Contra Celsum

Origen

Origenes. Origenes Werke Vol 1-2. Koetschau, Paul, editor. Leipzig: Hinrichs, 1899.

Τῶν δ᾿ ἐν Ἰουδαίοις προφητῶν οἱ μὲν πρὸ τῆς προφητείας καὶ τῆς θείας κατακωχῆς ἦσαν

169
σοφοὶ, οἱ δ᾿ ἀπ᾿ αὐτῆς τῆς προφητείας φωτισθέντες τὸν νοῦν τοιοῦτοι γεγόνασιν, αἱρεθέντες ὑπὸ τῆς προνοίας εἰς τὸ πιστευθῆναι τὸ θεῖον πνεῦμα καὶ τοὺς ἀπὸ τούτου λόγους διὰ τὸ τοῦ βίου δυσμίμητον καὶ σφόδρα εὔτονον καὶ ἐλευθέριον καὶ πάντῃ πρὸς θάνατον καὶ κινδύνους ἀκατάπληκτον. τοιούτους γὰρ καὶ ὁ λόγος αἱρεῖ δεῖν εἶναι τοὺς τοῦ ἐπὶ πᾶσι θεοῦ προφήτας. οἵτινες παίγνιον ἀπέφηναν τὴν Ἀντισθένους καὶ Κράτητος καὶ Διογένους εὐτονίαν. δι᾿ ἀλήθειαν γοῦν καὶ τὸ ἐλευθερίως ἐλέγχειν τοὺς ἁμαρτάνοντας „ἐλιθάσθησαν, ἐπρίσθησαν, ἐπειράσθησαν,
699
ἐν φόνῳ μαχαίρας ἀπέθανον· περιῆλθον γὰρ ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, κακουχούμενοι, ἐν ἐρημίαις πλανώμενοι καὶ ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς, ὧν οὐκ ην ἄξιος ὁ ἐπὶ γῆς κόσμος“· ἀεὶ ἐνορῶντες τῷ θεῷ καὶ τοῖς ἀοράτοις τοῦ θεοῦ καὶ μὴ βλεπομένοις αἰσθητῶς καὶ διὰ τοῦτο οὖσιν αἰωνίοις.

ὁ δὲ βίος ἑκάστου τῶν προφητῶν ἀναγέγραπται· ἀρκεῖ δὲ ἐπὶ τοῦ παρόντος παραθέσθαι τὸν Μωϋσέως βίον (καὶ γὰρ αὐτοῦ φέρονται προφητεῖαι, ἀναγεγραμμέναι ἐν τῷ νόμῳ) καὶ τὸν Ἱερεμἰου, φερόμενον ἐν τῇ ὁμωνύμῳ αὐτοῦ προφητείᾳ, καὶ τὸν Ἡσαΐου, ὃς ἐπορεύθη ὑπερτείνων πᾶσαν ἄσκησιν „γυμνὸς καὶ ἀνυπόδετος“ ἔτεσι τρισίν. ἴδε δὲ καὶ παιδαρίων, τοῦ Δανιὴλ καὶ τῶν σὺν αὐτῷ, τὸν ἐῤῥωμένον βίον, ἀναγνοὺς τὴν ὑδροποσίαν αὐτῶν καὶ ὅτι ἡ τροφὴ ἦν αὐτοῖς ὄσπριον, ἐμψύχων ἀπεχομένοις. εἰ δὲ δύνασαι, καὶ τὰ πρὸ τούτων θέασαι, Νῶε προφητεύσαντος καὶ Ἰσαὰκ τῷ υἱῷ ἐπευξαμένου προφητικῶς καὶ τοῦ Ἰακὼβ λέγοντος ἑκάστῳ τῶν δώδεκα· „δεῦτε, ἵνα ἀναγγείλω ὑμῖν, τί ἔσται ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν.“ οὗτοι δὴ καὶ ἄλλοι μυρίοι προφητεύσαντες τῷ θεῷ καὶ τὰ περὶ

v.2.p.160
Ἰησοῦ τοῦ Χριστοῦ προεῖπον. διόπερ ἐν οὐδενὶ μὲν τιθέμεθα λόγῳ τὰ ὑπὸ τῆς Πυθίας ἢ Δωδωνίδων ἢ Κλαρίου ἢ ἐν Βραγχίδαις ἢ ἐν Ἄμμωνος ἢ ὑπὸ μυρίων ἄλλων λεγομένων θεοπρόπων προειρημένα· τὰ δ᾿ ὑπὸ τῶν ἐν Ἰουδαίᾳ προφητευσάντων τεθήπαμεν, ὁρῶντες ὅτι ἄξιος ἦν αὐτῶν ὁ ἐῤῥωμένος καὶ εὔτονος καὶ σεμνὸς βίος πνεύματος θεοῦ, τρόπῳ προφητεύοντος καινῷ καὶ οὐδὲν ἔχοντι παραπλήσιον ταῖς ἀπὸ δαιμόνων μαντείαις.