ταράσσοντας, καθαιροῦντες μᾶλλον βοηθοῦμεν τοῖς βασιλεύουσιν ἤπερ οἱ δοκοῦντες στρατεύεσθαι. συμπονοῦμεν δὲ τοῖς κοινοῖς πράγμασιν οἱ μετὰ δικαιοσύνης ἀναφέροντες προσευχὰς, σὺν ἀσκήσεσι καὶ μελέταις διδασκούσαις καταφρονεῖν ἡδονῶν καὶ μὴ ἄγεσθαι ὑπ᾿ αὐτῶν. ἡμεῖς καὶ μᾶλλον ὑπερμαχοῦμεν τοῦ βασιλέως· καὶ οὐ συστρατευόμεθα μὲν αὐτῷ, κἂν ἐπείγῃ, στρατευόμεθα δὲ ὑπὲρ αὐτοῦ ἴδιον στρατόπεδον εὐσεβείας συγκροτοῦντες διὰ τῶν πρὸς τὸ θεῖον ἐντεύξεων.

Εἰ δὲ βούλεται ἡμᾶς ὁ Κέλσος καὶ στρατηγεῖν (ὑπὲρ) πατρίδος. ἴστω ὅτι καὶ ταῦτα ποιοῦμεν, οὐ πρὸς τὸ

798
βλέπεσθαι ὑπὸ τῶν ἀνθρώπων καὶ κενοδοξεῖν ἐπ᾿ αὐτῶν ταῦτα πράττοντες· ἐν γὰρ τῷ κρυπτῷ ἡμῶν κατ᾿ αὐτὸ τὸ ἡγεμονικὸν εὐχαί εἰσιν, ἀναπεμπόμεναι ὡς ἀπὸ ἱερέων ὑπὲρ τῶν ἐν τῇ πατρίδι ἡμῶν. Χριστιανοὶ
216
δὲ μᾶλλον εὐεργετοῦσι τὰς πατρίδας ἢ οἱ λοιποὶ τῶν ἀνθρώπων, παιδεύοντες τοὺς πολίτας καὶ εὐσεβεῖν διδάσκοντες εἰς τὸν πολιέα θεὸν, ἀναλαμβάνοντες εἰς θείαν τινὰ καὶ ἐπουράνιον πόλιν τοὺς ἐν ταῖς ἐλαχίσταις πόλεσι καλῶς βιώσαντας· πρὸς οὓς λέγοιτο ἄν· (ἐν) ἐλαχίστῃ πόλει „πιστὸς ἐγένου,“ ἧκε καὶ ἐπὶ τὴν μεγάλην, ὅπου „θεὸς ἔστη ἐν συναγωγῇ θεῶν, ἐν μέσῳ δὲ θεοὺς διακρίνει,“ καὶ σὲ συναριθμῶν αὐτοῖς, ἐὰν μηκέτι ὡς ἄνθρωπος ἀποθνῄσκῃς μηδ᾿ „ὡς εἷς τῶν ἀρχόντων“ πίπτῃς.

v.2.p.292

Προτρέπει δ᾿ ἡμᾶς Κέλσος καὶ ἐπὶ τὸ ἄρχειν τῆς πατρίδος, ἐὰν δέῃ καὶ τοῦτο ποιεῖν ἕνεκεν σωτηρίας νόμων καὶ εὐσεβείας. ἡμεῖς δὲ ἐν ἑκάστῃ πόλει ἄλλο σύστημα πατρίδος κτισθὲν λόγῳ θεοῦ ἐπιστάμενοι τοὺς δυνατοὺς λόγῳ καὶ βίῳ ὑγιεῖ χρωμένους ἄρχειν ἐπὶ τὸ ἄρχειν ἐκκλησιῶν παρακαλοῦμεν; οὐκ ἀποδεχόμενοι μὲν τοὺς φιλάρχους βιαζόμενοι δὲ τοὺς διὰ πολλὴν μετριότητα τὴν κοινὴν φροντίδα τῆς ἐκκλησίας τοῦ θεοῦ μὴ βουλομένους προπετῶς ἀναδέξασθαι· καὶ οἱ καλῶς ἄρχοντες ἡμῶν βιασθέντες ὑπάρχουσι. τοῦ μεγάλου βασιλέως ἀναγκάζοντος, ὃν πεπείσμεθα εἶναι υἱὸν θεοῦ λόγον θεόν. καὶ εἰ ἄρχουσιν οἱ καλῶς ἄρχοντες ἐν τῇ ἐκκλησίᾳ τῆς κατὰ θεὸν πατρίδος (λέγω δὲ τῆς ἐκκλησίας), λεγόμενοι ἢ (βιαζόμενοι), καὶ ἄρχουσι κατὰ τὰ ὑπὸ τοῦ θεοῦ προστεταγμένα, οὐδὲν παρὰ τοῦτο μολύνοντες τῶν θετῶν νόμων.

καὶ οὐ φεύγοντές γε τὰς κοινοτέρας τοῦ βίου λειτουργίας Χριστιανοὶ τὰ τοιαῦτα περιΐστανται ἀλλὰ τηροῦντες ἑαυτοὺς θειοτέρᾳ καὶ ἀναγκαιοτέρᾳ λειτουργίᾳ ἐκκλησίας θεοῦ ἐπὶ σωτηρίᾳ ἀνθρώπων καὶ ἀναγκαίως ἅμα καὶ δικαίως ἡγούμενοι καὶ πάντων πεφροντικότες, τῶν μὲν ἔνδον, ἵν᾿ ὁσημέραι βέλτιον βιῶσι, τῶν δὲ δοκούντων ἔξω, ἵνα γένωνται ἐν τοῖς σεμνοῖς τῆς θεοσεβείας λόγοις καὶ ἔργοις καὶ οὕτω θεὸν ἀληθῶς σέβοντες καὶ πολλοὺς ὅση δύναμις παιδεύοντες ἀνακραθῶσι τῷ τοῦ θεοῦ λόγῳ καὶ τῷ θείῳ νόμῳ καὶ οὕτως ἑνωθῶσι τῷ ἐπὶ πᾶσι θεῷ διὰ τοῦ ἑνοῦντος αὐτῷ υἱοῦ θεοῦ λόγου καὶ σοφίας καὶ ἀληθείας καὶ δικαιοσύνης πάντα τὸν προτετραμμένον ἐπὶ τὸ κατὰ θεὸν ἐν πᾶσι ζῆν.

Ἔχεις δ᾿ ἐν τούτοις, ἱερὲ Ἀμβρόσιε, τὸ τέλος

799
κατὰ τὴν παροῦσαν ἡμῖν καὶ δοθεῖσαν δύναμιν τῶν προστεταγμένων ὑπὸ
v.2.p.293
σοῦ. καὶ περιεγράψαμεν ἐν ὀκτὼ βιβλίοις πάντα, ὅσα πρέπον εἶναι ἐνομίσαμεν ὑπαγορεῦσαι πρὸς τὸν ἐπιγεγραμμένον Κέλσου ἀληθῆ λόγον. τοῦ δ᾿ ἐντυγχάνοντός ἐστι τῷ ἐκείνου συγγράμματι καὶ οἷς
216
ἡμεῖς κατ᾿ αὐτοῦ ὑπηγορεύσαμεν κρῖναι, ὁπότερα μᾶλλον πνεῖ τοῦ ἀληθινοῦ θεοῦ καὶ τοῦ τρόπου τῆς εἰς αὐτὸν εὐσεβείας καὶ τῆς εἰς ἀνθρώπους φθανούσης ὑγιῶν δογμάτων προτρεπομένων ἐπὶ τὸν ἄριστον βίον ἀληθείας.

ἴσθι μέντοι ἐπαγγελλόμενον τὸν Κέλσον ἄλλο σύνταγμα μετὰ τοῦτο ποιήσειν, ἐν ᾧ διδάξειν ἐπηγγείλατο, ὅπῃ βιωτέον τοὺς βουλομένους αὐτῷ καὶ δυναμένους πείθεσθαι. εἰ μὲν οὖν οὐκ ἔγραψεν ὑποσχόμενος τὸν δεύτερον λόγον, εὖ ἂν ἔχοι ἀρκεῖσθαι ἡμᾶς τοῖς ὀκτὼ πρὸς τὸν λόγον αὐτοῦ ὑπαγορευθεῖσι βιβλίοις· εἰ δὲ κἀκεῖνον ἀρξάμενος συνετέλεσε, ζήτησον καὶ πέμψον τὸ σύγγραμμα. ἵνα καὶ πρὸς ἐκεῖνο ἅπερ ἂν ὁ τῆς ἀληθείας διδῷ ἡμῖν πατὴρ ὑπαγορεύσαντες καὶ τὴν ἐν ἐκείνῳ ψευδοδοξίαν ἀνατρέψωμεν, εἰ δέ που τι ἀληθὲς λέγεται, τούτῳ ἀφιλονείκως ὡς καλῶς εἰρημένῳ μαρτυρήσωμεν.

v.2.p.294
v.2.p.295
v.2.p.296