Contra Celsum

Origen

Origenes. Origenes Werke Vol 1-2. Koetschau, Paul, editor. Leipzig: Hinrichs, 1899.

Ἤδη ἔφθασα ἐπὶ τὸ συντελέσαι ἑπτὰ βιβλία, θέλω δὲ ἄρξασθαι καὶ ὀγδόου. θεὸς δὲ καὶ ὁ „μονογενὴς“ αὐτοῦ λόγος παρέσται ἡμῖν, ἵνα γενναίως μὲν τὰ Κέλσου ψεύδη διελεγχθῇ, μάτην ἐπιγεγραμμένα ἀληθὴς λόγος, δυνατῶς δὲ καὶ τὸ ὅσον ἐπὶ τοῖς ὑπαγορευομένοις τὰ χριστιανισμοῦ ἀποδειχθῇ. εὐχομένοις τὸ „ὑπὲρ Χριστοῦ πρεσβεύομεν, ὡς τοῦ θεοῦ παρακαλοῦντος“ ἡμᾶς „δι᾿ ἡμῶν“ εἰπεῖν τῇ τοῦ Παύλου διαθέσει καὶ πρεσβεῦσαι „ὑπὲρ Χριστοῦ“ πρὸς τοὺς ἀνθρώπους, ὡς ὁ τοῦ θεοῦ λόγος ἐπὶ τὴν πρὸς ἑαυτὸν φιλίαν παρακαλεῖ, βουλόμενος οἰκειῶσαι δικαιοσύνῃ καὶ ἀληθείᾳ καὶ ταῖς λοιπαῖς ἀρεταῖς τοὺς

190
πρὸ τῆς παραδοχῆς τῶν Ἰησοῦ τοῦ Χριστοῦ δογμάτων ἐν σκότῳ τῷ περὶ θεοῦ καὶ ἀγνοίᾳ τῇ περὶ τοῦ κτίσαντος ἐνδιατρίψαντας. καὶ πάλιν δὲ ἐρῶ ὅτι ὁ θεὸς δῴη ἡμῖν τὸν γενναῖον καὶ ἀληθῆ λόγον. τὸν κύριον τὸν κραταιὸν καὶ δυνατὸν „ἐν πολέμῳ“ τῷ κατὰ τῆς κακίας. ἤδη δὲ καὶ ἐπὶ τὴν ἑξῆς λέξιν Κέλσου καὶ τὰ πρὸς αὐτὴν ὁδευτέον ἐστὶν ἡμῖν.

745
Ἐπηπόρησε δὲ ἐν τοῖς πρὸ τούτων πρὸς ἡμᾶς. διὰ τί δαίμονας οὐ θεραπεύομεν· καὶ πρὸς ἃ εἶπε περὶ δαιμόνων ἀπηντήσαμεν κατὰ τὸ φαινόμενον ἡμῖν βούλημα τοῦ θείου λόγου. εἶθ᾿ ἑξῆς ἐκείνοις ἡμᾶς εἰσάγει λέγοντας πρὸς τὴν ἐπαπόρησιν αὐτοῦ.
v.2.p.222
θέλοντος ἡμᾶς καὶ τοὺς δαίμονας θεραπεύειν, ὅτι οὐχ οἷόν τε „δουλεύειν“ τὸν αὐτὸν πλείοσι „κυρίοις.“ τοῦτο δ᾿, ὡς οἴεται, στάσεως εἶναι φωνὴν τῶν, ὡς αὐτὸς ὠνόμασεν, ἀποτειχιζόντων ἑαυτοὺς καὶ ἀποῤῥηγνύντων ἀπὸ τῶν λοιπῶν ἀνθρώπων. νομίζει δὲ τοὺς τοῦτο λέγοντας τὸ ὅσον ἐφ᾿ ἑαυτοῖς ἀπομάττεσθαι τὸ σφέτερον πάθος εἰς τὸν θεόν. διὸ καὶ ἐπὶ μὲν ἀνθρώπων χώραν ἔχειν οἴεται τὸν δουλεύοντά τινι μὴ ἂν εὐλόγως καὶ ἄλλῳ „δουλεύειν“ ἀνθρώπῳ, ὡς βλαπτομένου τοῦ ἑτέρου ἀπὸ τῆς διαφόρου δουλείας, μηδὲ τὸν φθάσαντα συνομωμοκέναι τινὶ συνομνύειν καὶ ἑτέρῳ ὡς βλάπτοντα, (καὶ) λόγον ἔχειν τὸ μὴ δουλεύειν ἅμα διαφόροις ἥρωσι καὶ τοῖς τοιούτοις δαίμοσιν· ἐπὶ δὲ θεοῦ, πρὸς ὃν οὔτε βλάβη τις οὔτε λύπη φθάνει, ἄλογον νομίζει τὸ φυλάττεσθαι ὁμοίως τοῖς περὶ ἀνθρώπων καὶ ἡρώων καὶ τοιῶνδε δαιμόνων θεραπεύειν θεοὺς πλείονας. φησὶ δὲ καὶ τὸν θεραπεύοντα θεοὺς πλείονας τῷ ἕν τι τῶν τοῦ μεγάλου θεραπεύειν φίλον καὶ ἐν τούτῳ ἐκείνῳ ποιεῖν καὶ προστίθησιν ὅτι οὐδ᾿ ἔξεστι τιμᾶσθαί τινι ᾧ μὴ ἐξ ἐκείνου τοῦτο δέδοται. διότι τιμῶν τις καὶ σέβων, φησὶ, τοὺς ἐκείνου πάντας οὐ λυπεῖ τὸν θεὸν, οὗ πάντες εἰσίν.

Ἴδωμεν δὴ πρὸ τῶν ἑξῆς εἰ μὴ εὐλόγως ἀποδεχόμεθα τὴν „οὐδεὶς δύναται δυσὶ κυρίοις δουλεύειν“ φωνὴν, ᾗ ἐπιφέρεται τὸ „ἢ γὰρ τὸν ἕνα μισήσει καὶ τὸν ἕτερον ἀγαπήσει, ἢ ἑνὸς ἀνθέξεται καὶ τοῦ ἑτέρου καταφρονήσει,“. καὶ ἑξῆς αὐτῷ τὸ „οὐ δύνασθε θεῷ δουλεύειν καὶ μαμωνᾷ.“ καλεῖ δ᾿ ἡμᾶς ἡ ἀπολογία εἰς βαθύτερόν τινα καὶ ἀπόῤῥητον περὶ θεῶν καὶ κυρίων λόγον. ἐπίσταται γὰρ ἡ θεία γραφὴ τὸν μέγαν εἶναι κύριον παρὰ „πάντας τοὺς θεούς“· ἐν οἷς „θεοὺς“ οὐ τοὺς προσκυνουμένους ἐν τοῖς ἔθνεσιν ἐξακούομεν, ἅτε μαθόντες ὅτι „πάντες οἱ θεοὶ τῶν ἐθνῶν δαιμόνια,“

v.2.p.223
ἀλλὰ „θεοὺς,“ ὧν οἶδέ τινα συναγωγὴν ὁ προφητικὸς λόγος. καὶ τὸν ἐπὶ πᾶσι θεὸν τούτους διακρίνοντα καὶ διατασσόμενον ἑκάστῳ τὸ οἰκεῖον αὐτῷ ἔργον. „ὁ θεὸς“
191
γὰρ „ἔστη ἐν συναγωγῇ θεῶν, ἐν μέσῳ δὲ θεοὺς διακρινεῖ.“ καὶ γάρ ἐστι „θεὸς θεῶν κύριος.“ ος διὰ τοῦ υἱοῦ „ἐκάλεσε τὴν γῆν ἀπὸ ἀνατολῶν ἡλίου ἕως δυσμῶν.“ καὶ προστασσόμεθα ἐξομολογεῖσθαι „τῷ θεῷ τῶν θεῶν,“ μαθόντες καὶ τὸ „ὁ θεὸς οὐκ ἔστι νεκρῶν ἀλλὰ ζώντων“· ἅπερ δὴ λέγεται οὐ μόνον διὰ τῶν ἐκκειμένων ἀλλὰ καὶ δι᾿ ἄλλων μυρίων.

Τοιαῦτα καὶ περὶ κυρίου καὶ κυρίων διδάσκουσιν ἡμᾶς ἐξετάζειν καὶ φρονεῖν οἱ θεῖοι λόγοι, ὅπου μὲν λέγοντες· „ἐξομολογεῖσθε

746
τῷ θεῷ τῶν θεῶν, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ· ἐξομολογεῖσθε τῷ κυρίῳ τῶν κυρίων, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ,“ ὅπου δὲ ὅτι ἐστὶν ὁ θεὸς „βασιλεὺς τῶν βασιλευόντων καὶ κύριος τῶν κυριευόντων.“ οἶδε δὲ ὁ λόγος θεοὺς τοὺς μέν τινας λεγομένους τοὺς δὲ καὶ ὄντας, εἴτε λεγομένους εἴτε μή· τὸ δ᾿ αὐτὸ διδάσκων καὶ περὶ κυρίων τῶν ὄντων καὶ μὴ λέγει ὁ Παῦλος· „καὶ γὰρ εἴπερ εἰσὶ λεγόμενοι θεοὶ εἴτ᾿ ἐν οὐρανῷ εἴτ᾿ ἐπὶ τῆς γῆς, ὥσπερ εἰσὶ θεοὶ πολλοὶ καὶ κύριοι πολλοί.“ εἶτ᾿ ἐπεὶ „ὁ τῶν. θεῶν θεὸς“ καλεῖ „ἀπ᾿ ἀνατολῶν“ καὶ „δυσμῶν“ ἐπὶ τὴν ἑαυτοῦ μερίδα διὰ τοῦ Ἰησοῦ οὓς βούλεται, κύριος δὲ ὢν ὁ Χριστὸς τοῦ θεοῦ δείκνυσιν δι᾿ ὧν ἐπέβη τοῖς πάντων ὁρίοις καὶ πρὸς ἑαυτὸν ἀπὸ πάντων ὁρίων καλεῖ ὅτι ἐστὶ πάντων τῶν κυριευόντων διαφέρων· διὰ τοῦτο ταῦτ᾿ ἐπιστάμενος ὁ Παῦλός φησι μεθ᾿ ἃ παρεθέμην· „ἀλλ᾿ ἡμῖν εἷς θεὸς ὁ πατὴρ, ἐξ οὗ τὰ πάντα, καὶ εἷς κύριος Ἰησοῦς Χριστὸς, δι᾿ οὗ τὰ πάντα, καὶ ἡμεῖς δι᾿ αὐτοῦ.“ θεωρῶν τε θαυμάσιόν τινα καὶ μυστηριώδη λόγον κατὰ τὸν τόπον ἐπιφέρει αὐτοῖς· „ἀλλ᾿ οὐκ ἐν πᾶσιν ἡ γνῶσις.“ ἐπὰν δὲ λέγῃ· „ἀλλ᾿ ἡμῖν εἷς θεὸς ὁ πατὴρ, ἐξ οὗ τὰ πάντα, καὶ εἷς κύριος Ἰησοῦς Χριστὸς, δι᾿ οὗ τὰ πάντα,“ τὸ „ἡμῖν“ λέγει ἐφ᾿ ἑαυτοῦ καὶ πάντων τῶν ἀναβεβηκότων πρὸς τὸν ἐπὶ πᾶσι θεὸν „τῶν θεῶν“ καὶ πρὸς τὸν ἐπὶ πᾶσι κύριον „τῶν κυρίων.“ ἀναβέβηκε δὲ πρὸς τὸν ἐπὶ πᾶσι
v.2.p.224
θεὸν ὁ ἀσχίστως καὶ ἀδιαιρέτως καὶ ἀμερίστως αὐτὸν σέβων διὰ τοῦ μόνου προσάγοντος ἐκείνῳ υἱοῦ, τοῦ θεοῦ λόγου καὶ σοφίας ἐν τῷ Ἰησοῦ θεωρουμένου, τοὺς παντὶ τρόπῳ πειρωμένους ἑαυτοὺς οἰκειῶσαι δι᾿ ἐξαιρέτων λόγων καὶ πράξεων καὶ διανοημάτων [καὶ νοημάτων] τῷ τοῦ παντὸς δημιουργῷ θεῷ. παρὰ ταῦτα δ᾿ οἶμαι καὶ τὰ τούτοις παραπλήσια τὸν μετασχηματιζόμενον „εἰς ἄγγελον φωτὸς“ ἄρχοντα „τοῦ αἰῶνος τούτου“ πεποιηκέναι τὸ „τῷ δὲ ἕπεται στρατιὰ θεῶν τε καὶ δαιμόνων, κατὰ ἕνδεκα μοίρας τεταγμένη.“ ἐν οἷς περὶ ἑαυτοῦ καὶ τῶν φιλοσοφησάντων λέγει τό· „μετὰ μὲν Διὸς ἡμεῖς, ἄλλοι δὲ μετὰ ἄλλων δαιμόνων.“

Πολλῶν τοίνυν λεγομένων ἢ ὄντων θεῶν ὁμοίως δὲ καὶ κυρίων, ἡμεῖς πάντα πράττομεν, ἵν᾿ οὐ μόνα τὰ προσκυνούμενα ὡς θεοὺς παρὰ τοῖς ἐπὶ γῆς ἔθνεσιν ὑπεραναβῶμεν

191
ἀλλὰ γὰρ καὶ οὕς φασιν αἱ γραφαὶ θεοὺς, περὶ ὧν οὐδὲν ἴσασιν οἱ „ξένοι τῶν“ διὰ
747
Μωϋσέως καὶ τοῦ σωτῆρος Ἰησοῦ ἡμῶν „διαθηκῶν“ τοῦ θεοῦ καὶ οἱ ἀλλότριοι τῶν διὰ τούτων δηλουμένων ἐπαγγελιῶν αὐτοῦ. ὑπεραναβαίνει δὲ τὴν παρὰ πᾶσι δαιμονίοις δουλείαν ὁ μηδὲν ἔργον δαιμονίοις φίλον ποιῶν, καὶ ὑπεραναβαίνει τὴν μερίδα τῶν παρὰ Παύλῳ λεγομένων εἶναι θεῶν ὁ σκοπῶν, εἴτε ὡς ἐκεῖνοι εἴθ᾿ ὅπως ποτὲ ἔχει τὰ πράγματα, οὐ „τὰ βλεπόμενα ἀλλὰ τὰ μὴ βλεπόμενα“· καὶ ὁρῶν τις, τίνα τρόπον καὶ „ἡ τῆς κτίσεως ἀποκαραδοκία τὴν ἀποκάλυψιν τῶν υἱῶν τοῦ θεοῦ ἀπεκδέχεται,“ „οὐχ ἑκοῦσα ἀλλὰ διὰ τὸν ὑποτάξαντα ἐπ᾿ ἐλπίδι,“ εὐφημῶν τὴν κτίσιν καὶ βλέπων, τίνα τρόπον „ἐλευθερωθήσεται“ πᾶσα „ἀπὸ τῆς δουλείας τῆς φθορᾶς“ καὶ καταντήσεται „εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ θεοῦ,“ οὐ περισπᾶται πρὸς (τὸ) τῷ θεῷ καὶ ἄλλῳ τινὶ δουλεύειν μετ᾿ αὐτοῦ οὐδὲ πρὸς τὸ „δυσὶ κυρίοις δουλεύειν.“

οὐ στάσεως οὖν φωνὴ ἐπὶ τοῖς νοήσασι τὰ τοιαῦτα καὶ μὴ θέλουσι „δουλεύειν“ πλείοσι „κυρίοις,“ διὰ τοῦτο ἀρκουμένοις κυρίῳ Ἰησοῦ Χριστῷ, παιδεύοντι ὑφ᾿ ἑαυτῷ τοὺς δουλεύοντας

v.2.p.225
αὐτῷ, ἵν᾿ αὐτοὺς πεπαιδευμένους παραδῷ γενομένους „βασιλείαν“ ἀξίαν θεοῦ τῷ θεῷ καὶ πατρί. ἀλλὰ καὶ ἀποσχίζουσι καὶ ἀποῤῥηγνύουσιν ἑαυτοὺς ἀπὸ τῶν ἀλλοτρίων „τῆς πολιτείας“ τοῦ θεοῦ καὶ ξένων „τῶν διαθηκῶν“ αὐτοῦ, ἵνα „τὸ ἐν οὐρανοῖς πολίτευμα“ πολιτεύσωνται, προσερχόμενοι θεῷ ζῶντι „καὶ πόλει θεοῦ, Ἱερουσαλὴμ ἐπουρανίῳ, καὶ μυριάσιν ἀγγέλων πανηγύρει καὶ ἐκκλησίᾳ πρωτοτόκων, ἀπογεγραμμένων ἐν οὐρανῷ.“

Ἀλλ᾿ οὐδ᾿ ὡς βλαπτομένου τοῦ θεοῦ, ὡς δοκεῖ βλάπτεσθαι ἄνθρωπος ὑπὸ τοῦ καὶ ἄλλῳ παρ᾿ αὐτὸν δουλεύοντος, ἐκκλίνομεν τὸ δουλεύειν ἄλλῳ τινὶ ἢ τῷ θεῷ διὰ τοῦ λόγου αὐτοῦ καὶ τῆς ἀληθείας αὐτοῦ, ἀλλ᾿ ἵνα ἡμεῖς μὴ βλαβῶμεν ἑαυτοὺς χωρίζοντες τῆς τοῦ ἐπὶ πᾶσι θεοῦ μερίδος, ὡς οἰκείως αὐτοῦ τῇ μακαριότητι ζῶντας πνεύματι ἐξαιρέτῳ υἱοθεσίας“· ὅ ἐστιν ἐν υἱοῖς τοῦ ἐν οὐρανοῖς πατρὸς, οὐ λεξείδια ἀλλὰ πράγματα μεγαλοφώνως κατὰ τὸ κρυπτὸν φθεγγομένοις τὸ „Ἀββὰ ὁ πατήρ.“ Λακεδαιμονίων μὲν οὖν οἱ πρέσβεις τὸν Περσῶν βασιλέα. καίτοι προσαναγκαζόντων σφόδρα τῶν δορυφόρων. οὐ προσεκύνησαν φοβούμενοι τὸν ἕνα κύριον αὐτῶν τὸν Λυκούργου νόμον· οἱ δὲ τὴν πολλῷ μείζονα καὶ θειοτέραν πρεσβείαν „ὑπὲρ Χριστοῦ“ πρεσβεύοντες οὔτε τὸν Περσῶν ἄρχοντα οὔτε τὸν Ἑλλήνων οὔτε τὸν Αἰγυπτίων οὔτε τὸν οὑτινοσοῦν ἔθνους προσκυνήσαιεν ἂν, κἂν οἱ δορυφόροι τῶν ἀρχόντων δαίμονες καὶ τοῦ διαβόλου ἄγγελοι προσαναγκάζειν αὐτοὺς ἐθέλωσι

748
τοῦτο ποιεῖν καὶ πείθωσι μακρὰν χαίρειν λέγειν τῷ παντὸς νόμου τῶν ἐπὶ γῆς κρείττονι.
192
κύριος γὰρ τῶν „ὑπὲρ Χριστοῦ“ πρεσβευόντων ὁ Χριστός ἐστιν, ὑπὲρ οὗ πρεσβεύουσιν, ὁ „ἐν ἀρχῇ“ λόγος ὢν καὶ „πρὸς τὸν θεὸν“ ὢν καὶ „θεὸς“ ὤν.

v.2.p.226

Εἶτ᾿ ἐπεὶ ἔδοξε τῶν φαινομένων αὐτῷ βαθύτερόν τινα κινεῖν λόγον ὁ Κέλσος περὶ ἡρώων καί τινων δαιμόνων, λέγων μετὰ τὸν περὶ τῆς πρὸς ἀνθρώπους δουλείας λόγον, ὡς βλαπτομένου τοῦ προτέρου, ᾧ τις δουλεύειν βούλεται, ἐὰν δουλεύειν θέλῃ καὶ δευτέρῳ, ὅτι εἴη δ᾿ ἂν τὸ αὐτὸ καὶ περὶ ἡρώων τε καὶ τῶν τοιούτων δαιμόνων· πευστέον αὐτοῦ, τί νοεῖ τοὺς ἥρωας, καὶ ποδαποὺς εἶναι λέγει τοὺς τοιούτους δαίμονας; ὥστε τὸν δουλεύοντα τῷδε τῷ ἥρωϊ καὶ μὴ ἑτέρῳ δουλεύειν δεῖν, καὶ τῷ τοιῷδε δαίμονι μὴ καὶ ἄλλῳ δουλεύειν· ὡς βλαπτομένου ἀνάλογον τοῖς βλαπτομένοις ἀνθρώποις τοῦ προτέρου δαίμονος, οἷς τις ἐλάτρευσε πρὸ τῶν δευτέρων. ἀλλὰ καὶ τίνα βλάβην οἴεται εἶναι ἡρώων ἢ τῶν τοιῶνδε δαιμόνων, παραστησάτω. ἀναγκασθήσεται γὰρ ἤτοι εἰς πέλαγος φλυαρίας ἐμπεσὼν ἀναλαβεῖν τὸν λόγον καὶ ἀθετῆσαι τὰ εἰρημένα ἢ μὴ φλυαρεῖν θέλων ὁμολογεῖν ὅτι οὔτε ἥρωας οὔτε δαιμόνων φύσιν ἐπίσταται. εἰς δὲ τὸν περὶ ἀνθρώπων λόγον, βλαπτομένων τῶν προτέρων, ἐὰν δουλεύῃ τις δευτέρῳ, λεκτέον· ποίαν βλάβην φησὶ γίνεσθαι τῷ προτέρῳ ἀνθρώπῳ, εἰ ὁ δουλεύων αὐτῷ δουλεύειν ἐθέλει καὶ ἑτέρῳ;

Εἰ μὲν γὰρ ὡς ἰδιώτης λέγοι καὶ ἀφιλόσοφον βλάβην τὴν περὶ χρημάτων τῶν ἐκτὸς ἡμῖν σημαινομένων, ἐλεγχθείη ἂν μηδ᾿ ἐπιστήσας τῷ ὑπὸ Σωκράτους καλῶς εἰρημένῳ ἐν τῷ· „ἐμὲ δὲ Ἄνυτος καὶ Μέλητος ἀποκτεῖναι μὲν δύνανται, βλάψαι δὲ οὔ· οὐ γὰρ θεμιτὸν τὸ κρεῖττον ὑπὸ τοῦ χείρονος βλάπτεσθαι.“ εἰ δὲ βλάβην τὴν κίνησιν ἢ σχέσιν λέγοι κατὰ κακίαν, δῆλον ὅτι οὐδεμιᾶς γινομένης βλάβης περὶ τοὺς σοφοὺς δουλεύει τις ἐν διεστηκόσι τόποις οὖσι δύο σοφοῖς. εἰ δ᾿ οὐδὲ τοῦτο εὔλογον, μάτην αὐτῷ παρείληπται τὸ παράδειγμα κατηγοροῦν τοῦ „οὐδεὶς δύναται δυσὶ κυρίοις δουλεύειν.“ καὶ μᾶλλον ὁ περὶ τῆς (πρὸς) τὸν θεὸν τῶν ὅλων δουλείας μόνον διὰ τοῦ προσάγοντος τῷ θεῷ υἱοῦ αὐτοῦ κρατήσει λόγος. ἀλλὰ καὶ οὐχ ὡς δεόμενον τὸν θεὸν θεραπεύσομεν οὐδ᾿ ὡς λυπούμενον, ἂν μὴ θεραπεύωμεν αὐτὸν, ἀλλ᾿

v.2.p.227
ὡς αὐτοὶ ἀπὸ τῆς πρὸς τὸν θεὸν θεραπείας ὠφελούμενοι καὶ ἄλυποι καὶ ἀπαθεῖς γινόμενοι ἐκ τοῦ δουλεύειν τῷ ἐπὶ πᾶσι θεῷ διὰ τοῦ μονογενοῦς αὐτοῦ λόγου καὶ σοφίας.

749
Ὅρα δὲ πῶς ἀβασάνιστόν ἐστι τὸ εἰ γάρ τι καὶ ἄλλο τῶν ἐν τοῖς ὅλοις θεραπεύσεις, ἐν ᾧ ἐμφαίνεται τὴν τοῦ θεοῦ θεραπείαν χωρὶς πάσης βλάβης ἡμῶν ἡμᾶς προσάγειν ἁπαξαπλῶς τινι τῶν τοῦ θεοῦ. ἀλλ᾿ ὡσπερεὶ αἰσθηθεὶς ἑαυτοῦ οὐχ ὑγιῶς εἰπόντος· εἰ γάρ τι καὶ ἄλλο τῶν ἐν τοῖς ὅλοις θεραπεύσεις,
192
εἶτ᾿ ἐπαναλαμβάνει καὶ διόρθωσιν προσάγει τῷ λεγομένῳ ἐν τούτῳ· οὐδ᾿ ἔξεστι τιμᾶσθαι οὐδενὶ, ὅτῳ μὴ ἐξ ἐκείνου τοῦτο δέδοται. καὶ πυθώμεθα τοῦ Κέλσου περὶ τῶν τιμωμένων ὡς θεῶν ἢ δαιμόνων ἢ καὶ ἡρώων ὅτι πόθεν, ὦ οὗτος, ἀποδεικνύναι ἔχεις ὅτι ἀπὸ τοῦ θεοῦ τούτοις δέδοται τὸ τιμᾶσθαι καὶ οὐχὶ ἀπὸ ἀγνοίας καὶ ἀμαθίας ἀνθρωπίνης πλανωμένων καὶ ἀποπιπτόντων τοῦ κυρίως τιμωμένου; τιμᾶται γοῦν, ὡς πρὸ βραχέος ἔλεγες, ὦ Κέλσε, τὰ Ἀδριανοῦ παιδικὰ, καὶ οὐ δή που ἐρεῖς ὅτι ἀπὸ τοῦ θεοῦ τῶν ὅλων δέδοται τὸ τιμᾶσθαι ὡς θεῷ τῷ Ἀντινόῳ. τὸ δ᾿ αὐτὸ καὶ περὶ τῶν ἄλλων ἐροῦμεν. ἀπαιτοῦντες ἀπόδειξιν περὶ τοῦ δεδόσθαι αὐτοῖς ἀπὸ τοῦ ἐπὶ πᾶσι θεοῦ τὸ τιμᾶσθαι.

ἐὰν δ᾿ ἡμῖν ἀνθυποφέρῃ τὸ παραπλήσιον περὶ τοῦ Ἰησοῦ, ἀποδείξομεν ὅτι ἀπὸ θεοῦ δέδοται αὐτῷ τὸ τιμᾶσθαι· „ἵνα πάντες τιμῶσι τὸν υἱὸν, καθὼς τιμῶσι τὸν πατέρα.“ αἱ γὰρ πρὸ τῆς γενέσεως αὐτοῦ προφητεῖαι συστάσεις ἦσαν τῆς τιμῆς αὐτοῦ. ἀλλὰ καὶ τὰ ὑπ᾿ αὐτοῦ γενόμενα παράδοξα οὐ μαγγανείᾳ, ὡς οἴεται Κέλσος, ἀλλὰ θειότητι προειρημένῃ ὑπὸ τῶν προφητῶν τὴν ἀπὸ θεοῦ εἶχε μαρτυρίαν· ἵν᾿ ὁ „τιμῶν τὸν υἱὸν“ ὄντα λόγον μηδὲν ἄλογον πράττων ὠφελῆται ἐκ τοῦ τιμᾶν αὐτὸν. καὶ τιμῶν αὐτὸν ὄντα ἀλήθειαν κρείττων γίνηται ἀπὸ τοῦ τιμᾶν ἀλήθειαν, οὕτως

v.2.p.228
δὲ καὶ ἀπὸ τοῦ τιμᾶν σοφίαν καὶ δικαιοσύνην καὶ πάντα, ἅπερ φασὶν εἶναι οἱ θεῖοι λόγοι τὸν υἱὸν τοῦ θεοῦ.

Ὅτι δὲ ἡ πρὸς τὸν (υἱὸν τοῦ) θεοῦ τιμὴ ἐν βίῳ ὑγιεῖ γίνεται. οὕτως δὲ καὶ ἡ πρὸς τὸν θεὸν καὶ πατέρα, ὅρα εἰ μὴ διδασκόμεθα ἔκ τε τοῦ „ὃς ἐν νόμῳ καυχᾶσαι, διὰ τῆς παραβάσεως, (τοῦ νόμου) τὸν θεὸν ἀτιμάζεις“ καὶ ἐκ τοῦ „πόσῳ δοκεῖτε χείρονος ἀξιωθήσεται τιμωρίας ὁ τὸν υἱὸν τοῦ θεοῦ καταπατήσας καὶ τὸ αἷμα τῆς διαθήκης κοινὸν ἡγησάμενος, ἐν ᾧ ἡγιάσθη, καὶ τὸ πνεῦμα τῆς χάριτος ἐνυβρίσας.“ εἰ γὰρ „διὰ τῆς παραβάσεως τοῦ νόμου“ ἀτιμάζει τὸν θεὸν ὁ παραβαίνων τὸν νόμον, καὶ καταπατεῖ „τὸν υἱὸν τοῦ θεοῦ“ ὁ μὴ καταπατῶν τὸν λόγον· δῆλον ὅτι τιμᾷ μὲν τὸν θεὸν ὁ τηρῶν τὸν νόμον, σέβει δὲ τὸν θεὸν ὁ κεκοσμημένος τῷ λόγῳ τοῦ θεοῦ καὶ τοῖς ἔργοις αὐτοῦ. εἰ δὲ ᾔδει Κέλσος, τίνες μέν εἰσι τοῦ θεοῦ, καὶ ὅτι μόνοι οἱ σοφοὶ, τίνες δὲ οἱ ἀλλότριοι, καὶ ὅτι πάντες οἱ φαῦλοι οἱ μηδαμῶς νεύοντες πρὸς ἀρετῆς ἀνάληψιν.

750
εἶδεν ἂν, πῶς δεῖ (λέγειν) τὸ τιμῶν οὖν τις καὶ σέβων τοὺς ἐκείνου πάντας τί λυπεῖ τὸν θεὸν, οὗ πάντες εἰσίν;

Ἑξῆς δὲ τούτοις φησί· καὶ μὴν ὅ γε φάσκων ἕνα εἰρῆσθαι κύριον, περὶ θεοῦ λέγων. ἀσεβεῖ διαιρῶν τὴν τοῦ θεοῦ βασιλείαν

193
καὶ στασιάζων. ὡς οὔσης αἱρέσεως καὶ ὄντος τινὸς ἑτέρου ἀντιστασιώτου αὐτῷ. χώραν δ᾿ εἶχεν αὐτῷ ταῦτα, εἰ γραμμικαῖς ἀποδείξεσι παρίστη τοὺς ὑπὸ τῶν ἐθνῶν προσκυνουμένους ὡς θεοὺς θεοὺς εἶναι, καὶ τοὺς περὶ τὰ ἀγάλματα καὶ τοὺς νεὼς καὶ τοὺς βωμοὺς νομιζομένους τυγχάνειν παρίστη μὴ ὄντας φαύλους τινὰς δαίμονας. ἀλλὰ καὶ τὴν τοῦ θεοῦ βασιλείαν παρ᾿ ἡμῖν συνεχῶς λεγομένην καὶ γεγραμμένην ἡμεῖς μὲν καὶ νοεῖν εὐχόμεθα καὶ τοιοῦτοι γίνεσθαι, ἵν᾿ ὑπὸ θεοῦ μόνου βασιλευώμεθα,
v.2.p.229
καὶ γένηται καὶ ἡμῶν ἡ βασιλεία τοῦ θεοῦ. ἐκεῖνος δὲ, πολλοὺς ἡμᾶς διδάσκων σέβειν θεοὺς. θεῶν μᾶλλον ὤφειλεν, εἰ τὰ ἀκόλουθα ἑαυτῷ σκοπεῖ. λέγειν βασιλείαν ἤπερ θεοῦ. οὔτ᾿ οὖν αἱρέσεις παρὰ θεῷ οὔτ᾿ ἐστί τις θεὸς ἀντιστασιώτης αὐτῷ, κἂν οἷον Γίγαντές τινες ἢ Τιτᾶνες διὰ τὴν ἰδίαν φαυλότητα θεομαχεῖν θέλωσι μετὰ Κέλσου καὶ τῶν ἀραμένων πόλεμον πρὸς τὸν διὰ μυρίων παραστήσαντα τὰ περὶ τοῦ Ἰησοῦ καὶ πρὸς αὐτὸν τὸν ἐπὶ σωτηρίᾳ τοῦ γένους ἡμῶν παντὶ τῷ κόσμῳ ἀθρόως ἑαυτὸν ὄντα λόγον, ὡς ἕκαστος χωρεῖ, ἐπιδεδωκότα.

Δόξαι δ᾿ ἄν τις ἑξῆς τούτοις πιθανόν τι καθ᾿ ἡμῶν λέγειν ἐν τῷ· εἰ μὲν δὴ μηδένα ἄλλον ἐθεράπευον οὗτοι πλὴν ἕνα θεὸν, ἦν ἄν τις αὐτοῖς ἴσως πρὸς τοὺς ἄλλους ἀτενὴς λόγος· νυνὶ δὲ τὸν ἔναγχος φανέντα τοῦτον ὑπερθρησκεύουσι καὶ ὅμως οὐδὲν πλημμελεῖν νομίζουσι περὶ τὸν θεὸν, εἰ καὶ ὑπηρέτης αὐτοῦ θεραπευθήσεται. λεκτέον δὲ καὶ πρὸς τοῦτο ὅτι, εἴπερ νενοήκει ὁ Κέλσος τὸ „ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν“ καὶ τὸ ἐν εὐχῇ εἰρημένον ὑπὸ τοῦ υἱοῦ τοῦ θεοῦ ἐν τῷ „ὡς ἐγὼ καὶ σὺ ἕν ἐσμεν,“ οὐκ ἂν ᾤετο ἡμᾶς καὶ ἄλλον θεραπεύειν παρὰ τὸν ἐπὶ πᾶσι θεόν. „ὁ γὰρ πατὴρ,“ φησὶν, „ἐν ἐμοὶ, κἀγὼ ἐν τῷ πατρί.“

εἰ δέ τις ἐκ τούτων περισπασθήσεται, μή πῃ αὐτομολῶμεν πρὸς τοὺς ἀναιροῦντας δύο εἶναι ὑποστάσεις, πατέρα καὶ υἱὸν, ἐπιστησάτω τῷ „ἦν δὲ πάντων τῶν πιστευσάντων ἡ καρδία καὶ ἡ ψυχὴ μία,“ ἵνα θεωρήσῃ τὸ „ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν.“ ἕνα οὖν θεὸν. ὡς ἀποδεδώκαμεν, τὸν πατέρα καὶ τὸν υἱὸν θεραπεύομεν. καὶ μένει ἡμῖν ὁ πρὸς τοὺς ἄλλους ἀτενὴς λόγος, καὶ οὐ τὸν ἔναγχός γε φανέντα ὡς πρότερον οὐκ ὄντα ὑπερθρησκεύομεν. αὐτῷ γὰρ πειθόμεθα τῷ εἰπόντι· „πρὶν Ἀβραὰμ γενέσθαι ἐγώ εἰμι“ καὶ λέγοντι· „ἐγώ εἰμι ἡ ἀλήθεια“· καὶ οὐχ οὕτως τις ἡμῶν ἐστιν

751
ἀνδράποδον, ὡς οἴεσθαι ὅτι ἡ τῆς ἀληθείας οὐσία πρὸ τῶν χρόνων τῆς τοῦ Χριστοῦ ἐπιφανείας οὐκ ἦν. θρησκεύομεν οὖν τὸν πατέρα τῆς ἀληθείας
193
καὶ τὸν υἱὸν τὴν ἀλήθειαν, ὄντα δύο τῇ ὑποστάσει
v.2.p.230
πράγματα, ἓν δὲ τῇ ὁμονοίᾳ καὶ τῇ συμφωνίᾳ καὶ τῇ ταυτότητι τοῦ βουλήματος· ὡς τὸν ἑωρακότα τὸν υἱὸν ὄντα „ἀπαύγασμα τῆς δόξης“ καὶ χαρακτῆρα „τῆς ὑποστάσεως“ τοῦ θεοῦ ἑωρακέναι ἐν αὐτῷ ὄντι εἰκόνι τοῦ θεοῦ τὸν θεόν.

Εἶτ᾿ οἴεται ἐκ τοῦ θρησκεύειν ἡμᾶς μετὰ τοῦ θεοῦ τὸν υἱὸν αὐτοῦ ἀκολουθεῖν ἡμῖν τὸ καὶ καθ᾿ ἡμᾶς οὐ μόνον τὸν θεὸν ἀλλὰ καὶ τοὺς ὑπηρέτας αὐτοῦ θεραπεύεσθαι. εἰ μὲν οὖν ἐνόει τοὺς ἀληθῶς ὑπηρέτας τοῦ θεοῦ μετὰ τὸν μονογενῆ τοῦ θεοῦ. τὸν Γαβριὴλ καὶ τὸν Μιχαὴλ καὶ τοὺς λοιποὺς ἀγγέλους [ἀρχαγγέλους]. καὶ τούτους ἔλεγε δεῖν θεραπεύεσθαι. ἴσως ἂν τὸ περὶ τοῦ θεραπεύειν αὐτοῦ σημαινόμενον ἐκκαθήραντες καὶ τῶν τοῦ θεραπεύοντος πράξεων εἴπομεν ἂν εἰς τὸν τόπον ὡς περὶ τηλικούτων διαλεγόμενοι ἅπερ ἐχωροῦμεν περὶ αὐτῶν νοῆσαι· νυνὶ δὲ ὑπηρέτας νομίζων τοὺς προσκυνουμένους ὑπὸ τῶν ἐθνῶν δαίμονας οὐχ ὑπάγει ἡμᾶς ἀκολουθίᾳ τῇ περὶ τοῦ θεραπεύειν τοὺς τοιούτους. οὓς ὑπηρέτας τοῦ πονηροῦ ὁ λόγος ἀποδείκνυσι καὶ ἄρχοντος τοῦ αἰῶνος τούτου, ἀφιστάντος ἀπὸ τοῦ θεοῦ οὓς ἂν δύνηται. ὡς οὐχ ὑπηρέτας οὖν, οὓς οἱ λοιποὶ ἄνθρωποι σέβουσι, πάντας σέβειν καὶ θεραπεύειν ἐκκλίνομεν· οὐκ ἂν γὰρ ὑπηρέτας αὐτοὺς διδαχθέντες εἶναι τοῦ ἐπὶ πᾶσι θεοῦ ἐλέγομεν εἶναι δαιμόνια. διὸ τὸν ἕνα θεὸν καὶ τὸν ἕνα υἱὸν αὐτοῦ καὶ λόγον καὶ εἰκόνα ταῖς κατὰ τὸ δυνατὸν ἡμῖν ἱκεσίαις καὶ ἀξιώσεσι σέβομεν, προσάγοντες τῷ θεῷ τῶν ὅλων τὰς εὐχὰς διὰ τοῦ μονογενοῦς αὐτοῦ· ᾧ πρῶτον προσφέρομεν αὐτὰς, ἀξιοῦντες αὐτὸν „ἱλασμὸν“ ὄντα „τῶν ἁμαρτιῶν ἡμῶν“ προσαγαγεῖν ὡς ἀρχιερέα τὰς εὐχὰς καὶ τὰς θυσίας καὶ τὰς ἐντεύξεις ἡμῶν τῷ ἐπὶ πᾶσι θεῷ. περὶ τὸν θεὸν οὖν ἡ πίστις ἡμῶν διὰ τοῦ ταύτην βεβαιοῦντος ἐν ἡμῖν υἱοῦ αὐτοῦ, καὶ οὐδεμίαν ἡμῶν ἔχει δεῖξαι στάσιν περὶ τὸν υἱὸν τοῦ θεοῦ ὁ Κέλσος. καὶ

v.2.p.231
σέβομέν γε τὸν πατέρα, θαυμάζοντες αὐτοῦ τὸν υἱὸν λόγον καὶ σοφίαν καὶ ἀλήθειαν καὶ δικαιοσύνην καὶ πάντα, ἅπερ εἶναι μεμαθήκαμεν τὸν υἱὸν τοῦ θεοῦ,
752
οὕτω δὴ καὶ τὸν γεννηθέντα ἀπὸ τοιούτου του πατρός. καὶ ταῦτα μὲν ταύτῃ.

Ἐπεὶ δέ φησι πάλιν ὁ Κέλσος ὅτι, εἰ διδάξαις αὐτοὺς ὅτι οὐκ ἔστιν οὗτος ἐκείνου παῖς, ἀλλ᾿ ἐκεῖνός γε πάντων πατὴρ, ὃν μόνον ὡς ἀληθῶς δεῖ σέβειν· οὐκ ἂν ἔτι θέλοιεν, εἰ μὴ καὶ τοῦτον, ὅσπερ ἐστὶν αὐτοῖς τῆς στάσεως ἀρχηγέτης. καὶ ὠνόμασάν γε τοῦτον θεοῦ υἱὸν, οὐχ ὅτι τὸν θεὸν σφόδρα σέβουσιν, ἀλλ᾿ ὅτι τοῦτον σφόδρα αὔξουσιν, ἡμεῖς μὲν οὖν μαθόντες, τίς ἐστιν ὁ υἱὸς τοῦ θεοῦ, καὶ ὅτι „ἀπαύγασμά“ ἐστι „τῆς δόξης καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ“ καὶ

194
„ἀτμὶς“ μὲν „τῆς θεοῦ δυνάμεως ἀπόῤῥοια δὲ τῆς τοῦ παντοκράτορος δόξης εἰλικρινὴς“ ἔτι δὲ „ἀπαύγασμα“ „φωτὸς ἀϊδίου καὶ ἔσοπτρον ἀκηλίδωτον τῆς τοῦ θεοῦ ἐνεργείας καὶ εἰκὼν τῆς ἀγαθότητος αὐτοῦ,“ ἴσμεν ὅτι οὗτος υἱὸς ἐξ ἐκείνου, καὶ ἐκεῖνος τούτου πατήρ. καὶ οὐδὲν ἀπρεπές ἐστιν ἐν τῷ λόγῳ οὐδὲ ἀνάρμοστον θεῷ, τοιοῦτον υἱὸν μονογενῆ ὑφιστάντι. καὶ οὐκ ἂν μεταπείσηταί τις ἡμᾶς ὅτι οὐχ υἱὸς ὁ τοιοῦτος τοῦ ἀγεννήτου θεοῦ ἐστι καὶ πατρός.

εἰ δέ τινων παρήκουσε Κέλσος, μὴ ὁμολογούντων τὸν υἱὸν τοῦ θεοῦ υἱὸν εἶναι τοῦ δημιουργήσαντος τόδε τὸ πᾶν, αὐτὸς ἂν εἰδείη καὶ οἱ συγκατατιθέμενοι τοιούτῳ λόγῳ. οὐ στάσεως οὖν ἀρχηγέτης ὁ Ἰησοῦς ἀλλὰ πάσης εἰρήνης. ὁ εἰπὼν τοῖς μαθηταῖς· „εἰρήνην ἀφίημι ὑμῖν, εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν.“ εἶτ᾿ ἐπείπερ ἠπίστατο τοὺς τοῦ κόσμου καὶ οὐ θεοῦ ἀνθρώπους προσπολεμήσοντας ἡμῖν, προσέθηκεν ἐκείνοις τὸ „οὐ καθὼς ὁ κόσμος δίδωσιν εἰρήνην, κἀγὼ δίδωμι ὑμῖν εἰρήνην.“ θαῤῥοῦμεν δὲ δι᾿ αὐτὸν, κἂν θλιβώμεθα ἐν τῷ κόσμῳ, εἰπόντα· „ἐν τῷ κόσμῳ θλῖψιν ἔχετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον.“ καὶ τοῦτόν φαμεν εἶναι υἱὸν θεοῦ· θεοῦ δὲ, ὃν, εἰ δεῖ ταῖς λέξεσιν ἀκολουθῆσαι Κέλσου, σφόδρα

v.2.p.232
σέβομεν, καὶ τὸν υἱὸν αὐτοῦ σφόδρα ηὐξημένον ὑπὸ τοῦ πατρὸς γινώσκομεν.

ἔστω δέ τινας ὡς ἐν πλήθει πιστευόντων καὶ δεχομένων διαφωνίαν διὰ τὴν προπέτειαν ὑποτίθεσθαι τὸν σωτῆρα εἶναι τὸν μέγιστον ἐπὶ πᾶσι θεὸν, ἀλλ᾿ οὔτι γε ἡμεῖς τοιοῦτο(ν. οἱ) πειθόμενοι αὐτῷ λέγοντι· „ὁ πατὴρ ὁ πέμψας με μείζων μου ἐστί“· διόπερ (οὐ)χ ὅν νῦν πατέρα καλοῦμεν ὑποβάλοιμεν (ἂν). ὡς Κέλσος ἡμᾶς συκοφαντῶν (φησι), τῷ υἱῷ τοῦ θεοῦ.

Μετὰ ταῦτά φησιν ὁ Κέλσος· ὅτι δὲ οὐκ ἀπὸ σκοποῦ ταῦ(τα δο)ξάζω, αὐτῶν ἐκείνων φωναῖς χρήσομαι. ἐν γάρ που τῷ οὐρανίῳ διαλόγῳ τῇδέ που λέγουσι τοῖσδε τοῖς ῥήμασιν· „εἰ ἰσχυρότερός ἐστι

753
θεοῦ υἱὸς, καὶ κύριος αὐτοῦ ἐστιν ὁ υἱὸς τοῦ ἀνθρώπου (καὶ τίς ἄλλος κυριεύσει τοῦ κρατοῦντος θεοῦ;) πῶς πολλοὶ περὶ τὸ φρέαρ, καὶ οὐδεὶς εἰς τὸ φρέαρ; διὰ τί τοσαύτην ἀνύων ὁδὸν ἄτολμος εἶ; λανθάνει σε· πάρεστι γάρ μοι θάρσος καὶ μάχαιρα.“ οὕτως οὐ τοῦτ᾿ ἔστιν αὐτοῖς τὸ προκείμενον, τὸν ὑπερουράνιον θεὸν, ἀλλ᾿ ὃν ὑπέθεντο τούτου πατέρα, περὶ ὅν συνῆλθον, σέβειν, ἵν᾿ ἐπὶ προσχήματι μεγάλου θεοῦ τοῦτον, ὃν προΐστανται, τὸν υἱὸν τοῦ ἀνθρώπου, ὃν ἀποφαίνουσιν ἰσχυρότερον καὶ κύριον „τοῦ κρατοῦντος θεοῦ,“ θρησκεύωσι μόνον. ἔνθεν αὐτοῖς ἐκεῖνο τὸ παράγγελμα, τὸ μὴ „δουλεύειν“ δύο „κυρίοις,“ ἵν᾿ ἡ στάσις περὶ ἕνα τοῦτον φυλάσσηται.

v.2.p.233

καὶ ἐν τούτοις δὴ πάλιν. οὐκ οἶδ᾿ ἀπὸ ποίας αἱρέσεως ἀσημοτάτης ταῦτα λαβὼν, πᾶσι Χριστιανοῖς ἀπ᾿ αὐτῶν ἐγκαλεῖ· λέγω δ᾿ ἀσημοτάτης, ὡς μηδ᾿ ἡμῖν εἶναι, τοῖς

194
πολλάκις ἐγγυμνασαμένοις πρὸς τοὺς ἀπὸ τῶν αἱρέσεων, φανερὰν τὴν γνώμην, ἀφ᾿ ἧς ταῦτα ὁ Κέλσος εἴληφεν· εἴ γε εἴληφε καὶ μὴ ἀνέπλασεν ἢ ἀκολούθησιν προσέθηκε. σαφῶς γὰρ ἡμεῖς, οἱ λέγοντες τοῦ πάντα κτίσαντος καὶ τὸν αἰσθητὸν κόσμον εἶναι, φαμὲν τὸν υἱὸν οὐκ ἰσχυρότερον τοῦ πατρὸς ἀλλ᾿ ὑποδεέστερον. καὶ τοῦτο λέγομεν αὐτῷ πειθόμενοι, εἰπόντι τό· „ὁ πατὴρ ὁ πέμψας με μείζων μου ἐστί.“

καὶ οὐδεὶς ἡμῶν οὕτως ἐμβρόντητός ἐστιν, ὡς λέγειν· „κύριός“ ἐστι τοῦ θεοῦ „ὁ υἱὸς τοῦ ἀνθρώπου.“ κρατεῖν δέ φαμεν τὸν σωτῆρα μάλιστα, ὅτε νοοῦμεν αὐτὸν θεὸν λόγον καὶ σοφίαν καὶ δικαιοσύνην καὶ ἀλήθειαν, πάντων μὲν τῶν ὑποτεταγμένων αὐτῷ, καθὸ ταῦτά ἐστιν, ἀλλ᾿ οὐχὶ καὶ τοῦ κρατοῦντος αὐτὸν πατρὸς καὶ θεοῦ. εἶτ᾿ ἐπεὶ οὐκ ἀκόντων λόγος κρατεῖ, εἰσὶ δέ τινες ἔτι φαῦλοι οὐ μόνον ἄνθρωποι ἀλλὰ καὶ ἄγγελοι καὶ πάντες δαίμονες, τούτων φαμὲν αὐτὸν μὴ κρατεῖν μέν πω, ἐπεὶ μὴ ἑκόντες εἴκουσιν αὐτῷ· κατ᾿ ἄλλο δὲ σημαινόμενον τοῦ κρατεῖν καὶ αὐτῶν κρατεῖ (ὡς τῶν ἀλόγων ζῴων φαμὲν τὸν ἄνθρωπον κρατεῖν, οὐχ ὑποτάξαντα αὐτῶν τὸ ἡγεμονικὸν, ὡς τιθασσεύσας κρατεῖ τινων λεόντων καὶ κτηνῶν δεδαμασμένων), πλὴν πάντα ποιεῖ, ἵνα καὶ τοὺς νυνὶ μὴ πειθομένους αὐτῷ πείσας κρατήσῃ καὶ αὐτῶν. καθ᾿ ἡμᾶς οὖν ψεῦδος τὸ ὑπὸ τοῦ Κέλσου λεγόμενον ὡς ὑφ᾿ ἡμῶν ἀπαγγελλόμενον τό· „τίς ἄλλος κυριεύσει τοῦ κρατοῦντος θεοῦ“;

Εἶτ᾿ οἶμαι πάλιν φύρων τὰ πράγματα ἀπὸ ἄλλης αἱ(ρέσ)εως φέρει τὸ „(πῶς) πολλοὶ περὶ τὸ φρέαρ, καὶ οὐδεὶς εἰς τὸ φρέαρ“; καὶ τὸ „διὰ τί τοσαύτην (ἀν)ύων ὁδὸν ἄτολμος εἶ; λανθάνει σε“ καὶ τὸ „πάρεστι γάρ μοι θάρσος καὶ μάχαιρα“· (ὧ)ν ἡμεῖς οὐδὲν, οἱ ἀπὸ τῆς ἐπωνύμου Χριστοῦ ἐκκλησίας μόνου,

v.2.p.234
φαμὲν εἶναι ἀλη(θές.) ταῦτα δὴ προειπὼν δοκεῖ ἀκόλουθα ἑαυτῷ λέγειν τὰ οὐδὲν ὄντα πρὸς ἡμᾶς. ἡμῖν μὲν γὰρ τὸ
754
προκείμενόν ἐστιν οὐκ ἐξ ὑποθέσεώς τινα σέβειν θεὸν ἀλλὰ τὸν τοῦδε τοῦ παντὸς καὶ ἄλλου οὑτινοσοῦν μὴ αἰσθητοῦ μηδὲ δεικνυμένου δημιουργόν· εἴσονται δὲ οἱ „ἄλλην ὁδὸν“ καὶ „ἄλλα κέλευθα“ βαδίζοντες καὶ τοῦτον μὲν ἀρνούμενοι καινοειδεῖ δὲ ἀναπλάσματι καὶ ὀνόματι μόνον θεοῦ ἑαυτοὺς ὡς μείζονι τοῦ δημιουργοῦ ἐπιδεδωκότες, καὶ εἴ τις ἄρ᾿ ἐστὶ λέγων ἰσχυρότερον εἶναι τὸν υἱὸν καὶ κύριον „τοῦ κρατοῦντος θεοῦ.“

ἀποδεδώκαμεν δὲ τὸν φαινόμενον ἡμῖν λόγον εἰς τὸ μὴ δεῖν „δυσὶ κυρίοις δουλεύειν,“ ὅτε καὶ παρεστήσαμεν μηδεμίαν στάσιν περὶ τὸν Ἰησοῦν καὶ κύριον ἀποδείκνυσθαι δύνασθαι ἐν τοῖς ὁμολογοῦσιν ὑπεραναβεβηκέναι μὲν πάντα κύριον μόνῳ δὲ κυρίῳ δουλεύειν τῷ υἱῷ τοῦ θεοῦ λόγῳ θεοῦ.

Μετὰ ταῦτα δὲ ὁ Κέλσος φησὶν ἡμᾶς βωμοὺς

755
καὶ ἀγάλματα καὶ νεὼς ἱδρύεσθαι φεύγειν, ἐπεὶ τὸ πιστὸν ἡμῖν ἀφανοῦς καὶ ἀποῤῥήτου κοινωνίας οἴεται εἶναι σύνθημα· οὐχ ὁρῶν ὅτι βωμοὶ μέν εἰσιν ἡμῖν
195
τὸ ἑκάστου τῶν δικαίων ἡγεμονικὸν, ἀφ᾿ οὗ ἀναπέμπεται ἀληθῶς καὶ νοητῶς εὐώδη „θυμιάματα,“ „προσευχαὶ“ ἀπὸ συνειδήσεως καθαρᾶς. διὸ λέγεται παρὰ τῷ Ἰωάννῃ ἐν τῇ Ἀποκαλύψει· „τὰ δὲ θυμιάματά εἰσιν αἱ προσευχαὶ τῶν ἁγίων“ καὶ παρὰ τῷ ὑμνῳδῷ· „γενηθήτω ἡ προσευχή μου ὡς θυμίαμα ἐνώπιόν δου.“

ἀγάλματα δὲ καὶ πρέποντα θεῷ ἀναθήματα, οὐχ ὑπὸ βαναύσων τεχνιτῶν κατεσκευασμένα· ἀλλ᾿ ὑπὸ λόγου θεοῦ τρανούμενα καὶ μορφούμενα ἐν ἡμῖν. αἱ ἀρεταὶ, μιμήματα τυγχάνουσαι τοῦ πρωτοτόκου „πάσης κτίσεως.“ ἐν ᾧ ἐστι δικαιοσύνης καὶ σωφροσύνης καὶ ἀνδρείας καὶ σοφίας καὶ εὐσεβείας καὶ τῶν λοιπῶν ἀρετῶν παραδείγματα.

v.2.p.235
ἐν πᾶσιν οὖν ἐστι, τοῖς κατὰ τὸν θεῖον λόγον σωφροσύνην ἑαυτοῖς κατασκευάσασι καὶ δικαιοσύνην καὶ ἀνδρείαν καὶ σοφίαν καὶ εὐσέβειαν καὶ τῶν λοιπῶν ἀρετῶν τὰ κατασκευάσματα, ἀγάλματα· οἷς πρέπον εἶναι πεπείσμεθα τιμᾶσθαι τὸ πρωτότυπον πάντων ἀγαλμάτων. τὴν εἰκόνα „τοῦ θεοῦ τοῦ ἀοράτου.“ τὸν μονογενῆ θεόν. ἀλλὰ καὶ οἱ ἐκδυόμενοι „τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς πράξεσιν αὐτοῦ καὶ ἐνδυόμενοι τὸν νέον. τὸν ἀνακαινούμενον εἰς ἐπίγνωσιν κατ᾿ εἰκόνα τοῦ κτίσαντος αὐτὸν,“ τὸ „κατ᾿ εἰκόνα τοῦ κτίσαντος“ εἶναι ἀναλαμβάνοντες. ἀγάλματα ἐν ἑαυτοῖς ποιοῦσιν, ὁποῖα βούλεται ὁ ἐπὶ πᾶσι θεὸς, ἐκείνου.

ὥσπερ δὲ καὶ ἐπὶ τῶν ἀγαλματοποιῶν οἱ μέν τινες εἰσὶ θαυμαστῶς κατορθοῦντες τὸ ἔργον, ὥσπερ εἰπεῖν Φειδίας ἢ Πολύκλειτος ἢ ζωγράφοι Ζεῦξις καὶ Ἀπελλῆς, ἕτεροι δὲ ἔλαττον τούτων ἀγαλματοποιοῦσι, καὶ ἄλλοι ἔτι καὶ τῶν δευτέρων ἔλαττον, καὶ ἁπαξαπλῶς πολλὴ διαφορά ἐστι τῆς τῶν ἀγαλμάτων καὶ εἰκόνων

756
κατασκευῆς· τὸν αὐτὸν τρόπον οἱ μέν τινες εἰσὶ ποιοῦντες ἀγάλματα τοῦ ἐπὶ πᾶσι θεοῦ βέλτιον καὶ κατὰ τελείαν ἐπιστήμην, ὡς μηδεμίαν εἶναι σύγκρισιν τοῦ ὑπὸ Φειδίου κατασκευασθέντος Ὀλυμπίου Διὸς πρὸς τὸν κατασκευασθέντα „κατ᾿ εἰκόνα τοῦ κτίσαντος“ θεοῦ· πάντων δὲ τῶν ἐν ὅλῃ τῇ κτίσει πολλῷ βέλτιον καὶ ὑπερέχον ἐστὶν ἐν τῷ σωτῆρι ἡμῶν, τῷ λέγοντι· „ὁ πατὴρ ἐν ἐμοί.“

Καὶ ἐν ἑκάστῳ δὲ τῶν κατὰ δύναμιν ἐκεῖνον καὶ ἐν τούτῳ μιμησαμένων ἐστὶν ἄγαλμα τὸ „κατ᾿ εἰκόνα τοῦ κτίσαντος,“ ὅπερ κατασκευάζουσι τῷ ἐνορᾶν θεῷ καθαρᾷ καρδίᾳ, „μιμηταὶ“ γενόμενοι „τοῦ θεοῦ.“ καὶ ἁπαξαπλῶς πάντες Χριστιανοὶ ὁποίους εἴπομεν βωμοὺς καὶ ὁποῖα παρεστήσαμεν ἀγάλματα πειρῶνται ἱδρύεσθαι, οὐκ ἄψυχα καὶ ἀναίσθητα οὐδὲ δαιμόνων λίχνων ἐφεδρευόντων τοῖς ἀψύχοις δεκτικὰ ἀλλὰ πνεύματος θεοῦ, τοῖς εἰρημένοις ἀγάλμασι τῆς ἀρετῆς καὶ τῷ „κατ᾿ εἰκόνα τοῦ κτίσαντος“ ὡς οἰκείοις

195
ἐπιδημοῦντος· οὕτω δὲ καὶ τὸ πνεῦμα τοῦ Χριστοῦ
v.2.p.236
τοῖς, ἵν᾿ οὕτως ὀνομάσω, συμμόρφοις ἐφιζάνει. καὶ τοιαῦτά γε βουλόμενος παραστῆσαι ὁ τοῦ θεοῦ λόγος ἀνέγραψε τὸν μὲν θεὸν ἐν ἐπαγγελίᾳ τοῖς δικαίοις λέγοντα· „ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω ἐν αὐτοῖς, καὶ ἔσομαι αὐτῶν θεὸς, καὶ αὐτοὶ ἔσονταί μου λαὸς,“ τὸν δὲ σωτῆρα· „ἐάν τις ἀκούῃ μου τοὺς λόγους καὶ ποιῇ αὐτοὺς, ἐγὼ καὶ ὁ πατήρ μου ἐλευσόμεθα πρὸς αὐτὸν καὶ μονὴν παρ᾿ αὐτῷ ποιησόμεθα.“

συνεξεταζέτω οὖν ὁ βουλόμενος βωμοὺς, οὓς διηγησάμην, βωμοῖς οἷς Κέλσος λέγει, καὶ ἀγάλματα ἐν τῇ τῶν εὐσεβούντων εἰς τὸν τῶν ὅλων θεὸν ψυχῇ ἀγάλμασι Φειδίου καὶ Πολυκλείτου καὶ τῶν παραπλησίων· καὶ σαφῶς εἴσεται ἐκεῖνα μὲν καὶ ἄψυχα εἶναι καὶ χρόνῳ φθειρόμενα, ταῦτα δὲ ἐν τῇ ἀθανάτῳ μένειν ψυχῇ ἐς ὅσον μένειν ἐν αὐτῇ ἡ λογικὴ ψυχὴ βούλεται.

Εἰ δὲ καὶ ναοὺς ναοῖς δεῖ παραβαλεῖν, ἵνα παραστήσωμεν τοῖς ἀποδεχομένοις τὰ Κέλσου ὅτι νεὼς μὲν ἱδρύεσθαι τοὺς πρέποντας τοῖς εἰρημένοις ἀγάλμασι καὶ βωμοῖς οὐ φεύγομεν, ἐκτρεπόμεθα δὲ τῷ πάσης ζωῆς χορηγῷ ἀψύχους καὶ νεκροὺς οἰκοδομεῖν νεώς· ἀκουέτω ὁ βουλόμενος, τίνα τρόπον διδασκόμεθα ὅτι τὰ σώματα ἡμῶν „ναὸς τοῦ θεοῦ“ ἐστι, καὶ „εἴ τις“ διὰ τῆς ἀκολασίας ἢ τῆς ἁμαρτίας „φθείρει“ „τὸν ναὸν τοῦ θεοῦ,“ οὗτος ὡς ἀληθῶς ἀσεβὴς εἰς τὸν ἀληθῆ ναὸν φθαρήσεται. πάντων δὲ τῶν οὕτως ὀνομαζομένων ναῶν κρείττων ἦν καὶ διαφέρων νεὼς τὸ ἱερὸν καὶ καθαρὸν σῶμα τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ, ὅστις ἐπιστάμενος ἐπιβουλεύεσθαι μὲν δύνασθαι ὑπὸ τῶν ἀσεβῶν τὸν ναὸν τοῦ ἐν αὐτῷ θεοῦ, οὐ μὴν ὥστε ἰσχυροτέραν εἶναι τὴν τῶν ἐπιβουλευόντων προαίρεσιν τῆς τὸν νεὼν οἰκοδομούσης

757
θειότητος, φησὶ πρὸς ἐκείνους· „λύσατε τὸν ναὸν τοῦτον, κἀγὼ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν.“ τοῦτο δὲ „ἔλεγε περὶ τοῦ ναοῦ τοῦ σώματος αὐτοῦ.“

καὶ ἄλλως δὲ οἱ θεῖοι λόγοι τὰ περὶ ἀναστάσεως μυστικῶς διδάσκοντες τοὺς δυναμένους ἀκούειν θειοτέρᾳ ἀκοῇ λόγων θεοῦ, ἀνοικοδομηθήσεσθαί (φασι) λίθοις ζῶσι καὶ τιμιωτάτοις· αἰνιττόμενοι

v.2.p.237
ὅτι ἕκαστος τῶν συμπνεόντων διὰ τοῦ αὐτοῦ λόγου εἰς τὴν κατ᾿ αὐτὸν εὐσέβειαν λίθος ἐστὶ τίμιος τοῦ παντὸς ναοῦ τοῦ θεοῦ. καθὸ ὑπὸ μὲν τοῦ Πέτρου λέγεται· „ὑμεῖς δὲ οἰκοδομεῖσθε λίθοι ζῶντες καὶ οἶκος πνευματικὸς εἰς ἱεράτευμα ἅγιον, ἀνενέγκαι πνευματικὰς θυσίας εὐπροσδέκτους θεῷ διὰ Ἰησοῦ Χριστοῦ,“ ὑπὸ δὲ τοῦ Παύλου τό· „οἰκοδομηθέντες ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν. ὄντος ἀκρογωνιαίου λίθου αὐτοῦ Χριστοῦ Ἰησοῦ τοῦ κυρίου ἡμῶν.“ τοιοῦτον δέ τινα μυστικὸν ἔχει
196
νοῦν καὶ ἡ ἐν τῷ Ἡσαΐᾳ λέξις. οὕτως ἔχουσα καὶ λεγομένη ὡς πρὸς τὴν Ἱερουσαλήμ· „ἰδοὺ ἑτοιμάζω σοι ἄνθρακα τὸν λίθον σου καὶ τὰ θεμέλιά σου σάπφειρον, καὶ θήσω τὰς ἐπάλξεις σου ἴασπιν καὶ τὰς πύλας σου λίθους κρυστάλλου καὶ τὸν περίβολόν σου λίθους ἐκλεκτοὺς, καὶ πάντας τοὺς υἱούς σου διδακτοὺς θεοῦ· καὶ ἐν πολλῇ εἰρήνῃ τὰ τέκνα σου, καὶ ἐν δικαιοσύνῃ οἰκοδομηθήσῃ.“

Εἰσὶν οὖν τινες τῶν δικαίων ἄνθραξ λίθος καὶ ἄλλοι σάπφειρος καὶ ἄλλοι ἴασπις καὶ ἄλλοι κρύσταλλος· καὶ οὕτω πᾶν γένος ἐκλεκτῶν καὶ τιμίων λίθων εἰσὶν οἱ δίκαιοι. τὸν δὲ περὶ λίθων νοῦν καὶ τῆς φύσεως αὐτῶν λόγον. καὶ εἰς ποδαπὰς ψυχὰς ἀναφέρεσθαι δύναται ἐκ τοῦ τιμίου λίθου τὸ ὄνομα, οὐ κατὰ τὸν παρόντα καιρόν ἐστι διηγήσασθαι· μόνον δ᾿ ἐχρῆν ὑπομνησθῆναι ἐπ᾿ ὀλίγον τοῦ βουλήματος τῶν καθ᾿ ἡμᾶς ναῶν καὶ ἑνὸς τοῦ ἐκ λίθων τιμίων νεὼ τοῦ θεοῦ. ὥσπερ γὰρ, εἰ ἐπὶ τοῖς νομιζομένοις ναοῖς ἕκαστοι κατὰ τὰς σφῶν πόλεις ἐσεμνύνοντο πρὸς τοὺς ἑτέρους, ἔλεγον ἂν οἱ ἐπὶ τοῖς τιμιωτέροις ναοῖς μέγα φρονοῦντες τὰ ἐξαίρετα τῶν ἰδίων εἰς ἔλεγχον τῶν ὑποδεεστέρων· οὕτως πρὸς τοὺς ἐγκαλοῦντας ἡμῖν, ἐπεὶ μὴ νομίζομεν δεῖν σέβειν τὸ θεῖον παρ᾿ ἀναισθήτοις ναοῖς, ἀντιπαραλαμβάνομεν τοὺς καθ᾿ ἡμᾶς ναοὺς καὶ δείκνυμεν τοῖς γε μὴ ἀναισθήτοις μηδὲ παραπλησίοις τοῖς ἀναισθήτοις θεοῖς αὐτῶν ὅτι οὐδεμία σύγκρισίς ἐστιν οὔτε τῶν παρ᾿ ἡμῖν ἀγαλμάτων πρὸς τὰ ἀγάλματα τῶν ἐθνῶν οὔτε τῶν παρ᾿ ἡμῖν βωμῶν καὶ τῶν παρ᾿ αὐτοῖς, ἵν᾿ οὕτως ὀνομάσω, θυμιαμάτων πρὸς τοὺς ἐκείνων βωμοὺς καὶ τὰς παρ᾿ αὐτοῖς κνίσσας καὶ αἵματα ἀλλ᾿ οὐδὲ τῶν ἀποδεδομένων ναῶν πρὸς τοὺς ναοὺς τῶν ἀναισθήτων, ὑπὸ

v.2.p.238
αναισθήτων ἀνθρώπων θαυμαζομένων καὶ μηδὲ φαντασιωθέντων τὴν θείαν αἴσθησιν, ᾗ αἰσθάνεταί τις θεοῦ καὶ τῶν τούτου ἀγαλμάτων καὶ ναῶν
758
καὶ βωμῶν, πρεπόντων θεῷ.

οὐκ εἰς τὸ πιστὸν οὖν ἀφανοῦς καὶ ἀποῤῥήτου κοινωνίας καὶ τὸ τοιοῦτο σύνθημα φεύγομεν βωμοὺς καὶ ἀγάλματα καὶ νεὼς ἱδρύεσθαι, ἀλλ᾿ ὅτι εὑρόντες διὰ τὴν Ἰησοῦ διδασκαλίαν τὸν τρόπον τῆς εἰς τὸ θεῖον εὐσεβείας φεύγομεν τὰ φαντασίᾳ εὐσεβείας ἀσεβεῖς ποιοῦντα τοὺς ἐσφαλμένους ἀπὸ τῆς διὰ Ἰησοῦ Χριστοῦ εὐσεβείας· ὅς ἐστι μόνος „ὁδὸς“ εὐσεβείας, ἀληθῶς λέγων τό· „ἐγώ εἰμι ἡ ὁδὸς καὶ ἡ ἀλήθεια καὶ ἡ ζωή.“