Contra Celsum

Origen

Origenes. Origenes Werke Vol 1-2. Koetschau, Paul, editor. Leipzig: Hinrichs, 1899.

Πλήν φησιν ὁ Κέλσος ἡμᾶς ἀποκρίνεσθαι εἰκότι στοχασμῷ, ὁμολογῶν ἀναγράφειν ἡμῶν τὴν ἀπόκρισιν οὕτως ἔχουσαν·

v.2.p.139
ἐπειδὴ μέγας ἐστὶ καὶ δυσθεώρητος ὁ θεὸς, πνεῦμα ἴδιον ἐμβαλὼν εἰς σῶμα ἡμῖν ὅμοιον δεῦρο κατέπεμψεν, ὡς ἂν δυνηθείημεν ἀκοῦσαι παρ᾿ αὐτοῦ καὶ μαθεῖν. οὐ μόνος δὲ μέγας καθ᾿ ἡμᾶς ἐστιν ὁ τῶν ὅλων θεὸς καὶ πατήρ· μετέδωκε γὰρ ἑαυτοῦ καὶ τῆς μεγαλειότητος τῷ μονογενεῖ καὶ πρωτοτόκῳ „πάσης κτίσεως“·
162
ἵν᾿ „εἰκὼν“ αὐτὸς τυγχάνων „τοῦ ἀοράτου θεοῦ“ καὶ ἐν τῷ μεγέθει σῴζῃ τὴν εἰκόνα τοῦ πατρός. οὐ γὰρ οἷόν τ᾿ ἦν εἶναι σύμμετρον, ἵν᾿ οὕτως ὀνομάσω, καὶ καλὴν εἰκόνα
685
„τοῦ ἀοράτου θεοῦ,“ μὴ καὶ τοῦ μεγέθους παριστᾶσαν τὴν εἰκόνα.

ἀλλὰ καὶ ὁ θεὸς καθ᾿ ἡμᾶς τῷ μὲν μὴ εἶναι σῶμα ἀόρατός ἐστιν· τοῖς δὲ θεωρητικοῖς καρδίᾳ θεωρητὸς, τουτέστι νῷ, καρδίᾳ δὲ οὐ τῇ τυχούσῃ ἀλλὰ τῇ καθαρᾷ. οὐ γὰρ θέμις μεμολυσμένην καρδίαν ἐνορᾶν θεῷ, ἀλλὰ δεῖ καθαρὸν εἶναι τὸ τοῦ καθαροῦ κατ᾿ ἀξίαν θεωρητικόν. ἔστω δὴ καὶ δυσθεώρητος ὁ θεός· ἀλλ᾿ οὐ μόνος δυσθεώρητός ἐστι τινὶ, ἀλλὰ καὶ ὁ μονογενὴς αὐτοῦ. δυσθεώρητος γὰρ ὁ θεὸς λόγος, δυσθεώρητος δὲ οὑτωσὶ καὶ σοφία ἐστὶν, ἐν ᾗ τὰ πάντα πεποίηκεν ὁ θεός. τίς γὰρ δύναται καθ᾿ ἕκαστον τῶν πάντων τὴν σοφίαν, ἐν ᾗ ὁ θεὸς καὶ ἕκαστον τῶν πάντων πεποίηκε, (θεωρῆσαι); οὐ διὰ τὸ δυσθεώρητος οὖν ὁ θεὸς εἶναι ὡς εὐθεώρητον τὸν υἱὸν ἔπεμψεν. ἅπερ μὴ νοήσας ὁ Κέλσος εἶπεν ὡς ἐκ προσώπου ἡμῶν· διὰ τὸ δυσθεώρητος εἶναι πνεῦμα ἴδιον ἐμβαλὼν εἰς σῶμα ἡμῖν ὅμοιον δεῦρο κατέπεμψεν, ὡς ἂν δυνηθείημεν ἀκοῦσαί τε παρ᾿ αὐτοῦ καὶ μαθεῖν. ἀλλ᾿ ὡς ἀποδεδώκαμεν, καὶ ὁ υἱὸς δυσθεώρητος ὢν, ἅτε λόγος θεὸς, δι᾿ οὗ τὰ πάντα ἐγένετο, „καὶ ἐσκήνωσεν ἐν ἡμῖν.“

Εἰ δὲ συνίει Κέλσος ἃ λέγομεν περὶ πνεύματος θεοῦ, καὶ ὅτι „ὅσοι πνεύματι θεοῦ ἄγονται, οὗτοι υἱοὶ θεοῦ εἰσιν,“ οὐκ ἂν ἑαυτῷ ὡς ἀφ᾿ ἡμῶν ἀπεφήνατο ὅτι πνεῦμα ἴδιον ἐμβαλὼν εἰς σῶμα ὁ θεὸς δεῦρο κατέπεμψεν. ἀεὶ γὰρ ὁ θεὸς μεταδίδωσι τοῖς δυναμένοις μετέχειν αὐτοῦ τοῦ ἰδίου πνεύματος, οὐ κατ᾿ ἀποτομὴν καὶ διαίρεσιν ἐγγινομένου τοῖς ἀξίοις. οὐδὲ γὰρ σῶμα τὸ καθ᾿ ἡμᾶς πνεῦμα, ὡς οὐδὲ σῶμα τὸ πῦρ, ὅπερ εἶναι

v.2.p.140
λέγεται θεὸς ἐν τῷ· „ὁ θεὸς ἡμῶν πῦρ καταναλίσκον.“ πάντα γὰρ ταῦτα τροπικῶς λέγεται εἰς παράστασιν τὴν ἀπὸ τῶν συνήθων καὶ σωματικῶν ὀνομάτων τῆς νοητῆς φύσεως.

καὶ ὥσπερ, ἐὰν λέγηται τὰ ἁμαρτήματα ξύλα εἶναι καὶ χόρτος καὶ καλάμη, οὐκ ἐροῦμεν εἶναι τὰ ἁμαρτήματα σώματα, καὶ ἐὰν λέγηται τὰ ἀνδραγαθήματα χρυσὸς εἶναι καὶ ἄργυρος καὶ λίθος τίμιος, οὐ φήσομεν εἶναι τὰ ἀνδραγαθήματα σώματα· οὕτω κἂν λέγηται ὁ θεὸς εἶναι „πῦρ καταναλίσκον“ τὰ „ξύλα“ καὶ τὸν „χόρτον“ καὶ τὴν „καλάμην“ καὶ πᾶσαν οὐσίαν ἁμαρτίας, οὐ σῶμα αὐτὸν νοήσομεν. ὡς δ᾿ ἐὰν λέγηται „πῦρ,“ οὐ σῶμα νοοῦμεν αὐτὸν, οὕτως ἐὰν λέγηται „πνεῦμα“ ὁ θεὸς, οὐ σῶμα αὐτὸν λέγομεν εἶναι. πρὸς γὰρ ἀντιδιαστολὴν τῶν αἰσθητῶν ἔθος τῇ γραφῇ τὰ νοητὰ ὀνομάζειν πνεύματα καὶ πνευματικά· οἷον ἐὰν λέγῃ ὁ Παῦλος· „ἀλλ᾿ ἡ ἱκανότης ἡμῶν ἐκ τοῦ θεοῦ, ὃς καὶ ἱκάνωσεν ἡμᾶς διακόνους καινῆς διαθήκης, οὐ γράμματος ἀλλὰ πνεύματος· τὸ γὰρ γράμμα ἀποκτέννει, τὸ δὲ πνεῦμα ζῳο

163
ποιεῖ,“ „γράμμα“ μὲν τὴν αἰσθητὴν ὠνόμασεν ἐκδοχὴν
686
τῶν θείων γραμμάτων „πνεῦμα“ δὲ τὴν νοητήν.

οὕτω τοίνυν καὶ ἐν τῷ „πνεῦμα ὁ θεός“· ἐπεὶ καὶ Σαμαρεῖς καὶ Ἰουδαῖοι σωματικῶς καὶ τυπικῶς ἐποίουν τὰ προσταττόμενα ὑπὸ τοῦ νόμου, εἶπεν ὁ σωτὴρ πρὸς τὴν Σαμαρεῖτιν· „ὅτι ἔρχεται ὥρα, ὅτε οὔτε ἐν Ἱεροσολύμοις οὔτε ἐν τῷ ὄρει τούτῳ προσκυνήσουσι τῷ πατρί· πνεῦμα ὁ θεὸς, καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν.“ δι᾿ ὧν ἐδίδαξεν ὅτι οὐκ ἐν σαρκὶ „δεῖ προσκυνεῖν“ καὶ σαρκίναις θυσίαις τὸν θεὸν ἀλλ᾿ „ἐν πνεύματι.“ καὶ γὰρ αὐτὸς ἀνάλογον (τῷ) „ἐν πνεύματι“ καὶ νοητῶς λατρεύειν τινὰ αὐτῷ „πνεῦμα“ νοηθείη ἄν. ἀλλὰ καὶ οὐκ ἐν τύποις „προσκυνεῖν δεῖ“ τῷ πατρὶ ἀλλ᾿ „ἐν ἀληθείᾳ,“ ἥτις „διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο“ μετὰ το δοθῆναι τὸν νόμον „διὰ Μωϋσέως.“ „ἡνίκα“ γὰρ „ἐὰν ἐπιστρέψωμεν πρὸς κύριον“ („ὁ δὲ κύριος τὸ

v.2.p.141
πνεῦμά ἐστι“), „περιαιρεῖται τὸ“ τῇ καρδίᾳ „κάλυμμα“ ἐπικείμενον, „ἡνίκα ἂν ἀναγινώσκηται Μωϋσῆς.“

Ὡς μὴ νοήσας δὴ τὰ περὶ τοῦ πνεύματος τοῦ θεοῦ ὁ Κέλσος („ψυχικὸς γὰρ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ πνεύματος τοῦ θεοῦ· μωρία γὰρ αὐτῷ ἐστι, καὶ οὐ δύναται γνῶναι, ὅτι πνευματικῶς ἀνακρίνεται“) ἑαυτῷ συνάπτει, οἰόμενος ἡμᾶς λέγοντας „πνεῦμα“ εἶναι τὸν θεὸν μηδὲν ἐν τούτῳ διαφέρειν τῶν παρ᾿ Ἕλλησι Στωϊκῶν, φασκόντων ὅτι ὁ θεὸς πνεῦμά ἐστι διὰ πάντων διεληλυθὸς καὶ πάντ᾿ ἐν ἑαυτῷ περιέχον. διήκει μὲν γὰρ ἡ ἐπισκοπὴ καὶ ἡ πρόνοια τοῦ θεοῦ διὰ πάντων ἀλλ᾿ οὐχ ὡς τὸ τῶν Στωϊκῶν πνεῦμα· καὶ πάντα μὲν περιέχει τὰ προνοούμενα ἡ πρόνοια καὶ περιείληφεν αὐτὰ, οὐχ ὡς σῶμα δὲ περιέχον περιέχει, ὅτε καὶ σῶμά ἐστι τὸ περιεχόμενον, ἀλλ᾿ ὡς δύναμις θεία καὶ περιειληφυῖα τὰ περιεχόμενα.

κατὰ μὲν οὖν τοὺς ἀπὸ τῆς Στοᾶς, σωματικὰς λέγοντας εἶναι τὰς ἀρχὰς καὶ διὰ τοῦτο πάντα φθείροντας κινδυνεύοντας δὲ καὶ αὐτὸν φθεῖραι τὸν ἐπὶ πᾶσι θεὸν, εἰ μὴ πάνυ ἀπεμφαῖνον τοῦτ᾿ αὐτοῖς ἐδόκει τυγχάνειν, καὶ ὁ λόγος τοῦ θεοῦ ὁ μέχρι ἀνθρώπων καὶ τῶν ἐλαχίστων καταβαίνων οὐδὲν ἄλλο ἐστὶν ἢ πνεῦμα σωματικόν· κατὰ δὲ ἡμᾶς καὶ τὴν λογικὴν ψυχὴν πειρωμένους ἀποδεικνύναι κρείττονα πάσης σωματικῆς φύσεως καὶ οὐσίαν ἀόρατον καὶ ἀσώματον οὐκ ἂν σῶμα εἴη ὁ θεὸς λόγος, δι᾿ οὗ τὰ πάντ᾿ ἐγένετο, ὁ φθάνων, ἵνα πάντα διὰ λόγου γίνηται, οὐχ ἕως ἀνθρώπων μόνων ἀλλὰ καὶ τῶν ἐλαχίστων εἶναι νομιζομένων καὶ ὑπὸ φύσεως διοικουμένων. πάντα μὲν οὖν οἱ ἀπὸ τῆς Στοᾶς ἐκπυρούτωσαν, ἡμεῖς δὲ ἀσώματον οὐσίαν οὐκ ἴσμεν ἐκπυρουμένην οὐδ᾿ εἰς πῦρ ἀναλυομένην τὴν ἀνθρώπου ψυχὴν ἢ τὴν ἀγγέλων ἢ θρόνων ἢ κυριοτήτων ἢ ἀρχῶν ἢ ἐξουσιῶν ὑπόστασιν.

163
687
Διόπερ μάτην λέλεκται τῷ Κέλσῳ, ὡς μὴ εἰδότι τὰ τοῦ πνεύματος τοῦ θεοῦ, ὅτι ἐπείπερ πνεῦμά ἐστιν ἀπὸ τοῦ θεοῦ ὁ υἱὸς ἐν ἀνθρωπίνῳ γεγονὼς σώματι, οὐδ᾿ ἂν αὐτὸς εἴη ἀθάνατος ὁ τοῦ θεοῦ υἱός. εἶτα πάλιν ἑαυτῷ φύρει τὸν
v.2.p.142
λόγον, ὥς τινων ἀφ᾿ ἡμῶν οὐχ ὁμολογησόντων πνεῦμα εἶναι τὸν θεὸν ἀλλὰ τὸν υἱὸν αὐτοῦ, καὶ οἴεται ἀπαντᾶν λέγων ὅτι οὐδεμία τοιαύτη φύσις ἐστὶ πνεύματος, ὥστ᾿ ἀεὶ διαμένειν· ὡσεὶ καὶ, λεγόντων ἡμῶν ὅτι ὁ θεὸς „πῦρ“ ἐστι „καταναλίσκον,“ ἔλεγεν ὅτι οὐδεμία τοιαύτη φύσις ἐστὶ πυρὸς, ὥστ᾿ ἀεὶ διαμένειν· οὐχ ὁρῶν πῶς λέγομεν εἶναι „πῦρ“ τὸν θεὸν ἡμῶν, καὶ τίνων ἀναλωτικὸν, ὅτι ἁμαρτημάτων καὶ τῆς κακίας. πρέπει γὰρ θεῷ ἀγαθῷ μετὰ τὸ ἕκαστον φανῆναι ἀγωνισάμενον, ὁποῖος γέγονεν ἀγωνιστὴς, ἀναλῶσαι τῷ πυρὶ τῶν κολάσεων τὴν κακίαν.

εἶτα πάλιν ἑαυτῷ τὸ μὴ λεγόμενον ὑφ᾿ ἡμῶν λαμβάνει. ὅτι ἀναγκαῖόν ἐστι τὸ ἀναπεπνευκέναι τὸν θεόν. καὶ τούτῳ ἀκόλουθον τὸ μὴ δύνασθαι ἀναστῆναι μετὰ τοῦ σώματος τὸν Ἰησοῦν· οὐκ ἂν γὰρ ἀπειλήφει ὃ δέδωκε πνεῦμα ὁ θεὸς καταμεμολυσμένον τῇ τοῦ σώματος φύσει. εὔηθες οὖν ἀπαντᾶν ἡμᾶς πρὸς τοὺς λόγους ὡς ἡμετέρους τοὺς μὴ ἡμετέρους.

Εἶθ᾿ ἑξῆς ταυτολογῶν μετὰ τὸ πολλὰ ἐν τοῖς ἀνωτέρω εἰπεῖν καὶ χλευάσαι τὴν ἐκ παρθένου γέννησιν τοῦ θεοῦ, πρὸς ἣν κατὰ τὸ δυνατὸν ἡμῖν ἀπηντήσαμεν, φησίν· εἰ δ᾿ ἐβούλετο πνεῦμα ἐξ ἑαυτοῦ καταπέμψαι, τί ἐδεῖτο εἰς γυναικὸς γαστέρα ἐμπνεῖν; ἐδύνατο γὰρ ἤδη πλάσσειν ἀνθρώπους εἰδὼς καὶ τούτῳ περιπλάσαι σῶμα καὶ μὴ τὸ ἴδιον πνεῦμα εἰς τοσοῦτον μίασμα ἐμβαλεῖν· οὕτως μέν τ᾿ ἂν οὐδ᾿ ἠπιστεῖτο, εἰ ἄνωθεν εὐθὺς ἔσπαρτο. καὶ ταῦτ᾿ εἶπεν, ἐπεὶ μὴ εἶδε τὴν παρθενικὴν καὶ καθαρὰν γέννησιν καὶ ἀπὸ μηδεμιᾶς φθορᾶς τοῦ μέλλοντος ὑπηρετήσασθαι τῇ ἀνθρώπων σωτηρίᾳ σώματος. οἴεται δὲ ὁ τὸν Στωϊκὸν λόγον ἐκτιθέμενος καὶ μὴ προσποιούμενος τὰ περὶ ἀδιαφόρων μεμαθηκέναι εἰς μίασμα ἐμβεβλῆσθαι τὴν θείαν φύσιν καὶ μεμιάσθαι εἴτε γενομένην ἐν γυναικὸς σώματι, ἕως περιπλασθῇ αὐτῇ τὸ σῶμα, εἴτε σῶμα ἀνειληφυῖαν· παραπλήσιόν

v.2.p.143
τι ποιῶν τοῖς οἰομένοις τὰς αὐγὰς τοῦ ἡλίου μιαίνεσθαι ἐν τοῖς βορβόροις καὶ τοῖς δυσώδεσι σώμασι καὶ μὴ μένειν κἀκεῖ καθαράς.

καὶ εἰ κατὰ τὴν Κέλσου δὲ ὑπόθεσιν χωρὶς γεννήσεως περιεπλάσατο τὸ σῶμα τῷ Ἰησοῦ. (οὐκ) εὐθὺς ἂν οἱ βλέποντες τὸ σῶμα ἐπίστευον ὅτι οὐκ ἀπὸ γεννήσεως ἦν· οὐδὲ γὰρ τὸ βλεπόμενον ἀπαγγέλλει καὶ τὴν φύσιν, ὅθεν γεγένηται. οἷον εἰ καθ᾿ ὑπόθεσιν μέλι ἦν τι μὴ ἀπὸ μελισσῶν, οὐκ ἂν τοῦτό τις ἀπήγγελλεν ἀπὸ τῆς γεύσεως ἢ τῆς ὄψεως.

164
ὅτι μὴ ἀπὸ μελισσῶν ἐστιν· ὡς οὐδὲ τὸ ἀπὸ μελισσῶν δείκνυσι τῇ
688
αἰσθήσει τὴν ἀρχὴν, ἀλλ᾿ ἡ πεῖρα δείκνυσιν ὅτι τοῦτ᾿ μελισσῶν ἐστιν. οὕτω δὲ καὶ ἡ πεῖρα διδάσκει ὅτι ἀπὸ ἀμπέλου ὁ οἶνος· οὐ γὰρ ἀναφέρει ἡ γεῦσις τὸ ἀπὸ ἀμπέλου. τὸν αὐτὸν τρόπον τοίνυν τὸ αἰσθητὸν σῶμα οὐκ ἀπαγγέλλει τὸν τρόπον τῆς ὑποστάσεως αὐτοῦ. προσαχθήσῃ δὲ τῷ λεγομένῳ ἀπὸ τῶν ἐν οὐρανοῖς, ὧν τῆς ὑποστάσεως καὶ τῆς λαμπρότητος αἰσθόμεθα βλέποντες ἀλλ᾿ οὐ δή που ἡ αἴσθησις ἡμῖν ὑποβάλλει, πότερον γενητὰ ἢ ἀγένητά ἐστιν. αἱρέσεις γοῦν καὶ περὶ τούτων συνέστησαν· ἀλλὰ καὶ οἱ λέγοντες αὐτὰ γενητὰ οὐχ ὁμονοοῦσι περὶ τοῦ πῶς ἐστι γενητά· οὐδὲ γὰρ ὑποβάλλει ἡ αἴσθησις αὐτῶν. κἂν βιασάμενος ὁ λόγος εὕρῃ ὅτι γενητά ἐστι. περὶ τοῦ τίνα τρόπον γεγένηται.

Εἶθ᾿ ἑξῆς ἐπαναλαμβάνει πολλάκις ἤδη εἰπὼν τὰ περὶ τῆς γνώμης Μαρκίωνος, καὶ πῇ μὲν ἀληθῶς τὰ Μαρκίωνος ἐκτίθεται πῇ δὲ κἀκείνων παρήκουσεν· πρὸς ἣν οὐκ ἀναγκαῖον ἡμᾶς ἀπαντᾶν ἢ καὶ ἐλέγχειν. εἶτα πάλιν ἑαυτῷ ἐπιφέρει τὰ ὑπὲρ Μαρκίωνος καὶ τὰ κατ᾿ αὐτοῦ λέγων, τίνα μὲν ἐκφεύγουσι τῶν ἐγκλημάτων τίσι δὲ περιπίπτουσι· καὶ ὅτε βούλεται συναγορεύειν τῷ φάσκοντι λόγῳ πεπροφητεῦσθαι αὐτὸν, ἵνα κατηγορήσῃ Μαρκίωνος καὶ τῶν ἀπ᾿ αὐτοῦ. σαφῶς φησιν ὅτι πόθεν ἀποδειχθήσεται θεοῦ παῖς ὁ τοιαῦτα κολασθεὶς. εἰ μὴ περὶ τούτου προείρηται;

εἶτα πάλιν παίζει καὶ, ὡς ἔθος αὐτῷ, χλευάζει δύο εἰσάγων υἱοὺς θεῶν, τοῦ δημιουργοῦ ἕνα καὶ τοῦ κατὰ Μαρκίωνα

v.2.p.144
θεοῦ ἕτερον, καὶ ἀναζωγραφεῖ αὐτῶν μονομαχίας, λέγων αὐτὰς εἶναι ὡς τῶν ὀρτύγων, καὶ τῶν πατέρων θεομαχίας· ἢ διὰ γῆρας ἀχρήστους αὐτοὺς ὄντας καὶ ληροῦντας μηδὲν μὲν ἀλλήλους διατιθέναι, ἐᾶν δὲ τοὺς παῖδας μάχεσθαι. ὅπερ οὖν εἶπεν ἐν τοῖς ἀνωτέρω, τοῦτο φήσομεν πρὸς αὐτόν· ποία γραῦς καταβαυκαλῶσα παιδίον οὐκ αἰδεσθήσεται τοιαῦτα λέγειν, ὁποῖα οὗτος ἐν τῷ ἐπιγραφομένῳ ἀληθεῖ λόγῳ; δέον γὰρ αὐτὸν πραγματικῶς στῆναι πρὸς τοὺς λόγους, ὁ δὲ ἐάσας τὰ πράγματα παίζει καὶ βωμολοχεῖ οἰόμενος μίμους γράφειν ἤ τινα σκώμματα, οὐχ ὁρῶν ὅτι ἡ τοιαύτη ἀγωγὴ τῶν λόγων παρὰ τὴν πρόθεσιν τὴν αὐτοῦ ἐστι, βουλομένου καταλιπόντας ἡμᾶς χριστιανισμὸν προσέχειν αὐτοῦ τοῖς δόγμασιν· ἅτινα εἰ μὲν ἐσεμνολόγει, τάχα πιθανώτερα ἦν· ἐπεὶ δὲ χλευάζει καὶ παίζει καὶ βωμολοχεῖ, φήσομεν ὅτι ἀπορίᾳ σεμνῶν λόγων (οὐ γὰρ εἶχεν αὐτοὺς οὐδὲ ἠπίστατο) εἰς τοσαύτην ἐνέπεσε φλυαρίαν.

Ἑξῆς τούτοις λέγει ὅτι ἐπειδὴ θεῖον πνεῦμα ἦν ἐν σώματι, πάντως τι παραλλάττειν αὐτὸ τῶν λοιπῶν ἐχρῆν (ἢ) κατὰ μέγεθος ἢ κάλλος ἢ ἀλκὴν

164
ἢ φωνὴν
689
ἢ κατάπληξιν ἢ πειθώ. ἀμήχανον γὰρ ὅτῳ θεῖόν τι πλέον τῶν ἄλλων προσῆν μηδὲν ἄλλου διαφέρειν· τοῦτο δὲ οὐδὲν ἄλλου διέφερεν, ἀλλ᾿, ὥς φασι, μικρὸν καὶ δυσειδὲς καὶ ἀγεννὲς ἦν. φαίνεται δὴ καὶ ἐν τούτοις ὅτι, ἐὰν μὲν κατηγορεῖν θέλῃ τοῦ Ἰησοῦ, ὡς πιστεύων ταῖς παρέχειν δοκούσαις αὐτῷ γραφαῖς ἀφορμὰς κατηγορίας λέγει τὰ ἀπ᾿ αὐτῶν· ὅπου δὲ κατὰ τὰς αὐτὰς γραφὰς δόξαι ἄν τις τὰ ἐναντία λέγεσθαι τοῖς εἰς κατηγορίαν παραλαμβανομένοις, ταῦτα οὐδὲ προσποιεῖται εἰδέναι.

v.2.p.145

ὁμολογουμένως τοίνυν γέγραπται τὰ περὶ τοῦ δυσειδὲς γεγονέναι τὸ τοῦ Ἰησοῦ σῶμα, οὐ μὴν ὡς ἐκτέθειται καὶ ἀγεννὲς. οὐδὲ σαφῶς δηλοῦται ὅτι μικρὸν ἦν. ἔχει δὲ ἡ λέξις οὕτως παρὰ τῷ Ἡσαΐᾳ ἀναγεγραμμένη, προφητεύοντι αὐτὸν ἐπιδημήσοντα τοῖς πολλοῖς οὐκ ἐν ὡραίῳ εἴδει οὐδέ τινι ὑπερέχοντι κάλλει· „κύριε, τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν; καὶ ὁ βραχίων κυρίου τίνι ἀπεκαλύφθη; ἀνηγγείλαμεν ἐναντίον αὐτοῦ ὡς παιδίον, ὡς ῥίζα ἐν γῇ διψώσῃ· οὐκ ἔστιν εἶδος αὐτῷ (οὐδὲ δόξα· καὶ εἴδομεν αὐτὸν, καὶ οὐκ εἶχεν εἶδος) οὐδὲ κάλλος· ἀλλὰ τὸ εἶδος αὐτοῦ ἄτιμον, ἐκλεῖπον παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων. “ ἆρ᾿ οὖν τούτων μὲν ὁ Κέλσος ἤκουεν, ἐπεὶ ᾤετο αὐτῷ χρήσιμα εἶναι εἰς τὸ κατηγορεῖσθαι τὸν Ἰησοῦν, οὐκέτι δὲ προσέσχε τοῖς λεγομένοις ἐν τεσσαρακοστῷ τετάρτῳ ψαλμῷ, τίνα τρόπον λέγεται· „περίζωσαι τὴν ῥομφαίαν σου ἐπὶ τὸν μηρόν σου,

690
δυνατὲ, τῇ ὡραιότητί σου καὶ τῷ κάλλει σου· καὶ ἔντεινον καὶ κατευοδοῦ καὶ βασίλευε;“

Ἔστω δὲ μὴ ἀνεγνωκέναι αὐτὸν τὴν προφητείαν ἢ ἀνεγνωκότα περιεσπᾶσθαι ὑπὸ τῶν παρερμηνευόντων αὐτὴν ὡς οὐ περὶ Ἰησοῦ Χριστοῦ προφητευομένην· τί φήσει καὶ περὶ τοῦ εὐαγγελίου. ἐν ᾧ ἀναβὰς „εἰς ὑψηλὸν ὄρος“ „μετεμορφώθη ἔμπροσθεν“ τῶν μαθητῶν καὶ ὤφθη ἐν δόξῃ, ὅτε καὶ „Μωϋσῆς καὶ Ἠλίας“ „ὀφθέντες ἐν δόξῃ ἔλεγον τὴν ἔξοδον αὐτοῦ, ἣν ἔμελλε πληροῦν ἐν Ἱερουσαλήμ;“ ἢ ἐὰν μὲν προφήτης λέγῃ· „εἴδομεν αὐτὸν, καὶ οὐκ εἶχεν εἶδος οὐδὲ κάλλος“ καὶ τὸ ἑξῆς, καὶ ὁ Κέλσος παραδέχεται τὴν προφητείαν ταύτην ἐπὶ τὸν Ἰησοῦν ἀναφέρεσθαι, τυφλώττων περὶ τὴν παραδοχὴν τοῦ λεγομένου καὶ οὐχ ὀρῶν ὅτι μεγάλη

v.2.p.146
κατασκευή ἐστι τοῦ τὸν ἄμορφον εἶναι δοκοῦντα Ἰησοῦν υἱὸν εἶναι θεοῦ τὸ πρὸ πολλῶν ἐτῶν τῆς γενέσεως αὐτοῦ πεπροφητεῦσθαι καὶ περὶ τοῦ εἴδους αὐτοῦ· ἐὰν δὲ ἄλλος προφήτης ὡραιότητα καὶ κάλλος εἶναι λέγῃ περὶ αὐτὸν, οὐκέτι βούλεται τὴν προφητείαν εἰς (Ἰησοῦν) Χριστὸν ἀναφέρεσθαι; καὶ εἰ μὲν σαφῶς ἦν ἀπὸ τῶν εὐαγγελίων λαβεῖν ὅτι „οὐκ εἶχεν εἶδος οὐδὲ κάλλος, ἀλλὰ τὸ εἶδος αὐτοῦ ἄτιμον ἦν, ἐκλεῖπον παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων,“ εἶπεν ἄν τις οὐ κατὰ (τὸ) προφητικὸν εἰρηκέναι ταῦτα τὸν Κέλσον ἀλλὰ κατὰ τὸ
165
εὐαγγελικόν· νυνὶ δὲ οὔτε τῶν εὐαγγελίων ἀλλ᾿ οὐδὲ τῶν ἀποστόλων ἐμφαινόντων ὅτι „οὐκ εἶχεν εἶδος οὐδὲ κάλλος,“ σαφὲς ὅτι τὸ ἀπὸ τῆς προφητείας ἀναγκάζεται παραδέχεσθαι ὡς ἀληθευόμενον περὶ Χριστοῦ· ὅπερ οὐκέτι ἐπιτρέπει τὰς περὶ Ἰησοῦ κατηγορίας προβαίνειν.

Πάλιν τε αὖ ὁ λέγων· ἐπειδὴ θεῖον πνεῦμα ἦν ἐν σώματι, πάντως τι παραλλάττειν αὐτὸ τῶν λοιπῶν ἐχρῆν ἢ κατὰ μέγεθος ἢ φωνὴν ἢ ἀλκὴν ἢ κατάπληξιν ἢ πειθὼ πῶς οὐχ ἑώρα τὸ παραλλάττον τοῦ σώματος αὐτοῦ πρὸς τὸ τοῖς ὁρῶσι δυνατὸν καὶ διὰ τοῦτο χρήσιμον τοιοῦτο φαινόμενον, ὁποῖον ἔδει ἑκάστῳ βλέπεσθαι; καὶ οὐ θαυμαστὸν τὴν φύσει τρεπτὴν καὶ ἀλλοιωτὴν καὶ εἰς πάντα ἃ βούλεται ὁ δημιουργὸς ὕλην μεταβλητὴν καὶ πάσης ποιότητος, ἣν ὁ τεχνίτης βούλεται, δεκτικὴν, ὁτὲ μὲν ἔχειν ποιότητα, καθ᾿ ἣν λέγεται τό· „οὐκ εἶχεν εἶδος οὐδὲ κάλλος,“ ὁτὲ δὲ οὕτως ἔνδοξον καὶ καταπληκτικὴν καὶ θαυμαστὴν, ὡς „ἐπὶ πρόσωπον“ πεσεῖν τοὺς θεατὰς τοῦ τηλικούτου κάλλους συνανελθόντας τῷ Ἰησοῦ· τρεῖς ἀποστόλους.

ἀλλ᾿ ἐρεῖ ταῦτ᾿ εἶναι πλάσματα καὶ μύθων οὐδὲν διαφέροντα,

v.2.p.147
ὡς καὶ τὰ λοιπὰ τῶν περὶ Ἰησοῦ παραδόξων. πρὸς τόδε (μὲν οὖν) διὰ πλειόνων ἐν τοῖς πρὸ τούτων ἀπελογησάμεθα· ἔχει δέ τι καὶ μυστικώτερον ὁ λόγος, ἀπαγγέλλων τὰς τοῦ Ἰησοῦ διαφόρους
691
μορφὰς φὰς ἀναφέρεσθαι ἐπὶ τὴν τοῦ θείου λόγου φύσιν, οὐχ ὁμοίως φαινομένου τοῖς τε πολλοῖς καὶ τοῖς ἀκολουθεῖν αὐτῷ „εἰς ὑψηλὸν,“ ὃ ἀποδεδώκαμεν, „ὄρος“ δυναμένοις. τοῖς μὲν γὰρ ἔτι κάτω τυγχάνουσι καὶ μηδέπω ἐπὶ τὸ ἀναβαίνειν παρεσκευασμένοις ὁ λόγος „οὐκ ἔχει εἶδος οὐδὲ κάλλος“· τὸ γὰρ „εἶδος αὐτοῦ“ τοῖς τοιούτοις ἐστὶν „ἄτιμον καὶ ἐκλεῖπον παρὰ τοὺς „ὑπὸ ἀνθρώπων γεγενημένους λόγους, τροπικῶς ἐν τούτοις καλουμένους „υἱοὺς ἀνθρώπων.“ εἴποιμεν γὰρ ἂν πολλῷ ὡραιοτέρους φαίνεσθαι τοὺς τῶν φιλοσοφούντων λόγους, ὄντας „υἱοὺς ἀνθρώπων,“ παρὰ τὸν τοῖς πολλοῖς κηρυσσόμενον θεοῦ λόγον, ὃς ἐμφαίνει καὶ μωρίαν „κηρύγματος“· καὶ διὰ τὴν ἐμφαινομένην μωρίαν „τοῦ κηρύγματος“ λέγουσιν οἱ τοῦτο μόνον θεωροῦντες· „εἴδομεν αὐτὸν, καὶ οὐκ εἶχεν εἶδος οὐδὲ κάλλος.“ τοῖς μέντοι (ἐκ τοῦ) ἀκολουθεῖν αὐτῷ δύναμιν ἀνειληφόσι πρὸς τὸ ἕπεσθαι καὶ ἀναβαίνοντι αὐτῷ „εἰς τὸ ὑψηλὸν ὄρος“ θειοτέραν μορφὴν ἔχει· ἣν βλέπουσιν, εἴ τις ἐστὶ „Πέτρος,“ χωρήσας τὴν τῆς ἐκκλησίας ἐν αὑτῷ οἰκοδομὴν ἀπὸ τοῦ λόγου καὶ τοσαύτην ἕξιν ἀναλαβὼν, ὡς μηδεμίαν πύλην ᾅδου κατισχύσειν αὐτοῦ, ὑψωθέντος διὰ τὸν λόγον „ἐκ τῶν πυλῶν τοῦ θανάτου, ὅπως ἂν“ ἐξαγγείλῃ „πάσας τὰς αἰνέσεις“ τοῦ θεοῦ „ἐν ταῖς πύλαις τῆς θυγατρὸς Σιών“· καὶ εἴ τινες εἰσὶν ἐκ λόγων τὴν γένεσιν λαβόντες μεγαλοφώνων, οἵτινες οὐδὲν ἀποδέουσι
165
νοητῆς „βροντῆς.“

v.2.p.148

<καὶ „τὰ ἱμάτια“ δὲ „αὐτοῦ“ κάτω ἄλλα ἐστὶν, οὐκ ἔστι „λευκὰ,“ οὐκ ἔστιν „ὡς τὸ φῶς“· ἐὰν ἀναβῇς „εἰς τὸ ὄρος τὸ ὑψηλὸν,“ ὄψει αὐτοῦ φῶς καὶ „τὰ ἱμάτια.“ „τὰ ἱμάτια“ τοῦ λόγου αἱ λέξεις εἰσὶ τῆς γραφῆς, ἔνδυμα τῶν θείων νοημάτων τὰ ῥήματά ἐστι ταῦτα. ὡς οὖν αὐτὸς κάτω ἀλλοῖος φαίνεται καὶ ἀναβὰς μεταμορφοῦται καὶ γίνεται „τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος,“ οὕτω καὶ τὰ ἐνδύματα αὐτοῦ, οὕτω καὶ „τὰ ἱμάτια“· ὅταν δὲ ᾖς κάτω, οὐκ ἔστι λαμπρὰ, οὐκ ἔστι „λευκά“· ἐὰν δὲ ἀναβῇς, ὄψει τὸ κάλλος καὶ „τὸ φῶς“ τῶν ἱματίων, καὶ „τὸ πρόσωπον“ θαυμάσεις τοῦ Ἰησοῦ μεταμορφωθέν.

ὅρα δὲ εἰ μὴ ὅμοιόν ἐστι καὶ ἐν τοῖς εὐαγγελίοις περὶ τοῦ σωτῆρος μαθεῖν. τὰ μὲν γὰρ περὶ τῆς γενέσεως αὐτοῦ, γενεαλογουμένου ἐξ Ἀβραὰμ καὶ „γεννωμένου ἐκ σπέρματος Δαυῒδ κατὰ σάρκα,“ „βίβλος“ ἐστὶ „γενέσεως Ἰησοῦ Χριστοῦ“· τὰ δὲ θειότερα καὶ μείζονα τῶν περὶ αὐτοῦ λεχθησομένων ἂν καὶ ὑπ᾿ αὐτοῦ ἀπαγγελλομένων φησὶν ὁ Ἰωάννης, ὡς ἄρα „οὐδὲ τὸν κόσμον οἶμαι χωρεῖν τὰ γραφόμενα βιβλία.“ τὸ γὰρ μὴ „χωρεῖν τὸν κόσμον τὰ γραφόμενα βιβλία“ οὐ διὰ τὸ πλῆθος τῶν γραμμάτων, ὥς τινες, ἐκδεκτέον, ἀλλὰ διὰ τὸ μέγεθος τῶν πραγμάτων· τοῦ μεγέθους τῶν πραγμάτων οὐ μόνον οὐ δυναμένου γράφεσθαι ἀλλ᾿ οὐδὲ διὰ γλώσσης σαρκίνης ἀπαγγέλλεσθαι οὐδὲ ἐν διαλέκτοις καὶ φωναῖς ἀνθρωπίναις σημαίνεσθαι. ὅθεν καὶ Παῦλος, ἐπὰν μανθάνειν μέλλῃ τὰ θειότερα, ἔξω τοῦ καθ᾿ ἡμᾶς περιγείου κόσμου γίνεται καὶ εἰς τρίτον οὐρανὸν ἁρπάζεται, ἵνα τὰ ἐκεῖθεν „ἄῤῥητα ῥήματα“ ἀκοῦσαι δυνηθῇ. τὰ γὰρ ἐνθάδε λαλούμενα καὶ λόγος εἶναι θεοῦ νομιζόμενα, τοῦ λόγου σαρκωθέντος καὶ καθὸ „θεός“ ἐστι „πρὸς τὸν θεὸν“ ἑαυτὸν κενοῦντος, ἀπαγγέλλεται.

διόπερ τὸν τοῦ θεοῦ λόγον ἐπὶ „γῆς, ἐπεὶ ἄνθρωπος γέγονεν, ἀνθρώπινον βλέπομεν· ἀεὶ γὰρ ἐν ταῖς γραφαῖς „ὁ λόγος σὰρξ ἐγένετο,“ ἵνα κατασκηνώσῃ „ἐν ἡμῖν“· ἀλλ᾿ ἐὰν εἰς „τὸ στῆθος“ τοῦ

v.2.p.149
σαρκωθέντος λόγου ἀνακλιθῶμεν καὶ ἀνιόντι αὐτῷ „εἰς τὸ ὑψηλον ὄρος“ ἀκολουθῆσαι δυνηθῶμεν, ἐροῦμεν τό· „εἴδομεν τὴν δόξαν αὐτοῦ“· τάχα μέν τινων καὶ ἑτέρων παρὰ τοὺς ἀνακλιθέντας ἐπὶ τοῦ στήθους αὐτοῦ καὶ ἀκολουθήσαντας αὐτῷ „εἰς τὸ ὄρος τὸ ὑψηλὸν“ λεξόντων τό· „εἴδομεν τὴν δόξαν αὐτοῦ,“ οὐκέτι δὲ προσθησόντων τό· „δόξαν ὡς μονογενοῦς παρὰ πατρὸς. πλήρης χάριτος καὶ ἀληθείας“· Ἰωάννῃ γὰρ καὶ τοῖς ὁμοίοις πρέπουσα αὕτη ἡ φωνή.

καὶ καθ᾿ ἑτέραν δὲ ὑψηλοτέραν διήγησιν οἱ δυνηθέντες τοῖς ἴχνεσιν Ἰησοῦ κατακολουθεῖν, ἀναβαίνοντος καὶ μεταμορφουμένου ἀπὸ τῆς ἐπὶ γῆς ὄψεως, ὄψονται αὐτοῦ τὴν μεταμόρφωσιν καθ᾿ ἑκάστην γραφήν· οἱονεὶ τοῦ μὲν τοῖς πολλοῖς φαινομένου Ἰησοῦ τῆς προχείρου λέξεως ὄντος, τοῦ δὲ „εἰς ὄρος ὑψηλὸν“ ἀνιόντος καὶ μεταμορφουμένου σφόδρα ὀλίγοις τῶν μαθητῶν καὶ τοῖς ἀκολουθῆσαι εἰς τὰ ὑψηλὰ δεδυνημένοις τοῦ ἀνωτάτου καὶ ὑψηλοτάτου νοῦ, περιέχοντος λόγια τῆς „ἐν μυστηρίῳ“ ἀποκεκρυμμένης σοφίας, „ἣν προώρισεν ὁ θεὸς πρὸ τῶν αἰώνων εἰς δόξαν“ τῶν δικαίων αὐτοῦ.>

ἀλλὰ πόθεν Κέλσῳ καὶ τοῖς ἐχθροῖς τοῦ θείου λόγου καὶ μὴ φιλαλήθως τὰ χριστιανισμοῦ ἐξετάσασιν εἰδέναι τὸ βούλημα τῶν διαφόρων τοῦ Ἰησοῦ μορφῶν; ἐγὼ δὲ λέγω καὶ ἡλικιῶν, καὶ εἴ τι τῶν πρὸ τοῦ παθεῖν αὐτῷ πεπραγμένων καὶ τῶν μετὰ τὸ ἀναστῆναι ἀπὸ τῶν νεκρῶν.

Ἑξῆς δὲ τοιαῦτά τινα λέγει ὁ Κέλσος· ἔτι μὴν εἴπερ ἐβούλετο ὁ θεὸς ὥσπερ ὁ παρὰ τῷ κωμῳδῷ Ζεὺς ἐκ τοῦ μακροῦ ὕπνου διϋπνίσας ῥύσασθαι τὸ (τῶν) ἀνθρώπων γένος ἐκ κακῶν, τί δή ποτε εἰς μίαν γωνίαν ἔπεμψε τοῦτο, ὅ φατε, πνεῦμα; δέον πολλὰ ὁμοίως διαφυσῆσαι σώματα καὶ κατὰ πᾶσαν ἀποστεῖλαι τὴν οἰκουμένην. ἀλλ᾿ ὁ μὲν κωμῳδὸς ἐν τῷ θεάτρῳ γελωτοποιῶν συνέγραψεν ὅτι Ζεὺς ἐξυπνισθεὶς Ἀθηναίοις καὶ Λακεδαιμονίοις τὸν Ἑρμῆν ἔπεμψε· σὺ δὲ οὐκ οἴει καταγελαστότερον πεποιηκέναι Ἰουδαίοις πεμπόμενον τοῦ θεοῦ τὸν υἱόν; ὅρα δὴ καὶ ἐν τούτοις τὸ ἄσεμνον τοῦ Κέλσου, ἀφιλοσόφως κωμῳδίας ποιητὴν γελωτοποιὸν παραλαβόντος καὶ τῷ παρ᾿ αὐτῷ διϋπνισθέντι πέμποντι Ἑρμῆν παραβάλλοντος τὸν τοῦ παντὸς δημιουργὸν θεὸν ἡμῶν. εἴπομεν δὴ ἐν τοῖς πρὸ τούτων ὅτι οὐχ ὥσπερ ἀπὸ μακροῦ

v.2.p.150
ὕπνου διαναστὰς ὁ θεὸς ἔπεμψε τὸν Ἰησοῦν τῷ γένει τῶν ἀνθρώ
692
πων, τὴν μὲν κατὰ τὴν ἐνσωμάτωσιν οἰκονομίαν νῦν δι᾿ εὐλόγους αἰτίας ἐπικληρώσαντα ἀεὶ δὲ τὸ γένος τῶν ἀνθρώπων εὐεργετήσαντα. οὐδὲν γὰρ τῶν ἐν ἀνθρώποις καλῶν γεγένηται, μὴ τοῦ θείου λόγου ἐπιδημήσαντος ταῖς ψυχαῖς τῶν κἂν ὀλίγον καιρὸν δεδυνημένων δέξασθαι τὰς τοιάσδε τοῦ θείου λόγου ἐνεργείας.

ἀλλὰ καὶ ἡ δοκοῦσα εἰς μίαν γωνίαν ἐπιδημία τοῦ Ἰησοῦ εὐλόγως γεγένηται, ἐπείπερ ἐχρῆν τοῖς ἕνα θεὸν μεμαθηκόσι καὶ τοὺς προφήτας αὐτοῦ ἀναγινώσκουσι καὶ κηρυσσόμενον Χριστὸν μανθάνουσιν ἐπιδημῆσαι τὸν προφητευόμενον καὶ ἐπιδημῆσαι ἐν καιρῷ, ὅτ᾿ ἔμελλεν ἐκχεῖσθαι ἀπὸ μιᾶς γωνίας ὁ λόγος ἐπὶ πᾶσαν τὴν οἰκουμένην.

Διὸ καὶ χρεία οὐκ ἦν πολλὰ γενέσθαι πανταχοῦ σώματα καὶ πολλὰ ἀνάλογον τῷ Ἰησοῦ πνεύματα, ἵν᾿ ἡ πᾶσα τῶν ἀνθρώπων οἰκουμένη φωτισθῇ τῷ λόγῳ τοῦ θεοῦ. ἤρκει γὰρ ὁ εἷς λόγος, ὡς „δικαιοσύνης ἥλιος“ ἀνατείλας, ἀπὸ τῆς Ἰουδαίας ἐκπέμψαι τὰς ἐπὶ τὴν ψυχὴν τῶν βουλομένων αὐτὸν παραδέξασθαι φθανούσας αὐγάς. εἰ δὲ καὶ πολλά τις ποθεῖ σώματα πεπληρωμένα θείου πνεύματος ἰδεῖν, ἀνάλογον ἐκείνῳ τῷ ἑνὶ Χριστῷ διακονούμενα τῇ πανταχοῦ τῶν ἀνθρώπων σωτηρίᾳ, κατανοείτω τοὺς πανταχοῦ ὑγιῶς καὶ μετὰ βίου ὀρθοῦ διδάσκοντας τὸν Ἰησοῦ λόγον, Χριστοὺς καὶ αὐτοὺς ὑπὸ τῶν θείων γραφῶν καλουμένους ἐν τῷ „μὴ ἅπτεσθε τῶν Χριστῶν μου, καὶ ἐν τοῖς προφήταις μου μὴ πονηρεύεσθε.“

καὶ γὰρ ὥσπερ ἠκούσαμεν „ὅτι ἀντίχριστος ἔρχεται,“ καὶ οὐδὲν

166
ἧττον μεμαθήκαμεν ὅτι „ἀντίχριστοι πολλοί“ εἰσιν ἐν τῷ κόσμῳ· τὸν αὐτὸν τρόπον ὅτι Χριστὸς ἐπιδεδήμηκε γνόντες θεωροῦμεν ὅτι δι᾿ αὐτὸν πολλοὶ Χριστοὶ γεγόνασιν ἐν τῷ κόσμῳ, οἵτινες ἀνάλογον ἐκείνῳ ἠγάπησαν „δικαιοσύνην καὶ“ ἐμίσησαν „ἀδικίαν· καὶ διὰ τοῦτο ἔχρισε“ καὶ αὐτοὺς „ὁ θεὸς, ὁ θεὸς“ τοῦ Χριστοῦ, „ἐλαίῳ ἀγαλλιάσεως.“ ἀλλ᾿ ἐκεῖνος μὲν οὖν ὑπὲρ „τοὺς μετόχους“ αὐτοῦ ἀγαπήσας „δικαιοσύνην καὶ“ μισήσας „ἀνομίαν“ καὶ τὴν ἀπαρχὴν εἴληφε τοῦ χρίσματος καὶ, εἰ χρὴ οὕτως ὀνομάσαι, ὅλον τὸ χρῖσμα τοῦ τῆς „ἀγαλλιάσεως“ ἐλαίου· οἱ δὲ μέτοχοι αὐτοῦ, ἕκαστος ὡς
v.2.p.151
κεχώρηκε, μετέσχον καὶ τοῦ χρίσματος αὐτοῦ. διόπερ, ἐπεὶ Χριστὸς „κεφαλή“ ἐστι „τῆς ἐκκλησίας,“ ὡς εἶναι ἓν σῶμα Χριστὸν καὶ τὴν ἐκκλησίαν, τὸ „μύρον ἐπὶ κεφαλῆς“ καταβέβηκεν „ἐπὶ τὸν πώγωνα,“ τὰ σύμβολα τοῦ τελείου ἀνδρὸς „Ἀαρὼν,“ καὶ ἔφθασε „καταβαῖνον“ τοῦτο τὸ „μύρον“ „ἐπὶ τὴν ὤαν τοῦ ἐνδύματος αὐτοῦ.“

καὶ ταῦτα δέ μοι λέλεκται πρὸς τὸν ἄσεμνον τοῦ Κέλσου λόγον εἰπόντος· δέον πολλὰ ὁμοίως διαφυσῆσαι σώματα καὶ κατὰ πᾶσαν ἀποστεῖλαι τὴν οἰκουμένην. ὁ μὲν οὖν κωμῳδὸς γελωτοποιῶν τὸν Δία κοιμώμενον πεποίηκέ τε καὶ διϋπνιζόμενον καὶ πέμποντα πρὸς τοὺςἝλ

693
ληνας τὸν Ἑρμῆν· ὁ δὲ λόγος, ἄϋπνον ἐπιστάμενος φύσιν τὴν τοῦ θεοῦ, διδασκέτω ἡμᾶς ὅτι κατὰ καιροὺς οἰκονομεῖ τὰ τοῦ κόσμου πράγματα ὁ θεὸς, ὡς ἀπαιτεῖ τὸ εὔλογον. οὐ θαυμαστὸν δὲ εἰ διὰ τὸ μεγάλας εἶναι καὶ δυσδιηγήτους τὰς κρίσεις τοῦ θεοῦ αἱ „ἀπαίδευτοι“ πλανῶνται „ψυχαὶ,“ καὶ Κέλσος σὺν αὐταῖς. οὐδὲν οὖν καταγέλαστόν ἐστιν ἐν τῷ Ἰουδαίοις, παρ᾿ οἷς γεγόνασιν οἱ προφῆται, πεπέμφθαι τὸν υἱὸν τοῦ θεοῦ· ἵν᾿ ἐκεῖθεν ἀρξάμενος σωματικῶς δυνάμει καὶ πνεύματι ἀνατείλῃ τῇ μηκέτι βουλομένῃ ἐρήμῳ θεοῦ τυγχάνειν οἰκουμένῃ ψυχῶν.

Ἑξῆς δὲ τούτοις ἐνθεώτατα ἐξ ἀρχῆς ἔδοξε Κέλσῳ λέγειν ἔθνη Χαλδαίους, ἀφ᾿ ὧν ἡ ἀπατηλὸς γενεθλιαλογία νενέμηται τοὺς ἀνθρώπους. ἀλλὰ καὶ Μάγους τοῖς ἐνθεωτάτοις κατατάττει ἔθνεσιν ὁ Κέλσος, ἀφ᾿ ὧν ἡ παρώνυμος τοῦ ἔθνους αὐτῶν μαγεία καὶ τοῖς λοιποῖς ἔθνεσιν ἐπὶ διαφθορᾷ καὶ ὀλέθρῳ τῶν χρωμένων αὐτῇ ἐπιδεδήμηκε. καὶ Αἰγύπτιοι μὲν ἐν μὲν τοῖς ἀνωτέρω καὶ παρὰ τῷ Κέλσῳ ἐπλανῶντο, ὡς σεμνοὺς μὲν ἔχοντες περιβόλους τῶν νομιζομένων ἱερῶν ἔνδον δὲ οὐδὲν ἀλλ᾿ ἢ πιθήκους ἢ κροκοδείλους ἢ αἶγας ἢ ἀσπίδας ἤ τι τῶν ζῴων· νῦν δὲ ἔδοξε Κέλσῳ ἐνθεώτατον εἰπεῖν καὶ τὸ Αἰγυπτίων ἔθνος, καὶ ἐνθεώτατον ἐξ ἀρχῆς, τάχα ἐπεὶ Ἰουδαίοις ἐξ ἀρχῆς προσπεπολεμήκασι. καὶ Πέρσαι δὲ οἱ τὰς μητέρας γαμοῦντες καὶ θυγατράσι μιγνύμενοι ἔνθεον ἔθνος εἶναι τῷ Κέλσῳ δοκοῦσιν, ἀλλὰ καὶ Ἰνδοὶ, ὧν τινας ἐν τοῖς

166
προειρημένοις ἔλεγε καὶ ἀνθρωπείων γεγεῦσθαι σαρκῶν. μηδὲν δὲ τούτων Ἰουδαίους μάλιστα τοὺς πάλαι
v.2.p.152
πράττοντας οὐ μόνον οὐκ εἶπεν ἐνθεωτάτους ἀλλὰ καὶ αὐτίκα ἀπολουμένους. τοῦτο μὲν ἤδη καὶ ὡς μαντικὸς λέγει περὶ αὐτῶν, οὐχ ὁρῶν πᾶσαν τὴν περὶ Ἰουδαίους καὶ τὴν σεμνὴν πάλαι πολιτείαν αὐτῶν τοῦ θεοῦ οἰκονομίαν, καὶ ὡς „τῷ“ ἐκείνων „παραπτώματι ἡ σωτηρία“ γεγένηται „τοῖς ἔθνεσι“ καὶ „τὸ παράπτωμα αὐτῶν πλοῦτος κόσμου καὶ τὸ ἥττημα αὐτῶν πλοῦτος ἐθνῶν“· ἕως „τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ,“ ἵνα μετὰ τοῦτο „πᾶς,“ ὃν οὐ νοεῖ Κέλσος, „Ἰσραὴλ“ σωθῇ.

Οὐκ οἶδα δ᾿ ὅπως φησὶ περὶ τοῦ θεοῦ ὅτι ὁ πάντα εἰδὼς τοῦτο οὐκ ἠπίστατο, ὅτι κακοῖς ἀνθρώποις καὶ ἁμαρτησομένοις καὶ κολάσουσιν αὐτοῦ τὸν υἱὸν πέμπει. ἀλλ᾿ ἔοικε νῦν μὲν ἑκὼν ἐπιλελῆσθαι τοῦ φάσκοντος λόγου πάντα, ἃ πείσεται Ἰησοῦς ὁ Χριστὸς, προεωρακέναι θείῳ πνεύματι, καὶ πεπροφητευκέναι τοὺς τοῦ θεοῦ προφήτας· οἷς οὐχ ἕπεται τὸ μὴ ἐγνωκέναι τὸν θεὸν ὅτι κακοῖς καὶ ἁμαρτησομένοις ἀνθρώποις πέμπει τὸν υἱὸν καὶ κολάσουσιν αὐτόν. εὐθέως δὲ λέγει τὸ πάλαι ταῦτα προειρῆσθαι ἐν ἀπολογίᾳ ὑφ᾿ ἡμῶν λέγεσθαι.

ἀλλ᾿ ἐπεὶ αὐτάρκη

694
περιγραφὴν εἴληφεν ὁ ἕκτος ἡμῶν τόμος, αὐτοῦ που καταπαύσαντες τὸν λόγον ἀρξόμεθα θεοῦ διδόντος ἑβδόμου· ἐν ᾧ ἀπαντᾶν νομίζει πρὸς τὸ ὑφ᾿ ἡμῶν λέγεσθαι τοὺς προφήτας πάντα τὰ περὶ τοῦ Ἰησοῦ προειρηκέναι. ἅπερ ἐπεὶ πλείονά ἐστι καὶ πλείονος λόγου δεῖται τοῦ πρὸς αὐτὰ, οὔτε διακόψαι ἐβουλήθημεν ὑπὸ τοῦ μεγέθους ἀναγκαζόμενοι τοῦ βιβλίου οὔτε ὑπὲρ τοῦ μὴ διακόψαι τὸν λόγον μέγιστον ποιῆσαι καὶ ὑπὲρ τὸ σύμμετρον τὸν ἕκτον τόμον.

v.2.p.153

Ἐν ἓξ τοῖς πρὸ τούτων. ἱερὲ ἀδελφὲ Ἀμβρόσιε, ἀγωνισάμενοι κατὰ τὸ δυνατὸν ἡμῖν βιβλίοις πρὸς τὰς Κέλσου (κατὰ) Χριστιανῶν κατηγορίας καὶ μηδὲν ὅση δύναμις ἀβασάνιστον καὶ ἀνεξέταστον ἐάσαντες μηδὲ παρελθόντες, πρὸς ὃ ὡς οἷόν τε ἡμῖν ἀπηντήσαμεν. θεὸν ἐπικαλεσάμενοι δι᾿ αὐτοῦ Ἰησοῦ Χριστοῦ, τοῦ κατηγορουμένου ὑπὸ Κέλσου, ἵν᾿ ἡμῶν ἐλλάμψῃ ἐν τῇ καρδίᾳ ἀλήθεια τυγχάνων τὰ ἀνατρεπτικὰ τοῦ ψεύδους,

167
ἀρχόμεθα καὶ ἑβδόμου συγγράμματος, τὸ προφητικὸν ἐκεῖνο ἐν τῇ πρὸς θεὸν λέγοντες εὐχῇ τό· „ἐν τῇ ἀληθείᾳ σου ἐξολόθρευσον αὐτοὺς,“ δῆλον δ᾿ ὅτι τοὺς ἐναντίους „τῇ ἀληθείᾳ“ λόγους· οὗτοι γὰρ ἀληθείᾳ θεοῦ ἐξολοθρεύονται, ἵν᾿ ἐξολοθρευθέντων αὐτῶν οἱ πάντες περισπασμοῦ ἀπολυθέντες εἴπωσι τὸ ἑξῆς ἐκείνῳ τό· „ἑκουσίως θύσω σοι,“ λογικὴν καὶ ἄκαπνον θυσίαν προσφέροντες τῷ θεῷ τῶν ὅλων.

Πρόκειται δὲ νῦν τῷ Κέλσῳ κατηγορῆσαι τοῦ φάσκοντος λόγου ὑπὸ τῶν παρὰ Ἰουδαίοις προφητῶν προφητεύεσθαι τὰ περὶ τὸν Χριστὸν Ἰησοῦν. καὶ πρῶτόν γε κατ᾿ ἀρχὰς ἐξετάζομεν ὧν οἴεται

v.2.p.154
τοὺς μὲν ἄλλον εἰσηγουμένους θεὸν παρὰ τὸν Ἰουδαίων θεὸν μηδαμῶς δύνασθαι ἀπαντᾶν πρὸς τὰς ἐπαπορήσεις αὐτοῦ, ἡμᾶς δὲ, τοὺς τὸν αὐτὸν τηρήσαντας θεὸν, καταφεύγειν ἐπὶ τὴν διὰ τῶν προφητευομένων περὶ Χριστοῦ ἀπολογίαν. καί φησι πρὸς ταῦτα· ἴδωμεν ὅπῃ ἐφευρήσουσι παραίτησιν· οἱ μὲν ἄλλον εἰσηγούμενοι θεὸν οὐδεμίαν, οἱ δὲ τὸν αὐτὸν αὖθις τὸ αὐτὸ ἐροῦσιν, ἐκεῖνο δὴ τὸ σοφὸν, ὅτι ἐχρῆν οὕτως γενέσθαι· τεκμήριον δὲ, πάλαι γὰρ ταῦτα προείρητο. φήσομεν δὲ πρὸς ταῦτα ὅτι οὕτως ἐστὶν ἀσθενῆ τὰ εἰρημένα περὶ τοῦ Ἰησοῦ καὶ Χριστιανῶν ἐν τοῖς ὀλίγῳ πρὸ τούτων, ὡς καὶ τοὺς ἄλλον εἰσηγουμένους θεὸν καὶ τοῦτο πράττοντας ἀσεβῶς εὐχερέστατα ὑπαν
695
τῆσαι πρὸς τὰ ὑπὸ Κέλσου λεγόμενα. καὶ εἰ μὴ ἄτοπον ἦν ἀφορμὰς διδόναι τοῖς ἀσθενεστέροις πρὸς παραδοχὴν χειρόνων δογμάτων, καὶ ἡμεῖς ἂν τοῦτο πεποιήκειμεν, ἵν᾿ ἐλέγξωμεν ψεῦδος τὸ περὶ τοῦ τοὺς ἄλλον εἰσηγουμένους θεὸν μηδεμίαν ἔχειν ἀπολογίαν πρὸς τὰ ὑπὸ Κέλσου λελεγμένα· νυνὶ δὲ ἡμεῖς φέρε περὶ τῶν προφητῶν πρὸς τοῖς ἀνωτέρω εἰρημένοις ἀπολογησώμεθα.

Φησὶν οὖν· τὰ μὲν ὑπὸ τῆς Πυθίας ἢ Δωδωνίδων ἢ Κλαρίου ἢ ἐν Βραγχίδαις ἢ ἐν Ἄμμωνος ὑπὸ μυρίων τε ἄλλων θεοπρόπων προειρημένα, ὑφ᾿ ὧν ἐπιεικῶς πᾶσα γῆ κατῳκίσθη, ταῦτα μὲν (ἐν) οὐδενὶ λόγῳ τίθενται· τὰ δὲ ὑπο τῶν ἐν Ἰουδαίᾳ τῷ ἐκείνων τρόπῳ λεχθέντα ἢ μὴ λεχθέντα, καὶ ὥσπερ εἰώθασιν ἔτι νῦν οἱ περὶ Φοινίκην τε καὶ Παλαιστίνην, ταῦτά γε θαυμαστὰ καὶ ἀπαράλλακτα ἡγοῦνται. λέγωμεν οὖν περὶ τῶν κατειλεγμένων χρηστηρίων ὅτι δυνατὸν μὲν ἡμῖν συνάγουσιν ἀπὸ Ἀριστοτέλους καὶ τῶν τὰ τοῦ Περιπάτου φιλοσοφησάντων οὐκ ὀλίγα εἰπεῖν εἰς ἀνατροπὴν τοῦ περὶ τῆς Πυθίας καὶ τῶν λοιπῶν χρηστηρίων λόγου· δυνατὸν δὲ καὶ τὰ λελεγμένα τῷ Ἐπικούρῳ καὶ τοῖς ἀσπαζομένοις αὐτοῦ τὸν

v.2.p.155
λόγον περὶ τῶν αὐτῶν παραθέμενον δεῖξαι ὅτι καὶ Ἑλλήνων τινὲς ἀνατρέπουσι τὰς νομιζομένας καὶ τεθαυμασμένας ἐν πάσῃ Ἑλλάδι θεοπροπίας.

ἀλλὰ γὰρ δεδόσθω μὴ εἶναι πλάσματα μηδὲ προσποιήσεις ἀνθρώπων

167
περὶ θεοφορίας τὰ περὶ τὴν Πυθίαν καὶ τὰ λοιπὰ χρηστήρια· ἴδωμεν οὖν εἰ μὴ καὶ οὕτως δύναται τοῖς φιλαλήθως ἐξετάζουσι τὰ πράγματα ἀποδείκνυσθαι ὅτι καὶ τῷ παραδεχομένῳ εἶναι ταῦτα τὰ μαντεῖα οὐκ ἀναγκαῖον προσέσθαι ὅτι θεοί τινες εἰσὶ παρ᾿ αὐτοῖς, ἀλλ᾿ ἐκ τοῦ ἐναντίου δαίμονές τινες φαῦλοι καὶ πνεύματα ἐχθρὰ τῷ γένει τῶν ἀνθρώπων καὶ κωλύοντα τὴν τῆς ψυχῆς ἄνοδον καὶ δι᾿ ἀρετῆς πορείαν καὶ τῆς ἀληθινῆς εὐσεβείας ἀποκατάστασιν πρὸς τὸν θεόν. ἱστόρηται τοίνυν περὶ τῆς Πυθίας, ὅπερ δοκεῖ τῶν ἄλλων μαντείων λαμπρότερον τυγχάνειν. ὅτι περικαθεζομένη τὸ τῆς Κασταλίας στόμιον ἡ τοῦ Ἀπόλλωνος προφῆτις δέχεται πνεῦμα διὰ τῶν γυναικείων κόλπων· οὗ πληρωθεῖσα ἀποφθέγγεται τὰ νομιζόμενα εἶναι σεμνὰ καὶ θεῖα μαντεύματα. ὅρα δὴ διὰ τούτων εἰ μὴ τὸ τοῦ πνεύματος ἐκείνου ἀκάθαρτον καὶ βέβηλον ἐμφαίνεται, μὴ διὰ μανῶν καὶ ἀφανῶν πόρων καὶ πολλῷ γυναικείων κόλπων καθαρωτέρων ἐπεισιὸν τῇ ψυχῇ τῆς θεσπιζούσης ἀλλὰ διὰ τούτων, ἃ οὐδὲ θέμις ἦν τῷ σώφρονι καὶ ἀνθρώπῳ βλέπειν, οὔπω λέγεσθαι ἢ καὶ ἅπτεσθαι· καὶ τοῦτο ποιεῖν οὐχ ἅπαξ που οὐδὲ δὶς (ἴσως γὰρ ἔδοξεν ἀνεκτότερον τὸ τοιοῦτο τυγχάνειν), ἀλλὰ τοσαυτάκις, ὁσάκις προφητεύειν ἐκείνη ἀπὸ τοῦ Ἀπόλλωνος πεπίστευται.
696

ἀλλὰ καὶ τὸ εἰς ἔκστασιν καὶ μανικὴν ἄγειν κατάστασιν τὴν δῆθεν προφητεύουσαν, ὡς μηδαμῶς αυτὴν ἑαυτῇ παρακολουθεῖν, οὐ θείου πνεύματος ἔργον ἐστίν· ἐχρῆν γὰρ τὸν κάτοχον τῷ θείῳ πνεύματι πολλῷ πρότερον παντὸς οὑτινοσοῦν τοῦ ἀπὸ τῶν χρησμῶν διδασκομένου τὸ συμβαλλόμενον εἰς τὸν μέσον καὶ κατὰ φύσιν βίον ἢ πρὸς τὸ λυσιτελὲς ἢ πρὸς τὸ συμφέρον ὠφεληθῆναι καὶ διορατικώτερον παρ᾿ ἐκεῖνο μάλιστα καιροῦ τυγχάνειν, ὅτε σύνεστιν αὐτῷ τὸ θεῖον.

Ὅθεν ἡμεῖς ἀποδείκνυμεν συνάγοντες ἀπὸ τῶν ἱερῶν γραμμάτων ὅτι οἱ ἐν Ἰουδαίοις προφῆται, ἐλλαμπόμενοι ὑπὸ τοῦ θείου

v.2.p.156
πνεύματος τοσοῦτον, ὅσον ἦν καὶ αὐτοῖς τοῖς προφητεύουσι χρήσιμον, προαπέλαυον τῆς τοῦ κρείττονος εἰς αὐτοὺς ἐπιδημίας· καὶ διὰ τῆς πρὸς τὴν ψυχὴν αὐτῶν, ἵν᾿ οὕτως ὀνομάσω, ἁφῆς τοῦ καλουμένου ἁγίου πνεύματος διορατικώτεροί τε τὸν νοῦν ἐγίνοντο καὶ τὴν ψυχὴν λαμπρότεροι ἀλλὰ καὶ τὸ σῶμα, οὐδαμῶς ἔτι ἀντιπρᾶττον τῷ κατ᾿ ἀρετὴν βίῳ, ἅτε κατὰ τὸ παρ᾿ ἡμῖν καλούμενον „φρόνημα τῆς σαρκὸς“ νεκρούμενον. „πνεύματι“ γὰρ θειοτέρῳ „τὰς τοῦ σώματος πράξεις“ καὶ ἀπὸ τοῦ φρονήματος „τῆς σαρκὸς“ ἀρχομένας ἔχθρας, τυγχάνοντος πρὸς θεὸν, θανατοῦσθαι πεπείσμεθα.

εἰ δ᾿ ἐξίσταται καὶ οὐκ ἐν ἑαυτῇ ἐστιν ἡ Πυθία, ὅτε μαντεύεται, ποδαπὸν νομιστέον πνεῦμα, τὸ σκότον καταχέαν τοῦ νοῦ καὶ τῶν λογισμῶν, ἢ τοιοῦτον ὁποῖόν ἐστι καὶ τὸ τῶν δαιμόνων γένος, οὓς οὐκ ὀλίγοι Χριστιανῶν

168
ἀπελαύνουσι τῶν πασχόντων σὺν οὐδενὶ περιέργῳ καὶ μαγικῷ ἢ φαρμακευτικῷ πράγματι ἀλλὰ μόνῃ εὐχῇ καὶ ὁρκώσεσιν ἁπλουστέραις καὶ ὅσα ἂν δύναιτο προσάγειν ἁπλούστερος ἄνθρωπος; ὡς ἐπίπαν γὰρ ἰδιῶται τὸ τοιοῦτον πράττουσι, παριστάσης τῆς ἐν τῷ λόγῳ Χριστοῦ χάριτος τὸ τῶν δαιμονίων εὐτελὲς καὶ ἀσθενὲς, οὐ πάντως δεόμενον πρὸς τὸ ἡττηθῆναι καὶ εἶξαν ὑπεξελθεῖν ἀπὸ ψυχῆς ἀνθρώπου καὶ σώματος σοφοῦ τινος καὶ δυνατοῦ ἐν ταῖς λογικαῖς περὶ τῆς πίστεως ἀποδείξεσιν.

Ἀλλὰ καὶ εἴπερ πεπίστευται οὐ παρὰ Χριστιανοῖς καὶ Ἰουδαίοις μόνοις ἀλλὰ καὶ παρ᾿ ἄλλοις πολλοῖς Ἑλλήνων καὶ βαρβάρων ὅτι ζῇ καὶ ὑπάρχει μετὰ τὸν ἀπὸ τοῦ σώματος χωρισμὸν ἡ ἀνθρωπίνη ψυχὴ, καὶ τῷ λόγῳ παρίσταται ὅτι ἡ μὲν καθαρὰ καὶ μὴ βαρουμένη ὑπὸ τῶν τῆς κακίας μολιβδίδων μετέωρος φέρεται ἐπὶ τοὺς τόπους τῶν καθαρωτέρων καὶ αἰθερίων σωμάτων, καταλιποῦσα τὰ τῇδε παχέα σώματα καὶ τὰ ἐν αὐτοῖς μιάσματα, ἡ δὲ φαύλη καὶ ὑπὸ τῶν ἁμαρτάδων καθελκομένη ἐπὶ τὴν γῆν καὶ μηδ᾿ ἀναπνεῦσαι δυναμένη

697
τῇδε φέρεται καὶ καλινδεῖται, ἡ μέν τις ἐπὶ „τὰ μνήματα,“ ἔνθα καὶ ὤφθη σκιοειδῶν ψυχῶν „φαντάσματα,“ ἡ δέ τις ἁπαξαπλῶς
v.2.p.157
περὶ τὴν γῆν· ποδαπὰ χρὴ νομίζειν εἶναι πνεύματα τὰ ὅλους. ἵν᾿ οὕτως ὀνομάσω, αἰῶνας προσδεθέντα ὥσπερ εἴτε μαγγανείαις τισὶν εἴτε καὶ διὰ τὴν σφετέραν κακίαν οἰκοδομαῖς καὶ τόποις; ὁ λόγος δὴ αἱρεῖ φαῦλ᾿ ἄττα νομίζειν εἶναι τὰ τοιαῦτα, τῇ προγνωστικῇ δυνάμει μέσῃ τυγχανούσῃ εἰς ἀπάτην ἀνθρώπων χρώμενα καὶ πρὸς τὸ περισπάσαι αὐτοὺς ἀπὸ τοῦ θεοῦ καὶ τῆς καθαρᾶς εἰς αὐτὸν εὐσεβείας. δηλοῖ δὲ τὸ τοιοῦτον τοὺς αὐτοὺς τυγχάνειν καὶ τὸ ταῖς ἀπὸ τῶν θυσιῶν ἀναθυμιάσεσι καὶ ταῖς ἀπὸ τῶν αἱμάτων καὶ ὁλοκαυτωμάτων ἀποφοραῖς τρεφόμενα αὐτῶν τὰ σώματα, φιληδονούντων τοῖς τοιούτοις, ἐπ᾿ αὐτὸ τυγχάνειν τοῦ ὡσπερεὶ φιλοζωεῖν, ἀνάλογον φαύλοις ἀνθρώποις, οὐκ ἀσπαζομένοις μὲν τὸ καθαρώτερον ἔξω σωμάτων ζῆν, περιέπουσι δὲ διὰ τὰς σωματικὰς ἡδονὰς τὴν ἐν τῷ γεώδει σώματι ζωήν.

εἴπερ δὲ θεὸς ἦν, ὡς Ἕλληνες οἴονται. ὁ ἐν Δελφοῖς Ἀπόλλων. τίνα μᾶλλον ἐχρῆν αὐτὸν ἐκλέξασθαι προφήτην ἢ τὸν σοφὸν ἢ μὴ εὑρισκομένου τοῦ τοιούτου κἂν τὸν προκόπτοντα; πῶς δ᾿ ἂν οὐκ ἄνδρα μᾶλλον προφητεύειν ἐβούλετο ἤπερ γυναῖκα; εἰ δὲ καὶ τὸ θῆλυ ἤθελεν, ὡς τάχα μὴ δυνάμενος ἢ μὴ τερπόμενος ἄλλῳ τινὶ ἢ τοῖς κόλποις τῶν γυναικῶν, πῶς οὐχὶ παρθένον μᾶλλον ἐχρῆν αὐτὸν ἐπιλέξασθαι ἤπερ γυναῖκα τὴν τὸ βούλημα αὐτοῦ θεσπίζουσαν;

Νυνὶ δὲ ὁ θαυμαζόμενος παρ᾿ Ἕλλησι Πύθιος οὐδένα μὲν σοφὸν ἀλλ᾿ οὐδ᾿ ὅλως

168
ἄνδρα ἄξιον ἔκρινε τῆς, ὡς Ἕλληνες ὑπολαμβάνουσι, θείας κατακωχῆς. ἀλλ᾿ οὐδ᾿ ἐν τῷ θήλει γένει παρθένον τινὰ ἢ σοφὴν καὶ ἀπὸ φιλοσοφίας ὠφελημένην ἀλλά τινα γυναῖκα ἰδιῶτιν· τάχα γὰρ οἱ ἐν ἀνθρώποις κρείττονες βελτίους ἦσαν τῆς εἰς τὴν κατακωχὴν ἐνεργείας αὐτοῦ. ἔδει δὲ καὶ. εἴπερ θεὸς ἦν, τῇ προγνώσει αὐτὸν χρήσασθαι δελέατι, ἵν᾿ οὕτως ὀνομάσω, πρὸς τὴν ἐπιστροφὴν καὶ θεραπείαν καὶ ἠθικὴν κατόρθωσιν τῶν ἀνθρώπων· νυνὶ δὲ οὐδὲν ἡ ἱστορία τοιοῦτον παραδίδωσι περὶ αὐτοῦ. εἰ γὰρ καὶ ἀνδρῶν ἁπάντων Σωκράτην εἶπε σοφώτατον εἶναι, ἤμβλυνε τὸν ἔπαινον αὐτοῦ τὸ πρὸς τούτου λεγόμενον περὶ Εὐριπίδου καὶ Σοφοκλέους ἐν τῷ· σοφὸς Σοφοκλῆς, σοφώτερος
698
δ᾿ Εὐριπίδης.

v.2.p.158

τραγῳδιοποιῶν ουν σοφῶν ὑπ᾿ αὐτοῦ λελεγμένων κρείττων εἶναι νομισθεὶς ὁ Σωκράτης, τῶν ἐπὶ τῆς σκηνῆς καὶ τῆς ὀρχήστρας τοῦ τυχόντος ἄθλου ἕνεκεν ἀγωνιζομένων καὶ ὅπου μὲν λύπας καὶ οἴκτους τοῖς θεαταῖς ἐμποιούντων ὅπου δὲ ἀσέμνους γέλωτας (τοιοῦτον γάρ τι βούλεται τὰ σατυρικὰ δράματα), οὐ πάνυ τι τὸ διὰ φιλοσοφίαν καὶ ἀλήθειαν ἐμφαίνει σεμνὸν καὶ διὰ σεμνότητα ἐπαινετόν. καὶ τάχα οὐ τοσοῦτον διὰ φιλοσοφίαν ἀνδρῶν εἶπεν αὐτὸν ἁπάντων σοφώτατον ὅσον διὰ τὰς θυσίας καὶ ἃς προσήνεγκε κνίσσας αὐτῷ τε καὶ τοῖς λοιποῖς δαίμοσι.

καὶ διὰ ταῦτα ἐοίκασι μᾶλλον ποιεῖν οἱ δαίμονες τὰ ἀξιούμενα ὑπὸ τῶν αὐτοῖς προσαγόντων ἢ διὰ τὰ ἔργα τῆς ἀρετῆς. διόπερ διαγράφων τὰ γινόμενα ὁ τῶν ποιητῶν ἄριστος Ὅμηρος καὶ διδάσκων, τίνα μάλιστά ἐστι τὰ πείθοντα τοὺς δαίμονας ποιεῖν ἃ βούλονται οἱ θύοντες, εἰσήγαγε τὸν Χρύσην, ἕνεκεν ὀλίγων στεφάνων καὶ μηρίων ταύρων καὶ αἰγῶν τυγχάνοντα ὧν ᾔτησε καθ᾿ Ἑλλήνων διὰ τὴν θυγατέρα, ἵνα λοιμώξαντες ἀποδώσειαν αὐτῷ τὴν Χρυσηΐδα. μέμνημαι δὲ παρά τινι τῶν Πυθαγορείων, ἀναγράψαντι περὶ τῶν ἐν ὑπονοίᾳ παρὰ τῷ ποιητῇ λελεγμένων, ἀναγνοὺς ὅτι τὰ τοῦ Χρύσου πρὸς τὸν Ἀπόλλωνα ἔπη καὶ ὁ ἐξ Ἀπόλλωνος ἐπιπεμφθεὶς τοῖς Ἕλλησι λοιμὸς διδάσκει ὅτι ἠπίστατο Ὅμηρος πονηρούς τινας δαίμονας, χαίροντας ταῖς κνίσσαις καὶ ταῖς θυσίαις, μισθοὺς ἀποδιδόναι τοῖς θύσασι τὴν ἑτέρων φθορὰν, εἰ τοιοῦτο οἱ θύοντες εὔχοιντο.

καὶ ὁ „Δωδώνης“ δὲ „μεδέων δυσχειμέρου,“ παρ᾿ ᾧ εἰσιν οἱ προφῆται „ἀνιπτόποδες χαμαιεῦναι,“ ἀποδοκιμάσας τὸ τῶν ἀνδρῶν εἰς προφητείαν γένος ταῖς Δωδωνίσι χρῆται, ὡς καὶ ὁ Κέλσος παρέστησεν. ἔστω δέ τις τούτοις παραπλήσιος Κλάριος καὶ ἕτερος ἐν Βραγχίδαις καὶ ἄλλος ἐν Ἄμμωνος ἢ ὅποι ποτὲ γῆς μαντευόμενοι, πόθεν οὖν δειχθήσεται εἰ καὶ θεοὶ μέν εἰσιν οὐ δαιμόνια δέ τινα;

v.2.p.159