Contra Celsum

Origen

Origenes. Origenes Werke Vol 1-2. Koetschau, Paul, editor. Leipzig: Hinrichs, 1899.

Ταῦτα δὴ καὶ τὰ τούτοις ἀνάλογον ἀπόῤῥητα ἐπιστάμενοι Μωϋσῆς καὶ οἱ προφῆται ἀπαγορεύουσιν „ὄνομα θεῶν ἑτέρων“ ὀνομάζειν ἐν στόματι, μελετήσαντι τῷ ἐπὶ πᾶσι μόνῳ εὔχεσθαι θεῷ, καὶ ἀναμνημονεύειν ἐν καρδίᾳ, διδασκομένῃ καθαρεύειν ἀπὸ πάσης ματαιότητος νοημάτων καὶ λέξεων. καὶ διὰ τὰ τοιαῦτα πᾶσαν αἰκίαν ὑπομένειν μᾶλλον αἱρούμεθα ἢ τὸν Δία ὁμολογῆσαι θεόν. οὐ γὰρ τὸν αὐτὸν εἶναι ὑπολαμβάνομεν Δία καὶ Σαβαὼθ, ἀλλ᾿ οὐδ᾿ ὅλως θεῖόν τι τὸν Δία, δαίμονα δέ τινα χαίρειν οὕτως ὀνομαζόμενον, οὐ φίλον ἀνθρώποις οὐδὲ τῷ ἀληθινῷ θεῷ. κἂν Αἰγύπτιοι δὲ τὸν Ἀμοῦν ἡμῖν προτείνωσιν κόλασιν ἀπειλοῦντες,

v.2.p.51
τεθνηξόμεθα μᾶλλον ἢ τὸν Ἀμοῦν ἀναγορεύσομεν θεὸν, παραλαμβανόμενον ὡς εἰκὸς ἔν τισιν Αἰγυπτίαις καλούσαις τὸν δαίμονα τοῦτον ἐπῳδαῖς. λεγέτωσαν δὲ καὶ Σκύθαι τὸν Παπαῖον θεὸν εἶναι τὸν ἐπὶ πᾶσιν· ἀλλ᾿ ἡμεῖς οὐ πεισόμεθα. τιθέντες μὲν τὸν ἐπὶ πᾶσι θεὸν. ὡς δὲ φίλον τῷ λαχόντι τὴν Σκυθῶν ἐρημίαν καὶ τὸ ἔθνος αὐτῶν καὶ τὴν διάλεκτον οὐκ ὀνομάζοντες τὸν θεὸν ὡς κυρίῳ
132
ὀνόματι τῷ Παπαῖον. Σκυθιστὶ γὰρ τὸ προσηγορικὸν τὸν θεὸν καὶ Αἰγυπτιστὶ καὶ πάσῃ διαλέκτῳ, ᾗ ἕκαστος ἐντέθραπται. ὀνομάζων οὐχ ἁμαρτήσεται.

Τὸ δ᾿ αἴτιον τῆς Ἰουδαίων περιτομῆς οὐ ταὐτὸν ἐστι τῷ αἰτίῳ τῆς Αἰγυπτίων περιτομῆς ἢ Κόλχων· διὸ οὐχ ἡ αὐτὴ νομισθείη ἂν περιτομή. καὶ ὥσπερ ὁ θύων οὐ τῷ αὐτῷ θύει, εἰ καὶ ὁμοίως θύειν δοκεῖ. καὶ ὁ εὐχόμενος οὐ τῷ αὐτῷ εὔχεται, εἰ καὶ τὰ αὐτὰ ἐν ταῖς εὐχαῖς ἀξιοῖ· οὕτως οὐδ᾿ εἴ τις περιτέμνεται, ἀδιαφορεῖ πάντως τῆς πρὸς ἕτερον περιτομῆς. ἡ γὰρ πρόθεσις καὶ ὁ νόμος καὶ τὸ βούλημα τοῦ περιτέμνοντος ἀλλοῖον ποιεῖ τὸ πρᾶγμα. ἵνα δ᾿ ἔτι

614
μᾶλλον νοηθῇ τὸ κατὰ τὸν τόπον, λεκτέον ὅτι τὸ τῆς δικαιοσύνης ὄνομα ταὐτὸν μέν ἐστι παρὰ πᾶσιν Ἕλλησιν· ἤδη δὲ ἀποδείκνυται ἄλλη μὲν ἡ κατ᾿ Ἐπίκουρον δικαιοσύνη, ἄλλη δὲ ἡ κατὰ τοὺς ἀπὸ τῆς Στοᾶς, ἀρνουμένους τὸ τριμερὲς τῆς ψυχῆς, ἄλλη δὲ κατὰ τοὺς ἀπὸ Πλάτωνος, ἰδιοπραγίαν τῶν μερῶν τῆς ψυχῆς φάσκοντας εἶναι τὴν δικαιοσύνην. οὕτω δὲ
v.2.p.52
καὶ ἄλλη μὲν ἡ Ἐπικούρου ἀνδρεία, ὑπομένοντος πόνους διὰ φυγὴν πόνων πλειόνων, ἄλλη δ᾿ ἡ τοῦ ἀπὸ τῆς Στοᾶς, δι᾿ αὐτὴν αἱρουμένου πᾶσαν ἀρετὴν. ἄλλη δ᾿ ἡ ἀπὸ Πλάτωνος, τοῦ θυμικοῦ μέρους τῆς ψυχῆς φάσκοντος αὐτὴν εἶναι ἀρετὴν καὶ ἀποτάσσοντος αὐτῇ τόπον τὸν περὶ τὸν θώρακα. οὕτως δ᾿ εἴη ἂν κατὰ τὰ διάφορα τῶν περιτεμνομένων δόγματα διάφορος ἡ περιτομὴ, περὶ ἧς ἐν τοιούτῳ συγγράμματι οὐκ ἀναγκαῖον νῦν λέγειν· ὅτῳ γὰρ φίλον ἰδεῖν τὰ κινήσαντα ἡμᾶς εἰς τὸν τόπον, ἀναγνώτω περὶ αὐτοῦ ἐν τοῖς εἰς τὴν πρὸς Ῥωμαίους ἐπιστολὴν Παύλου πραγματευθεῖσιν ἡμῖν.

Κἂν σεμνύνωνται τοίνυν Ἰουδαῖοι τῇ περιτομῇ, χωρίσουσιν αὐτὴν οὐ μόνον τῆς Κόλχων καὶ Αἰγυπτίων περιτομῆς ἀλλὰ καὶ τῆς Ἰσμαηλιτῶν Ἀράβων, καίτοι γε ἀπὸ τοῦ προπάτορος αὐτῶν Ἀβραὰμ τοῦ Ἰσμαὴλ γεγενημένου καὶ σὺν ἐκείνῳ περιτεμνομένου. λέγουσι δὲ Ἰουδαῖοι τὴν μὲν ὀκταήμερον περιτομὴν εἶναι τὴν προηγουμένην, τὴν δὲ μὴ τοιαύτην ἐκ περιστάσεως· καὶ τάχα διά τινα πολέμιον τῷ Ἰουδαίων ἔθνει ἄγγελον αὐτὴ ἐτελεῖτο, δυνάμενον μὲν σίνεσθαι τοὺς μὴ περιτεμνομένους αὐτῶν, ἀτονοῦντα δὲ ἐν τοῖς περιτεμνομένοις. ὅπερ φήσει τις δηλοῦσθαι ἐκ τῶν ἐν τῇ Ἐξόδῳ γεγραμμένων, ἐν οἷς ὁ ἄγγελος πρὸ μὲν τῆς ιπερτομῆς τοῦ Ἐλιάζαρ ἐνεργεῖν ἐδύνατο κατὰ Μωϋσέως, περιτμηθέντος δ᾿ αὐτοῦ οὐδὲν ἴσχυσε. καὶ τοιαῦτά γε μαθοῦσα ἡ „Σεπφώρα λαβοῦσα ψῆφον περιέτεμε“ τὸ παιδίον ἑαυτῆς, κατὰ μὲν τὰ κοινὰ τῶν ἀντιγράφων λέγειν ἀναγεγραμμένη τό· „ἔστη τὸ αἷμα τῆς περιτομῆς τοῦ παιδίου μου,“ κατὰ δὲ τὸ Ἑβραϊκὸν

615
αὐτό· „νυμφίος αἱμάτων σύ μοι.“ ᾔδει γὰρ τὸν περὶ
133
τοῦ τοιουδὶ ἀγγέλου λόγον,
v.2.p.53
δυναμένου πρὸ τοῦ αἵματος καὶ παυομένου διὰ τὸ τῆς περιτομῆς αἷμα· ἐφ᾿ ᾧ καὶ ἐλέχθη αὐτῷ τό· „νυμφίος αἱμάτων σύ μοι.“

ἀλλὰ ταῦτα μὲν περιεργότερά πως εἶναι δοκοῦντα καὶ οὐ κατὰ τὴν τῶν πολλῶν ἀκοὴν παρακεκινδυνευμένως ἐπὶ τοσοῦτον λελέχθω, οἷς ἔτι ἓν ὡς Χριστιανῷ πρέπον προσθεὶς ἐπὶ τὰ ἑξῆς μεταβήσομαι. ἐδύνατο γὰρ οὗτος οἶμαι ὁ ἄγγελος κατὰ τῶν μὴ περιτεμνομένων ἀπὸ τοῦ λαοῦ καὶ ἁπαξαπλῶς πάντων τῶν σεβόντων μόνον τὸν δημιουργὸν, καὶ ἐπὶ τοσοῦτόν γε ἐδύνατο, ὅσον οὐκ ἀνειλήφει σῶμα ὁ Ἰησοῦς. ὅτε δ᾿ ἀνείληφε, καὶ περιετέμνετο τὸ ἐκείνου σῶμα, καθῃρέθη πᾶσα ἡ κατὰ τῶν ἐν τῇ θεοσεβείᾳ ταύτῃ περιτεμνομένων δύναμις αὐτοῦ· ἀφάτῳ γὰρ θειότητι καθεῖλεν ἐκεῖνον ὁ Ἰησοῦς. διὸ τοῖς μαθηταῖς αὐτοῦ ἀπείρηται περιτέμνεσθαι καὶ λέγεται αὐτοῖς· „ὅτι ἐὰν περιτέμνησθε, Χριστὸς οὐδὲν ὑμᾶς ὠφελήσει.“

Ἀλλ᾿ οὐδὲ ἐπὶ τῷ συῶν ἀπέχεσθαι ὡς μεγάλῳ τινὶ Ἰουδαῖοι σεμνύνονται, ἐπὶ δὲ τῷ τὴν καθαρῶν καὶ ἀκαθάρτων ζῴων φύσιν μεμαθηκότες καὶ τὴν τούτου αἰτίαν ἐγνωκέναι καὶ τὸν σῦν ἐν ἀκαθάρτοις τετάχθαι. καὶ ταῦτα δὲ σύμβολά τινων ἦν μέχρι τῆς Ἰησοῦ ἐπιδημίας, μεθ᾿ ὃν τῷ μαθητῇ αὐτοῦ λέλεκται, μηδέπω νοοῦντι τὸν περὶ τούτων λόγον καὶ φάσκοντι· „οὐδὲν κοινὸν ἢ ἀκάθαρτον εἰσῆλθεν εἰς τὸ στόμα μου,“ τό· „ἃ ὁ θεὸς ἐκαθάρισε σὺ μὴ κοίνου.“ οὔτ᾿ οὖν πρὸς Ἰουδαίους οὔτε πρὸς ἡμᾶς ἐστι τὸ οὐ μόνον συῶν ἀλλὰ προσέτι αἰγῶν καὶ οἰῶν καὶ βοῶν καὶ ἰχθύων ἀπέχεσθαι τοὺς Αἰγυπτίων ἱερεῖς. ἀλλ᾿ ἐπεὶ „οὐ τὰ εἰσερχόμενα εἰς τὸ στόμα κοινοῖ τὸν ἄνθρωπον.“ καὶ „βρῶμα ἡμᾶς οὐ παραστήσει τῷ θεῷ,“ οὐ μέγα φρονοῦμεν μὴ ἐσθίοντες οὐδ᾿ ἀπὸ γαστριμαργίας ἥκομεν ἐπὶ τὸ ἐσθίειν. διόπερ τὸ ὅσον ἐφ᾿ ἡμῖν οἱ ἀπὸ Πυθαγόρου ἐμψύχων ἀπεχόμενοι χαιρόντων. ὅρα δὲ καὶ τὴν διαφορὰν τοῦ αἰτίου τῆς τῶν ἐμψύχων ἀποχῆς τῶν ἀπὸ τοῦ

v.2.p.54
Πυθαγόρου καὶ τῶν ἐν ἡμῖν ἀσκητῶν. ἐκεῖνοι μὲν γὰρ διὰ τὸν περὶ ψυχῆς μετενσωματουμένης μῦθον ἐμψύχων ἀπέχονται· καὶ τίς φίλον υἱὸν ἀείρας σφάξει ἐπευχόμενος μέγα νήπιος;
616
ἡμεῖς δὲ κἂν τὸ τοιοῦτο πράττωμεν, ποιοῦμεν αὐτὸ, ἐπεὶ ὑπωπιάζομεν „τὸ σῶμα“ καὶ δουλαγωγοῦμεν καὶ βουλόμεθα νεκροῦν „τὰ μέλη τὰ ἐπὶ τῆς γῆς. πορνείαν, ἀκαθαρσίαν, ἀσέλγειαν, πάθος, ἐπιθυμίαν κακήν“· καὶ πάντα γε πράττομεν, ἵνα „τὰς πράξεις τοῦ σώματος“ θανατώσωμεν.

Ἔτι δὲ περὶ Ἰουδαίων ἀποφαινόμενος ὁ Κέλσος φησίν· οὐδ᾿ εὐδοκιμεῖν παρὰ τῷ θεῷ καὶ στέργεσθαι διαφόρως τι τῶν ἄλλων τούτους εἰκὸς, καὶ πέμπεσθαι μόνοις αὐτοῖς ἐκεῖθεν ἀγγέλους, οἷον δή τινα μακάρων χώραν λαχοῦσιν· ὁρῶμεν γὰρ αὐτοὺς καὶ τὴν χώραν

133
τίνων ἠξίωνται. ἐλέγξομεν οὖν καὶ τοῦτο, λέγοντες ὅτι τὸ εὐδοκιμηκέναι τὸ ἔθνος τοῦτο παρὰ θεῷ δηλοῦται καὶ ἐκ τοῦ τὸν ἐπὶ πᾶσι θεὸν καὶ ὑπὸ τῶν ἀλλοτρίων τῆς ἡμετέρας πίστεως Ἑβραίων καλεῖσθαι θεόν. καὶ ὡς εὐδοκιμοῦντές γε ὅσον οὐκ ἐγκατελείποντο, καίτοι γε ὀλίγοι τυγχάνοντες τὸν ἀριθμὸν, διετέλουν φρουρούμενοι ὑπὸ θείας δυνάμενως, ὡς μηδ᾿ ἐπὶ Ἀλεξάνδρου τοῦ Μακεδόνος παθεῖν τι αὐτοὺς ὑπ᾿ αὐτοῦ, καίτοι γε μὴ βουληθέντας διά τινας συνθήκας καὶ ὅρκους ἀναλαμβάνειν ὅπλα κατὰ τοῦ Δαρείου. τότε φασὶ καὶ τὸν Ἰουδαίων ἀρχιερέα ἐνδύντα τὴν ἱερατικὴν στολὴν προσκεκυνῆσθαι ὑπὸ τοῦ Ἀλεξάνδρου, φάσκοντος ὦφθαι αὐτῷ τούτῳ τῷ σχήματι † ἑωρακέναι τινὰ, ἐπαγγελλόμενον αὐτῷ „κατὰ τοὺς ὕπνους“ ὑποτάξειν τὴν Ἀσίαν ὅλην. ἡμεῖς οὖν οἱ Χριστιανοί φαμεν τὸ μὲν εὐδοκιμεῖν παρὰ τῷ θεῷ καὶ στέργεσθαι διαφόρως τι τῶν ἄλλων πάνυ ἐκείνοις συμβεβηκέναι, ταύτην δὲ τὴν οἰκονομίαν μεταβεβηκέναι καὶ τὴν χάριν ἐφ᾿ ἡμᾶς, μεταστήσαντος τὴν ἐν Ἰουδαίοις δύναμιν ἐπὶ τοὺς
v.2.p.55
ἀπὸ τῶν ἐθνῶν πιστεύσαντας (αὐ)τῷ Ἰησοῦ. διὸ πολλὰ βουληθέντες Ῥωμαῖοι κατὰ Χριστιανῶν ἐπὶ τῷ κωλῦσαι αὐτοὺς ἔτι εἶναι οὐ δεδύνηνται· ἦν γὰρ ὑπερμαχοῦσα αὐτῶν θεία χεὶρ καὶ βουλομένη τὸν τοῦ θεοῦ λόγον ἀπὸ μιᾶς τῆς κατὰ τὴν Ἰουδαίαν γῆν γωνίας ἐπισπεῖραι ὅλῳ τῷ γένει τῶν ἀνθρώπων.