Contra Celsum

Origen

Origenes. Origenes Werke Vol 1-2. Koetschau, Paul, editor. Leipzig: Hinrichs, 1899.

Τὸ μὲν γὰρ εἰδωλόθυτον θύεται δαιμονίοις, καὶ οὐ χρὴ τὸν τοῦ θεοῦ ἄνθρωπον κοινωνὸν „τραπέζης δαιμονίων“ γίνεσθαι· τὰ δὲ πνικτὰ τοῦ αἵματος μὴ ἐκκριθέντος, ὅπερ φασὶν εἶναι τροφὴν δαιμόνων. τρεφομένων ταῖς ἀπ᾿ αὐτοῦ ἀναθυμιάσεσιν. ἀπαγορεύει ὁ λόγος, ἵνα μὴ τραφῶμεν τροφῇ δαιμόνων. τάχα τινῶν τοιούτων πνευμάτων συντραφησομένων ἡμῖν, ἐὰν μεταλαμβάνωμεν τῶν πνικτῶν. ἐκ δὲ τῶν εἰρημένων περὶ τῶν „πνικτῶν“ σαφὲς εἶναι δύναται τὸ περὶ τῆς ἀποχῆς τοῦ „αἵματος.“ καὶ οὐκ ἀπίθανόν γε γενόμενόν με κατὰ τοὺς τόπους ὑπομνησθῆναι χαριεστάτης γνώμης, ᾗ καὶ οἱ πολλοὶ τῶν Χριστιανῶν ἀναγεγραμμένῃ ἐν ταῖς Σέξτου γνώμαις ἐντυγχάνουσιν, οὕτως ἐχούσῃ· „ἐμψύχων χρῆσις μὲν ἀδιάφορον, ἀποχὴ δὲ λογικώτερον.“ οὐχ ἁπλῶς οὖν κατά τι πάτριον τῶν νομιζομένων ἱερείων εἶναι καὶ θυομένων παρὰ τοῖς λεγομένοις θεοῖς ἢ ἥρωσιν ἢ δαίμοσιν ἀπεχόμεθα ἀλλὰ διὰ λόγους πλείονας, ὧν ἀπὸ μέρους ἐξεθέμην τινάς. ἀλλὰ καὶ οὐχ, ὥσπερ ἀφεκτέον πάσης κακίας καὶ τῶν ἀπὸ κακίας, καὶ ζῴων

764
ἁπάντων βρώσεως. ἀφεκτέον δὲ οὐ μόνον ζῴων βρώσεως ἀλλὰ καὶ παντὸς οὑτινοσοῦν, εἰ ἀπὸ κακίας καὶ τῶν ἀπὸ κακίας χρησαίμεθα τοῖς βρώμασιν· ἀφεκτέον γὰρ τοῦ ἐσθίειν κατὰ γαστριμαργίαν ἢ καθὸ ἄγεσθαι ὑφ᾿ ἡδονῆς χωρὶς τῆς εἰς ὑγείαν τοῦ σώματος καὶ θεραπείαν αὐτοῦ προθέσεως.

οὐδαμῶς μέντοι γε λέγοντες μετενσωμάτωσιν εἶναι ψυχῆς καὶ κατάπτωσιν αὐτῆς μέχρι τῶν ἀλόγων ζῴων δηλονότι οὐδ᾿ ὁμοίως Πυθαγόρᾳ. κἂν ἀπεχώμεθά ποτε ζῴων, οὐ χρησόμεθα αὐτῶν ταῖς σαρξί. ψυχὴν γὰρ λογικὴν τιμᾶν μόνην ἡμεῖς ἴσμεν καὶ τὰ ταύτης ὄργανα μετὰ τιμῆς παραδιδόναι κατὰ τὰ νενομισμένα ταφῇ·

v.2.p.246
ἄξιον γὰρ τὸ τῆς λογικῆς ψυχῆς οἰκητήριον μὴ παραῤῥιπτεῖν ἀτίμως καὶ ὡς ἔτυχεν ὁμοίως τῷ τῶν ἀλόγων, καὶ μάλιστα ὅτε οἱ (Χριστιανοὶ) τὴν τιμὴν τοῦ σώματος, ἔνθα λογικὴ ψυχὴ ᾤκησε, πεπιστεύκασι καὶ ἐπ᾿ αὐτὸν φθάσαι δεξάμενον καλῶς ἀγωνισαμένην διὰ τοιούτου ὀργάνου ψυχήν. περὶ δὲ τοῦ „πῶς οἱ νεκροὶ ἐγείρονται, καὶ ποίῳ σώματι ἔρχονται;“ ἐν τοῖς ἀνωτέρω δι᾿ ὀλίγων. ὡς ἀπῄτει ἡ γραφὴ, παρεστήσαμεν.

Μετὰ ταῦτα ὁ Κέλσος τὸ ὁμολογουμένως ὑπὸ Χριστιανῶν καὶ Ἰουδαίων λεγόμενον τίθησιν, ἀπολογουμένων περὶ τῆς τῶν εἰδωλοθύτων ἀποχῆς καὶ φασκόντων μὴ δεῖν συνεστιᾶσθαι δαίμοσι τοὺς ἀνακειμένους τῷ ἐπὶ πᾶσι θεῷ· πρὸς ὃ εἶπε τὰ ἐκκείμενα. ἡμεῖς μὲν οὖν, ὅσον ἐπὶ βρώμασι καὶ πόμασι, τοῦ συνεστιᾶσθαι δαίμοσι τρόπους

199
ἄλλους οὐκ ἴσμεν ἢ καθ᾿ οὓς τὰ καλούμενα παρὰ τοῖς πολλοῖς ἱερόθυτα ἐσθίει τις καὶ πίνει τὸν τῶν παρὰ τοῖς δαιμονίοις γινομένων σπονδῶν οἶνον· ὁ δὲ Κέλσος οἴεται συνεστιᾶσθαι δαίμοσι καὶ τὸν σίτου μεταλαμβάνοντα καὶ ὅπως ποτ᾿ οὖν οἴνου πίνοντα καὶ ἀκροδρύων γευόμενον, ἀλλὰ καὶ εἰ μόνου ὕδατός τις μεταλαμβάνει, καὶ ἐν τούτῳ φησὶ συνεστιᾶσθαι δαίμοσι τὸν πίνοντα. προστίθησι δὲ τούτοις ὅτι καὶ ὁ τὸν ἀέρα τοῦτον ἀναπνέων παρὰ δαιμόνων τινῶν καὶ τοῦτον λαμβάνει, χαριζομένων δαιμόνων τῶν ἐπὶ τοῦ ἀέρος προστεταγμένων τὸν τῆς ἀναπνοῆς τοῖς ζῴοις ἀέρα.

ὁ βουλόμενος τοίνυν παραστησάτω τῷ Κέλσου λόγῳ καὶ δεικνύτω, πῶς οὐ θεῖοί τινες ἄγγελοι θεοῦ ἀλλὰ δαίμονες, ὧν ὅλον τὸ γένος ἐστὶ φαῦλον, προστεταγμένοι εἰσὶ πάντα τὰ προειρημένα οἰκονομεῖν. καὶ ἡμεῖς μὲν γάρ φαμεν οὐ χωρὶς προστασίας ἀοράτων, ἵν᾿ οὕτως ὀνομάσω, γεωργῶν καὶ ἄλλων οἰκονόμων οὐ μόνον τῶν ἀπὸ γῆς φυομένων ἀλλὰ καὶ παντὸς ναματιαίου ὕδατος καὶ ἀέρος τὴν γῆν φέρειν τὰ ὑπὸ φύσεως λεγόμενα

765
διοικεῖσθαι, καὶ τὸ ὕδωρ ἐν ταῖς πηγαῖς καὶ τοῖς αὐθιγενέσι ποταμοῖς ὀμβρεῖν καὶ φέρεσθαι, καὶ τὸν ἀέρα ἀδιάφθορον τηρεῖσθαι καὶ ζωτικὸν
v.2.p.247
τοῖς ἀναπνέουσιν αὐτὸν γίνεσθαι. οὐ μὴν τοὺς ἀοράτους φαμὲν εἶναι δαίμονας· ἀλλ᾿. εἰ χρὴ ἀποτολμήσαντα λέγειν τινὰ. εἴπερ ταῦτα δαιμόνων ἐστὶν ἔργα. φήσομεν ὅτι λιμοὶ καὶ ἀφορίαι σταφυλῆς καὶ ἀκροδρύων καὶ αὐχμοὶ ἀλλὰ καὶ ἡ τοῦ ἀέρος διαφθορὰ ἐπὶ λύμῃ τῶν καρπῶν ἔσθ᾿ ὅτε δὲ καὶ τῷ τῶν ζῴων θανάτῳ καὶ τῷ κατὰ τῶν ἀνθρώπων λοιμῷ. πάντα ταῦτα δαίμονες αὐτουργοῦσι δήμιοι, κρίσει τινὶ θείᾳ λαβόντες ἐξουσίαν ἐν καιροῖς τισι ταῦτ᾿ ἐνεργεῖν εἴτε εἰς ἐπιστροφὴν ἀνθρώπων, ἐπὶ τὴν χύσιν τῆς κακίας ἐξοκειλάντων, εἴτε καὶ εἰς γυμνάσιον τοῦ λογικοῦ γένους· ἵν᾿ οἱ μὲν καὶ ἐν τοῖς τοσούτοις εὐσεβεῖς μένοντες καὶ μηδαμῶς χείρους γινόμενοι φανεροὶ τέως τοῖς μὴ βλέπουσιν αὐτῶν τὴν ἕξιν ἀοράτοις καὶ ὁρατοῖς θεαταῖς γένωνται, οἱ δ᾿ ἐναντίως μὲν διακείμενοι κλέπτοντες δὲ τὴν τῆς κακίας ἐπίδειξιν ἐλεγχθέντες ὑπὸ τῶν συμβαινόντων ὁποῖοί εἰσιν αὐτοί τε ἑαυτῶν συναισθηθῶσι καὶ δῆλοι τοῖς. ἵν᾿ οὕτως ὀνομάσω. θεαταῖς γένωνται.

Μαρτυρεῖ δὲ ὁ ὑμνῳδὸς τῷ, ὅτι θείᾳ κρίσει αὐτουργεῖται τὰ σκυθρωπότερα ὑπό τινων πονηρῶν ἀγγέλων. ἐν τῷ „ἀπέστειλεν εἰς αὐτοὺς ὀργὴν θυμοῦ αὐτοῦ, θυμὸν καὶ ὀργὴν καὶ θλῖψιν ἀποστολὴν δι᾿ ἀγγέλων πονηρῶν.” εἰ δὲ καὶ ἄλλο τι παρὰ ταῦτα γίνεται, ὅθ᾿ οἱ δαίμονες ἐπιτρέπονται, ἀεὶ μὲν βουλόμενοι ταῦτα ποιεῖν οὐκ ἀεὶ δὲ δυνάμενοι διὰ τὸ κωλύεσθαι. ὁ δυνάμενος ἐξεταζέτω, τὴν θείαν κρίσιν κατὰ τὸ δυνατὸν ἀνθρωπίνῃ φύσει φανταζόμενος περὶ ἀθρόας πολλῶν ψυχῶν ἀπαλλαγῆς ἀπὸ σώματος, τοιαῖσδε ταῖς

200
ἐπὶ τὸν μέσον θάνατον φερούσαις ὁδοῖς χρωμένων. καὶ γὰρ „μεγάλαι μὲν αἱ κρίσεις τοῦ θεοῦ“ εἰσι καὶ διὰ τὸ μέγεθος οὐ χωρηταὶ νῷ, τῷ ἔτι ἐνδεδεμένῳ θνητῷ σώματι, διὸ καὶ „δυσδίηγητοι“ τυγχάνουσιν, ἀπαιδεύτοις δὲ ψυχαῖς οὐδ᾿ ἐπὶ ποσὸν θεωρηταί· διὸ καὶ οἱ προπετέστεροι τῇ περὶ ταῦτα ἀγνοίᾳ καὶ τῇ διὰ τὴν προπέτειαν εἰς τὸ θεῖον ἐπιστασίᾳ αὔξουσι τὰ ἀσεβῆ κατὰ τῆς προνοίας δόγματα.

οὐ παρὰ δαιμόνων οὖν ἕκαστα τῶν εἰς τὰς βιωτικὰς χρείας λαμβάνομεν, μάλιστα οἱ δεόντως αὐτοῖς χρῆσθαι μεμαθηκότες, οὐδὲ συνεστιῶνται δαίμοσιν οἱ σίτου καὶ οἴνου καὶ ἀκροδρύων

v.2.p.248
καὶ ὕδατος καὶ ἀέρος μεταλαμβάνοντες· ἀλλὰ μᾶλλον θείοις ἀγγέλοις τοῖς ἐπὶ τῶν τοιούτων τεταγμένοις. οἵτινες ὡσπερεὶ καλοῦνται ἐπὶ τὴν ἑστίαν τοῦ εὐσεβοῦς καὶ ἀκούσαντος τοῦ διδάσκοντος λόγου τὰ τοιάδε· „εἴτε ἐσθίετε εἴτε πίνετε εἴτε τι ποιεῖτε, πάντα εἰς δόξαν θεοῦ ποιεῖτε.“ καὶ πάλιν ἐν ἄλλῳ τόπῳ κεῖται· „εἴτε ἐσθίετε εἴτε πίνετε.“ πάντα „ἐν ὀνόματι“ θεοῦ ποιεῖτε. ὅτε οὖν „εἰς δόξαν θεοῦ“ ἐσθίομεν καὶ πίνομεν
766
καὶ ἀναπνέομεν καὶ κατὰ τὸν λόγον πάντα πράττομεν, οὐδενὶ τῶν δαιμόνων συνεστιώμεθα ἀλλὰ τοῖς θείοις ἀγγέλοις. καὶ γὰρ „πᾶν κτίσμα θεοῦ καλὸν, καὶ οὐδὲν ἀπόβλητον μετ᾿ εὐχαριστίας λαμβανόμενον· ἁγιάζεται γὰρ διὰ λόγου θεοῦ καὶ ἐντεύξεως.“ οὐκ ἂν δὲ ἦν „καλὸν“ οὐδὲ δυνατὸν ἁγιάζεσθαι, εἰ. ὡς Κέλσος οἴεται, δαίμοσι ταῦτα ἦν προστεταγμένα.

Ἐκ τούτων δὲ δῆλον ὅτι καὶ πρὸς τὰ ἑξῆς αὐτῷ λελεγμένα ἀπηντήσαμεν. οὕτως ἔχοντα· ἢ τοίνυν οὐδαμῇ οὐδαμῶς βιωτέον οὐδὲ τῇδε παριτητέον, ἢ τὸν ἐπὶ τοῖσδε παρελθόντα εἰς τὸν βίον δαίμοσι τοῖς τὰ ἐπὶ γῆς εἰληχόσιν εὐχαριστητέον καὶ ἀπαρχὰς καὶ εὐχὰς ἀποδοτέον, ἕως ἂν ζῶμεν, ὡς ἂν φιλανθρώπων αὐτῶν τυγχάνοιμεν. καὶ βιωτέον οὖν ἡμῖν, καὶ κατὰ τὸν λόγον τοῦ θεοῦ βιωτέον. ὅσον οἷόν τε καὶ δίδοται κατ᾿ αὐτὸν βιοῦν· δίδοται δὲ καὶ ὅτε, εἴτ᾿ ἐσθίομεν εἴτε πίνομεν. „πάντα εἰς δόξαν θεοῦ“ ποιοῦμεν. καὶ οὐ παραιτητέον ἡμῖν τὸ χρῆσθαι μετ᾿ εὐχαριστίας τῆς πρὸς τὸν κτίσαντα τοῖς δι᾿ ἡμᾶς αὐτοῦ δημιουργήμασι. καὶ ἐπὶ τοῖσδε μᾶλλον παρήχθημεν ὑπὸ τοῦ θεοῦ εἰς τὸν βίον, η ἐφ᾿ οἷς Κέλσος οἴεται, καὶ οὐχ ὑποκείμεθά γε δαίμοσιν ἀλλὰ τῷ ἐπὶ πᾶσι θεῷ διὰ τοῦ ἡμᾶς προσαγαγόντος Ἰησοῦ τοῦ Χριστοῦ.

καὶ κατὰ νόμους μὲν θεοῦ οὐδεὶς εἴληχε δαίμων τὰ ἐπὶ γῆς· διὰ (δὲ) τὴν σφῶν παρανομίαν τάχα μὲν αὑτοῖς διελόντες τοὺς τόπους. ἔνθα ἐρημία ἐστὶ γνώσεως θεοῦ καὶ τοῦ κατ᾿ αὐτὸν βίου

v.2.p.249
ἢ ἔνθα πολύς ἐστιν ὁ τῆς θειότητος ἀλλότριος. τάχα δὲ ὡς ἄξιοι τῶν πονηρῶν ἐπιστάται καὶ κολασταὶ αὐτῶν ὑπὸ τοῦ διοικοῦντος
200
τὰ ὅλα λόγου ἐτάχθησαν ἄρχειν τῶν ἑαυτοὺς ὑποταξάντων τῇ κακίᾳ καὶ οὐ τῷ θεῷ. καὶ διὰ τοιαῦτα δὲ Κέλσος μὲν ὡς ἀγνοῶν θεὸν τὰ χαριστήρια δαίμοσιν ἀποδιδότω. ἡμεῖς δὲ τῷ τοῦ παντὸς δημιουργῷ εὐχαριστοῦντες καὶ τοὺς μετ᾿ εὐχαριστίας καὶ εὐχῆς τῆς ἐπὶ τοῖς δοθεῖσι προσαγομένους ἄρτους ἐσθίομεν, σῶμα γενομένους διὰ τὴν εὐχὴν ἅγιόν τι καὶ ἁγιάζον τοὺς μετὰ ὑγιοῦς προθέσεως αὐτῷ χρωμένους.

Ἀλλὰ καὶ ἀπαρχὰς Κέλσος μὲν δαιμονίοις ἀνατιθέναι βούλεται. ἡμεῖς δὲ τῷ εἰπόντι· „βλαστησάτω ἡ γῆ βοτάνην χόρτου. σπεῖρον σπέρμα κατὰ γένος καὶ καθ᾿ ὁμοιότητα, καὶ ξύλον κάρπιμον ποιοῦν καρπὸν, οὗ τὸ σπέρμα αὐτοῦ ἐν αὐτῷ κατὰ γένος ἐπὶ τῆς γῆς.“ ᾧ δὲ τὰς ἀπαρχὰς ἀποδίδομεν. τούτῳ καὶ τὰς εὐχὰς ἀναπέμπομεν, „ἔχοντες ἀρχιερέα μέγαν, διεληλυθότα τοὺς οὐρανοὺς, Ἰησοῦν τὸν υἱὸν τοῦ θεοῦ,“ καὶ κρατοῦμεν „τῆς ὁμολογίας,“ ἕως ἂν ζῶμεν. φιλανθρώπου τυγχάνοντες τοῦ θεοῦ καὶ τοῦ μονογενοῦς αὐτοῦ, ἐν Ἰησοῦ ἡμῖν φανερουμένου.

εἰ δὲ καὶ πλῆθος ποθοῦμεν ὧν φιλανθρώπων τυγχάνειν θέλομεν, μανθάνομεν „ὅτι

767
χίλιαι χιλιάδες παρειστήκεισαν αὐτῷ. καὶ μύριαι μυριάδες ἐλειτούργουν αὐτῷ,“ αἵτινες ὡς συγγενεῖς καὶ φίλους τοὺς μιμουμένους τὴν εἰς θεὸν αὐτῶν εὐσέβειαν ὁρῶντες συμπράττουσιν αὐτῶν τῇ σωτηρίᾳ τῶν ἐπικαλουμένων τὸν θεὸν καὶ γνησίως εὐχομένων, ἐπιφαινόμενοι καὶ οἰόμενοι αὐτοῖς δεῖν ἐπακούειν καὶ ὥσπερ ἐξ ἑνὸς συνθήματος ἐπιδημεῖν ἐπ᾿ εὐεργεσίᾳ καὶ σωτηρίᾳ τῶν εὐχομένων θεῷ, ᾧ καὶ αὐτοὶ εὔχονται. καὶ γὰρ „πάντες εἰσὶ λειτουργικὰ πνεύματα, εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν.“ Ἑλλήνων μὲν οὖν οἱ σοφοὶ λεγέτωσαν δαίμονας εἰληχέναι τὴν ἀνθρωπίνην ψυχὴν
v.2.p.250
ἀπὸ γενέσεως· ὁ δὲ Ἰησοῦς ἡμᾶς ἐδίδαξε μηδὲ „τῶν“ ἐν τῇ ἐκκλησίᾳ „μικρῶν“ καταφρονεῖν, λέγων ὅτι „οἱ ἄγγελοι αὐτῶν διὰ παντὸς βλέπουσι τὸ πρόσωπον τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς,“ καὶ ὁ προφήτης δέ φησιν ὅτι „παρεμβαλεῖ ἄγγελος κυρίου κύκλῳ τῶν φοβουμένων αὐτὸν καὶ ῥύσεται αὐτούς.“
768

οὐκ ἀναιροῦμεν οὖν καὶ ἡμεῖς τὸ πολλοὺς εἶναι δαίμονας ἐπὶ γῆς ἀλλά φαμεν εἶναι μὲν αὐτοὺς καὶ δύνασθαι ἐν τοῖς φαύλοις διὰ τὴν ἐκείνων κακίαν, μηδὲν δὲ δύνασθαι πρὸς τοὺς ἐνδυσαμένους „τὴν πανοπλίαν τοῦ θεοῦ“ καὶ ἀναλαβόντας ἰσχὺν „πρὸς τὸ“ ἀντιστῆναι „πρὸς τὰς μεθοδείας τοῦ διαβόλου“ καὶ μελετῶντας ἀεὶ τὰ ἐκείνων παλαίσματα τῷ ἐγνωκέναι „ὅτι οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα ἀλλὰ πρὸς τὰς ἀρχὰς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις.“

Κατανοήσωμεν δὲ καὶ ἄλλην λέξιν τοῦ Κέλσου, οὕτως ἔχουσαν· ἢ ὁ μὲν τοῦ Περσῶν ἢ Ῥωμαίων βασιλέως

201
σατράπης καὶ ὕπαρχος ἢ στρατηγὸς ἢ ἐπίτροπος, ἔτι μὴν καὶ οἱ τὰς μικροτέρας ἀρχὰς ἢ ἐπιμελείας ἢ ὑπηρεσίας ἔχοντες μέγα δύναιντ᾿ ἂν βλάπτειν ἀμελούμενοι, οἱ δ᾿ ἐναέριοί τε καὶ ἐπίγειοι σατράπαι καὶ διάκονοι μικρὰ βλάπτοιεν ἂν ὑβριζόμενοι; ὅρα δὴ πῶς ἀνθρωπικοὺς σατράπας τοῦ ἐπὶ πᾶσι θεοῦ καὶ ὑπάρχους καὶ στρατηγοὺς καὶ ἐπιτρόπους καὶ τοὺς μικροτέρας ἀρχὰς καὶ ἐπιμελείας καὶ ὑπηρεσίας ἔχοντας εἰσάγει μεγάλα βλάπτοντας τοὺς ὑβρίζοντας, οὐχ ὁρῶν ὅτι οὐδὲ σοφὸς ἄνθρωπος βλάψαι ἂν βούλοιτό τινα ἀλλ᾿ ὅση δύναμις καὶ τοὺς ὑβρίζοντας ἐπιστρέφειν καὶ βελτιοῦν· εἰ μὴ ἄρα Λυκούργου τοῦ Λακεδαιμονίων νομοθέτου καὶ τοῦ Κιτιέως Ζήνωνος χείρους εἰσὶν οἱ κατὰ τὸν Κέλσον σατράπαι καὶ ὕπαρχοι καὶ στρατηγοὶ τοῦ ἐπὶ πᾶσι θεοῦ· ὅτι Λυκοῦργος μὲν, λαβὼν ἐξουσίαν τοῦ ἐκκόψαντος αὐτοῦ τὸν ὀφθαλμὸν, οὐ μόνον οὐκ ἠμύνατο ἀλλὰ καὶ οὐκ ἐπαύσατο κατεπᾴδων αὐτῷ, ἕως αὐτὸν πείσειε φιλοσοφεῖν, Ζήνων
v.2.p.251
δὲ πρὸς τὸν εἰπόντα· „ἀπολοίμην, ἐὰν μή σε τιμωρήσωμαι,“ „ἐγὼ δὲ,“ ἔφη, „ἐὰν μή σε> φίλον κτήσωμαι.“

καὶ οὐδέπω λέγω τοὺς κατὰ τὴν διδασκαλίαν Ἰησοῦ πεποιωμένους καὶ ἀκούσαντας τοῦ „ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν καὶ προσεύχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων ὑμᾶς, ὅπως γένησθε υἱοὶ τοῦ πατρὸς ὑμῶν τοῦ ἐν τοῖς οὐρανοῖς, ὃς τὸν ἥλιον αὐτοῦ ἀνατέλλει ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους.“ καὶ ἐν τοῖς προφητικοῖς δὲ λόγοις ὁ δίκαιος τοιαῦτά φησι· „κύριε ὁ θεός μου, εἰ ἐποίησα τοῦτο. εἰ ἔστιν ἀδικία ἐν χερσί μου, εἰ ἀνταπέδωκα τοῖς ἀνταποδιδοῦσί μοι κακὰ, ἀποπέσοιμι ἄρα ἀπὸ τῶν ἐχθρῶν μου κενός· καταδιώξαι ἄρα ὁ ἐχθρὸς τὴν ψυχήν μου καὶ καταλάβοι, καὶ καταπατήσαι εἰς γῆν τὴν ζωήν μου,“

Ἀλλ᾿ οὐχ, ὡς οἴεται Κέλσος, βλάπτουσιν οἱ ἀληθῶς σατράπαι καὶ ὕπαρχοι καὶ στρατηγοὶ καὶ ἐπίτροποι τοῦ θεοῦ ἄγγελοι τοὺς ὑβρίζοντας· εἰ δέ τινες

769
βλάπτουσι δαίμονες, οὓς ἐφαντάσθη καὶ ὁ Κέλσος. βλάπτουσιν ὡς φαῦλοι καὶ μηδεμίαν σατραπείαν ἢ στρατηγίαν ἢ ἐπιτροπὴν τοῦ θεοῦ ἐγκεχειρισμένοι, καὶ βλάπτουσι τοὺς ὑποκειμένους αὐτοῖς καὶ ὑποτάξαντας ἑαυτοὺς ὡς δεσπόταις ἐκείνοις. τάχα γὰρ καὶ διὰ τοῦτο οἱ καθ᾿ ἕκαστον τόπον εἰς τὰ νενομισμένα βρώματα μὴ δεῖν ἐσθίεσθαι παρανομοῦντες, εἰ μὲν τῶν ὑπὸ τοὺς δαίμονας εἶεν ἐκείνους, βλάπτονται· εἰ δέ τινες τῶν οὐχ ὑπ᾿ ἐκείνους οὐδὲ αὑτοὺς ὑποτάξαντες τῷ τοῦ τόπου δαιμονίῳ, ἐλεύθεροι ἀπὸ τοῦ ὑπ᾿ ἐκείνων παθεῖν, μακρὰν χαίρειν εἰπόντες τοῖς τοιοισδὶ δαιμονίοις, ἄλλοις διὰ τὴν περὶ ἄλλα ἄγνοιαν ἑαυτοὺς ὑποτάξαντες, ὑπ᾿ ἐκείνων πάσχειν δύνανται, ἀλλ᾿ οὐ Χριστιανὸς, ὁ ἀληθῶς Χριστιανὸς καὶ ὑποτάξας ἑαυτὸν
201
μόνῳ τῷ θεῷ καὶ τῷ λόγῳ αὐτοῦ, πάθοι τι ἂν ὑπὸ τῶν δαιμονίων, ἅτε κρείττων δαιμόνων τυγχάνων· καὶ οὐ πάθοι γ᾿ ἂν, ἐπεὶ „παρεμβαλεῖ ἄγγελος κυρίου κύκλῳ τῶν φοβουμένων αὐτὸν καὶ
v.2.p.252
ῥύσεται αὐτοὺς,“ καὶ ὁ ἄγγελος αὐτοῦ „διὰ παντὸς“ βλέπων „τὸ πρόσωπον τοῦ“ „ἐν οὐρανοῖς“ „πατρὸς“ ἀεὶ τὰς εὐχὰς αὐτοῦ ἀναφέρει διὰ τοῦ μόνου ἀρχιερέως τῷ θεῷ τῶν ὅλων, καὶ αὐτὸς συνευχόμενος τῷ ὑπ᾿ αὐτοῦ ἐπιτροπευομένῳ. μὴ μορμολυττέσθω τοίνυν ἡμᾶς ὁ Κέλσος, ἀπειλῶν τὴν ἀπὸ τῶν δαιμόνων βλάβην ὑφ᾿ ἡμῶν ἀμελουμένων· οὐδὲν γὰρ ἡμῖν δαίμονες ἀμελούμενοι ποιεῖν ἂν δύναιντο, ἀνακειμένοις τῷ μόνῳ βοηθεῖν πᾶσι τοῖς ἀξίοις δυναμένῳ, ἐφιστάντι δ᾿ οὐδὲν ἧττον καὶ τοὺς ἰδίους ἀγγέλους τοῖς εἰς αὐτὸν εὐσεβοῦσιν, ἵνα μηδὲν οἱ ἐναντίοι ἄγγελοι μηδ᾿ ὁ τούτων „ἄρχων“ λεγόμενος „τοῦ αἰῶνος τούτου“ ἐνεργεῖν κατὰ τῶν ἀνακειμένων τῷ θεῷ δυνηθῇ.

Εἶτ᾿ ἐπιλαθόμενος ὅτι Χριστιανοῖς λαλεῖ, τοῖς μόνοις τῷ θεῷ διὰ τοῦ Ἰησοῦ εὐχομένοις, καὶ συμφύρων τὰ ἑτέρων καὶ ἀλόγως Χριστιανοῖς συνάπτων αὐτά φησιν· ἐὰν μὲν βαρβάρως αὐτοὺς ὀνομάζῃ τις, δύναμιν ἕξουσιν, ἐὰν δὲ Ἑλληνικῶς ἢ Ῥωμαϊκῶς, οὐκέτι. δεικνύτω γὰρ τίνα ἡμεῖς βαρβάρως ὀνομάζομεν ὡς καλοῦντες αὐτὸν ἐπὶ βοήθειαν, καὶ πειθέσθω μάτην καθ᾿ ἡμῶν ταῦτα εἰρηκέναι τὸν Κέλσον (ὁ) ἐφιστὰς ὅτι οἱ λοιποὶ τῶν Χριστιανῶν οὐδὲ τοῖς ἐν ταῖς θείαις γραφαῖς κειμένοις ὀνόμασι καὶ τεταγμένοις ἐπὶ τοῦ θεοῦ χρῶνται ἐν ταῖς εὐχαῖς· ἀλλ᾿ οἱ μὲν Ἕλληνες Ἑλληνικοῖς οἱ δὲ Ῥωμαῖοι Ῥωμαϊκοῖς, καὶ οὕτως ἕκαστος κατὰ τὴν ἑαυτοῦ διάλεκτον εὔχεται τῷ θεῷ καὶ ὑμνεῖ αὐτὸν ὡς δύναται· καὶ ὁ πάσης διαλέκτου κύριος τῶν ἀπὸ πάσης διαλέκτου εὐχομένων ἀκούει ὡς μιᾶς, ἵν᾿ οὕτως ὀνομάσω, φωνῆς τῆς κατὰ τὰ σημαινόμενα ἀκούων, δηλουμένης ἐκ τῶν ποικίλων διαλέκτων. οὐ γάρ

770
ἐστιν ὁ ἐπὶ πᾶσι θεὸς εἷς τις τῶν κεκληρωμένων διάλεκτόν τινα βάρβαρον ἢ Ἕλληνα καὶ μηκέτι τὰς λοιπὰς ἐπισταμένων ἢ μηκέτι τῶν ἐν ἄλλαις διαλέκτοις λεγόντων φροντίζειν.

v.2.p.253

Εἶτα μετὰ ταῦτα ἤτοι μηδενὸς ἀκούσας Χριστιανοῦ ἤ τινος ἀπὸ τῶν πολλῶν παρανόμου καὶ ἀπαιδεύτου φησὶ τοὺς Χριστιανοὺς λέγειν· ἰδοὺ παραστὰς τῷ ἀγάλματι τοῦ Διὸς ἢ Ἀπόλλωνος ἢ ὅτου δὴ θεοῦ βλασφημῶ καὶ ῥαπίζω, καὶ οὐδέν με ἀμύνεται. οὐχ ὁρῶν ὅτι ἐν τῇ θείᾳ νομοθεσίᾳ προστέτακται καὶ τὸ „θεοὺς οὐ κακολογήσεις,“ ἵνα μὴ ἐθίζηται ἡμῶν τὸ στόμα ὁντινοῦν κακολογεῖν, ἀκουόντων· „εὐλογεῖτε καὶ μὴ καταρᾶσθε“ καὶ

202
διδασκομένων ὅτι „οἱ λοίδοροι“ „βασιλείαν θεοῦ“ οὐ „κληρονομήσουσι.“ τίς δ᾿ οὕτως ἐν ἡμῖν ἠλίθιος. ὡς ταῦτα λέγειν καὶ μὴ ὁρᾶν ὅτι οὐδὲν δύναται τὸ τοιοῦτο πρὸς καθαίρεσιν τῆς περὶ τῶν νομιζομένων θεῶν ὑπολήψεως; ὅπου γε καὶ οἱ πάντῃ ἄθεοι καὶ τὴν πρόνοιαν ἀνελόντες καὶ σύστημα νομιζομένων φιλοσόφων διὰ τῶν μοχθηρῶν δογμάτων καὶ ἀσεβῶν γεννήσαντες οὔτ᾿ αὐτοί (τι) πεπόνθασιν ὧν οἱ πολλοὶ νομίζουσι κακῶν οὔθ᾿ οἱ τὰ ἐκείνων ἀσπασάμενοι δόγματα, ἀλλὰ γὰρ καὶ πλουτοῦσι καὶ ὑγιαίνουσι τὰ σώματα. εἰ δὲ βλάβην τις ζητεῖ ἐν ἐκείνοις, ὁράτω ὅτι ἀληθῶς εἰσιν οἱ βεβλαμμένοι. ποία γὰρ μείζων βλάβη τοῦ μὴ νοεῖν ἀπὸ τῆς τάξεως τοῦ κόσμου τὸν πεποιηκότα; ποία δὲ χείρων ταλαιπωρία τοῦ τετυφλῶσθαι τὸν νοῦν καὶ μὴ βλέπειν τὸν παντὸς νοῦ δημιουργὸν καὶ πατέρα;

Περιθεὶς δ᾿ ἡμῖν τοιούτους λόγους καὶ συκοφαντῶν Χριστιανοὺς, οὐ λέγοντας τὰ τοιαῦτα, ἑαυτῷ ἀπολογίαν πορίζειν νομίζει, παίγνιον μᾶλλον ἢ ἀπολογίαν τυγχάνουσαν, ἐν ᾗ φησιν ὡς πρὸς ἡμᾶς· οὐχ ὁρᾷς οὖν, ὦ βέλτιστε, ὅτι καὶ τὸν σὸν δαίμονα καταστάς τις οὐ βλασφημεῖ μόνον ἀλλὰ καὶ πάσης γῆς καὶ θαλάσσης ἐκκηρύττει καὶ σὲ τὸν καθωσιωμένον ὥσπερ ἄγαλμα αὐτῷ δήσας ἀπάγει καὶ ἀνασκολοπίζει· καὶ ὁ δαίμων ἢ, ὡς σὺ φῂς, ὁ τοῦ θεοῦ παῖς οὐδὲν αὐτὸν ἀμύνεται; χώραν δ᾿ εἶχεν ἡ ἀπολογία αὕτη, εἰ τοιούτοις λόγοις, ὁποίους

v.2.p.254
ἡμᾶς ἀνέγραψε λέγοντας, ἐχρώμεθα· καίτοι γε οὐδ᾿ οὕτως ἀληθῆ ἔλεγε, δαίμονα εἰπὼν τὸν υἱὸν τοῦ θεοῦ. κατὰ μὲν οὖν ἡμᾶς, τοὺς λέγοντας πάντας δαίμονας εἶναι φαύλους, οὐ δαίμων ὁ τοὺς τοσούσδε ἐπιστρέψας πρὸς τὸν θεὸν ἀλλὰ θεὸς λόγος καὶ θεοῦ παῖς· κατὰ δὲ Κέλσον, μηδὲν ἐμφήναντα περὶ φαύλων δαιμόνων οὐκ οἶδ᾿ ὅπως ἐπιλαθόμενον ἑαυτοῦ, δαίμων ὁ Ἰησοῦς εἴρηται. ὕστερον μέντοι γε τὰ λεγόμενα περὶ τῶν ἀσεβῶν φθάσει μετὰ πάντα τὰ φάρμακα,
771
ἅπερ οὐ προσήκαντο, ἐπὶ τοὺς καταλαμβανομένους ἐν τῇ, ὡς ἂν εἴποι τις, ἀνιάτῳ κακίᾳ.

Καὶ ἡμεῖς μὲν ὅ τι ποτὲ περὶ κολάσεως λέγοντες καὶ διὰ τῆς περὶ κολάσεως διδασκαλίας πολλοὺς ἀπὸ τῶν ἁμαρτημάτων ἐπιστρέφομεν· ὁ δὲ κατὰ τὸν Κέλσον ἱερεὺς τοῦ Ἀπόλλωνος ἢ τοῦ Διὸς οἷα ἀποκρίνεται, κατανοήσωμεν· ὀψὲ, φησὶ, θεῶν ἀλέουσι μύλοι, καὶ ἐς παίδων παῖδας, τοί κεν μετόπισθε γένωνται. ὅρα δὲ ὅσῳ τούτου βέλτιον τὸ „οὐκ ἀποθανοῦνται πατέρες ὑπὲρ τέκνων, οὐδὲ υἱοὶ ἀποθανοῦνται ὑπὲρ πατέρων· ἕκαστος τῇ ἁμαρτίᾳ ἑαυτοῦ ἀποθανεῖται“ καὶ τοῦτο „τοῦ φαγόντος τὸν ὄμφακα αἱμωδιάσουσιν οἱ ὀδόντες αὐτοῦ“ καὶ τὸ „υἱὸς οὐ λήψεται ἀδικίαν πατρὸς,

202
καὶ πατὴρ οὐ λήψεται ἀδικίαν υἱοῦ· δικαιοσύνη δικαίου ἐπ᾿ αὐτὸν ἔσται, καὶ ἀνομία ἀνόμου ἐπ᾿ αὐτὸν ἔσται.“ ἐὰν δέ τις ὅμοιον εἶναι λέγῃ τῷ ἐς παίδων παῖδας, τοί κεν μετόπισθε γένωνται τὸ „ἀποδιδοὺς ἁμαρτίας πατέρων ἐπὶ τέκνα ἐπὶ τρίτην καὶ τετάρτην γενεὰν τοῖς μισοῦσί (με),“ μαθέτω ὅτι ἐν τῷ Ἰεζεκιὴλ „παραβολὴ“ τὸ τοιοῦτον εἶναι λέλεκται, αἰτιωμένῳ τοὺς λέγοντας· „οἱ πατέρες ἔφαγον ὄμφακα, καὶ οἱ ὀδόντες τῶν τέκνων ᾑμωδίασαν,“ ᾧ ἐπιφέρεται· „ζῶ ἐγὼ, λέγει κύριος,“ „ἀλλ᾿ ἢ ἕκαστος τῇ ἑαυτοῦ ἁμαρτίᾳ
v.2.p.255
ἀποθανεῖται.“ οὐ κατὰ τὸν παρόντα δὲ καιρόν ἐστι διηγήσασθαι, τί σημαίνει ἡ περὶ τοῦ „(ἐπὶ) τρίτην καὶ τετάρτην γενεὰν“ ἀποδίδοσθαι τὰς „ἁμαρτίας“ παραβολή.

Εἶτα ὡς αἱ γρᾶες διαλοιδορούμενος ἡμῖν φησι· σὺ μὲν τὰ ἀγάλματα τούτων λοιδορῶν καταγελᾷς. ὡς αὐτόν γε τὸν Διόνυσον ἢ τὸν Ἡρακλέα παρόντα εἰ ἐλοιδόρησας, οὐκ ἂν ἴσως χαίρων ἀπήλλαξας· τὸν δὲ σὸν θεὸν παρόντα κατατείνοντες καὶ κολάζοντες οὐδὲν οἱ ταῦτα δράσαντες πεπόνθασιν ἀλλ᾿ οὐδὲ μετὰ ταῦτα ἐν τοσούτῳ βίῳ. τί καινὸν ἐξ ἐκείνου γέγονε τῷ πιστεύσαντι ἂν ὡς οὐκ ἦν ἐκεῖνος ἄνθρωπος γόης ἀλλὰ θεοῦ παῖς; καὶ ὁ πέμψας ἄρα τὸν υἱὸν ἀγγελμάτων τινῶν εἵνεκα οὕτως ὠμῶς κολασθέντα, ὡς συνδιαφθεῖραι καὶ τὰ ἀγγέλματα, περιεῖδε καὶ τοσούτου χρόνου διελθόντος οὐκ ἐπεστράφη. τίς οὕτως ἀνόσιος πατήρ; ἐκεῖνος μὲν οὖν τυχὸν ἐβούλετο, ὡς φῂς, διὰ τοῦτο περιϋβρίζετο. οἵδε δὲ, οὓς σὺ βλασφημεῖς, ἐνῆν μὲν εἰπεῖν ὅτι καὶ αὐτοὶ βούλονται καὶ διὰ τοῦτ᾿ ἀνέχονται βλασφημούμενοι· τὰ γὰρ ἴσα τοῖς ἴσοις παραβαλεῖν κράτιστον· ἀλλ᾿ οὗτοί γε καὶ σφόδρα ἀμύνονται τὸν βλασφημοῦντα,

772
ἤτοι φεύγοντα διὰ τοῦτο καὶ κρυπτόμενον ἢ ἁλισκόμενον καὶ ἀπολλύμενον.

v.2.p.256

καὶ πρὸς ταῦτα δ᾿ εἴποιμ᾿ ἂν ὅτι ἡμεῖς οὐδενὶ λοιδορούμεθα, πειθόμενοι ὅτι „λοίδοροι“ „βασιλείαν θεοῦ“ οὐ „κληρονομήσουσι,“ καὶ ἀναγινώσκοντες τὸ „εὐλογεῖτε τοὺς καταρωμένους ὑμῖν“ (καὶ) „εὐλογεῖτε καὶ μὴ καταρᾶσθε.“ εἰδότες δὲ καὶ τὸ „λοιδορούμενοι εὐλογοῦμεν.“ καὶ εἴπερ τὸ λοιδορεῖν λόγον τινὰ ἔχει ἀμυντικὸν τοῦ δοκοῦντος ἠδικῆσθαι, καὶ οὐδὲ τοῦτον ἐπιτρέπει ἡμῖν ὁ τοῦ θεοῦ λόγος· πόσῳ πλέον, ἔνθα πολλὴν ἠλιθιότητα ἐμφαίνει τὸ λοιδορεῖν, οὐ χρὴ λοιδορεῖν; ἐπ᾿ ἴσης δὲ ἠλίθιον τὸ λοιδορεῖσθαι λίθῳ ἢ χρυσῷ ἢ ἀργύρῳ, τοῖς μεμορφωμένοις εἰς τὴν νενομισμένην τοῖς μακρὰν θειότητος τυγχάνουσι θεῶν μορφήν. οὕτω δὲ οὐδὲ καταγελῶμεν τῶν ἀψύχων ξοάνων ἀλλ᾿ εἰ ἄρα τῶν προσκυνούντων αὐτοῖς. ἀλλ᾿ οὐδ᾿, ἂν ὦσί τινες δαίμονες ἐνιδρυμένοι τισὶν ἀγάλμασι, καὶ νομίζηται ὁ μέν τις αὐτῶν εἶναι Διόνυσος ὁ δ᾿ Ἡρακλῆς, οὐδὲ τούτοις λοιδορούμεθα·

203
μάταιον γὰρ τὸ τοιοῦτον καὶ οὐδαμῶς κατὰ τὸν πρᾷον καὶ εἰρηναῖον καὶ γαληνὸν τὴν ψυχὴν καὶ μαθόντα ὅτι οὐδὲ διὰ τὴν κακίαν δεῖ τινι λοιδορεῖσθαι, εἴτ᾿ ἀνθρώπῳ εἴτε δαίμονι.

Οὐκ οἶδα δ᾿ ὅπως ὁ Κέλσος ἄκων ἐνέπεσεν εἰς τὸ, οὓς πρὸ βραχέος ὕμνησε δαίμονας ἢ θεοὺς, νῦν τῷ ἔργῳ ἀποδεικνύναι φαυλοτάτους εἶναι καὶ τιμωρουμένους μᾶλλον ἀμυντικῶς ἤπερ κολάζοντας διορθωτικῶς, ἐπὰν αὐτοῖς λοιδορῆταί τις. φησὶ γάρ· ὡς αὐτόν γε τὸν Διόνυσον ἢ τὸν Ἡρακλέα παρόντα εἰ ἐλοιδόρησας, οὐκ ἂν ἴσως χαίρων ἀπήλλαξας. πῶς δὲ καὶ ἀκούει τι οὐ παρὼν, ὁ βουλόμενος παραστησάτω, καὶ διὰ τί ποτὲ μὲν πάρεστι ποτὲ δὲ οὐ πάρεστι, καὶ τίς ἡ πραγματεία τοῖς δαίμοσι τῆς μεταναστάσεως ἀπὸ τόπου εἰς τόπον.

ἑξῆς δὲ τούτοις λέγει, οἰόμενος τὸ κατατεινόμενον καὶ κολζόμενον σῶμα τοῦ Ἰησοῦ καὶ οὐ τὴν ἐν αὐτῷ θειότητα θεὸν ἡμᾶς λέγειν καὶ, ὅτε κατετείνετο καὶ ἐκολάζετο, θεὸν νενομίσθαι, ὅτι τὸν δὲ σὸν θεὸν παρόντα κατατείνοντες καὶ κολάζοντες οὐδὲν οἱ ταῦτα δράσαντες πεπόνθασι. πλείονα δὲ περὶ ὧν

v.2.p.257
πέπονθεν ἀνθρωπίνων ἐν τοῖς ἀνωτέρω εἰπόντες νῦν ἑκόντες παραπέμπομεν τὸν λόγον. ἵνα μὴ δοκῶμεν παλιλλογεῖν. ἐπεὶ δέ φησι μηδὲ μετὰ ταῦτα ἐν τοσούτῳ βίῳ πεπονθέναι τι τούτους τὸν Ἰησοῦν κολάσαντας, δείξομεν αὐτῷ καὶ πᾶσι τοῖς βουλομένοις μαθεῖν ὅτι ἡ πόλις. ἐν ᾗ ὁ τῶν Ἰουδαίων λεὼς ἠξίωσε τὸν Ἰησοῦν σταυρωθῆναι λέγων· „σταύρου. σταύρου αὐτὸν“ (προὐτιμήσαντο (γὰρ) τὸν λῃστὴν „διὰ στάσιν καὶ φόνον“ βληθέντα „εἰς φυλακὴν“ ἀπολυθῆναι τοῦτον. „τὸν δὲ Ἰησοῦν“ „διὰ φθόνον“ παραδοθέντα (σταυρωθῆναι)). μετ᾿ οὐ πολὺ ἐξεπολεμήθη καὶ ἐπὶ τοσοῦτον ἐπολιορκήθη
773
χρόνῳ πλείονι, ὥστ᾿ ἐκ βάθρων αὐτὴν ἀνάστατον γενέσθαι καὶ ἐρημωθῆναι. ἀναξίους κρίνοντος τοὺς τὸν τόπον ἐκεῖνον οἰκοῦντας τοῦ θεοῦ τῆς κοινοτέρας ζωῆς. καὶ φειδόμενός γε αὐτῶν, ἵνα παραδόξως εἴπω, καὶ ὁρῶν ἀνιάτως ἔχοντας πρὸς τὴν ἐπὶ τὸ κρεῖττον μεταβολὴν καὶ ὁσημέραι αὔξοντας ἐν τῇ τῆς κακίας χύσει παρέδωκεν αὐτοὺς τοῖς πολεμοῦσι. καὶ ταῦτα γέγονε διὰ τὸ ἐκχυθὲν αἷμα τοῦ Ἰησοῦ κατὰ τὴν ἐπιβουλὴν αὐτῶν ἐπὶ τὴν γῆν αὐτῶν, μηκέτι δυναμένην χωρεῖν τοὺς τὸ τηλικοῦτον ἄγος κατὰ τοῦ Ἰησοῦ τολμήσαντας.

Καινὸν οὖν γέγονεν, ἐξ οὗ πέπονθε χρόνου ὁ Ἰησοῦς, κἀκεῖνο, λέγω δὲ τὸ κατὰ τὴν πόλιν καὶ πᾶν τὸ κατὰ τὸ ἔθνος καὶ τὸ κατὰ τὴν ἀθρόαν γένεσιν ἔθνους Χριστιανῶν ὡσπερεὶ τεχθέντος εἰσάπαξ· καινὸν δὲ καὶ τὸ τοὺς ξένους „τῶν διαθηκῶν“ τοῦ θεοῦ καὶ ἀλλοτρίους τῶν ἐπαγγελιῶν τοὺς μακρὰν τῆς ἀληθείας

203
δυνάμει τινὶ θείᾳ παραδέχεσθαι αὐτήν. ταῦτα δὲ οὐκ ἀνθρώπου γόητος ἦν ἀλλ᾿ ἔργα θεοῦ, πέμψαντος τῶν αὑτοῦ ἀγγελμάτων ἕνεκα τὸν αὑτοῦ ἐν τῷ Ἰησοῦ λόγον, (οὕτως) ὠμῶς κολασθέντι, ὡς τὴν ὠμότητα κατηγορεῖσθαι τῶν ἀδίκως αὐτὸν κολασάντων, καὶ ἀνδρειότατα ὑπομείναντα καὶ μετὰ πάσης. πρᾳότητος· οὐ διέφθειρε
v.2.p.258
δὲ ἡ κόλασις αὐτοῦ τὰ τοῦ θεοῦ ἀγγέλματα ἀλλ᾿, εἰ δεῖ ουτως ὀνομάσαι, εἰς γνῶσιν αὐτὰ ἤγαγεν· ὡς καὶ αὐτὸς ἐδίδαξεν ὁ Ἰησοῦς λέγων· „ἐὰν μὴ ὁ κόκκος τοῦ σίτου πεσὼν εἰς τὴν γῆν ἀποθάνῃ, αὐτὸς μόνος μένει· ἐὰν δὲ ἀποθάνῃ, πολὺν καρπὸν φέρει.“ ἀποθανὼν οὖν „ὁ κόκκος τοῦ σίτου“ Ἰησοῦς „πολὺν καρπὸν“ ἤνεγκε, καὶ ἀεὶ ὁ πατὴρ προνοεῖ τῶν ἐκ τοῦ θανάτου τοῦ κόκκου „τοῦ σίτου“ γεγενημένων καὶ γινομένων ἔτι καὶ ἐσομένων καρπῶν. ὅσιος οὖν πατὴρ ὁ τοῦ Ἰησοῦ πατὴρ, „τοῦ ἰδίου“ μὴ φεισάμενος „υἱοῦ“ „ἀλλ᾿ ὑπὲρ ἡμῶν πάντων“ παραδοὺς „αὐτὸν“ ἀμνὸν ὄντα ἑαυτοῦ. ἵν᾿ ἄρῃ „τὴν ἁμαρτίαν τοῦ κόσμου“ ὁ ὑπὲρ παντὸς αὐτοῦ ἀποθνῄσκων „ἀμνὸς θεοῦ“· δι᾿ ὃν οὐκ ἀναγκαζόμενος ἀλλ᾿ ἑκὼν ὑπέμεινε τὰ ἀπὸ τῶν ὑβριστῶν αὐτῷ προσαγόμενα.

εἶτα μετὰ ταῦτα ὁ Κέλσος, ἐπαναλαμβάνων τὸν πρὸς τοὺς βλασφημοῦντας τὰ ἀγάλματα λόγον, φησίν· οἵδε δὲ, οὓς σὺ βλασφημεῖς, ἐνῆν μὲν εἰπεῖν ὅτι καὶ αὐτοὶ βούλονται (καὶ) διὰ τοῦτ᾿ ἀνέχονται βλασφημούμενοι· τὰ γὰρ ἴσα τοῖς ἴσοις παραβαλεῖν κράτιστον· ἀλλ᾿ οὗτοί γε καὶ σφόδρα ἀμύνονται τὸν βλασφημοῦντα, ἤτοι γε φεύγοντα διὰ τοῦτο καὶ κρυπτόμενον ἢ ἁλισκόμενον καὶ ἀπολλύμενον. οὐ βλασφημοῦντας ουν ἀλλ᾿ ἀπελαύνοντας ἀπὸ τῶν ξοάνων καὶ τῶν ἀνθρωπίνων σωμάτων καὶ ψυχῶν Χριστιανοὺς ἀμύνεσθαι νομίζουσιν οἱ δαίμονες. μὴ νοῶν γὰρ τὸ γινόμενον ἀλη

774
θές τι κατὰ τὸν τόπον ὁ Κέλσος εἴρηκεν· ἀληθὲς γὰρ τὸ φαύλων δαιμόνων πληρουμένας τὰς τῶν καταδικαζόντων Χριστιανοὺς ψυχὰς καὶ τῶν προδιδόντων καὶ τῶν εὐδοκούντων Χριστιανοῖς προσπολεμεῖν.

Ἀλλ᾿ ἐπεὶ αἱ ψυχαὶ τῶν διὰ χριστιανισμὸν ἀποθνῃσκόντων δι᾿ εὐσέβειαν μετ᾿ εὐκλείας ἀπαλλαττόμεναι τοῦ σώματος καθῄρουν τὴν δύναμιν τῶν δαιμόνων καὶ ἀτονωτέραν αὐτῶν ἐποίουν τὴν κατὰ τῶν ἀνθρώπων ἐπιβουλὴν, διὰ τοῦτο οἶμαι τῇ πείρᾳ μαθόντες οἱ δαίμονες ἑαυτοὺς ἡττωμένους καὶ κρατουμένους ὑπὸ τῶν μαρτύρων τῆς ἀληθείας ἐφοβήθησαν πάλιν ἥκειν ἐπὶ τὸ ἀμύνεσθαι· καὶ οὕτως, ἕως ἐπιλάθωνται ὧν πεπόνθασι πόνων, εἰκὸς εἶναι τὴν

v.2.p.259
τοῦ κόσμου πρὸς Χριστιανοὺς εἰρήνην. ἐπὰν δὲ συλλέξωνται τὴν δύναμιν καὶ ὑπὸ τῆς κακίας τυφλούμενοι πάλιν ἀμύνεσθαι θέλωσι
215
καὶ Χριστιανοὺς διώκειν, πάλιν καθαιρεθήσονται· καὶ τότε πάλιν αἱ ψυχαὶ τῶν εὐσεβούντων καὶ δι᾿ εὐσέβειαν ἀποδυομένων τὰ σώματα καθελοῦσι τὸ τοῦ πονηροῦ στρατόπεδον.

ἐγὼ δ᾿ οἶμαι ὅτι αἰσθόμενοι οἱ δαίμονες ὅτι οἱ μὲν νικῶντες καὶ δι᾿ εὐσέβειαν ἀποθνῄσκοντες καθαιροῦσιν αὐτῶν τὴν δυναστείαν οἱ δὲ διὰ τοὺς πόνους ἡττώμενοι καὶ τὴν θεοσέβειαν ἀρνούμενοι ὑποχείριοι ἐκείνοις γίνονται, ἔσθ᾿ ὅτε προσφιλονεικοῦσι τοῖς παραδιδομένοις Χριστιανοῖς, ὡς κολαζόμενοι μὲν ὑπὸ τῆς ὁμολογίας αὐτῶν ἀναπαυόμενοι δὲ ἐπὶ τῇ ἀρνήσει αὐτῶν. καὶ ἔστιν γε τούτων ἴχνη θεάσασθαι καὶ ἐν τοῖς δικασταῖς, κολαζομένοις μὲν ὑπὸ τοῖς ὑπομένουσι τὰς αἰκίας καὶ τὰς βασάνους γαυρουμένοις δὲ, ὅταν Χριστιανὸς ἡττηθῇ. καὶ γὰρ οὐδὲ διὰ δοκοῦσαν αὐτοῖς φιλανθρωπίαν ταῦτα ποιοῦσι, σαφῶς ὁρῶντες ὅτι „ἡ“ μὲν „γλῶσσα“ τῶν νικωμένων ὑπὸ πόνου ὀμώμοκεν, „ἡ δὲ φρήν“ ἐστιν „ἀνώμοτος“ καὶ ταῦτα δ᾿ εἰς τὸ ἀλλ᾿ οὗτοί γε καὶ σφόδρα ἀμύνονται τὸν βλασφημοῦντα, ἤτοι φεύγοντα διὰ τοῦτο καὶ κρυπτόμενον ἢ ἁλισκόμενον καὶ ἀπολλύμενον. κἂν φεύγῃ δέ τις Χριστιανὸς, οὐ διὰ δειλίαν φεύγει. ἀλλὰ τηρῶν ἐντολὴν τοῦ διδασκάλου καὶ ἑαυτὸν φυλάττων καθαρὸν ἑτέρων ὠφεληθησομένων σωτηρίᾳ.

Ἴδωμεν δὲ καὶ τὰ ἑξῆς οὕτως ἔχοντα· τί δεῖ καταλέγειν ὅσα ἐκ χρηστηρίων τοῦτο μὲν προφῆται καὶ προφήτιδες τοῦτο δὲ ἄλλοι κάτοχοι καὶ ἄνδρες καὶ γυναῖκες ἐνθέῳ φωνῇ προεῖπον; ὅσα δὲ ἐξ ἀδύτων αὐτῶν ἠκούσθησαν θαυμάσια; ὅσα δὲ ἐξ ἱερείων καὶ θυμάτων τοῖς χρωμένοις ἐδηλώθη, ὅσα δ᾿ ἐξ ἄλλων τεραστίων συμβόλων; τοῖς δ᾿ ἐναργῆ παρέστη φάσματα. μεστὸς τούτων ὁ πᾶς ἐστι βίος. πόσαι μὲν πόλεις ἐκ χρηστηρίων ὠρθώθησαν καὶ νόσους ἀπέθεντο καὶ λιμοὺς, πόσαι δ᾿ ἀμελήσασαι τούτων ἢ

775
ἐκλαθόμεναι
v.2.p.260
κακῶς ἐφθάρησαν; πόσαι δ᾿ εἰς ἀποικίαν ἐστάλησαν καὶ μετελθοῦσαι τὰ προσταχθέντα εὐδαιμόνησαν; πόσοι δυνάσται πόσοι δ᾿ ἰδιῶται παρὰ τοῦτο ἄμεινον ἢ χεῖρον ἀπήλλαξαν; πόσοι μὲν ἀπαιδίας δυσφοροῦντες ὧν ἐδεήθησαν σχόντες [πόσοι] δαιμόνων μῆνιν διέφυγον; πόσοι σωμάτων πηρώσεις ἰάθησαν; πόσοι δ᾿ αὖ πρὸς τοῖς ἱεροῖς ὑβρίσαντες αὐτίκα ἑάλωσαν, οἱ μὲν ἔκφρονες αὐτοῦ ταύτῃ κρατηθέντες οἱ δὲ καὶ ἐξαγγείλαντες (ἃ) ἔδρασαν οἱ δὲ σφᾶς αὐτοὺς διειργασμένοι οἱ δὲ νόσοις ἀνηκέστοις ἐνδεθέντες; ἤδη δὲ καὶ ἐξ αὐτῶν ἀδύτων φωνὴ βαρεῖα καθεῖλέν τινας. καὶ οὐκ οἶδ᾿ ὅπως ταῦτα ὡς ἐναργῆ ὁ Κέλσος προφέρεται καὶ τὰ παρ᾿ ἡμῖν ἀναγεγραμμένα τεράστια. εἴτ᾿ Ἰουδαϊκὰ εἴτε καὶ περὶ τοῦ Ἰησοῦ καὶ τῶν μαθητῶν αὐτοῦ, μύθους εἶναι νενόμικε. τί γὰρ οὐχὶ τὰ μὲν ἡμέτερά ἐστιν ἀληθῆ, ἃ (δὲ) λέγει Κέλσος ἀναπλάσματα μυθικά; οἷς οὐδ᾿ Ἑλλήνων φιλόσοφοι αἱρέσεις πεπιστεύκασιν, ὥσπερ ἡ Δημοκρίτου καὶ ἡ Ἐπικούρου καὶ ἡ Ἀριστοτέλους, τάχα ἂν πεπιστευκυῖαι διὰ τὴν
215
ἐνάργειαν τοῖς ἡμετέροις, εἰ παρατετεύχεισαν Μωϋσεῖ ἤ τινι τῶν τὰ παράδοξα ποιησάντων προφητῶν ἢ καὶ αὐτῷ τῷ Ἰησοῦ.

v.2.p.261

Ἡ μὲν Πυθία ἱστόρηται ὅτι καὶ νοθευθεῖσα ἔχρησέ ποτε· οἱ δὲ παρ᾿ ἡμῖν προφῆται οὐ μόνον ὑπὸ τῶν κατ᾿ αὐτοὺς ἐθαυμάσθησαν διὰ τὴν ἐνάργειαν τῶν λεγομένων ὑπ᾿ αὐτῶν ἀλλὰ καὶ ἐν τοῖς ἑξῆς χρόνοις. ἐκ γὰρ ὧν ἔχρησαν οἱ προφῆται καὶ πόλεις ὠρθώθησαν καὶ ἄνθρωποι ὑγιάσθησαν καὶ λιμοὶ ἐπαύσαντο. ἀλλὰ καὶ εἰς ἀποικίαν σαφῶς τὴν ἀπ᾿ Αἰγύπτου εἰς τὴν Παλαιστίνην κατὰ χρησμοὺς ἐλήλυθεν ὅλον τὸ Ἰουδαίων ἔθνος· ὅπερ μετελθὸν μὲν τὰ προσταχθέντα ὑπὸ τοῦ θεοῦ εὐδαιμόνησε σφαλὲν δὲ μετέγνω. τί δὲ δεῖ λέγειν ὅσοι δυνάσται καὶ ὅσοι ἰδιῶται κατὰ τὰς ἱστορίας τῆς γραφῆς ἄμεινον ἢ χεῖρον προσέχοντες ταῖς προφητείαις ἢ ἀμελήσαντες ἀπήλλαξαν;

εἰ δὲ καὶ περὶ ἀπαιδίας δεῖ λέγειν, ἐφ᾿ ᾗ δυσφοροῦντές τινες γεγόνασι πατέρες ἢ μητέρες, τὰς περὶ τούτου εὐχὰς ἀναπέμψαντες τῷ τῶν ὅλων δημιουργῷ, ἀναγνώτω τις τὰ περὶ τοῦ Ἀβραὰμ καὶ τῆς Σάῤῥας, ἐξ ὧν γέγονεν Ἰσαὰκ ἤδη γεγηρακότων. ὁ παντὸς τοῦ Ἰουδαίων ἔθνους πατὴρ καὶ ἑτέρων παρὰ τούτους. ἀναγνώτω δὲ καὶ τὰ περὶ Ἰεζεκίου, οὐ μόνον ἀπαλλαγὴν νόσου λαβόντος κατὰ τὰς Ἡσαΐου προφητείας ἀλλὰ καὶ τεθαῤῥηκότως εἰπόντος τό· „ἀπὸ γὰρ τοῦ νῦν παιδία ποιήσω. ἃ ἀναγγελεῖ τὴν δικαιοσύνην σου.“

776
καὶ ἐν τῇ τετάρτῃ δὲ τῶν Βασιλειῶν ἡ ὑποδεξαμένη τὸν Ἐλισσαῖον, χάριτι θεοῦ προφητεύσαντα περὶ γενέσεως παιδὸς, κατὰ τὰς εὐχὰς τοῦ Ἐλισσαίου γέγονε μήτηρ. ἀλλὰ καὶ πηρώσεις ἰάθησαν μυρίαι ὑπὸ τοῦ Ἰησοῦ. καὶ ἄλλοι πρὸς τῷ ἐν Ἱεροσολύμοις ἱερῷ τολμήσαντες ὑβρίσαι τὴν Ἰουδαϊκὴν θρησκείαν πεπόνθασι τὰ ἀναγεγραμμένα ἐν τοῖς Μακκαβαϊκοῖς.

Ἀλλ᾿ ἐροῦσιν Ἕλληνες ταῦτα μύθους. καίτοι γε μαρτυρούμενα ὡς ἀληθῆ ὑπὸ ὅλων δύο ἐθνῶν. τί δὲ οὐχὶ μᾶλλον τὰ

v.2.p.262
Ἑλλήνων μῦθοι η ταῦτα; εἰ δὲ καὶ ὁμόσε τις χωρήσας τῷ λόγῳ. ἵνα μὴ δόξῃ ἀποκληρωτικῶς τὰ μὲν σφέτερα παραδέχεσθαι τοῖς δ᾿ ἀλλοτρίοις ἀπιστεῖν, φήσαι καὶ τὰ Ἑλλήνων ὑπό τινων γεγονέναι δαιμόνων καὶ τὰ Ἰουδαίων ἤτοι ὑπὸ τοῦ θεοῦ διὰ τῶν προφητῶν ἢ ὑπὸ τῶν ἀγγέλων ἢ ὑπὸ τοῦ θεοῦ διὰ τῶν ἀγγέλων, καὶ τὰ Χριστιανῶν δὲ ὑπὸ τοῦ Ἰησοῦ καὶ τῆς ἐν τοῖς ἀποστόλοις δυνάμεως αὐτοῦ· φέρ᾿ ἅπαντα παραθῶμεν ἀλλήλοις καὶ τὸ τέλος ἴδωμεν τοῦ βουλήματος τῶν ἐνεργησάντων καὶ τὴν ἀπὸ τούτου ὠφέλειαν ἢ βλάβην ἢ οὐδέτερα τῶν τὰς νομιζομένας εὐεργεσίας πεπονθότων, εἰ μὴ φιλόσοφον μὲν ὄψεται τὸ πάλαι Ἰουδαίων ἔθνος, πρὶν ἐξυβρίσωσιν εἰς τὸ θεῖον, ὑφ᾿ οὗ διὰ τὴν πολλὴν κακίαν ἐγκατελείφθησαν, παραδόξως δὲ συστάντας Χριστιανοὺς κατὰ τὴν ἀρχὴν μάλιστα ὑπὸ τῶν τεραστίων ἤπερ τῶν προτρεπτικῶν λόγων προσαγομένους τῷ καταλιπεῖν μὲν τὰ πάτρια αἱρεῖσθαι δὲ τὰ τῶν πατρίων ἀλλότρια. καὶ γὰρ, εἰ χρὴ καὶ τῷ εἰκότι χρῆσθαι λόγῳ περὶ τῆς ἀρχῆθεν Χριστιανῶν συστάσεως, φήσομεν ὅτι οὐ πιθανὸν οὔτε τοὺς Ἰησοῦ ἀποστόλους, ἄνδρας ἀγραμμάτους καὶ ἰδιώτας, ἄλλῳ τινὶ τεθαῤῥηκέναι πρὸς τὸ καταγγεῖλαι τοῖς ἀνθρώποις χριστιανισμὸν ἢ τῇ δοθείσῃ αὐτοῖς δυνάμει καὶ τῇ ἐν τῷ λόγῳ εἰς τὰ δηλούμενα πράγματα χάριτι, ἀλλ᾿ οὐδὲ τοὺς ἀκροωμένους αὐτῶν
204
μετατεθεῖσθαι ἐκ πατρίων πολυχρονίων ἐθῶν, μὴ ἀξιολόγου τινὸς δυνάμεως αὐτοὺς καὶ τεραστίων πραγμάτων μετακινησάντων ἐπὶ τὰ οὕτως ξένα καὶ ἀλλότρια τῶν συντρόφων αὐτοῖς δογμάτων.

Εἶτ᾿ οὐκ οἶδ᾿ ὅπως ὁ Κέλσος τὴν προθυμίαν τῶν μέχρι θανάτου ἀγωνιζομένων ὑπὲρ τοῦ μὴ ἐξομόσασθαι χριστιανιασμὸν παρατιθέμενος ἐπιφέρει ὡσπερεὶ ἐξισῶν τὰ ἡμέτερα τοῖς ὑπὸ τῶν τελεστῶν καὶ μυσταγωγῶν λεγομένοις καί φησι· μάλιστα μὲν, ὦ βέλτιστε, ὥσπερ σὺ κολάσεις αἰωνίους νομίζεις, οὕτως καὶ

v.2.p.263
οἱ τῶν ἱερῶν ἐκείνων ἐξηγηταὶ τελεσταί τε καὶ
777
μυσταγωγοί· ἃς σὺ μὲν τοῖς ἄλλοις ἀπειλεῖς, ἐκεῖνοι δὲ σοί. πότερα γὰρ αὐτῶν ἀληθέστερα ἢ ἐπικρατέστερα, ἔξεστι σκοπεῖν. λόγῳ μὲν γὰρ ἐξ ἴσου περὶ τῶν σφετέρων σφίσιν ἑκάτεροι διαβεβαιοῦσθε· τεκμηρίων δὲ εἰ δέοι. πολλὰ ἐκεῖνοι καὶ ἐναργῆ δεικνύουσιν ἔργα τε δαιμονίων τινῶν δυνάμεων καὶ χρηστηρίων καὶ ἐκ παντοδαπῶν μαντείων προκομίζοντες.

οὐκοῦν διὰ τούτων τὰς αἰωνίους κολάσεις ἐπ᾿ ἴσης βούλεται καὶ ἡμᾶς λέγειν καὶ τοὺς τελεστὰς καὶ ἐξετάζειν, ὁπότεροι μᾶλλον ἀληθεύουσιν. εἴποιμι δ᾿ ἂν ἀληθεύειν τοὺς δυνηθέντας διαθεῖναι τοὺς ἀκροατὰς τῶν λεγομένων οὕτως βιοῦντας, ὡς τούτων οὕτως ἐχόντων. διατίθενται Ἰουδαῖοι καὶ Χριστιανοὶ περὶ τοῦ ὑπ᾿ αὐτῶν καλουμένου μέλλοντος αἰῶνος καὶ τῶν ἐν αὐτῷ γερῶν μὲν ἐπὶ τοὺς δικαίους κολάσεων δὲ ἐπὶ τοὺς ἁμαρτωλούς. δεικνύτω οὖν καὶ Κέλσος ἢ ὁ βουλόμενος, τίνες διετέθησαν περὶ αἰωνίων κολάσεων ὑπὸ τῶν τελεστῶν καὶ μυσταγωγῶν. εἰκὸς γάρ ἐστι τὸ βούλημα τοῦ πατρὸς τῶν λεγομένων εἶναι οὐ τὸ ἀφοσιοῦσθαι μόνον καὶ εἰπεῖν περὶ κολάσεων ἀλλὰ τὸ διαθεῖναι τοὺς ἀκούοντας πρὸς τὸ ὅση δύναμις φυλάξασθαι τὰ τῶν κολάσεων αἴτια αὐτοὺς ἐργάσασθαι. ἀλλὰ καὶ αἱ προφητεῖαι τοῖς μὴ παρέργως ἐντυγχάνουσι τῇ ἐν αὐταῖς προγνώσει ἱκαναί μοι εἶναι δοκοῦσι πρὸς τὸ πεῖσαι τὸν συνετῶς ἅμα καὶ εὐγνωμόνως ἀναγινώσκοντα ὅτι θεοῦ πνεῦμα ἦν ἐν τοῖς ἀνδράσιν ἐκείνοις· αἷς οὐδὲν τῶν δεικνυμένων ἔργων δαιμονίων οὐδὲ τῶν ἐκ χρηστηρίων δυνάμεων οὐδὲ τῶν μαντειῶν κἂν ἐπὶ ποσὸν παραβάλλεσθαι δύναται.

Ἴδωμεν δὲ καὶ τὰ ἑξῆς οὕτως λεγόμενα ὑπὸ τοῦ Κέλσου πρὸς ἡμᾶς· ἔτι δὲ πῶς οὐκ ἄτοπα ὑμῶν ταῦτα, τὸ μὲν σῶμα ποθεῖν καὶ ἐλπίζειν ὅτι αὐτὸ τοῦτο ἀναστήσεται ὡς οὐδὲν

v.2.p.264
ἡμῖν τούτου κρεῖττον οὐδὲ τιμιώτερον, πάλιν δ᾿ αὐτὸ ῥίπτειν εἰς κολάσεις ὡς ἄτιμον; ἀλλὰ τοῖς μὲν τοῦτο πειθομένοις καὶ τῷ σώματι συντετηκόσιν οὐκ ἄξιον τοῦτο διαλέγεσθαι· οὗτοι γάρ εἰσιν οἱ καὶ τὰ ἄλλα ἄγροικοι καὶ ἀκάθαρτοι καὶ χωρὶς λόγου τῇ στάσει συννοσοῦντες· τοῖς μήν γε τὴν ψυχὴν ἢ τὸν νοῦν (εἴτε πνευματικὸν τοῦτον ἐθέλουσι καλεῖν εἴτε πνεῦμα νοερὸν ἅγιον καὶ μακάριον εἴτε ψυχὴν ζῶσαν εἴτε θείας καὶ ἀσωμάτου φύσεως ἔκγονον ὑπερουράνιόν τε καὶ ἄφθαρτον εἴθ᾿ ὅ τι καὶ ὅ τι χαίρουσιν ὀνομάζοντες), τοῖς τοῦτο ἐλπίζουσιν ἕξειν αἰώνιον σὺν θεῷ, τούτοις διαλέξομαι. τοῦτο μέν γε ὀρθῶς νομίζουσιν, ὡς οἱ
778
μὲν εὖ βιώσαντες εὐδαιμονήσουσιν, οἱ δὲ ἄδικοι πάμπαν αἰωνίοις κακοῖς συνέξονται· καὶ τούτου δὲ τοῦ δόγματος μή
204
θ᾿ οὗτοι μήτ᾿ ἄλλος ἀνθρώπων μηδείς ποτε ἀποστῇ † ἀποτείνοντες.

περὶ ἀναστάσεως δὴ εἰ καὶ αὐτὸς ἤδη πολλάκις ὀνειδίζει, ἀλλ᾿ ἡμεῖς τὸ κατὰ τὸν τόπον ἡμῖν φανὲν εὔλογον, (ὡς) οἷόν τ᾿ ἦν, παραστήσαντες οὐ μέλλομεν πρὸς ἓν ἔγκλημα πολλάκις λεγόμενον πολλάκις ἀπολογεῖσθαι. συκοφαντεῖ δ᾿ ἡμᾶς ὁ Κέλσος ὡς οὐδὲν τοῦ

v.2.p.265
σώματος κρεῖττον οὐδὲ τιμιώτερον ἐν τῇ συστάσει ἡμῶν ἡγουμένους· ψυχὴν γὰρ παντὸς σώματος καὶ μάλιστα τὴν λογικήν φαμεν εἶναι πρᾶγμα τιμιώτερον, εἰ καὶ τὸ „κατ᾿ εἰκόνα τοῦ κτίσαντος“ ψυχὴ μὲν χωρεῖ οὐδαμῶς δὲ τὸ σῶμα. οὐδὲ γὰρ καθ᾿ ἡμᾶς σῶμα ὁ θεός· ἵνα μὴ περιπέσωμεν οἷς περιπίπτουσιν ἀτόποις οἱ τὰ Ζήνωνος καὶ Χρυσίππου φιλοσοφοῦντες.