Contra Celsum

Origen

Origenes. Origenes Werke Vol 1-2. Koetschau, Paul, editor. Leipzig: Hinrichs, 1899.

Ἤδη ἔφθασα ἐπὶ τὸ συντελέσαι ἑπτὰ βιβλία, θέλω δὲ ἄρξασθαι καὶ ὀγδόου. θεὸς δὲ καὶ ὁ „μονογενὴς“ αὐτοῦ λόγος παρέσται ἡμῖν, ἵνα γενναίως μὲν τὰ Κέλσου ψεύδη διελεγχθῇ, μάτην ἐπιγεγραμμένα ἀληθὴς λόγος, δυνατῶς δὲ καὶ τὸ ὅσον ἐπὶ τοῖς ὑπαγορευομένοις τὰ χριστιανισμοῦ ἀποδειχθῇ. εὐχομένοις τὸ „ὑπὲρ Χριστοῦ πρεσβεύομεν, ὡς τοῦ θεοῦ παρακαλοῦντος“ ἡμᾶς „δι᾿ ἡμῶν“ εἰπεῖν τῇ τοῦ Παύλου διαθέσει καὶ πρεσβεῦσαι „ὑπὲρ Χριστοῦ“ πρὸς τοὺς ἀνθρώπους, ὡς ὁ τοῦ θεοῦ λόγος ἐπὶ τὴν πρὸς ἑαυτὸν φιλίαν παρακαλεῖ, βουλόμενος οἰκειῶσαι δικαιοσύνῃ καὶ ἀληθείᾳ καὶ ταῖς λοιπαῖς ἀρεταῖς τοὺς

190
πρὸ τῆς παραδοχῆς τῶν Ἰησοῦ τοῦ Χριστοῦ δογμάτων ἐν σκότῳ τῷ περὶ θεοῦ καὶ ἀγνοίᾳ τῇ περὶ τοῦ κτίσαντος ἐνδιατρίψαντας. καὶ πάλιν δὲ ἐρῶ ὅτι ὁ θεὸς δῴη ἡμῖν τὸν γενναῖον καὶ ἀληθῆ λόγον. τὸν κύριον τὸν κραταιὸν καὶ δυνατὸν „ἐν πολέμῳ“ τῷ κατὰ τῆς κακίας. ἤδη δὲ καὶ ἐπὶ τὴν ἑξῆς λέξιν Κέλσου καὶ τὰ πρὸς αὐτὴν ὁδευτέον ἐστὶν ἡμῖν.

745
Ἐπηπόρησε δὲ ἐν τοῖς πρὸ τούτων πρὸς ἡμᾶς. διὰ τί δαίμονας οὐ θεραπεύομεν· καὶ πρὸς ἃ εἶπε περὶ δαιμόνων ἀπηντήσαμεν κατὰ τὸ φαινόμενον ἡμῖν βούλημα τοῦ θείου λόγου. εἶθ᾿ ἑξῆς ἐκείνοις ἡμᾶς εἰσάγει λέγοντας πρὸς τὴν ἐπαπόρησιν αὐτοῦ.
v.2.p.222
θέλοντος ἡμᾶς καὶ τοὺς δαίμονας θεραπεύειν, ὅτι οὐχ οἷόν τε „δουλεύειν“ τὸν αὐτὸν πλείοσι „κυρίοις.“ τοῦτο δ᾿, ὡς οἴεται, στάσεως εἶναι φωνὴν τῶν, ὡς αὐτὸς ὠνόμασεν, ἀποτειχιζόντων ἑαυτοὺς καὶ ἀποῤῥηγνύντων ἀπὸ τῶν λοιπῶν ἀνθρώπων. νομίζει δὲ τοὺς τοῦτο λέγοντας τὸ ὅσον ἐφ᾿ ἑαυτοῖς ἀπομάττεσθαι τὸ σφέτερον πάθος εἰς τὸν θεόν. διὸ καὶ ἐπὶ μὲν ἀνθρώπων χώραν ἔχειν οἴεται τὸν δουλεύοντά τινι μὴ ἂν εὐλόγως καὶ ἄλλῳ „δουλεύειν“ ἀνθρώπῳ, ὡς βλαπτομένου τοῦ ἑτέρου ἀπὸ τῆς διαφόρου δουλείας, μηδὲ τὸν φθάσαντα συνομωμοκέναι τινὶ συνομνύειν καὶ ἑτέρῳ ὡς βλάπτοντα, (καὶ) λόγον ἔχειν τὸ μὴ δουλεύειν ἅμα διαφόροις ἥρωσι καὶ τοῖς τοιούτοις δαίμοσιν· ἐπὶ δὲ θεοῦ, πρὸς ὃν οὔτε βλάβη τις οὔτε λύπη φθάνει, ἄλογον νομίζει τὸ φυλάττεσθαι ὁμοίως τοῖς περὶ ἀνθρώπων καὶ ἡρώων καὶ τοιῶνδε δαιμόνων θεραπεύειν θεοὺς πλείονας. φησὶ δὲ καὶ τὸν θεραπεύοντα θεοὺς πλείονας τῷ ἕν τι τῶν τοῦ μεγάλου θεραπεύειν φίλον καὶ ἐν τούτῳ ἐκείνῳ ποιεῖν καὶ προστίθησιν ὅτι οὐδ᾿ ἔξεστι τιμᾶσθαί τινι ᾧ μὴ ἐξ ἐκείνου τοῦτο δέδοται. διότι τιμῶν τις καὶ σέβων, φησὶ, τοὺς ἐκείνου πάντας οὐ λυπεῖ τὸν θεὸν, οὗ πάντες εἰσίν.

Ἴδωμεν δὴ πρὸ τῶν ἑξῆς εἰ μὴ εὐλόγως ἀποδεχόμεθα τὴν „οὐδεὶς δύναται δυσὶ κυρίοις δουλεύειν“ φωνὴν, ᾗ ἐπιφέρεται τὸ „ἢ γὰρ τὸν ἕνα μισήσει καὶ τὸν ἕτερον ἀγαπήσει, ἢ ἑνὸς ἀνθέξεται καὶ τοῦ ἑτέρου καταφρονήσει,“. καὶ ἑξῆς αὐτῷ τὸ „οὐ δύνασθε θεῷ δουλεύειν καὶ μαμωνᾷ.“ καλεῖ δ᾿ ἡμᾶς ἡ ἀπολογία εἰς βαθύτερόν τινα καὶ ἀπόῤῥητον περὶ θεῶν καὶ κυρίων λόγον. ἐπίσταται γὰρ ἡ θεία γραφὴ τὸν μέγαν εἶναι κύριον παρὰ „πάντας τοὺς θεούς“· ἐν οἷς „θεοὺς“ οὐ τοὺς προσκυνουμένους ἐν τοῖς ἔθνεσιν ἐξακούομεν, ἅτε μαθόντες ὅτι „πάντες οἱ θεοὶ τῶν ἐθνῶν δαιμόνια,“

v.2.p.223
ἀλλὰ „θεοὺς,“ ὧν οἶδέ τινα συναγωγὴν ὁ προφητικὸς λόγος. καὶ τὸν ἐπὶ πᾶσι θεὸν τούτους διακρίνοντα καὶ διατασσόμενον ἑκάστῳ τὸ οἰκεῖον αὐτῷ ἔργον. „ὁ θεὸς“
191
γὰρ „ἔστη ἐν συναγωγῇ θεῶν, ἐν μέσῳ δὲ θεοὺς διακρινεῖ.“ καὶ γάρ ἐστι „θεὸς θεῶν κύριος.“ ος διὰ τοῦ υἱοῦ „ἐκάλεσε τὴν γῆν ἀπὸ ἀνατολῶν ἡλίου ἕως δυσμῶν.“ καὶ προστασσόμεθα ἐξομολογεῖσθαι „τῷ θεῷ τῶν θεῶν,“ μαθόντες καὶ τὸ „ὁ θεὸς οὐκ ἔστι νεκρῶν ἀλλὰ ζώντων“· ἅπερ δὴ λέγεται οὐ μόνον διὰ τῶν ἐκκειμένων ἀλλὰ καὶ δι᾿ ἄλλων μυρίων.

Τοιαῦτα καὶ περὶ κυρίου καὶ κυρίων διδάσκουσιν ἡμᾶς ἐξετάζειν καὶ φρονεῖν οἱ θεῖοι λόγοι, ὅπου μὲν λέγοντες· „ἐξομολογεῖσθε

746
τῷ θεῷ τῶν θεῶν, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ· ἐξομολογεῖσθε τῷ κυρίῳ τῶν κυρίων, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ,“ ὅπου δὲ ὅτι ἐστὶν ὁ θεὸς „βασιλεὺς τῶν βασιλευόντων καὶ κύριος τῶν κυριευόντων.“ οἶδε δὲ ὁ λόγος θεοὺς τοὺς μέν τινας λεγομένους τοὺς δὲ καὶ ὄντας, εἴτε λεγομένους εἴτε μή· τὸ δ᾿ αὐτὸ διδάσκων καὶ περὶ κυρίων τῶν ὄντων καὶ μὴ λέγει ὁ Παῦλος· „καὶ γὰρ εἴπερ εἰσὶ λεγόμενοι θεοὶ εἴτ᾿ ἐν οὐρανῷ εἴτ᾿ ἐπὶ τῆς γῆς, ὥσπερ εἰσὶ θεοὶ πολλοὶ καὶ κύριοι πολλοί.“ εἶτ᾿ ἐπεὶ „ὁ τῶν. θεῶν θεὸς“ καλεῖ „ἀπ᾿ ἀνατολῶν“ καὶ „δυσμῶν“ ἐπὶ τὴν ἑαυτοῦ μερίδα διὰ τοῦ Ἰησοῦ οὓς βούλεται, κύριος δὲ ὢν ὁ Χριστὸς τοῦ θεοῦ δείκνυσιν δι᾿ ὧν ἐπέβη τοῖς πάντων ὁρίοις καὶ πρὸς ἑαυτὸν ἀπὸ πάντων ὁρίων καλεῖ ὅτι ἐστὶ πάντων τῶν κυριευόντων διαφέρων· διὰ τοῦτο ταῦτ᾿ ἐπιστάμενος ὁ Παῦλός φησι μεθ᾿ ἃ παρεθέμην· „ἀλλ᾿ ἡμῖν εἷς θεὸς ὁ πατὴρ, ἐξ οὗ τὰ πάντα, καὶ εἷς κύριος Ἰησοῦς Χριστὸς, δι᾿ οὗ τὰ πάντα, καὶ ἡμεῖς δι᾿ αὐτοῦ.“ θεωρῶν τε θαυμάσιόν τινα καὶ μυστηριώδη λόγον κατὰ τὸν τόπον ἐπιφέρει αὐτοῖς· „ἀλλ᾿ οὐκ ἐν πᾶσιν ἡ γνῶσις.“ ἐπὰν δὲ λέγῃ· „ἀλλ᾿ ἡμῖν εἷς θεὸς ὁ πατὴρ, ἐξ οὗ τὰ πάντα, καὶ εἷς κύριος Ἰησοῦς Χριστὸς, δι᾿ οὗ τὰ πάντα,“ τὸ „ἡμῖν“ λέγει ἐφ᾿ ἑαυτοῦ καὶ πάντων τῶν ἀναβεβηκότων πρὸς τὸν ἐπὶ πᾶσι θεὸν „τῶν θεῶν“ καὶ πρὸς τὸν ἐπὶ πᾶσι κύριον „τῶν κυρίων.“ ἀναβέβηκε δὲ πρὸς τὸν ἐπὶ πᾶσι
v.2.p.224
θεὸν ὁ ἀσχίστως καὶ ἀδιαιρέτως καὶ ἀμερίστως αὐτὸν σέβων διὰ τοῦ μόνου προσάγοντος ἐκείνῳ υἱοῦ, τοῦ θεοῦ λόγου καὶ σοφίας ἐν τῷ Ἰησοῦ θεωρουμένου, τοὺς παντὶ τρόπῳ πειρωμένους ἑαυτοὺς οἰκειῶσαι δι᾿ ἐξαιρέτων λόγων καὶ πράξεων καὶ διανοημάτων [καὶ νοημάτων] τῷ τοῦ παντὸς δημιουργῷ θεῷ. παρὰ ταῦτα δ᾿ οἶμαι καὶ τὰ τούτοις παραπλήσια τὸν μετασχηματιζόμενον „εἰς ἄγγελον φωτὸς“ ἄρχοντα „τοῦ αἰῶνος τούτου“ πεποιηκέναι τὸ „τῷ δὲ ἕπεται στρατιὰ θεῶν τε καὶ δαιμόνων, κατὰ ἕνδεκα μοίρας τεταγμένη.“ ἐν οἷς περὶ ἑαυτοῦ καὶ τῶν φιλοσοφησάντων λέγει τό· „μετὰ μὲν Διὸς ἡμεῖς, ἄλλοι δὲ μετὰ ἄλλων δαιμόνων.“

Πολλῶν τοίνυν λεγομένων ἢ ὄντων θεῶν ὁμοίως δὲ καὶ κυρίων, ἡμεῖς πάντα πράττομεν, ἵν᾿ οὐ μόνα τὰ προσκυνούμενα ὡς θεοὺς παρὰ τοῖς ἐπὶ γῆς ἔθνεσιν ὑπεραναβῶμεν

191
ἀλλὰ γὰρ καὶ οὕς φασιν αἱ γραφαὶ θεοὺς, περὶ ὧν οὐδὲν ἴσασιν οἱ „ξένοι τῶν“ διὰ
747
Μωϋσέως καὶ τοῦ σωτῆρος Ἰησοῦ ἡμῶν „διαθηκῶν“ τοῦ θεοῦ καὶ οἱ ἀλλότριοι τῶν διὰ τούτων δηλουμένων ἐπαγγελιῶν αὐτοῦ. ὑπεραναβαίνει δὲ τὴν παρὰ πᾶσι δαιμονίοις δουλείαν ὁ μηδὲν ἔργον δαιμονίοις φίλον ποιῶν, καὶ ὑπεραναβαίνει τὴν μερίδα τῶν παρὰ Παύλῳ λεγομένων εἶναι θεῶν ὁ σκοπῶν, εἴτε ὡς ἐκεῖνοι εἴθ᾿ ὅπως ποτὲ ἔχει τὰ πράγματα, οὐ „τὰ βλεπόμενα ἀλλὰ τὰ μὴ βλεπόμενα“· καὶ ὁρῶν τις, τίνα τρόπον καὶ „ἡ τῆς κτίσεως ἀποκαραδοκία τὴν ἀποκάλυψιν τῶν υἱῶν τοῦ θεοῦ ἀπεκδέχεται,“ „οὐχ ἑκοῦσα ἀλλὰ διὰ τὸν ὑποτάξαντα ἐπ᾿ ἐλπίδι,“ εὐφημῶν τὴν κτίσιν καὶ βλέπων, τίνα τρόπον „ἐλευθερωθήσεται“ πᾶσα „ἀπὸ τῆς δουλείας τῆς φθορᾶς“ καὶ καταντήσεται „εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ θεοῦ,“ οὐ περισπᾶται πρὸς (τὸ) τῷ θεῷ καὶ ἄλλῳ τινὶ δουλεύειν μετ᾿ αὐτοῦ οὐδὲ πρὸς τὸ „δυσὶ κυρίοις δουλεύειν.“

οὐ στάσεως οὖν φωνὴ ἐπὶ τοῖς νοήσασι τὰ τοιαῦτα καὶ μὴ θέλουσι „δουλεύειν“ πλείοσι „κυρίοις,“ διὰ τοῦτο ἀρκουμένοις κυρίῳ Ἰησοῦ Χριστῷ, παιδεύοντι ὑφ᾿ ἑαυτῷ τοὺς δουλεύοντας

v.2.p.225
αὐτῷ, ἵν᾿ αὐτοὺς πεπαιδευμένους παραδῷ γενομένους „βασιλείαν“ ἀξίαν θεοῦ τῷ θεῷ καὶ πατρί. ἀλλὰ καὶ ἀποσχίζουσι καὶ ἀποῤῥηγνύουσιν ἑαυτοὺς ἀπὸ τῶν ἀλλοτρίων „τῆς πολιτείας“ τοῦ θεοῦ καὶ ξένων „τῶν διαθηκῶν“ αὐτοῦ, ἵνα „τὸ ἐν οὐρανοῖς πολίτευμα“ πολιτεύσωνται, προσερχόμενοι θεῷ ζῶντι „καὶ πόλει θεοῦ, Ἱερουσαλὴμ ἐπουρανίῳ, καὶ μυριάσιν ἀγγέλων πανηγύρει καὶ ἐκκλησίᾳ πρωτοτόκων, ἀπογεγραμμένων ἐν οὐρανῷ.“

Ἀλλ᾿ οὐδ᾿ ὡς βλαπτομένου τοῦ θεοῦ, ὡς δοκεῖ βλάπτεσθαι ἄνθρωπος ὑπὸ τοῦ καὶ ἄλλῳ παρ᾿ αὐτὸν δουλεύοντος, ἐκκλίνομεν τὸ δουλεύειν ἄλλῳ τινὶ ἢ τῷ θεῷ διὰ τοῦ λόγου αὐτοῦ καὶ τῆς ἀληθείας αὐτοῦ, ἀλλ᾿ ἵνα ἡμεῖς μὴ βλαβῶμεν ἑαυτοὺς χωρίζοντες τῆς τοῦ ἐπὶ πᾶσι θεοῦ μερίδος, ὡς οἰκείως αὐτοῦ τῇ μακαριότητι ζῶντας πνεύματι ἐξαιρέτῳ υἱοθεσίας“· ὅ ἐστιν ἐν υἱοῖς τοῦ ἐν οὐρανοῖς πατρὸς, οὐ λεξείδια ἀλλὰ πράγματα μεγαλοφώνως κατὰ τὸ κρυπτὸν φθεγγομένοις τὸ „Ἀββὰ ὁ πατήρ.“ Λακεδαιμονίων μὲν οὖν οἱ πρέσβεις τὸν Περσῶν βασιλέα. καίτοι προσαναγκαζόντων σφόδρα τῶν δορυφόρων. οὐ προσεκύνησαν φοβούμενοι τὸν ἕνα κύριον αὐτῶν τὸν Λυκούργου νόμον· οἱ δὲ τὴν πολλῷ μείζονα καὶ θειοτέραν πρεσβείαν „ὑπὲρ Χριστοῦ“ πρεσβεύοντες οὔτε τὸν Περσῶν ἄρχοντα οὔτε τὸν Ἑλλήνων οὔτε τὸν Αἰγυπτίων οὔτε τὸν οὑτινοσοῦν ἔθνους προσκυνήσαιεν ἂν, κἂν οἱ δορυφόροι τῶν ἀρχόντων δαίμονες καὶ τοῦ διαβόλου ἄγγελοι προσαναγκάζειν αὐτοὺς ἐθέλωσι

748
τοῦτο ποιεῖν καὶ πείθωσι μακρὰν χαίρειν λέγειν τῷ παντὸς νόμου τῶν ἐπὶ γῆς κρείττονι.
192
κύριος γὰρ τῶν „ὑπὲρ Χριστοῦ“ πρεσβευόντων ὁ Χριστός ἐστιν, ὑπὲρ οὗ πρεσβεύουσιν, ὁ „ἐν ἀρχῇ“ λόγος ὢν καὶ „πρὸς τὸν θεὸν“ ὢν καὶ „θεὸς“ ὤν.

v.2.p.226

Εἶτ᾿ ἐπεὶ ἔδοξε τῶν φαινομένων αὐτῷ βαθύτερόν τινα κινεῖν λόγον ὁ Κέλσος περὶ ἡρώων καί τινων δαιμόνων, λέγων μετὰ τὸν περὶ τῆς πρὸς ἀνθρώπους δουλείας λόγον, ὡς βλαπτομένου τοῦ προτέρου, ᾧ τις δουλεύειν βούλεται, ἐὰν δουλεύειν θέλῃ καὶ δευτέρῳ, ὅτι εἴη δ᾿ ἂν τὸ αὐτὸ καὶ περὶ ἡρώων τε καὶ τῶν τοιούτων δαιμόνων· πευστέον αὐτοῦ, τί νοεῖ τοὺς ἥρωας, καὶ ποδαποὺς εἶναι λέγει τοὺς τοιούτους δαίμονας; ὥστε τὸν δουλεύοντα τῷδε τῷ ἥρωϊ καὶ μὴ ἑτέρῳ δουλεύειν δεῖν, καὶ τῷ τοιῷδε δαίμονι μὴ καὶ ἄλλῳ δουλεύειν· ὡς βλαπτομένου ἀνάλογον τοῖς βλαπτομένοις ἀνθρώποις τοῦ προτέρου δαίμονος, οἷς τις ἐλάτρευσε πρὸ τῶν δευτέρων. ἀλλὰ καὶ τίνα βλάβην οἴεται εἶναι ἡρώων ἢ τῶν τοιῶνδε δαιμόνων, παραστησάτω. ἀναγκασθήσεται γὰρ ἤτοι εἰς πέλαγος φλυαρίας ἐμπεσὼν ἀναλαβεῖν τὸν λόγον καὶ ἀθετῆσαι τὰ εἰρημένα ἢ μὴ φλυαρεῖν θέλων ὁμολογεῖν ὅτι οὔτε ἥρωας οὔτε δαιμόνων φύσιν ἐπίσταται. εἰς δὲ τὸν περὶ ἀνθρώπων λόγον, βλαπτομένων τῶν προτέρων, ἐὰν δουλεύῃ τις δευτέρῳ, λεκτέον· ποίαν βλάβην φησὶ γίνεσθαι τῷ προτέρῳ ἀνθρώπῳ, εἰ ὁ δουλεύων αὐτῷ δουλεύειν ἐθέλει καὶ ἑτέρῳ;

Εἰ μὲν γὰρ ὡς ἰδιώτης λέγοι καὶ ἀφιλόσοφον βλάβην τὴν περὶ χρημάτων τῶν ἐκτὸς ἡμῖν σημαινομένων, ἐλεγχθείη ἂν μηδ᾿ ἐπιστήσας τῷ ὑπὸ Σωκράτους καλῶς εἰρημένῳ ἐν τῷ· „ἐμὲ δὲ Ἄνυτος καὶ Μέλητος ἀποκτεῖναι μὲν δύνανται, βλάψαι δὲ οὔ· οὐ γὰρ θεμιτὸν τὸ κρεῖττον ὑπὸ τοῦ χείρονος βλάπτεσθαι.“ εἰ δὲ βλάβην τὴν κίνησιν ἢ σχέσιν λέγοι κατὰ κακίαν, δῆλον ὅτι οὐδεμιᾶς γινομένης βλάβης περὶ τοὺς σοφοὺς δουλεύει τις ἐν διεστηκόσι τόποις οὖσι δύο σοφοῖς. εἰ δ᾿ οὐδὲ τοῦτο εὔλογον, μάτην αὐτῷ παρείληπται τὸ παράδειγμα κατηγοροῦν τοῦ „οὐδεὶς δύναται δυσὶ κυρίοις δουλεύειν.“ καὶ μᾶλλον ὁ περὶ τῆς (πρὸς) τὸν θεὸν τῶν ὅλων δουλείας μόνον διὰ τοῦ προσάγοντος τῷ θεῷ υἱοῦ αὐτοῦ κρατήσει λόγος. ἀλλὰ καὶ οὐχ ὡς δεόμενον τὸν θεὸν θεραπεύσομεν οὐδ᾿ ὡς λυπούμενον, ἂν μὴ θεραπεύωμεν αὐτὸν, ἀλλ᾿

v.2.p.227
ὡς αὐτοὶ ἀπὸ τῆς πρὸς τὸν θεὸν θεραπείας ὠφελούμενοι καὶ ἄλυποι καὶ ἀπαθεῖς γινόμενοι ἐκ τοῦ δουλεύειν τῷ ἐπὶ πᾶσι θεῷ διὰ τοῦ μονογενοῦς αὐτοῦ λόγου καὶ σοφίας.

749
Ὅρα δὲ πῶς ἀβασάνιστόν ἐστι τὸ εἰ γάρ τι καὶ ἄλλο τῶν ἐν τοῖς ὅλοις θεραπεύσεις, ἐν ᾧ ἐμφαίνεται τὴν τοῦ θεοῦ θεραπείαν χωρὶς πάσης βλάβης ἡμῶν ἡμᾶς προσάγειν ἁπαξαπλῶς τινι τῶν τοῦ θεοῦ. ἀλλ᾿ ὡσπερεὶ αἰσθηθεὶς ἑαυτοῦ οὐχ ὑγιῶς εἰπόντος· εἰ γάρ τι καὶ ἄλλο τῶν ἐν τοῖς ὅλοις θεραπεύσεις,
192
εἶτ᾿ ἐπαναλαμβάνει καὶ διόρθωσιν προσάγει τῷ λεγομένῳ ἐν τούτῳ· οὐδ᾿ ἔξεστι τιμᾶσθαι οὐδενὶ, ὅτῳ μὴ ἐξ ἐκείνου τοῦτο δέδοται. καὶ πυθώμεθα τοῦ Κέλσου περὶ τῶν τιμωμένων ὡς θεῶν ἢ δαιμόνων ἢ καὶ ἡρώων ὅτι πόθεν, ὦ οὗτος, ἀποδεικνύναι ἔχεις ὅτι ἀπὸ τοῦ θεοῦ τούτοις δέδοται τὸ τιμᾶσθαι καὶ οὐχὶ ἀπὸ ἀγνοίας καὶ ἀμαθίας ἀνθρωπίνης πλανωμένων καὶ ἀποπιπτόντων τοῦ κυρίως τιμωμένου; τιμᾶται γοῦν, ὡς πρὸ βραχέος ἔλεγες, ὦ Κέλσε, τὰ Ἀδριανοῦ παιδικὰ, καὶ οὐ δή που ἐρεῖς ὅτι ἀπὸ τοῦ θεοῦ τῶν ὅλων δέδοται τὸ τιμᾶσθαι ὡς θεῷ τῷ Ἀντινόῳ. τὸ δ᾿ αὐτὸ καὶ περὶ τῶν ἄλλων ἐροῦμεν. ἀπαιτοῦντες ἀπόδειξιν περὶ τοῦ δεδόσθαι αὐτοῖς ἀπὸ τοῦ ἐπὶ πᾶσι θεοῦ τὸ τιμᾶσθαι.

ἐὰν δ᾿ ἡμῖν ἀνθυποφέρῃ τὸ παραπλήσιον περὶ τοῦ Ἰησοῦ, ἀποδείξομεν ὅτι ἀπὸ θεοῦ δέδοται αὐτῷ τὸ τιμᾶσθαι· „ἵνα πάντες τιμῶσι τὸν υἱὸν, καθὼς τιμῶσι τὸν πατέρα.“ αἱ γὰρ πρὸ τῆς γενέσεως αὐτοῦ προφητεῖαι συστάσεις ἦσαν τῆς τιμῆς αὐτοῦ. ἀλλὰ καὶ τὰ ὑπ᾿ αὐτοῦ γενόμενα παράδοξα οὐ μαγγανείᾳ, ὡς οἴεται Κέλσος, ἀλλὰ θειότητι προειρημένῃ ὑπὸ τῶν προφητῶν τὴν ἀπὸ θεοῦ εἶχε μαρτυρίαν· ἵν᾿ ὁ „τιμῶν τὸν υἱὸν“ ὄντα λόγον μηδὲν ἄλογον πράττων ὠφελῆται ἐκ τοῦ τιμᾶν αὐτὸν. καὶ τιμῶν αὐτὸν ὄντα ἀλήθειαν κρείττων γίνηται ἀπὸ τοῦ τιμᾶν ἀλήθειαν, οὕτως

v.2.p.228
δὲ καὶ ἀπὸ τοῦ τιμᾶν σοφίαν καὶ δικαιοσύνην καὶ πάντα, ἅπερ φασὶν εἶναι οἱ θεῖοι λόγοι τὸν υἱὸν τοῦ θεοῦ.

Ὅτι δὲ ἡ πρὸς τὸν (υἱὸν τοῦ) θεοῦ τιμὴ ἐν βίῳ ὑγιεῖ γίνεται. οὕτως δὲ καὶ ἡ πρὸς τὸν θεὸν καὶ πατέρα, ὅρα εἰ μὴ διδασκόμεθα ἔκ τε τοῦ „ὃς ἐν νόμῳ καυχᾶσαι, διὰ τῆς παραβάσεως, (τοῦ νόμου) τὸν θεὸν ἀτιμάζεις“ καὶ ἐκ τοῦ „πόσῳ δοκεῖτε χείρονος ἀξιωθήσεται τιμωρίας ὁ τὸν υἱὸν τοῦ θεοῦ καταπατήσας καὶ τὸ αἷμα τῆς διαθήκης κοινὸν ἡγησάμενος, ἐν ᾧ ἡγιάσθη, καὶ τὸ πνεῦμα τῆς χάριτος ἐνυβρίσας.“ εἰ γὰρ „διὰ τῆς παραβάσεως τοῦ νόμου“ ἀτιμάζει τὸν θεὸν ὁ παραβαίνων τὸν νόμον, καὶ καταπατεῖ „τὸν υἱὸν τοῦ θεοῦ“ ὁ μὴ καταπατῶν τὸν λόγον· δῆλον ὅτι τιμᾷ μὲν τὸν θεὸν ὁ τηρῶν τὸν νόμον, σέβει δὲ τὸν θεὸν ὁ κεκοσμημένος τῷ λόγῳ τοῦ θεοῦ καὶ τοῖς ἔργοις αὐτοῦ. εἰ δὲ ᾔδει Κέλσος, τίνες μέν εἰσι τοῦ θεοῦ, καὶ ὅτι μόνοι οἱ σοφοὶ, τίνες δὲ οἱ ἀλλότριοι, καὶ ὅτι πάντες οἱ φαῦλοι οἱ μηδαμῶς νεύοντες πρὸς ἀρετῆς ἀνάληψιν.

750
εἶδεν ἂν, πῶς δεῖ (λέγειν) τὸ τιμῶν οὖν τις καὶ σέβων τοὺς ἐκείνου πάντας τί λυπεῖ τὸν θεὸν, οὗ πάντες εἰσίν;