Contra Celsum

Origen

Origenes. Origenes Werke Vol 1-2. Koetschau, Paul, editor. Leipzig: Hinrichs, 1899.

116
Οὐ τὴν ἀπηγορευμένην πολυλογίαν μεταδιώκοντες, ἀφ᾿ ἧς οὐκ ἔστι φυγεῖν τὴν „ἁμαρτίαν“, ἤδη πέμπτου ἀρχόμεθα βιβλίου πρὸς τὸ Κέλσου σύγγραμμα, ἱερὲ Ἀμβρόσιε, ἀλλ᾿ ὅση δύναμις πειρώμενοι μηδὲν τῶν ὑπ᾿ αὐτοῦ λεχθέντων παρελθεῖν ἀβασάνιστον, καὶ μάλιστα ἐν οἷς δόξαι ἄν τισι συνετῶς ἡμῶν ἢ Ἰουδαίων κατηγορηκέναι. καὶ εἰ μὲν οἷόν τ᾿ ἦν μετὰ τοῦ λόγου εἰσελθόντας εἰς τὴν παντὸς οὑτινοσοῦν συνείδησιν τῶν ἐντυγχανόντων τῷ ἐκείνου συγγράμματι ἕκαστον ἐξελκύσαι βέλος, τιτρῶσκον τὸν οὐ πάντῃ πεφραγμένον τῇ πανοπλίᾳ τοῦ θεοῦ, καὶ ἐπιθεῖναι λογικὸν φάρμακον, θεραπεῦον τὸ ἀπὸ Κέλσου τραῦμα, ποιοῦν μὴ ὑγιαίνειν „τῇ πίστει“ τοὺς προσέχοντας αὐτοῦ τοῖς λόγοις, τοῦτ᾿ ἂν πεποιήκειμεν. ἐπεὶ δὲ τοῦτο μὲν θεοῦ ἔργον ἐστὶν,
578
ἀοράτως ἐπιδημεῖν κατὰ τὸ ἑαυτοῦ πνεῦμα μετὰ τοῦ πνεύματος Χριστοῦ οἷς κρίνει δεῖν ἐπιδημεῖν, ἡμῖν δὲ, διὰ
v.2.p.2
λόγων καὶ συγγραμμάτων πειρωμένοις ἀνθρώπους πιστοποιεῖν, πρόκειται πάντα πράττειν ὑπὲρ τοῦ χρηματίσαι ἐργάτας ἀνεπαισχύντους, ὀρθοτομοῦντας „τὸν λόγον τῆς ἀληθείας“, ἓν δὲ τῶν πάντων εἶναι ἡμῖν φαίνεται καὶ τὰ πιθανὰ τοῦ Κέλσου κατὰ τὸ δυνατὸν ἡμῖν λῦσαι, πιστῶς ποιοῦσι τὸ προστεταγμένον ὑπὸ σοῦ· φέρ᾿ ἐκθέμενοι τὰ ἑξῆς τοῖς Κέλσου λόγοις, πρὸς οὓς φθάσαντες ἀπηντήσαμεν (κρινεῖ δὲ ὁ ἐντυγχάνων, εἰ καὶ ἀνετρέψαμεν), τὰ πρὸς αὐτὰ ἐπαγάγωμεν. θεὸς δὲ δῳη μὴ ψιλῷ καὶ γυμνῷ θειότητος τῷ ἡμετέρῳ νῷ καὶ λόγῳ (πρὸς) τὸ προκείμενον γενέσθαι· „ἵν᾿ ἡ πίστις“ τῶν, οὓς εὐχόμεθα ὠφεληθῆναι. „μὴ ᾖ ἐν σοφίᾳ ἀνθρώπων,“ „νοῦν“ δὲ „Χριστοῦ“ λαβόντες ἀπὸ τοῦ μόνου διδόντος αὐτὸν πατρὸς αὐτοῦ καὶ πρὸς τὴν μετοχὴν τοῦ λόγου τοῦ θεοῦ βοηθηθέντες „πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ θεοῦ“ καθέλοιμεν καὶ τὸ οἴημα Κέλσου, καθ᾿ ἡμῶν καὶ κατὰ τοῦ Ἰησοῦ ἡμῶν ἐπαιρομένου ἔτι δὲ κατὰ Μωϋσέως καὶ τῶν προφητῶν· ἵνα τοῦ διδόντος „ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ“ καὶ ἡμῖν τοῦτ᾿ ἐπιχορηγοῦντος καὶ τὴν πολλὴν δύναμιν δωρουμένου, ἐγγένηται πίστις τοῖς ἐντευξομένοις ἐν λόγῳ καὶ δυνάμει τοῦ θεοῦ.

Πρόκειται οὖν νῦν τὴν οὕτως ἔχουσαν αὐτοῦ ἀνατρέψαι λέξιν· θεὸς μὲν. ὦ Ἰουδαῖοι καὶ Χριστιανοὶ, καὶ θεοῦ παῖς οὐδεὶς οὔτε κατῆλθεν οὔτε κατέλθοι. εἰ δέ τινας ἀγγέλους φατὲ, τίνας τούτους λέγετε, θεοὺς ἢ ἄλλο τι γένος; ἄλλο τι ὡς

v.2.p.3
εἰκὸς, τοὺς δαίμονας. πρὸς ταῦτα δὲ παλιλλογοῦντι τῷ Κέλσῳ (ἀνωτέρω γὰρ ἤδη πολλάκις ταῦτ᾿ αὐτῷ λέλεκται) οὐκ ἀναγκαῖον ἐπὶ πλεῖον διαλεχθῆναι· ἀρκέσει γὰρ τὰ εἰς τοῦθ᾿ ἡμῖν λελεγμένα. ὀλίγα δ᾿ ἀπὸ πλειόνων, ἃ δοκοῦμεν εἶναι συνᾴδοντα μὲν
116
τοῖς προειρημένοις οὐ τὸν αὐτὸν δὲ πάντῃ ἐκείνοις ἔχοντα νοῦν, ἐκθησόμεθα· ἐν οἷς παραστήσομεν ὅτι καθολικῶς ἀποφηνάμενος θεὸν οὐδένα πρὸς ἀνθρώπους κατεληλυθέναι ἢ θεοῦ παῖδα ἀναιρεῖ καὶ τὰ ὑπὸ τῶν πολλῶν περὶ θεοῦ ἐπιφανείας δοξαζόμενα καὶ ὑπ᾿ αὐτοῦ ἐν τοῖς ἀνωτέρω προειρημένα. εἰ γὰρ καθόλου λελεγμένον τὸ θεὸς καὶ θεοῦ παῖς οὐδεὶς κατῆλθεν οὐδὲ κατέλθοι ἀληθῶς τῷ Κέλσῳ εἴρηται, δηλονότι ἀνῄρηται τὸ εἶναι θεοὺς ἐπὶ γῆς, κατελθόντας ἐξ οὐρανοῦ. ἵνα ἤτοι μαντεύσωνται τοῖς ἀνθρώποις ἢ διὰ χρησμῶν θεραπεύσωσι, καὶ οὔτε ὁ Πύθιος οὔτ᾿ Ἀσκληπιὸς οὔτ᾿ ἄλλος τις τῶν νενομισμένων τὰ τοιαῦτα ποιεῖν θεὸς ἂν εἴη καταβὰς ἐξ οὐρανοῦ, ἢ θεὸς μὲν εἴη ἂν ἀεὶ δὲ λαχὼν οἰκεῖν τὴν γῆν καὶ ὡσπερεὶ φυγὰς τοῦ τόπου
579
τῶν θεῶν, ἤ τις τῶν μὴ ἐξουσίαν ἐχόντων κοινωνεῖν τοῖς ἐκεῖ θείοις εἴη ἂν. ἢ οὐ θεοὶ εἶεν ὁ Ἀπόλλων καὶ ὁ Ἀσκληπιὸς καὶ ὅσοι ἐπὶ γῆς τι ποιεῖν πεπιστευμένοι εἰσὶν ἀλλά τινες δαίμονες, τῶν ἐν ἀνθρώποις σοφῶν καὶ ἐπὶ τὴν ἁψῖδα τοῦ οὐρανοῦ διὰ τὴν ἀρετὴν ἀναβαινόντων πολλῷ χείρους.

Ὅρα δὴ ὅτι βουλόμενος τὰ ἡμέτερα ἀνελεῖν ὁ μὴ ὁμολογήσας δι᾿ ὅλου τοῦ συγγράμματος Ἐπικούρειος εἶναι πρὸς τὸν Ἐπίκουρον αὐτομολῶν ἐλέγχεται. ὥρα δή σοι τῷ ἐντυγχάνοντι τοῖς Κέλσου λόγοις καὶ συγκατατιθεμένῳ τοῖς προκειμένοις ἤτοι ἀναιρεῖν τὸ θεὸν ἐπιδημεῖν, προνοούμενον ἀνθρώπων τῶν καθ᾿ ἕνα, ἢ τιθέντι τὸ τοιοῦτον ψευδοποιεῖν τὸν Κέλσου λόγον. εἰ μὲν οὖν πάντῃ πρόνοιαν ἀναιρεῖς, ψευδοποιήσεις αὐτοῦ τοὺς λόγους, ἐν οἷς τίθησι θεοὺς καὶ πρόνοιαν, ἵνα ταῦτα φήσῃς εἶναι ἀληθῆ· εἰ δὲ τίθης οὐδὲν ἧττον πρόνοιαν, ὡς οὐ συγκατατιθέμενος Κέλσῳ λέγοντι μήτε θεὸν μήτε θεοῦ παῖδα κατεληλυθέναι ἢ κατέρχεσθαι πρὸς ἀνθρώπους, διὰ τί οὐχὶ ἐπιμελῶς ἐξετάσεις ἐκ τῶν περὶ Ἰησοῦ ἡμῖν λελεγμένων καὶ τῶν περὶ αὐτοῦ προφητευομένων, τίνα μᾶλλον χρὴ νομίζειν θεὸν καὶ θεοῦ παῖδα κατεληλυθέναι πρὸς ἀνθρώπους, τὸν τοσαῦτα οἰκονομήσαντα

v.2.p.4
καὶ ποιήσαντα Ἰησοῦν ἢ τοὺς προφάσει χρησμῶν καὶ μαντειῶν μὴ ἐπανορθοῦντας μὲν τὰ ἤθη τῶν θεραπευομένων καὶ προσέτι δ᾿ ἀποστάντας τῆς εἰλικρινοῦς καὶ καθαρᾶς πρὸς τὸν τῶν ὅλων ποιητὴν σεβασμίου τιμῆς καὶ σχίζοντας τὴν τῶν προσεχόντων αὐτοῖς ψυχὴν προφάσει τιμῆς πλειόνων θεῶν ἀπὸ τοῦ ἑνὸς καὶ μόνου ἐναργοῦς καὶ ἀληθινοῦ θεοῦ;

Ἐπεὶ δὲ μετὰ ταῦτα, ὡς ἀποκριναμένων ἂν Ἰουδαίων ἢ Χριστιανῶν περὶ τῶν πρὸς ἀνθρώπους καταβαινόντων ὅτι εἶεν ἄγγελοι, φησίν· εἰ δέ τινας ἀγγέλους φατὲ, καὶ προσεπερωτᾷ λέγων· τίνας τούτους λέγετε; θεοὺς ἢ ἄλλο τι γένος; εἶτα πάλιν οἱονεὶ ἀποκριναμένους ἄγει ὅτι ἄλλο τι ὡς εἰκὸς, τοὺς δαίμονας· φέρε

117
καὶ ταῦτα κατανοήσωμεν. ὁμολογουμένως μὲν γὰρ καὶ ἀγγέλους φαμὲν, „λειτουργικὰ“ ὄντας „πνεύματα“ καὶ „εἰς διακονίας ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν“, ἀναβαίνειν μὲν προσάγοντας τὰς τῶν ἀνθρώπων ἐντεύξεις ἐν τοῖς καθαρωτάτοις τοῦ κόσμου χωρίοις ἐπουρανίοις ἢ καὶ τοῖς τούτων καθαρωτέροις ὑπερουρανίοις, καταβαίνειν δ᾿ αὖ ἐκεῖθεν φέροντας ἑκάστῳ κατ᾿ ἀξίαν τῶν ἀπὸ θεοῦ τι αὐτοῖς διακονεῖν τοῖς εὐεργετουμένοις προστασσομένων. τούτους δὴ ἀγγέλους ἀπὸ τοῦ ἔργου αὐτῶν μεμαθηκότες καλεῖν, εὑρίσκομεν αὐτοὺς διὰ τὸ θείους εἶναι καὶ „θεοὺς“ ἐν ταῖς ἱεραῖς ποτε ὀνομαζομένους γραφαῖς, ἀλλ᾿ οὐχ ὥστε προστάσσεσθαι ἡμῖν
580
τοὺς διακονοῦντας καὶ φέροντας ἡμῖν τὰ τοῦ θεοῦ σέβειν καὶ προσκυνεῖν ἀντὶ τοῦ θεοῦ. πᾶσαν μὲν γὰρ δέησιν καὶ προσευχὴν καὶ ἔντευξιν καὶ εὐχαριστίαν ἀναπεμπτέον τῷ ἐπὶ πᾶσι θεῷ διὰ τοῦ ἐπὶ πάντων ἀγγέλων ἀρχιερέως, ἐμψύχου λόγου καὶ θεοῦ. δεησόμεθα δὲ καὶ αὐτοῦ τοῦ λόγου καὶ ἐντευξόμεθα αὐτῷ καὶ εὐχαριστήσομεν καὶ προσευξόμεθα δὲ, ἐὰν δυνώμεθα κατακούειν τῆς περὶ προσευχῆς κυριολεξίας καὶ καταχρήσεως.

Ἀγγέλους γὰρ καλέσαι μὴ ἀναλαβόντας τὴν ὑπὲρ ἀνθρώπους περὶ αὐτῶν ἐπιστήμην οὐκ εὔλογον. ἵνα δὲ καὶ καθ᾿ ὑπόθεσιν ἡ περὶ αὐτῶν ἐπιστήμη θαυμάσιός τις οὖσα καὶ ἀπόῤῥητος καταληφθῇ, αὕτη ἡ ἐπιστήμη, παραστήσασα τὴν φύσιν αὐτῶν καὶ ἐφ᾿ οἷς εἰσιν

v.2.p.5
ἕκαστοι τεταγμένοι, οὐκ ἐάσει ἄλλῳ θαῤῥεῖν εὔχεσθαι ἢ τῷ πρὸς πάντα διαρκεῖ ἐπὶ πᾶσι θεῷ διὰ τοῦ σωτῆρος ἡμῶν υἱοῦ θεοῦ· ὅς ἐστι „λόγος“ καὶ σοφία καὶ ἀλήθεια καὶ ὅσα ἄλλα λέγουσι περὶ αὐτοῦ αἱ τῶν προφητῶν τοῦ θεοῦ καὶ τῶν ἀποστόλων τοῦ Ἰησοῦ γραφαί. ἀρκεῖ δὲ πρὸς τὸ ἵλεως ἡμῖν τοὺς ἁγίους ἀγγέλους εἶναι τοῦ θεοῦ καὶ πάντα πράττειν αὐτοὺς ὑπὲρ ἡμῶν ἡ πρὸς τὸν θεὸν διάθεσις ἡμῶν, ὅση δύναμις ἀνθρωπίνῃ φύσει, μιμουμένη τὴν ἐκείνων προαίρεσιν, μιμουμένων αὐτῶν τὸν θεόν· καὶ ἡ πρὸς τὸν υἱὸν αὐτοῦ λόγον κατὰ τὸ ἐφικτὸν ἡμῖν διάληψις, οὐκ ἐναντιουμένη τῇ τρανοτέρᾳ περὶ αὐτοῦ διαλήψει τῶν ἁγίων ἀγγέλων ἀλλ᾿ ἐπ᾿ ἐκείνην ὁσημέραι τῇ τρανότητι καὶ διαρθρώσει σπεύδουσα. ὡς μὴ ἀναγνοὺς δὲ τὰς ἱερὰς ἡμῶν γραφὰς ὁ Κέλσος ἑαυτῷ ἀποκρίνεται ὡς ἀφ᾿ ἡμῶν ὅτι ἄλλο τι γένος παρὰ θεοῦ φαμεν τοὺς καταβαίνοντας ἐπ᾿ εὐεργεσίᾳ τῶν ἀνθρώπων ἀγγέλους καί φησιν ὡς τὸ εἰκὸς λεχθῆναι ἂν αὐτοὺς ὑφ᾿ ἡμῶν δαίμονας· οὐχ ὁρῶν ὅτι τὸ τῶν δαιμόνων ὄνομα οὐδὲ μέσον ἐστὶν ὡς τὸ τῶν ἀνθρώπων, ἐν οἷς τινὲς
117
μὲν ἀστεῖοι τινὲς δὲ φαῦλοί εἰσιν, οὔτ᾿ ἀστεῖον, ὁποῖόν ἐστι τὸ τῶν θεῶν, τασσόμενον
581
οὐκ ἐπὶ φαύλων, ἐπὶ δαιμονίων ἢ ἐπὶ ἀγαλμάτων ἢ ἐπὶ ζῴων. ἀλλ᾿ ὑπὸ τῶν τὰ θεοῦ ἐγνωκότων ἐπὶ τῶν ἀληθῶς θειοτέρων καὶ μακαρίων. ἀεὶ δ᾿ ἐπὶ τῶν φαύλων ἔξω τοῦ παχυτέρου σώματος δυνάμεων τάσσεται τὸ τῶν δαιμόνων ὄνομα, πλανώντων καὶ περισπώντων τοὺς ἀνθρώπους καὶ καθελκόντων ἀπὸ τοῦ θεοῦ καὶ τῶν ὑπερουρανίων ἐπὶ τὰ τῇδε πράγματα.

Μετὰ ταῦτα δὲ τοιαύτην ἐκτίθεται περὶ Ἰουδαίων λέξιν· πρῶτον οὖν τῶν Ἰουδαίων θαυμάζειν ἄξιον, εἰ τὸν μὲν οὐρανὸν καὶ τοὺς ἐν τῷδε ἀγγέλους σέβουσι, τὰ σεμνότατα δὲ αὐτοῦ μέρη καὶ δυνατώτατα, ἥλιον καὶ σελήνην καὶ τοὺς ἄλλους ἀστέρας ἀπλανεῖς τε καὶ πλανήτας, ταῦτα παραπέμπουσιν· ὡς ἐνδεχόμε νον τὸ μὲν ὅλον εἶναι θεὸν, τὰ δὲ μέρη αὐτοῦ μὴ θεῖα. ἢ τοὺς μὲν ἐν σκότῳ που ἐκ γοητείας οὐκ

v.2.p.6
ὀρθῆς τυφλώττουσιν ἢ δι᾿ ἀμυδρῶν φασμάτων ὀνειρώττουσιν ἐγχρίμπτειν λεγομένους εὖ μάλα θρησκεύειν, τοὺς δ᾿ ἐναργῶς οὕτως καὶ λαμπρῶς ἅπασι προφητεύοντας, δι᾿ ὧν ὑετούς τε καὶ θάλπη καὶ νέφη καὶ βροντὰς, ἃς προσκυνοῦσι, καὶ ἀστραπὰς καὶ καρποὺς καὶ γονὰς ἁπάσας ταμιεύεσθαι, δι᾿ ὧν αὐτοῖς ἀνακαλύπτεσθαι τὸν θεὸν, τοὺς φανερωτάτους τῶν ἄνω κήρυκας, τοὺς ὡς ἀληθῶς οὐρανίους ἀγγέλους, τούτους ἡγεῖσθαι τὸ μηδέν, ἐν τούτοις δὲ δοκεῖ μοι συγκεχύσθαι ὁ Κέλσος καὶ ἀπὸ παρακουσμάτων ἃ μὴ ᾔδει γεγραφέναι· σαφὲς γὰρ τοῖς τὰ Ἰουδαίων ἐξετάζουσι καὶ τὰ Χριστιανῶν ἐκείνοις συνάπτουσιν ὅτι τῷ μὲν νόμῳ ἀκολουθοῦντες Ἰουδαῖοι, λέγοντι ἐκ προσώπου θεοῦ· „οὐκ ἔσονταί σοι (θεοὶ) ἕτεροι πλὴν ἐμοῦ, οὐ ποιήσεις σεαυτῷ εἴδωλον οὐδὲ παντὸς ὁμοίωμα, ὅσα ἐν τῷ οὐρανῷ ἄνω καὶ ὅσα ἐν τῇ γῇ κάτω καὶ ὅσα ἐν τοῖς ὕδασιν ὑποκάτω τῆς γῆς· οὐ προσκυνήσεις αὐτοῖς οὐδὲ μὴ λατρεύσῃς αὐτοῖς,“ οὐδὲν ἄλλο σέβουσιν ἢ τὸν ἐπὶ πᾶσι θεὸν, ὃς ἐποίησε τὸν οὐρανὸν καὶ τὰ λοιπὰ πάντα, δῆλον δ᾿ ὅτι οἱ κατὰ τὸν νόμον βιοῦντες σέβοντες τὸν ποιήσαντα τὸν οὐρανὸν οὐ συσσέβουσι τῷ θεῷ τὸν οὐρανόν, ἀλλὰ καὶ τοὺς ἐν τῷ οὐρανῷ ἀγγέλους οὐδεὶς τῶν δουλευόντων τῷ Μωϋσέως νόμῳ προσκυνεῖ· ὁμοίως δὲ τῷ μὴ προσκυνεῖν ἥλιον καὶ σελήνην καὶ τοὺς ἀστέρας, „τὸν κόσμον τοῦ οὐρανοῦ“, ἀπέχονται τοῦ προσκυνεῖν οὐρανὸν καὶ τοὺς ἐν αὐτῷ ἀγγέλους, πειθόμενοι τῷ λέγοντι νόμῳ· „καὶ μὴ ἀναβλέψας εἰς τὸν οὐρανὸν καὶ ἰδὼν τὸν ἥλιον καὶ τὴν σελήνην καὶ τοὺς ἀστέρας, πάντα τὸν κόσμον τοῦ οὐρανοῦ, πλανηθεὶς προσκυνήσῃς αὐτοῖς καὶ λατρεύσῃς αὐτοῖς, ἃ ἀπένειμε κύριος ὁ θεός σου αὐτὰ πᾶσι τοῖς ἔθνεσιν.“

Ἀλλὰ καὶ ἑαυτῷ λαβὼν, ὡς ἄρα θεὸν νομίζουσι τὸν οὐρανὸν Ἰουδαῖοι, τούτῳ ὡς ἄτοπον ἐπιφέρει, ἐγκαλῶν τοῖς προσκυνοῦσι μὲν τὸν οὐρανὸν οὐχὶ δὲ καὶ τὸν ἥλιον καὶ τὴν σελήνην καὶ τοὺς ἀστέρας, ὅτι τοῦτο ποιοῦ

118
σιν Ἰουδαῖοι ὡς ἐνδεχόμενον
v.2.p.7
τὸ μὲν ὅλον εἶναι (θεὸν), τὰ μέρη δ᾿ αὐτοῦ μὴ θεῖα· καὶ ὅλον μὲν ἔοικε λέγειν τὸν οὐρανὸν μέρη δ᾿ αὐτοῦ ἥλιον καὶ σελήνην καὶ ἀστέρας. οὐ λέγουσι μὲν οὖν σαφῶς οὔτε Ἰουδαῖοι οὔτε Χριστιανοὶ τὸν οὐρανὸν θεόν. ἀλλὰ δεδόσθω κατ᾿ αὐτὸν λέγεσθαι ὑπὸ Ἰουδαίων θεὸν εἶναι τὸν οὐρανὸν, ἔστω δὲ καὶ μέρη τοῦ οὐρανοῦ ἥλιος καὶ σελήνη καὶ ἀστέρες (ὅπερ οὐ πάντως ἐστὶν ἀληθὲς. οὐδὲ γὰρ τὰ ἐπὶ γῆς ζῷα καὶ φυτὰ μέρη γῆς)· πόθεν δὴ καὶ καθ᾿ Ἕλληνας ἀληθὲς ὅτι, ἐὰν ὅλον τι θεὸς ᾖ, ἤδη καὶ τὰ μέρη αὐτοῦ ἐστι θεῖα; σαφῶς δὴ τὸν ὅλον κόσμον λέγουσιν εἶναι θεὸν, Στωϊκοὶ μὲν τὸν πρῶτον οἱ δ᾿ ἀπὸ
582
Πλάτωνος τὸν δεύτερον τινὲς δ᾿ αὐτῶν τὸν τρίτον. ἆρ᾿ οὖν κατὰ τοὺς τοιούτους. ἐπεὶ τὸ ὅλον ὁ κόσμος θεός ἐστιν, ἤδη καὶ τὰ μέρη αὐτοῦ θεῖα· ὡς εἶναι θεῖα οὐ μόνον ἀνθρώπους ἀλλὰ καὶ πάντα τὰ ἄλογα ζῷα. μέρη ὄντα τοῦ κόσμου, πρὸς δὲ τούτοις καὶ τὰ φυτά; εἰ δὲ μέρη τοῦ κόσμου καὶ τὰ ὄρη καὶ οἱ ποταμοὶ καὶ αἱ θάλασσαι, ἆρ᾿ ἐπεὶ ὅλος ὁ κόσμος θεός ἐστιν, ἤδη καὶ οἱ ποταμοὶ καὶ αἱ θάλασσαι θεοί εἰσιν; ἀλλ᾿ οὐδὲ τοῦτο φήσουσιν Ἕλληνες· τοὺς δ᾿ ἐπιστατοῦντας εἰ ἄρα δαίμονας (ἢ θεοὺς, ὡς ἐκεῖνοι ὀνομάζουσι) ποταμοῖς καὶ θαλάσσαις, τούτους ἂν λέγοιεν θεούς· καὶ τὸ καθολικὸν Κέλσου γίνεται καὶ καθ᾿ Ἕλληνας, τοὺς τὴν πρόνοιαν εἰσάγοντας. ψεῦδος, ὅτι ἐάν τι ὅλον ᾖ θεὸς. πάντως τὰ μέρη τούτου ἐστὶ θεῖα. ἀκολουθεῖ δὲ τῷ Κέλσου λόγῳ. ἐὰν θεὸς ᾖ ὁ κόσμος, πάντα τὰ ἐν αὐτῷ εἶναι θεῖα, μέρη ὄντα τοῦ κόσμου. καὶ κατὰ τοῦτο θεῖα ἔσται ζῷα μυῖαι καὶ σκνίφες καὶ σκώληκες καὶ πᾶν τὸ τῶν ὄφεων εἶδος ἀλλὰ καὶ τὸ τῶν ὀρνέων καὶ τὸ τῶν ἰχθύων· ἅπερ οὐδ᾿ οἱ λέγοντες θεὸν εἶναι τὸν κόσμον φήσουσιν. οἱ (δὲ) κατὰ τὸν τοῦ Μωϋσέως νόμον βιοῦντες Ἰουδαῖοι, κἂν μηδὲν εἰδῶσιν ἐκδέχεσθαι
v.2.p.8
κεκρυμμένως εἰρημένον τοῦ νόμου βούλημα καὶ ἀπόῤῥητόν τι ἐμφαῖνον, οὔτε τὸν οὐρανὸν φήσουσιν εἶναι θεὸν οὔτε τοὺς ἀγγέλους.

Ἐπεὶ δὲ φάσκομεν αὐτὸν συγκεχύσθαι ἔκ τινων παρακουσμάτων, φέρε καὶ ταῦτα ἡμεῖς κατὰ τὸ δυνατὸν ἡμῖν τρανώσωμεν καὶ παραστήσωμεν ὅτι, Κέλσου νομίζοντος Ἰουδαϊκὸν εἶναι τὸ προσκυνεῖν οὐρανῷ καὶ τοῖς ἐν αὐτῷ ἀγγέλοις, οὐκ Ἰουδαϊκὸν μὲν τὸ τοιοῦτον, παραβατικὸν δὲ ἰουδαϊσμοῦ ἐστιν, ὥσπερ καὶ τὸ προσκυνεῖν ἡλίῳ καὶ σελήνῃ καὶ ἄστροις ἀλλὰ καὶ τοῖς ἀγάλμασιν. εὑρήσεις γοῦν μάλιστα ἐν τῷ Ἱερεμίᾳ τὸν τοῦ θεοῦ λόγον, διὰ τοῦ προφήτου μεμφόμενον τῷ Ἰουδαίων λαῷ ὡς προσκυνοῦντι τὰ τοιαῦτα καὶ θύοντι „τῇ βασιλίσσῃ τοῦ οὐρανοῦ“ καὶ „πάσῃ τῇ στρατιᾷ τοῦ οὐρανοῦ.“ δηλοῦσι δὲ καὶ οἱ Χριστιανῶν λόγοι, κατηγοροῦντες τῶν ἐν Ἰουδαίοις ἁμαρτανομένων, ὅτι θεοῦ ἐγκαταλιπόντος τὸν λαὸν ἐκεῖνον ἐπί τισιν ἁμαρτήμασι καὶ ταῦτ᾿ αὐτοῖς ἡμαρτάνετο. ἐν μὲν γὰρ ταῖς Πράξεσι γέγραπται τῶν ἀποστόλων περὶ Ἰουδαίων ὅτι „ἔστρεψε δὲ ὁ θεὸς καὶ παρέδωκεν αὐτοὺς λατρεύειν τῇ

583
στρατιᾷ τοῦ οὐρανοῦ, καθὼς γέγραπται ἐν βίβλῳ τῶν
118
προφητῶν· μὴ σφάγια καὶ θυσίας προσηνέγκατέ μοι ἐν τῇ ἐρήμῳ τεσσαράκοντα ἔτη, οἶκος Ἰσραὴλ, καὶ ἀνελάβετε τὴν σκηνὴν Μολὸχ καὶ τὸ ἄστρον τοῦ θεοῦ ῾Ρομφᾶ. τοὺς τύπους, οὓς ἐποιήσατε προσκυνεῖν αὐτοῖς;“ παρὰ δὲ τῷ Παύλῳ, ἀκριβῶς τὰ Ἰουδαίων παιδευθέντι καὶ ὕστερον ἐκ παραδόξου ἐπιφανείας Ἰησοῦ χριστιανίσαντι. τοιαῦτ᾿ ἐν τῇ πρὸς Κολασσαεῖς λέλεκται· „μηδεὶς ὑμᾶς καταβραβευέτω θέλων ἐν ταπεινοφροσύνῃ καὶ θρησκείᾳ τῶν ἀγγέλων, ἃ ἑώρακεν ἐμβατεύων, εἰκῇ φυσιούμενος ὑπὸ τοῦ νοὸς τῆς σαρκὸς αὐτοῦ, καὶ οὐ κρατῶν τὴν κεφαλὴν, ἐξ οὗ πᾶν τὸ σῶμα διὰ τῶν ἁφῶν καὶ συνδέσμων ἐπιχορηγούμενον καὶ συμβιβαζόμενον αὔξει τὴν αὔξησιν τοῦ θεοῦ.“ ταῦτα δὲ μήτ᾿ ἀναγνοὺς μήτε μαθὼν ὁ Κέλσος οὐκ οἶδ᾿ ὅπως πεποίηκεν ὡς οὐ παρανομοῦντας
v.2.p.9
Ἰουδαίους προσκυνεῖν τῷ οὐρανῷ καὶ τοῖς ἐν αὐτῷ ἀγγέλοις.

Ἔτι δ᾿ ὑποσυγκεχυμένος καὶ μὴ ἐπιμελῶς ἰδὼν τὰ κατὰ τὸν τόπον ᾠήθη ἀπὸ τῶν ἐν μαγγανείαις καὶ γοητείαις ἐπῳδῶν προτραπέντας Ἰουδαίους ἔκ τινων κατὰ τὰς ἐπῳδὰς φασμάτων ἐπιφαινομένων τοῖς ἐπᾴδουσι προσκυνεῖν τοὺς ἐν οὐρανῷ ἀγγέλους. οὐ συνιδὼν ὅτι καὶ τοῦτο παρὰ τὸν νόμον τοῖς γε ταῦτα ποιοῦσιν ἐγίνετο λέγοντα· „οὐκ ἐπακολουθήσετε ἐγγαστριμύθοις, καὶ τοῖς ἐπαοιδοῖς οὐ προσκολληθήσεσθε ἐκμιανθῆναι ἐν αὐτοῖς· ἐγὼ κύριος ὁ θεὸς ὑμῶν.“ ἐχρῆν οὖν ἢ μηδ᾿ ὅλως ταῦτ᾿ εἰς Ἰουδαίους ἀναφέρειν τὸν τηροῦντα Ἰουδαίους ὡς φυλάσσοντας τὸν νόμον καὶ λέγοντα αὐτοὺς εἶναι τοὺς κατὰ τὸν νόμον βιοῦντας, ἢ ἀναφέροντα παραστῆσαι ὅτι τὰ τοιαῦτα οἱ παρανομοῦντες Ἰουδαῖοι ἐποίουν. ἀλλὰ πάλιν ὥσπερ παρανομοῦσιν οἱ τοὺς ἐν σκότῳ που καὶ ἐκ γοητείας θρησκεύοντες. τυφλώττοντες καὶ δι᾿ ἀμυδρῶν φασμάτων ὀνειρώττοντες, προσκυνοῦντες τοὺς ἐγχρίμπτειν λεγομένους καὶ τοῖς τοιούτοις· οὕτως καὶ οἱ ἡλίῳ καὶ σελήνῃ καὶ ἄστροις θύοντες εὖ μάλα παρανομοῦσι. καὶ οὐκ ἦν κατὰ τὸν αὐτὸν λέγειν Ἰουδαίους καὶ φυλαττομένους προσκυνεῖν ἥλιον καὶ σελήνην καὶ ἄστρα, καὶ τὸ τοιοῦτον μὴ φυλαττομένους ἐπὶ οὐρανοῦ καὶ ἀγγέλων.

Εἰ δὲ χρὴ ἀπολογήσασθαι ἡμᾶς, ἐπ᾿ ἴσης μὴ προσκυνοῦντας ἀγγέλους καὶ ἥλιον καὶ σελήνην καὶ ἄστρα, περὶ τοῦ μηδὲ τοὺς λεγομένους ὑφ᾿ Ἑλλήνων ἐμφανεῖς θεοὺς καὶ αἰσθητοὺς προσκυνεῖν, φήσομεν ὅτι καὶ ὁ Μωϋσέως νόμος ἐπίσταται τούτους ἀπονεμηθέντας μὲν ὑπὸ τοῦ θεοῦ „πᾶσι τοῖς ἔθνεσιν ὑποκάτω τοῦ οὐρανοῦ“ οὐκέτι δὲ καὶ τοῖς εἰς ἐξαίρετον μερίδα ληφθεῖσι τῷ θεῷ

584
v.2.p.10
παρὰ πάντα τὰ ἐπὶ γῆς ἔθνη. γέγραπται γοῦν ἐν Δευτερονομίῳ· „καὶ μή ποτε ἀναβλέψας εἰς τὸν οὐρανὸν καὶ ἰδὼν τὸν ἥλιον καὶ τὴν σελήνην καὶ τοὺς ἀ
119
στέρας, πάντα τὸν κόσμον τοῦ οὐρανοῦ, πλανηθεὶς προσκυνήσῃς αὐτοῖς καὶ λατρεύσῃς αὐτοῖς, α ἀπένειμε κύριος ὁ θεός σου πᾶσι τοῖς ἔθνεσι τοῖς ὑποκάτω παντὸς τοῦ οὐρανοῦ. ἡμᾶς δ᾿ ἔλαβε κύριος ὁ θεὸς καὶ ἐξήγαγεν ἡμᾶς ἐκ τῆς καμίνου τῆς σιδηρᾶς, ἐξ Αἰγύπτου, εἶναι λαὸν αὐτῷ ἔγκληρον ὡς ἐν τῇ ἡμέρᾳ ταύτῃ.“ „γένος“ τοίνυν „ἐκλεκτὸν“ καὶ „βασίλειον ἱεράτευμα“ καὶ „ἔθνος ἅγιον“ καὶ „λαὸς εἰς περιποίησιν“ κληθέντες ὑπὸ θεοῦ εἶναι ὁ Ἑβραίων λαὸς, περὶ ου τῷ Ἀβραὰμ προείρητο ἀπὸ τῆς πρὸς αὐτὸν τοῦ κυρίου φωνῆς· „ἀνάβλεψον εἰς τὸν οὐρανὸν καὶ ἀρίθμησον τοὺς ἀστέρας, εἰ δυνήσῃ ἐξαριθμῆσαι αὐτούς. καὶ εἶπεν αὐτῷ· οὕτως. ἔσται τὸ σπέρμα σου,“ οὐκ ἔμελλε τὴν ἐλπίδα ἔχων οὕτω γενέσθαι ὡς οἱ ἐν οὐρανῷ ἀστέρες προσκυνεῖν ἐκείνους, οἷς ἐκ τοῦ συνιέναι καὶ τηρεῖν τὸν νόμον τοῦ θεοῦ ἐξομοιοῦσθαι ἔμελλον. καὶ γὰρ λέλεκται πρὸς αὐτούς· „κύριος ὁ θεὸς ὑμῶν ἐπλήθυνεν ὑμᾶς, καὶ ἰδού ἐστε σήμερον ὡσεὶ τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει.“ καὶ ἐν τῷ Δανιὴλ δὲ προφητεύεται τοιαῦτα περὶ τῶν κατὰ τὴν ἀνάστασιν· „καὶ ἐν τῷ καιρῷ ἐκείνῳ σωθήσεται ὁ λαός σου πᾶς ὁ γεγραμμένος ἐν τῇ βίβλῳ· καὶ πολλοὶ τῶν καθευδόντων ἐν γῆς χώματι ἐξεγερθήσονται, οὗτοι εἰς ζωὴν αἰώνιον, καὶ οὗτοι εἰς ὀνειδισμὸν καὶ αἰσχύνην αἰώνιον· καὶ οἱ συνιέντες ἐκλάμψουσιν ὡς ἡ λαμπρότης τοῦ στερεώματος, καὶ ἀπὸ τῶν δικαίων τῶν πολλῶν ὡς οἱ ἀστέρες εἰς τοὺς αἰῶνας καὶ ἔτι.“ ὅθεν καὶ ὁ Παῦλος λαβὼν ἐν τοῖς περὶ ἀναστάσεώς φησι· „καὶ σώματα ἐπουράνια καὶ σώματα ἐπίγεια· ἀλλ᾿ ἑτέρα μὲν ἡ τῶν ἐπουρανίων δόξα, ἑτέρα δὲ ἡ τῶν ἐπιγείων. ἄλλη δόξα ἡλίου, καὶ ἄλλη δόξα σελήνης, καὶ ἄλλη δόξα ἀστέρων· ἀστὴρ γὰρ ἀστέρος διαφέρει ἐν δόξῃ. οὕτω καὶ ἡ ἀνάστασις τῶν νεκρῶν.“

οὐ τοίνυν ἦν εὔλογον τοὺς διδαχθέντας μεγαλοφυῶς ὑπεραναβαίνειν πάντα τὰ δημιουργήματα καὶ ἐλπίζειν τὰ ἄριστα περὶ αὐτῶν

v.2.p.11
παρὰ τῷ θεῷ ἐπὶ τῷ καλλίστῳ βίῳ καὶ ἀκούσαντας τὸ „ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου“ καὶ τὸ „λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσι τὰ καλὰ ὑμῶν ἔργα καὶ δοξάσωσι τὸν πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς,“ ἀσκοῦντας ἔχειν τὴν λαμπρὰν καὶ ἀμάραντον σοφίαν ἢ καὶ ἀνειληφότας αὐτὴν οὖσαν „ἀπαύγασμα“ „φωτὸς ἀϊδίου,“ καταπλαγῆναι τὸ αἰσθητὸν ἡλίου καὶ σελήνης καὶ ἄστρων φῶς ἐπὶ τοσοῦτον, ὥστε διὰ τὸ αἰσθητὸν φῶς ἐκείνων νομίσαι ἑαυτοὺς κάτω που εἶναι, ἔχοντας τηλικοῦτον νοητὸν γνώσεως φῶς καὶ „φῶς ἀληθινὸν“ καὶ „φῶς τοῦ κόσμου“ καὶ „φῶς τῶν ἀνθρώπων,“
119
κἀκείνοις προσκυνῆσαι· οὓς εἰ
585
ἄρα προσκυνεῖσθαι ἐχρῆν. οὐ διὰ τὸ θαυμαζόμενον ὑπὸ τῶν πολλῶν αἰσθητὸν φῶς ἐχρῆν προσκυνεῖσθαι ἀλλὰ διὰ τὸ νοητὸν καὶ ἀληθινὸν, εἴπερ καὶ οἱ ἐν οὐρανῷ ἀστέρες ζῷά εἰσι λογικὰ καὶ σπουδαῖα καὶ ἐφωτίσθησαν τῷ φωτὶ τῆς γνώσεως ὑπὸ τῆς σοφίας, ἥτις ἐστὶν „ἀπαύγασμα“ „φωτὸς ἀϊδίου.“ καὶ γὰρ τὸ μὲν αἰσθητὸν φῶς αὐτῶν ἔργον ἐστὶ τοῦ τῶν ὅλων δημιουργοῦ· τὸ δὲ νοητὸν τάχα καὶ αὐτῶν καὶ ἐκ τοῦ ἐν αὐτοῖς αὐτεξουσίου ἐληλυθός.

Οὐ χρὴ δὲ οὐδ᾿ αὐτὸ προσκυνεῖσθαι ὑπὸ τοῦ βλέποντος καὶ συνιέντος τὸ ἀληθινὸν φῶς, οὗ μετοχῇ καὶ ταυτὶ ἄρα πεφώτισται, οὐδ᾿ ὑπὸ τοῦ βλέποντος τὸν πατέρα τοῦ ἀληθινοῦ φωτὸς θεὸν. περὶ οὗ καλῶς λέλεκται τό· „ὁ θεὸς φῶς ἐστι, καὶ σκοτία ἐν αὐτῷ οὐκ ἔστιν οὐδεμία.“ καὶ ὥσπερ οἱ διὰ τὸ φῶς αἰσθητὸν καὶ οὐράνιον εἶναι προσκυνοῦντες ἥλιον καὶ σελήνην καὶ ἄστρα οὐκ ἂν προσκυνήσαιεν σπινθῆρα πυρὸς ἢ λύχνον ἐπὶ γῆς, ὁρῶντες τὴν ἀσύγκριτον ὑπεροχὴν τῶν νομιζομένων ἀξίων προσκυνεῖσθαι παρὰ τὸ τῶν σπινθήρων καὶ τῶν λύχνων φῶς· οὕτως οἱ νοήσαντες, πῶς „ὁ θεὸς φῶς ἐστι,“ καταλαβόντες δὲ, πῶς ὁ υἱὸς

v.2.p.12
τοῦ θεοῦ „φῶς ἀληθινόν“ ἐστιν, „ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον,“ συνιέντες δὲ καὶ, πῶς οὗτός φησι τό· „ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου,“ οὐκ ἂν εὐλόγως προσκυνήσαιεν τὸν οἱονεὶ βραχὺν σπινθῆρα ὡς πρὸς φῶς τὸν θεὸν ἀληθινοῦ φωτὸς ἐν ἡλίῳ καὶ σελήνῃ καὶ ἄστροις.

καὶ οὐκ ἀτιμάζοντές γε τὰ τηλικαῦτα τοῦ θεοῦ δημιουργήματα οὐδ᾿ Ἀναξαγορείως „μύδρον διάπυρον“ λέγοντες εἶναι τὸν ἥλιον καὶ σελήνην καὶ ἀστέρας τοιαῦτά φαμεν περὶ ἡλίου καὶ σελήνης καὶ ἀστέρων, ἀλλ᾿ αἰσθανόμενοί τε τῆς ἀφάτῳ ὑπεροχῇ ὑπερεχούσης θειότητος τοῦ θεοῦ ἔτι δὲ καὶ τοῦ μονογενοῦς αὐτοῦ ὑπερέχοντος τὰ λοιπά. πειθόμενοι δὲ καὶ αὐτὸν ἥλιον καὶ σελήνην καὶ ἀστέρας εὔχεσθαι τῷ ἐπὶ πᾶσι θεῷ διὰ τοῦ μονογενοῦς αὐτοῦ, κρίνομεν μὴ δεῖν εὔχεσθαι τοῖς εὐχομένοις· ἐπεὶ καὶ αὐτοὶ ἀναπέμπειν ἡμᾶς βούλονται μᾶλλον ἐπὶ τὸν θεὸν, ᾧ εὔχονται. ἢ κατάγειν πρὸς ἑαυτοὺς ἢ μερίζειν ἡμῶν τὴν εὐκτικὴν δύναμιν ἀπὸ τοῦ θεοῦ καὶ πρὸς ἑαυτούς.

χρήσομαι δὲ καὶ τούτῳ περὶ αὐτῶν κατὰ τὸν τόπον παραδείγματι· ὁ σωτὴρ ἡμῶν καὶ κύριος ἀκούσας ποτέ· „διδάσκαλε ἀγαθὲ,“ ἀναπέμπων τὸν λέγοντα τοῦτο ἐπὶ τὸν ἑαυτοῦ πατέρα φησί· „τί με λέγεις ἀγαθόν; οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ θεὸς ὁ πατήρ.“ εἴπερ δὲ

586
τοῦτ᾿ εὐλόγως ὡς „εἰκὼν“ τῆς ἀγαθότητος τοῦ θεοῦ τυγχάνων εἴρηκεν ὁ υἱὸς „τῆς ἀγάπης“ τοῦ πατρὸς, πῶς οὐχὶ εὐλογώτερον ἂν τοῖς προσκυνοῦ
120
σιν εἶπεν ἥλιος· τί με προσκυνεῖς; „κύριον γὰρ τὸν θεόν σου προσκυνήσεις καὶ αὐτῷ μόνῳ λατρεύσεις·“ ᾧ κἀγὼ καὶ πάντες οἱ σὺν ἐμοὶ προσκυνοῦμεν καὶ λατρεύομεν. κἂν μὴ τηλικοῦτος δέ τις ᾖ, οὐδὲν ἧττον καὶ ὁ τοιοῦτος εὐχέσθω τῷ λόγῳ τοῦ θεοῦ, δυναμένῳ αὐτὸν ἰάσασθαι, καὶ πολλῷ πλέον τῷ πατρὶ αὐτοῦ, ὃς καὶ τοῖς πρότερον δικαίοις „ἐξαπέστειλε τὸν λόγον αὐτοῦ καὶ ἰάσατο αὐτοὺς καὶ ἐῤῥύσατο αὐτοὺς ἐκ τῶν διαφθορῶν αὐτῶν.“

v.2.p.13

Θεὸς οὖν κατὰ τὴν χρηστότητα αὐτοῦ οὐ τοπικῶς ἀλλὰ προνοητικῶς συγκαταβαίνει τοῖς ἀνθρώποις. καὶ ὁ τοῦ θεοῦ παῖς οὐ τότε μόνον ἀλλὰ καὶ ἀεὶ μετὰ τῶν ἰδίων μαθητῶν ἐστι, πληρῶν τὸ „ἰδοὺ ἐγὼ μεθ᾿ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος.“ καὶ εἴπερ „κλῆμα καρπὸν οὐ δύναται φέρειν,“ „ἐὰν μὴ ἐμμείνῃ τῇ ἀμπέλῳ,“ δῆλον ὅτι καὶ οἱ τοῦ λόγου μαθηταὶ, τὰ νοητὰ τῆς ἀληθινῆς ἀμπέλου τοῦ λόγου „κλήματα,“ οὐ δύνανται φέρειν τοὺς καρποὺς τῆς ἀρετῆς, ἐὰν μὴ μένωσιν ἐν τῇ ἀληθινῇ ἀμπέλῳ, τῷ Χριστῷ τοῦ θεοῦ καὶ μεθ᾿ ἡμῶν τῶν τοπικῶς κάτω ἐπὶ γῆς τυγχάνοντι, ὃς μετὰ τῶν πανταχοῦ προσπεφυκότων αὐτῷ ὢν, ἤδη δὲ καὶ μετὰ τῶν οὐκ εἰδότων αὐτὸν πανταχοῦ ἐστι. καὶ τοῦτό γε ὁ τὸ εὐαγγέλιον γράψας Ἰωάννης ἐκ προσώπου τοῦ βαπτιστοῦ Ἰωάννου δηλοῖ, λέγοντος· „μέσος ὑμῶν στήκει, ὃν ὑμεῖς οὐκ οἴδατε, ὀπίσω μου ἐρχόμενος.“ ἄτοπον δ᾿ ἐστὶν, τοῦ πληρώσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ εἰπόντος· „οὐχὶ τὸν οὐρανὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ; λέγει κύριος“ ὄντος μεθ᾿ ἡμῶν καὶ πλησίον ἡμῶν τυγχάνοντος (πιστεύω γὰρ αὐτῷ λέγοντι· „θεὸς ἐγγίζων ἐγώ εἰμι, καὶ οὐ θεὸς πόῤῥωθεν. λέγει κύριος“), ζητεῖν εὔχεσθαι τῷ μὴ φθάνοντι ἐπὶ τὰ σύμπαντα ἡλίῳ ἢ σελήνῃ ἤ τινι τῶν ἀστέρων.

ἔστω δὲ, ἵνα αὐταῖς ταῖς λέξεσι Κέλσου χρήσωμαι, προφητεύοντας εἶναι ὑετοὺς καὶ θάλπη καὶ νέφη καὶ βροντὰς ἥλιον καὶ σελήνην καὶ ἀστέρας· ἆρ᾿ οὖν, εἰ προφητεύουσιν οὗτοι τὰ τηλικαῦτα, οὐχὶ μᾶλλον τῷ θεῷ, ᾧ ὑπουργοῦντες προφητεύουσι, προσκυνητέον κἀκεῖνον σεπτέον ἤπερ τοῖς προφήταις αὐτοῦ; προφητευέτωσαν οὖν καὶ ἀστραπὰς καὶ καρποὺς καὶ γονὰς ἁπάσας, καὶ πάντα ταμιευέσθωσαν τὰ τοιαῦτα· ἀλλ᾿ οὐ διὰ τοῦτο προσκυνήσομεν τοὺς προσκυνοῦντας ὡς οὐδὲ Μωϋσέα καὶ τοὺς μετ᾿ αὐτὸν ἐκ θεοῦ προφητεύσαντας τὰ κρείττονα ὑετῶν τε καὶ θάλπους καὶ νεφῶν καὶ βροντῶν καὶ ἀστραπῶν καὶ καρπῶν καὶ πασῶν γονῶν αἰσθητῶν.

587
ἀλλὰ κἂν ἔχωσιν
v.2.p.14
ἥλιος καὶ σελήνη καὶ ἀστέρες προφητεύειν προφητείας κρείττονας ὑετῶν, οὐδ᾿ οὕτως αὐτοὺς ἀλλὰ τὸν πατέρα τῶν ἐν αὐτοῖς προφητειῶν καὶ τὸν διάκονον
120
αὐτῶν λόγον τοῦ θεοῦ προσκυνήσομεν.

ἀλλ᾿ ἔστω καὶ κήρυκας αὐτοῦ εἶναι καὶ ἀληθῶς οὐρανίους ἀγγέλους, πῶς οὖν οὐχὶ καὶ οὕτως τὸν κηρυσσόμενον ὑπ᾿ αὐτῶν θεὸν καὶ τὸν ἀγγελλόμενον μᾶλλον προσκυνητέον ἢ τοὺς κήρυκας καὶ τοὺς ἀγγέλους αὐτοῦ;

Ἑαυτῷ δὲ λαμβάνει Κέλσος ὅτι ἥλιον καὶ σελήνην καὶ ἀστέρας ἡγούμεθα εἶναι τὸ μηδέν. περὶ ὧν ὁμολογοῦμεν ὅτι καὶ αὐτοὶ „τὴν ἀποκάλυψιν τῶν υἱῶν τοῦ θεοῦ“ ἀπεκδέχονται, „τῇ“ τῶν ὑλικῶν σωμάτων „ματαιότητι“ ἐπὶ τοῦ παρόντος ὑποτεταγμένοι, „διὰ τὸν ἐπ᾿ ἐλπίδι ὑποτάξαντα.“ εἰ δ᾿ ἀνεγνώκει ὁ Κέλσος καὶ ἄλλα μὲν μυρία. ὅσα περὶ ἡλίου καὶ σελήνης καὶ ἄστρων φαμὲν, καὶ τὸ „αἰνεῖτε αὐτὸν πάντα τὰ ἄστρα καὶ τὸ φῶς“ καὶ τὸ „αἰνεῖτε αὐτὸν οἱ οὐρανοὶ τῶν οὐρανῶν,“ οὐκ ἂν περὶ ἡμῶν ἀπεφήνατο ὅτι λέγομεν τὰ τηλικαῦτα, αἰνοῦντα μεγάλως τὸν θεὸν, εἶναι τὸ μηδέν. οὐκ οἶδε δ᾿ ὁ Κέλσος οὐδὲ τὸ „ἡ γὰρ ἀποκαραδοκία τῆς κτίσεως τὴν ἀποκάλυψιν τῶν υἱῶν τοῦ θεοῦ ἀπεκδέχεται. τῇ γὰρ ματαιότητι ἡ κτίσις ὑπετάγη, οὐχ ἑκοῦσα, ἀλλὰ διὰ τὸν ὑποτάξαντα, ἐπ᾿ ἐλπίδι, ὅτι καὶ αὐτὴ ἡ κτίσις ἐλευθερωθήσεται ἀπὸ τῆς δουλείας τῆς φθορᾶς εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ θεοῦ.“

καὶ ἐν τούτοις δὴ τέλος ἐχέτω ἡ περὶ τοῦ μὴ σέβειν ἡμᾶς ἥλιον καὶ σελήνην καὶ ἀστέρας ἀπολογία. ἐκθώμεθα δὲ καὶ τὴν ἑξῆς λέξιν, ἵνα μετὰ τοῦτο πρὸς αὐτὴν θεοῦ διδόντος εἴπωμεν τὰ ἀπὸ τοῦ τῆς ἀληθείας φωτὸς δοθησόμενα ἡμῖν.

v.2.p.15

Λέγει οὖν ταῦτα· ἠλίθιον δ᾿ αὐτῶν καὶ τὸ νομίζειν, ἐπειδὰν ὁ θεὸς ὥσπερ μάγειρος ἐπενέγκῃ τὸ πῦρ, τὸ μὲν ἄλλο πᾶν ἐξοπτήσεσθαι γένος, αὐτοὺς δὲ μόνους διαμενεῖν, οὐ μόνον τοὺς ζῶντας ἀλλὰ καὶ τοὺς πάλαι ποτὲ ἀποθανόντας αὐταῖς σαρξὶν ἐκείναις ἀπὸ τῆς γῆς ἀναδύντας, ἀτεχνῶς σκωλήκων ἡ ἐλπίς. ποία γὰρ ἀνθρώπου ψυχὴ ποθήσειεν ἔτι σῶμα σεσηπός; ὁπότε μηδ᾿ ὑμῶν τοῦτο τὸ δόγμα καὶ τῶν Χριστιανῶν ἐνίοις κοινόν ἐστι, καὶ τὸ σφόδρα μιαρὸν αὐτοῦ καὶ ἀπόπτυστον ἅμα καὶ ἀδύνατον ἀποφαίνειν· ποῖον γὰρ σῶμα πάντῃ διαφθαρὲν οἷόν τε ἐπανελθεῖν εἰς τὴν ἐξ ἀρχῆς φύσιν καὶ αὐτὴν ἐκείνην, ἐξ ἧς ἐλύθη, τὴν πρώτην σύστασιν; οὐδὲν ἔχοντες ἀποκρίνασθαι καταφεύγουσιν εἰς ἀτοπωτάτην ἀναχώρησιν, ὅτι πᾶν δυνατὸν τῷ θεῷ. ἀλλ᾿ οὔτι

588
γε τὰ αἰσχρὰ ὁ θεὸς δύναται οὐδὲ τὰ παρὰ φύσιν βούλεται· οὐδ᾿ ἂν σύ τι ἐπιθυμήσῃς κατὰ τὴν σαυτοῦ μοχθηρίαν βδελυρὸν, ὁ θεὸς τοῦτο δυνήσεται, καὶ χρὴ πιστεύειν εὐθὺς ὅτι ἔσται. οὐ γὰρ τῆς πλημμελοῦς ὀρέξεως οὐδὲ τῆς πεπλανημένης ἀκοσμίας ἀλλὰ τῆς ὀρθῆς καὶ δικαίας φύσεως ὁ θεός ἐστιν ἀρχηγέτης. καὶ ψυχῆς μὲν αἰώνιον βιοτὴν δύναιτ᾿ ἂν παρασχεῖν·
121
„νέκυες δὲ,“ φησὶν Ἡράκλειτος, „κοπρίων ἐκβλητότεροι.“ σάρκα δὴ, μεστὴν ὧν οὐδὲ εἰπεῖν καλὸν, αἰώνιον ἀποφῆναι παραλόγως οὔτε βουλήσεται ὁ θεὸς οὔτε δυνήσεται. αὐτὸς γάρ ἐστιν ὁ πάντων τῶν ὄντων λόγος· οὐδὲν οὖν οἷός τε παράλογον οὐδὲ παρ᾿ ἑαυτὸν ἐργάσασθαι.

v.2.p.16

Ὅρα δὴ ἐντεῦθεν ἀπ᾿ ἀρχῆς πῶς τὴν καὶ παρ᾿ Ἑλλήνων τισὶν οὐκ εὐκαταφρονήτως φιλοσοφήσασιν εἰσαγομένην τοῦ κόσμου ἐκπύρωσιν μετὰ χλεύης διαβάλλων θέλει ἡμᾶς ὡσπερεὶ μάγειρον ποιοῦντας τὸν θεὸν εἰσάγειν τὰ περὶ τῆς ἐκπυρώσεως· οὐ συνιδὼν ὅτι, ὥσπερ Ἑλλήνων τισὶν ἔδοξε (τάχα παρὰ τοῦ ἀρχαιοτάτου ἔθνους Ἑβραίων λαβοῦσι), τὸ πῦρ καθάρσιον ἐπάγεται τῷ κόσμῳ εἰκὸς δ᾿ ὅτι καὶ ἑκάστῳ τῶν δεομένων τῆς διὰ τοῦ πυρὸς δίκης ἅμα καὶ ἰατρείας· καίοντος μὲν καὶ οὐ κατακαίοντος τοὺς μὴ ἔχοντας ὕλην δεομένην ἀναλοῦσθαι ὑπ᾿ ἐκείνου τοῦ πυρὸς, καίοντος δὲ καὶ κατακαίοντος τοὺς ἐν τῇ διὰ τῶν πράξεων καὶ λόγων καὶ νοημάτων τροπικῶς λεγομένῃ οἰκοδομῇ „ξύλα, χόρτον ἢ καλάμην“ οἰκοδομήσαντας. φασὶ δ᾿ οἱ θεῖοι λόγοι τὸν κύριον „ὡς πῦρ χωνευτηρίου καὶ ὡς ποίαν πλυνόντων“ ἑκάστῳ τῶν δεομένων ἐπιδημήσειν διὰ τὸ ἀναμεμῖχθαι οἱονεὶ φαύλην χυτὴν ὕλην τὴν ἀπὸ τῆς κακίας, δεομένων δὲ λέγω πυρὸς, οἱονεὶ χωνεύοντος τοὺς ἀναμεμιγμένους „χαλκῷ“ „καὶ κασσιτέρῳ καὶ μολίβδῳ.“ καὶ ταῦτα τὸν βουλόμενον ἔστιν ἀπὸ τοῦ προφήτου Ἰεζεκιὴλ μαθεῖν.

ὅτι δὲ οὐχ ὡς μάγειρόν φαμεν τὸ πῦρ ἐπιφέρειν τὸν θεὸν ἀλλ᾿ ὡς θεὸν εὐεργέτην τῶν χρῃζόντων πόνου καὶ πυρὸς, μαρτυρήσει καὶ ὁ προφήτης ῾Πσαΐας ἐν ᾧ γέγραπται λελέχθαι πρός τι ἔθνος ἁμαρτωλόν· „ὅτι ἔχεις ἄνθρακας πυρὸς, καθίσαι ἐπ᾿ αὐτοῖς· οὗτοι ἔσονταί σοι βοήθεια.“ οἰκονομούμενος δ᾿ ὁ λόγος ἁρμόζοντα πλήθεσιν ἐντευξομένοις τῇ γραφῇ ἐπικεκρυμμένως μετὰ σοφίας λέγει τὰ σκυθρωπὰ εἰς φόβον τῶν μὴ δυναμένων ἄλλως ἐπιστρέψειν ἀπὸ τῆς χύσεως τῶν ἁμαρτημάτων· πλὴν καὶ οὕτως ὁ τηρῶν εὑρήσει

v.2.p.17
ἐμφαινόμενον τὸ ἀπὸ τῶν σκυθρωπῶν καὶ ἐπιπόνων ἐπαγόμενον τοῖς ἀλγοῦσι τέλος. ἀρκεῖ δ᾿ ἐπὶ τοῦ παρόντος παραθέσθαι ἀπὸ τοῦ Ἡσαΐου τό· „ἕνεκεν τοῦ ἐμοῦ ὀνόματος δείξω σοι τὸν θυμόν μου, καὶ τὰ ἔνδοξά μου ἐπάξω ἐπὶ σὲ, ἵνα μὴ ἐξολοθρεύσω σε.“
589
ἠναγκάσθημεν δὲ τὰ μὴ ἁρμόζοντα τοῖς ἁπλούστερον πιστεύουσι καὶ δεομένοις τῆς ἁπλουστέρας ἐν λόγοις οἰκονομίας αἰνίξασθαι, ἵνα μὴ δοκῶμεν ἀνεξέλεγκτον ἐᾶν τὴν τοῦ Κέλσου κατηγορίαν, λέγοντος· ἐπειδὰν ὁ θεὸς ὥσπερ μάγειρος ἐπενέγκῃ τὸ πῦρ.

Ἐκ δὲ τῶν εἰρημένων τοῖς συνετώτερον ἀκούουσι δῆλον,

121
πῶς ἀπαντητέον καὶ πρὸς τό· τὸ μὲν ἄλλο πᾶν ἐξοπτήσεσθαι γένος, αὐτοὺς δὲ μόνους διαμενεῖν. οὐ θαυμαστὸν δ᾿ εἰ τοιαῦτα νενόηκε „τὰ“ ἐν ἡμῖν ὑπὸ τοῦ λόγου „μωρὰ τοῦ κόσμου“ ὀνομαζόμενα καὶ „ἀγενῆ“ καὶ „ἐξουδενωμένα“ καὶ „μὴ ὄντα,“ ἅτινα „διὰ τῆς μωρίας τοῦ κηρύγματος εὐδόκησεν ὁ θεὸς σῶσαι τοὺς πιστεύοντας αὐτῷ, ἐπεὶ μὴ ἐν τῇ σοφίᾳ τοῦ θεοῦ ἔγνω ὁ κόσμος διὰ τῆς σοφίας τὸν θεὸν,“ οὐ δυνάμενα διαρθρῶσαι τὰ κατὰ τοὺς τόπους οὐδὲ βουληθέντα σχολάσαι τῇ ἐρεύνῃ τῆς γραφῆς, καίτοι γε τοῦ Ἰησοῦ λέγοντος· „ἐρευνᾶτε τὰς γραφὰς,“ καὶ τοιαῦτα ὑπείληφε περὶ τοῦ ἐπαγομένου πυρὸς ὑπὸ τοῦ θεοῦ καὶ περὶ τῶν συμβησομένων τοῖς ἁμαρτήσασι. καὶ τάχα ὥσπερ τοῖς παισὶν ἁρμόζει τινὰ λέγεσθαι κατάλληλα τῇ νηπιότητι αὐτῶν πρὸς τὸ ὡς παῖδας κομιδῇ νηπίους ἐπιστρέφειν αὐτοὺς ἐπὶ τὸ βέλτιον, οὕτως οἷς ὠνόμασεν ὁ λόγος μωροῖς τοῦ κόσμου καὶ ἀγενέσι καὶ ἐξουδενωμένοις ἡ πρόχειρος ἁρμόζει περὶ τῶν κολάσεων ἐκδοχὴ, οὐ χωροῦσιν ἄλλην ἢ τὴν διὰ φόβου καὶ φαντασίας τῶν κολάσεων ἐπιστροφὴν καὶ τῶν πολλῶν κακῶν ἀποχήν. ὁ λόγος οὖν μόνους μὲν ἀγεύστους τοῦ πυρὸς καὶ τῶν κολάσεών φησι διαμενεῖν τοὺς τὰ δόγματα καὶ τὰ ἤθη καὶ τὸ ἡγεμονικὸν ἄκρως κεκαθαρμένους· τοὺς δὲ μὴ τοιούτους, κατὰ τὴν ἀξίαν χρῄζοντας τῆς διὰ πυρὸς
v.2.p.18
κολάσεως οἰκονομίας, ἐν τούτοις ἐπί τινι τέλει φησὶν ἔσεσθαι, ὃ τῷ θεῷ ἁρμόζει ἐπάγειν τοῖς „κατ᾿ εἰκόνα“ αὐτοῦ πεποιημένοις καὶ παρὰ τὸ βούλημα τῆς „κατ᾿ εἰκόνα“ φύσεως βεβιωκόσι. καὶ ταῦτα δὲ πρὸς τό· τὸ μὲν ἄλλο πᾶν ἐξοπτήσεσθαι γένος, αὐτοὺς δὲ μόνους διαμενεῖν.

Εἶτα τούτοις ἑξῆς παρακούσας ἤτοι τῶν ἱερῶν γραμμάτων ἢ τῶν μὴ νενοηκότων τὰ ἱερὰ γράμματά φησιν ὑφ᾿ ἡμῶν λέγεσθαι μόνους διαμενεῖν κατὰ τὸν καιρὸν τοῦ ἐπαχθησομένου τῷ κόσμῳ διὰ πυρὸς καθαρσίου οὐ μόνον τοὺς ζῶντας τότε ἀλλὰ καὶ τοὺς πάλαι ποτὲ ἀποθανόντας· οὐχ ὑπολαβὼν μετά τινος ἀποῤῥήτου σοφίας λελέχθαι παρὰ τῷ ἀποστόλῳ τοῦ Ἰησοῦ τό· „οὐ πάντες κοιμηθησόμεθα, πάντες δὲ ἀλλαγησόμεθα ἐν ἀτόμῳ, ἐν ῥιπῇ ὀφθαλμοῦ, ἐν τῇ ἐσχάτῃ σάλπιγγι· σαλπίσει γὰρ, καὶ οἱ νεκροὶ ἐγερθήσονται ἄφθαρτοι, καὶ ἡμεῖς ἀλλαγησόμεθα.“ ἐχρῆν δ᾿ αὐτὸν ἐπιστῆσαι, τί νοήσας ὁ λέγων ταῦτα ὡς οὐδαμῶς νεκρὸς χωρίσας ἑαυτὸν ἀπ᾿ ἐκείνων καὶ τοὺς παραπλησίους ἑαυτῷ ἔλεγε μετὰ τὸ „καὶ οἱ νεκροὶ

590
ἐγερθήσονται ἄφθαρτοι“· „καὶ ἡμεῖς ἀλλαγησόμεθα.“ εἰς δὲ βεβαίωσιν τοῦ τοιαῦτά τινα νενοηκότα τὸν ἀπόστολον γεγραφέναι. ἃ παρεθέμην ἐκ τῆς πρὸς Κορινθίους προτέρας, παραθήσομαι καὶ τὰ ἐκ τῆς
122
πρὸς Θεσσαλονικεῖς προτέρας, ἐν ᾗ φησιν ὁ Παῦλος ὡς ζῶν καὶ ἐγρηγορὼς καὶ ἕτερος ὢν τῶν κοιμηθέντων τοιαῦτα· „τοῦτο γὰρ ὑμῖν λέγομεν ἐν λόγῳ κυρίου, ὅτι ἡμεῖς οἱ ζῶντες οἱ περιλειπόμενοι εἰς τὴν παρουσίαν τοῦ κυρίου οὐ μὴ φθάσωμεν τοὺς κοιμηθέντας, ὅτι αὐτὸς ὁ κύριος ἐν κελεύσματι, ἐν φωνῇ ἀρχαγγέλου καὶ ἐν σάλπιγγι θεοῦ καταβήσεται ἀπ᾿ οὐρανοῦ.“ εἶτα πάλιν ἑξῆς τούτοις ἄλλους ἐπιστάμενος τοὺς ἐν Χριστῷ νεκροὺς παρ᾿ ἑαυτὸν καὶ τοὺς παραπλησίους αὐτῷ ἐπιφέρει λέγων· „οἱ νεκροὶ ἐν Χριστῷ
v.2.p.19
ἀναστήσονται πρῶτον, ἔπειτα ἡμεῖς οἱ ζῶντες οἱ περιλειπόμενοι ἅμα σὺν αὐτοῖς ἁρπαγησόμεθα ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ κυρίου εἰς ἀέρα.“

Ἐπεὶ δ᾿ ἐπὶ πλέον κεκωμῴδηκε τὴν κεκηρυγμένην μὲν τῆς σαρκὸς ἀνάστασιν ἐν ταῖς ἐκκλησίαις ὑπὸ δὲ τῶν συνετωτέρων τρανότερον νενοημένην. καὶ οὐ χρὴ αὖθις ἐκτίθεσθαι τὴν λέξιν αὐτοῦ ἅπαξ προειρημένην· φέρε καὶ περὶ τοῦ προβλήματος τούτου. ὡς ἐν τῇ πρὸς ἀλλότριον τῆς πίστεως ἀπολογίᾳ γραφομένῃ διὰ τοὺς ἔτι νηπίους καὶ κλυδωνιζομένους καὶ περιφερομένους „παντὶ ἀνέμῳ διδασκαλίας ἐν τῇ κυβείᾳ τῶν ἀνθρώπων, (ἐν πανουργίᾳ) πρὸς τὴν μεθοδίαν τῆς πλάνης.“ ὀλίγα ἐστοχασμένως τῶν ἐντευξομένων κατὰ τὸ δυνατὸν ἡμῖν ἐκθώμεθα καὶ παραστήσωμεν. οὔτε μὲν οὖν ἡμεῖς οὔτε τὰ θεῖα γράμματα αὐταῖς φησι σαρξὶ, μηδεμίαν μεταβολὴν ἀνειληφυίαις τὴν ἐπὶ τὸ βέλτιον, ζήσεσθαι τοὺς πάλαι ἀποθανόντας, ἀπὸ τῆς γῆς ἀναδύντας· ὁ δὲ Κέλσος ἡμᾶς συκοφαντεῖ ταῦτα λέγων. ἀκούομεν γὰρ καὶ πολλῶν γραφῶν περὶ ἀναστάσεως ἀξίως θεοῦ λεγουσῶν, ἀρκεῖ δ᾿ ἐπὶ τοῦ παρόντος τὴν Παύλου παραθέσθαι ἀπὸ τῆς πρὸς Κορινθίους προτέρας λέξιν, φάσκοντος· „ἀλλ᾿ ἐρεῖ τις· πῶς ἐγείρονται οἱ νεκροί; ποίῳ δὲ σώματι ἔρχονται; ἄφρον. σὺ ὃ σπείρεις οὐ ζωοποιεῖται, ἐὰν μὴ ἀποθάνῃ· καὶ ὃ σπερίρεις, οὐ τὸ σῶμα τὸ γενησόμενον σπείρεις ἀλλὰ γυμνὸν κόκκον, εἰ τύχοι, σίτου ἤ τινος τῶν λοιπῶν· ὁ δὲ θεὸς δίδωσιν αὐτῷ σῶμα, καθὼς ἠθέλησε, καὶ ἑκάστῳ τῶν σπερμάτων ἴδιον σῶμα.“ ὅρα γὰρ τίνα τρόπον ἐν τούτοις „οὐ τὸ γενησόμενον σῶμά“ φησι σπείρεσθαι, ἀλλ᾿ ἀπὸ τοῦ σπειρομένου καὶ γυμνοῦ βαλλομένου ἐπὶ τὴν γῆν λέγει διδόντος τοῦ θεοῦ „ἑκάστῳ τῶν σπερμάτων ἴδιον σῶμα“ οἱονεὶ ἀνάστασιν γίνεσθαι, ἀπὸ τοῦ καταβεβλημένου σπέρματος ἐγειρομένου στάχυος ἐν τοῖς τοιοῖσδε, οἱονεὶ ἐν νάπυϊ ἢ ἐπὶ μείζονος δένδρου ἐν ἐλαίας πυρῆνι ἤ τινι τῶν ἀκροδρύων.

„Ὁ θεὸς“ οὖν „δίδωσιν“ „ἑκάστῳ“ „σῶμα, καθὼς ἐθέ λησεν,“

591
ὥσπερ ἐπὶ τῶν σπειρομένων οὕτω καὶ
122
ἐπὶ τῶν οἱονεὶ σπειρομένων ἐν τῷ ἀποθνῄσκειν καὶ καιρῷ ἐπιτηδείῳ ἀναλαμβανόντων ἐκ τῶν σπειρομένων τὸ περιτιθέμενον ἑκάστῳ κατὰ τὴν ἀξίαν „σῶμα“ ὑπὸ
v.2.p.20
τοῦ θεοῦ. ἀκούομεν δὲ καὶ τοῦ διὰ πλειόνων διδάσκοντος λόγου τὴν διαφορὰν τοῦ οἱονεὶ σπειρομένου πρὸς τὸ ὡσπερεὶ ἐγειρόμενον ἀπ᾿ αὐτοῦ καὶ λέγοντος· „σπείρεται ἐν φθορᾷ, ἐγείρεται ἐν ἀφθαρσίᾳ· σπείρεται ἐν ἀτιμίᾳ, ἐγείρεται ἐν δόξῃ· σπείρεται ἐν ἀσθενείᾳ, ἐγείρεται ἐν δυνάμει· σπείρεται σῶμα ψυχικὸν, ἐγείρεται σῶμα πνευματικόν.“ ὁ δὲ δυνάμενος ἔτι καταλαμβανέτω, τί νενόηται τῷ λέγοντι· „οἷος ὁ χοϊκὸς, τοιοῦτοι καὶ οἱ χοϊκοί· καὶ οἷος ὁ ἐπουράνιος, τοιοῦτοι καὶ οἱ ἐπουράνιοι. καὶ καθὼς ἐφορέσαμεν τὴν εἰκόνα τοῦ χοϊκοῦ, οὕτω φορέσωμεν καὶ τὴν εἰκόνα τοῦ ἐπουρανίου.“ καίτοι δὲ βουλόμενος κρύπτειν ὁ ἀπόστολος τὰ κατὰ τὸν τόπον ἀπόῤῥητα καὶ μὴ ἁρμόζοντα τοῖς ἁπλουστέροις καὶ τῇ πανδήμῳ ἀκοῇ τῶν διὰ τοῦ πιστεύειν ἀγομένων ἐπὶ τὸ βέλτιον, ὅμως ἠναγκάσθη ὕστερον ὑπὲρ τοῦ μὴ παρακοῦσαι ἡμᾶς τῶν λόγων αὐτοῦ εἰπεῖν μετὰ τὸ „φορέσωμεν τὴν εἰκόνα τοῦ ἐπουρανίου“ τὸ „τοῦτο δέ φημι, ἀδελφοὶ, ὅτι σὰρξ καὶ αἷμα βασιλείαν θεοῦ κληρονομῆσαι οὐ δύναται, οὐδ᾿ ἡ φθορὰ τὴν ἀφθαρσίαν κληρονομεῖ.“ εἶτ᾿ ἐπιστάμενος ἀπόῤῥητόν τι καὶ μυστικὸν κατὰ τὸν τόπον, ὡς ἔπρεπε διὰ γραμμάτων καταλιπόντι τοῖς μετ᾿ αὐτὸν τὰ νενοημένα εἰρημένα ἐπιφέρει καὶ λέγει· „ἰδοὺ μυστήριον ὑμῖν λέγω,“ ὅ τι περ ἔθος ἐστὶν ἐπιφέρεσθαι τοῖς βαθυτέροις καὶ μυστικωτέροις καὶ καθηκόντως ἀπὸ τῶν πολλῶν κρυπτομένοις· ὥσπερ καὶ ἐν τῷ Τωβὴτ γέγραπται· „μυστήριον βασιλέως καλόν ἐστι κρύπτειν,“ πρὸς δὲ τὸ ἔνδοξον καὶ ἁρμόζον τοῖς πολλοῖς μετὰ τοῦ οἰκονομικῶς ἀληθοῦς „τὰ ἔργα τοῦ θεοῦ ἀνακαλύπτειν ἐνδόξως“ „καλόν.“

οὐ σκωλήκων οὖν ἡ ἐλπὶς ἡμῶν οὐδὲ ποθεῖ ἡμῶν ἡ ψυχὴ τὸ σεσηπὸς σῶμα, ἀλλὰ, κἂν δέηται σώματος διὰ τὰς τοπικὰς μεταβάσεις, νοεῖ ἡ μεμελετηκυῖα τὴν „σοφίαν“ κατὰ τὸ „στόμα δικαίου μελετήσει σοφίαν“ διαφορὰν ἐπιγείου οἰκίας, ἐν ᾗ ἐστι τὸ σκῆνος, καταλυομένης καὶ σκήνους, ἐν ᾧ „οἱ ὄντες“ δίκαιοι στενάζουσι „βαρούμενοι,“ μὴ θέλοντες τὸ σκῆνος ἀπεκδύσασθαι ἀλλὰ τῷ

v.2.p.21
σκήνει „ἐπενδύσασθαι,“ ἵν᾿ ἐκ τοῦ „ἐπενδύσασθαι“ „καταποθῇ τὸ θνητὸν ὑπὸ τῆς ζωῆς.“ „δεῖ γὰρ“ τῷ πᾶσαν φύσιν σώματος εἶναι φθαρτὴν „τὸ φθαρτὸν τοῦτο“ σκῆνος „ἐνδύσασθαι ἀφθαρσίαν,“ καὶ τὸ ἕτερον αὐτοῦ, τυγχάνον „θνητὸν“ καὶ δεκτικὸν τοῦ ἐπακολουθοῦντος τῷ ἁμαρτάνειν θανάτου, „ἐνδύσασθαι ἀθανασίαν“· ἵν᾿, ὅτε „τὸ φθαρτὸν“ „ἐνδύσεται τὴν ἀφθαρσίαν καὶ τὸ θνητὸν τὴν ἀθανασίαν. τότε γενήσεται“ τὸ πάλαι ὑπὸ τῶν προφητῶν προειρημένον.
592
123
ἀναίρεσις τῆς νίκης τοῦ θανάτου, καθὸ νικήσας ἡμᾶς ἑαυτῷ ὑπέταξε, καὶ τοῦ ἀπ᾿ αὐτοῦ κέντρου, ᾧ κεντῶν τὴν οὐ πάντῃ πεφραγμένην ψυχὴν ἐμποιεῖ αὐτῇ τὰ ἀπὸ τῆς ἁμαρτίας τραύματα.

Ἀλλ᾿ ἐπεὶ τὰ μὲν ἡμέτερα περὶ ἀναστάσεως, ὡς ἐνεχώρει, ἀπὸ τοῦ μέρους ἐπὶ τοῦ παρόντος λέλεκται (συντέτακται γὰρ ἡμῖν περὶ ἀναστάσεως ἐν ἄλλοις, ἐπὶ πλεῖον ἐξετάσασι τὰ κατὰ τὸν τόπον). τὰ δὲ τοῦ Κέλσου νῦν χρὴ κατὰ τὸ εὔλογον διαλαβεῖν, μήτε νοήσαντος τὸ παρ᾿ ἡμῖν γεγραμμένον μήτε κρῖναι δυναμένου ὅτι οὐ δεῖ τὸ βούλημα τῶν σοφῶν ἐκείνων ἀνδρῶν νομίζειν πρεσβεύεσθαι ὑπὸ τῶν πλεῖον πίστεως μηδὲν ἐπαγγελλομένων τῆς πρὸς τὸν Χριστιανῶν λόγον· φέρε παραστήσωμεν ὅτι ἀνδράσιν οὐκ εὐκαταφρονήτοις τῆς λογικῆς ἕνεκεν θεωρίας καὶ τῶν διαλεκτικῶν σκεμμάτων σφόδρα ἀπεμφαίνοντα λέλεκται. καὶ εἰ χρὴ μυχθίζειν ὡς ταπεινοὺς καὶ γραώδεις λόγους, ἐκείνους μᾶλλον χρὴ ἢ τοὺς ἡμετέρους.

φασὶ δὴ οἱ ἀπὸ τῆς Στοᾶς κατὰ περίοδον ἐκπύρωσιν τοῦ παντὸς γίνεσθαι καὶ ἑξῆς αὐτῇ διακόσμησιν, πάντ᾿ ἀπαράλλακτα ἔχουσαν ὡς πρὸς τὴν προτέραν διακόσμησιν. ὅσοι δ᾿ αὐτῶν ᾐδέσθησαν το δόγμα, ὀλίγην εἰρήκασι παραλλαγὴν καὶ σφόδρα βραχεῖαν γίνεσθαι κατὰ περίοδον τοῖς ἐπὶ τῆς πρὸ αὐτῆς περιόδου. οὗτοι δ᾿ οἱ ἄνδρες φασὶ τῇ ἑξῆς περιόδῳ τοιαῦτα ἔσεσθαι, καὶ Σωκράτην μὲν πάλιν Σωφρονίσκου υἱὸν καὶ Ἀθηναῖον ἔσεσθαι, καὶ τὴν Φαιναρέτην γημαμένην

v.2.p.22
Σωφρονίσκῳ πάλιν αὐτὸν γεννήσειν. κἂν μὴ ὀνομάζωσιν οὖν τὸ τῆς ἀναστάσεως ὄνομα, τὸ πρᾶγμά γε δηλοῦσιν, ὅτι Σωκράτης ἀπὸ σπερμάτων ἀρξάμενος ἀναστήσεται τῶν Σωφρονίσκου καὶ ἐν τῇ ὑστέρᾳ Φαιναρέτης διαπλασθήσεται καὶ ἀνατραφεὶς Ἀθήνῃσι φιλοσοφήσει, οἱονεὶ καὶ τῆς πρότερον φιλοσοφίας ἀνισταμένης καὶ ὁμοίως ἀπαραλλάκτου τῇ προτέρᾳ ἐσομένης. καὶ Ἄνυτος δὲ καὶ Μέλητος ἀναστήσονται πάλιν Σωκράτους κατήγοροι, καὶ ἡ ἐξ
593
Ἀρείου πάγου βουλὴ καταδικάσεται τὸν Σωκράτην. τὸ δὲ τούτων γελοιότερον, τὰ ἀπαράλλακτα ἱμάτια τοῖς ὡς πρὸς τὴν προτέραν περίοδον Σωκράτης ἐνδύσεται, ἐν ἀπαραλλάκτῳ πενίᾳ καὶ ἀπαραλλάκτῳ πόλει ταῖς Ἀθήναις τῇ πρὸς τὴν προτέραν περίοδον ἐσόμενος. καὶ Φάλαρις μὲν τυραννήσει πάλιν, ὁ δὲ χάλκεος αὐτοῦ ταῦρος τῶν ἀπαραλλάκτων τῇ προτέρᾳ ἀνθρώπων περιόδῳ κατακριθέντων μυκήσεται ἀπὸ τῆς τῶν ἔνδον φωνῆς. Ἀλέξανδρός τε ὁ Φεραῖος πάλιν τυραννήσει, τὴν ἀπαράλλακτον ἔχων ὠμότητα
123
τῇ προτέρᾳ καὶ τοὺς ἀπαραλλάκτους καταδικάζων ὡς καὶ τοὺς προτέρους. καὶ τί με δεῖ καταλέγειν τὸ περὶ τῶν τοιούτων δόγμα τοῖς ἀπὸ τῆς Στοᾶς πεφιλοσοφημένον καὶ μὴ γελώμενον ὑπὸ Κέλσου ἀλλὰ τάχα καὶ σεμνυνόμενον, ἐπεὶ δοκεῖ αὐτῷ ὁ Ζήνων τοῦ Ἰησοῦ εἶναι σοφώτερος;