Contra Celsum

Origen

Origenes. Origenes Werke Vol 1-2. Koetschau, Paul, editor. Leipzig: Hinrichs, 1899.

Εἰκὸς δ᾿ αὐτὸν τοιοῦτον βούλεσθαι δηλοῦν, ὅτι τοὺς πρὸς τὰ τοιάδε ἁμαρτήματα καὶ γινόμενα ὑπὸ τῶν ἐξωλεστάτων

v.1.p.260
οὐ μόνον πεφυκότας ἀλλὰ καὶ εἰθισμένους οὐδεὶς αν οὐδὲ κολάζων πάντῃ μεταβάλοι. καὶ τοῦτο δὲ ψεῦδος ἀπὸ τῆς περί τινων φιλοσοφησάντων ἱστορίας ἀποδείκνυται. τίς γὰρ ἀνθρώπων οὐκ ἂν ἐν τοῖς ἐξωλεστάτοις τάσσοι τὸν ὅπως ποτὲ ὑπομείναντα εἶξαι δεσπότῃ, ἐπὶ τέγους αὐτὸν ἱστάντι, ἵνα πάντα τὸν θέλοντα αὐτὸν καταισχύνειν παραδέξηται; τοιαῦτα δὲ περὶ τοῦ Φαίδωνος
492
ἱστορεῖται. τίς δὲ τὸν μετὰ αὐλητρίδος καὶ κωμαστῶν τῶν συνασωτευσαμένων εἰσβαλόντα εἰς τὴν τοῦ σεμνοτάτου Ξενοκράτους διατριβὴν, ἵν᾿ ἐνυβρίσῃ ἄνδρα, ὃν καὶ οἱ ἑταῖροι ἐθαύμαζον, οὐ φήσει πάντων μιαρώτατον εἶναι ἀνθρώπων; ἀλλ᾿ ὅμως ἴσχυσε λόγος καὶ τούτους ἐπιστρέψας ποιῆσαι ἐπὶ τοσοῦτον διαβεβηκέναι ἐν φιλοσοφίᾳ. ὥστε τὸν μὲν ὑπὸ Πλάτωνος κριθῆναι ἄξιον τοῦ τὸν περὶ τῆς ἀθανασίας διεξοδεῦσαι Σωκράτους λόγον καὶ τὴν ἐν τῷ δεσμωτηρίῳ εὐτονίαν αὐτοῦ παραστῆσαι, οὐ φροντίσαντος τοῦ κωνείου ἀλλ᾿ ἀδεῶς καὶ μετὰ πάσης γαλήνης τῆς ἐν τῇ ψυχῇ διεξοδεύσαντος τοσαῦτα καὶ τηλικαῦτα, οἷς μόγις παρακολουθεῖν καὶ οἱ πάνυ καθεστηκότες
78
καὶ ὑπὸ μηδεμιᾶς ἐνοχλούμενοι περιστάσεως δύνανται· τὸν δὲ Πολέμωνα, ἐξ ἀσώτου γενόμενον σωφρονέστατον, διαδέξασθαι τὴν τοῦ διαβοήτου ἐπὶ σεμνότητι Ξενοκράτους διατριβήν. οὐκ ἄρα ἀληθεύει Κέλσος λέγων τοὺς πεφυκότας ἁμαρτάνειν καὶ εἰθισμένους οὐδεὶς ἂν οὐδὲ κολάζων πάντῃ μεταβάλοι.

Ἀλλὰ τὴν μὲν τάξιν καὶ σύνθεσιν καὶ φράσιν τῶν ἀπὸ φιλοσοφίας λόγων τοιαῦτα εἰς τοὺς προειρημένους πεποιηκέναι. καὶ ἄλλως κακῶς βεβιωκότας. οὐ πάνυ τι θαυμαστόν. ἐπὰν δὲ οὕς φησιν εἶναι ἰδιωτικοὺς λόγους ὁ Κέλσος κατανοήσωμεν, ὡσπερεὶ ἐπῳδὰς δυνάμεως πεπληρωμένους, καὶ τοὺς λόγους θεωρῶμεν, ἀθρόως προτρέποντας πλήθη ἐπὶ τὸν ἐξ ἀκολάστων εἰς τὸν εὐσταθέστατον βίον καὶ τὸν ἐξ ἀδίκων εἰς τὸν χρηστότερον καὶ τὸν ἐκ δειλῶν ἢ ἀνάνδρων εἰς τὸν ἐπὶ τοσοῦτον εὔτονον, ὡς καὶ θανάτου διὰ τὴν φανεῖσαν ἐν αὐτοῖς εὐσέβειαν καταφρονεῖν· πῶς οὐχὶ δικαίως θαυμάσομεν τὴν ἐν αὐτῷ δύναμιν; „ὁ“ γὰρ „λόγος“ τῶν ταῦτα τὴν ἀρχὴν πρεσβευσάντων καὶ καμόντων, ἵνα συστήσωσιν ἐκκλησίας θεοῦ. ἀλλὰ

v.1.p.261
καὶ „τὸ κήρυγμα“ αὐτῶν ἐν πειθοῖ μὲν γέγονεν οὐ τοιαύτῃ δὲ, ὁποία ἐστὶ πειθὼ ἐν τοῖς σοφίαν Πλάτωνος ἐπαγγελλομένοις ἤ τινος τῶν φιλοσοφησάντων. ὄντων ἀνθρώπων καὶ οὐδὲν ἄλλο πλὴν ἀνθρωπίνης φύσεως ἐχόντων· ἡ δ᾿ ἀπόδειξις ἐν τοῖς Ἰησοῦ ἀποστόλοις θεόθεν δοθεῖσα πιστικὴ ἀπὸ „πνεύματος καὶ δυνάμεως.“ διόπερ τάχιστα καὶ ὀξύτατα ἔδραμεν ὁ λόγος αὐτῶν, μᾶλλον δὲ ὁ τοῦ θεοῦ, δι᾿ αὐτῶν μεταβάλλων πολλοὺς τῶν ἁμαρτάνειν πεφυκότων καὶ εἰθισμένων· οὓς οὐδὲ κολάζων μὲν ἄν τις ἄνθρωπος μετέβαλεν, ὁ δὲ λόγος μετεποίησε μορφώσας καὶ τυπώσας αὐτοὺς κατὰ τὸ αὐτοῦ βούλημα.

Καὶ ὁ μὲν Κέλσος φησὶ τὰ ἀκόλουθα ἑαυτῷ ἐπιφέρων ὅτι φύσιν ἀμεῖψαι τελέως παγχάλεπον. ἡμεῖς δὲ, μίαν φύσιν ἐπιστάμενοι πάσης λογικῆς ψυχῆς καὶ μηδεμίαν φάσκοντες πονηρὰν ὑπὸ τοῦ κτίσαντος τὰ ὅλα δεδημιουργῆσθαι, γεγονέναι (δὲ)

493
πολλοὺς κακοὺς παρὰ τὰς ἀνατροφὰς καὶ τὰς διαστροφὰς καὶ τὰς περιηχήσεις, ὥστε καὶ φυσιωθῆναι ἔν τισι τὴν κακίαν, πειθόμεθα ὅτι τῷ θείῳ λόγῳ ἀμεῖψαι κακίαν φυσιώσασάν ἐστιν οὐ μόνον οὐκ ἀδύνατον ἀλλὰ καὶ οὐ πάνυ χαλεπὸν, ἐπὰν μόνον παραδέξηταί τις ὅτι πιστεύειν δεῖ ἑαυτὸν τῷ ἐπὶ πᾶσι θεῷ καὶ πάντα πράττειν κατ᾿ ἀναφορὰν τοῦ ἀρέσκειν ἐκείνῳ· παρ᾿ ᾧ οὐκ ἔστιν ἐν δὲ ἰῇ τιμῇ ἠμὲν κακὸς ἠδὲ καὶ ἐσθλός· οὐδὲ κάτθαν᾿ ὁμῶς ὅ τ᾿ ἀεργὸς ἀνὴρ ὅ τε πολλὰ ἐοργώς. εἰ δὲ καί τισι πάνυ χαλεπόν ἐστι τὸ μεταβάλλειν. τὴν αἰτίαν λεκτέον εἶναι περὶ τὴν συγκατάθεσιν αὐτῶν, ὀκνοῦσαν παραδέξασθαι τὸν ἐπὶ πᾶσι θεὸν εἶναι ἑκάστῳ δίκαιον κριτὴν περὶ πάντων τῶν ἐν τῷ βίῳ πεπραγμένων. μέγα γὰρ δύναται καὶ πρὸς τὰ δοκοῦντα εἶναι χαλεπώτατα καὶ, ἵνα καθ᾿ ὑπερβολὴν ὀνομάσω, ἐγγύς που ἀδύνατα
v.1.p.262
προαίρεσις καὶ ἄσκησις. ἢ βουληθεῖσα
79
ἀνθρωπίνη φύσις ἐπὶ κάλου βαίνειν, τεταμένου διὰ μέσου τοῦ θεάτρου ἐν μετεώρῳ, καὶ μετὰ τοῦ φέρειν τοσαῦτα καὶ τηλικαῦτα βάρη δεδύνηται τῇ ἀσκήσει καὶ τῇ προσοχῇ τὸ τοιοῦτο ποιῆσαι· βουληθεῖσα δὲ κατ᾿ ἀρετὴν βιῶσαι ἀδυνάτως ἔχει, κἂν ᾖ πρότερον φαυλοτάτη γεγενημένη; ἀλλ᾿ ὅρα μή ποτε ὁ τὰ τοιαῦτα λέγων τῇ δημιουργῷ τοῦ λογικοῦ ζῴου φύσει ἐγκαλεῖ μᾶλλον ἢ τῷ γεγενημένῳ. εἰ πρὸς μὲν τὰ οὕτω χαλεπὰ οὐδαμῶς ὄντα χρήσιμα πεποίηκε δυνατὴν τὴν τοῦ ἀνθρώπου φύσιν, ἀδύνατον δὲ πρὸς τὴν ἰδίαν μακαριότητα. ἀλλὰ γὰρ ἀρκεῖ καὶ ταῦτα πρὸς τὸ φύσιν γὰρ ἀμεῖψαι τελέως παγχάλεπον.

ἑξῆς δέ φησιν ὅτι οἱ ἀναμάρτητοι βελτίους κοινωνοὶ βίου. μὴ σαφηνίσας, τίνας φησὶ τοὺς ἀναμαρτήτους, πότερον τοὺς ἀρχῆθεν ἢ τοὺς ἐκ μεταβολῆς. οἱ μὲν οὖν ἀρχῆθεν ἀδύνατοι, οἱ δ᾿ ἐκ μεταβολῆς σπανίως εἰσὶν εὑρισκόμενοι, οἵτινες ἐκ τοῦ προσεληλυθέναι λόγῳ σῴζοντι τοιοῦτοι γίνονται. οὐχὶ δὲ τοιοῦτοι ὄντες τῷ λόγῳ προσέρχονται· χωρὶς γὰρ λόγου καὶ ταῦτα τελείου ἀμήχανον ἀναμάρτητον γενέσθαι ἄνθρωπον.

Εἶτα ἀνθυποφέρει ὡσπερεὶ λεγόμενον ὑφ᾿ ἡμῶν τὸ δυνήσεται πάντα ὁ θεὸς, οὐδὲ τοῦθ᾿ ὁρῶν πῶς λέλεκται, καὶ τίνα πάντα ἐν τούτῳ παραλαμβάνονται, καὶ πῶς δύναται. περὶ ων οὐκ ἀναγκαῖον νῦν λέγειν, οὐδὲ γὰρ αὐτὸς. καίτοι γε δυνάμενος πρὸς αὐτὸ στῆναι πιθανῶς. ἔστη· τάχα μηδὲ παρακολουθῶν τῇ λεχθησομένῃ ἂν κατὰ τούτου πιθανότητι, ἢ παρακολουθῶν μὲν θεωρῶν δὲ καὶ τὴν πρὸς τὸ λεγόμενον ἀπάντησιν. δύναται δὲ καθ᾿ ἡμᾶς πάντα ὁ θεὸς, ἅπερ δυνάμενος τοῦ θεὸς εἶναι καὶ τοῦ ἀγαθὸς εἶναι καὶ σοφὸς εἶναι οὐκ ἐξίσταται. ὁ δὲ Κέλσος φησὶν ὡς μὴ νοήσας, πῶς λέγεται ὁ θεὸς πάντα δύνασθαι, ὅτι οὐκ ἐθελήσει οὐδὲν

494
ἄδικον, διδοὺς ὅτι δύναται μὲν καὶ τὸ ἄδικον, οὐ θέλει δέ. ἡμεῖς δέ φαμεν ὅτι. ὥσπερ οὐ δύναται τὸ πεφυκὸς γλυκαίνειν τῷ γλυκὺ τυγχάνειν πικράζειν παρὰ τὴν αὐτοῦ μόνην αἰτίαν. οὐδὲ τὸ πεφυκὸς φωτίζειν τῷ εἶναι φῶς σκοτίζειν, οὕτως οὐδ᾿ ὁ θεὸς δύναται ἀδικεῖν· ἐναντίον γάρ ἐστιν αὐτοῦ τῇ θειότητι καὶ τῇ κατ᾿ αὐτὴν πάσῃ δυνάμει ἡ τοῦ ἀδικεῖν δύναμις. εἰ δέ τι τῶν ὄντων δύναται ἀδικεῖν
v.1.p.263
τῷ καὶ πρὸς τὸ ἀδικεῖν πεφυκέναι, δύναται ἀδικεῖν οὐκ ἔχον ἐν τῇ φύσει τὸ μηδαμῶς δύνασθαι ἀδικεῖν.

Μετὰ ταῦτα δὲ αὑτῷ λαμβάνει τὸ μὴ διδόμενον ὑπὸ τῶν λογικώτερον πιστευόντων, τάχα ὑπό τινων ἀνοήτων νομιζόμενον, ὡς ἄρα ὁμοίως τοῖς οἴκτῳ δουλεύουσι δουλεύσας οἴκτῳ τῶν οἰκτιζομένων ὁ θεὸς τοὺς κακοὺς κουφίζει καὶ μηδὲν τοιοῦτο δρῶντας τοὺς ἀγαθοὺς ἀποῤῥίπτει, ὅπερ ἐστὶν ἀδικώτατον. καθ᾿ ἡμᾶς γὰρ ἔτι οὐδένα μὴ προτετραμμένον ἐπ᾿ ἀρετὴν κακὸν κουφίζει ὁ θεὸς καὶ οὐδένα ἤδη ἀγαθὸν ἀποῤῥίπτει, ἀλλὰ καὶ οὐδένα οἰκτιζόμενον παρὰ τὸ οἰκτίζεσθαι κουφίζει ἢ ἐλεεῖ. ἵνα κοινότερον τῷ ἐλέει χρήσωμαι. ἀλλὰ τοὺς σφόδρα ἑαυτῶν ἐπὶ τοῖς ἡμαρτημένοις κατεγνωκότας, ὡς ἐπὶ τούτῳ οἱονεὶ πενθεῖν καὶ θρηνεῖν ἑαυτοὺς ὡς ἀπολωλότας ὅσον ἐπὶ τοῖς

79
προπεπραγμένοις καὶ ἀξιόλογον ἐπιδεικνυμένους μεταβολὴν, προσίεται τῆς μετανοίας χάριν ὁ θεὸς. καὶ τοὺς ἐκ μεταβολῆς κακίστου βίου. ἀμνηστίαν γὰρ τοῖς τοιούτοις δίδωσιν ἀρετὴ. ἐπιδημοῦσα αὐτῶν ταῖς ψυχαῖς καὶ ἐκβεβληκυῖα τὴν προκαταλαβοῦσαν κακίαν. εἰ δὲ καὶ μὴ ἀρετὴ ἀξιόλογος δὲ προκοπὴ ἐγγένοιτο τῇ ψυχῇ, ἱκανὴ καὶ αὕτη κατὰ τὴν ἀναλογίαν τοῦ πῶς εἶναι προκοπῆς ἐκβαλεῖν καὶ ἐξαφανίσαι τὴν τῆς κακίας χύσιν. ὥστ᾿ αὐτὴν ἐγγὺς τοῦ μηκέτι τυγχάνειν ἐν τῇ ψυχῇ.

Εἶτα ὡς ἐκ προσώπου τοῦ διδάσκοντος τὸν ἡμέτερον λόγον τοιαῦτά φησιν· οἱ σοφοὶ γὰρ ἀποτρέπονται τὰ ὑφ᾿ ἡμῶν λεγόμενα. ὑπὸ τῆς σοφίας πλανώμενοι καὶ παραποδιζόμενοι. φήσομεν οὖν καὶ πρὸς τοῦτο ὅτι, εἴπερ ἡ σοφία ἐπιστήμη „θείων“ ἐστὶ „καὶ ἀνθρωπίνων“ πραγμάτων καὶ τῶν τούτων αἰτίων ἢ. ὡς ὁ θεῖος λόγος ὁρίζεται, „ἀτμὶς“ „τῆς τοῦ θεοῦ δυνάμεως καὶ ἀπόῤῥοια τῆς τοῦ παντοκράτορος δόξης εἰλικρινὴς“ καὶ „ἀπαύγασμα“ „φωτὸς ἀϊδίου καὶ ἔσοπτρον ἀκηλίδωτον τῆς τοῦ θεοῦ ἐνεργείας καὶ εἰκὼν τῆς ἀγαθότητος αὐτοῦ,“ οὐκ ἄν τις ὢν σοφὸς ἀποτρέποιτο τὰ ὑπὸ Χριστιανοῦ ἐπιστήμονος τοῦ χριστιανισμοῦ λεγόμενα οὐδὲ

v.1.p.264
πλανηθείη ἂν ἢ παραποδίζοιτο ὑπ᾿ αὐτῆς. ἡ γὰρ ἀληθὴς σοφία οὐ πλανᾷ ἀλλ᾿ ἡ ἀμαθία, καὶ μόνον τῶν ὄντων βέβαιον ἐπιστήμη, καὶ ἀλήθεια ἅπερ ἐκ σοφίας παραγίνεται. ἐὰν δὲ παρὰ τὸν τῆς
495
σοφίας ὅρον τὸν ὅ τι ποτ᾿ οὖν δογματίζοντα μετά τινων σοφισμάτων λέγῃς σοφὸν, φήσομεν ὅτι ἀληθῶς ὁ κατὰ τὴν ὑπὸ σοῦ λεγομένην σοφίαν ποιὸς ἀποτρέπεται τοὺς λόγους τοῦ θεοῦ, πλανώμενος ὑπὸ τῶν πιθανοτήτων καὶ σοφισμάτων καὶ παραποδιζόμενος ὑπ᾿ αὐτῶν. καὶ ἐπεὶ κατὰ τὸν ἡμέτερον λόγον „οὐκ ἔστι σοφία πονηρίας ἐπιστήμη,“ „πονηρίας“ δὲ. ἵν᾿ οὕτως ὀνομάσω, „ἐπιστήμη“ ἐστὶν ἐν τοῖς ψευδοδοξοῦσι καὶ ὑπὸ σοφισματίων ἠπατημένοις, διὰ τοῦτο ἀμαθίαν εἴποιμι μᾶλλον ἢ σοφίαν ἐν τοῖς τοιούτοις.

Μετὰ ταῦτα πάλιν λοιδορεῖται τῷ πρεσβεύοντι χριστιανισμὸν καὶ ἀποφαίνεται μὲν περὶ αὐτοῦ ὡς καταγέλαστα διεξιόντος, οὐκ ἀποδείκνυσι δὲ οὐδὲ ἐναργῶς παρίστησιν ἅ φησιν εἶναι καταγέλαστα. καὶ λοιδορούμενος οὐδένα φρόνιμόν φησι πείθεσθαι τῷ λόγῳ, περισπώμενος ὑπὸ τοῦ πλήθους τῶν προσερχομένων αὐτῷ. ὅμοιον δὲ ποιεῖ καὶ ἐν τούτῳ (τῷ) φάσκοντι διὰ τὸ πλῆθος τῶν κατὰ τοὺς νόμους ἀγομένων ἰδιωτῶν ὅτι φρόνιμος οὐδεὶς, φέρ᾿ εἰπεῖν, Σόλωνι ἢ Λυκούργῳ πείθεται ἢ Ζαλεύκῳ ἤ τινι τῶν λοιπῶν, καὶ μάλιστα ἐὰν φρόνιμον λαμβάνῃ τὸν κατ᾿ ἀρετὴν ποιόν. ὡς γὰρ ἐπὶ τούτων κατὰ τὸ φανὲν αὐτοῖς χρήσιμον οἱ νομοθέται πεποιήκασι τὸ τοιαύτῃ ἀγωγῇ αὐτοὺς περιβαλεῖν καὶ

v.1.p.265
νόμοις, οὕτως νομοθετῶν ἐν τῷ Ἰησοῦ ὁ θεὸς τοῖς πανταχοῦ ἀνθρώποις καὶ τοὺς μὴ φρονίμους ἄγει, ὡς οἷόν τε ἐστὶν ἄγεσθαι τοὺς τοιούτους ἐπὶ τὸ βέλτιον. ὅπερ. ὡς καὶ ἐν τοῖς ἀνωτέρω εἰρήκαμεν, ἐπιστάμενος ὁ ἐν Μωϋσεῖ θεὸς λέγει τό· „αὐτοὶ παρεζήλωσάν με ἐπ᾿ οὐ θεῷ. παρώργισάν με ἐν τοῖς εἰδώλοις αὐτῶν· κἀγὼ παραζηλώσω αὐτοὺς ἐπ᾿ οὐκ ἔθνει, ἐπ᾿ ἔθνει ἀσυνέτῳ παροργιῶ αὐτούς,“ εἰδὼς δὲ καὶ ὁ Παῦλος εἶπε· „τὰ μωρὰ
80
τοῦ κόσμου ἐξελέξατο ὁ θεὸς, ἵνα καταισχύνῃ τοὺς σοφοὺς,“ „σοφοὺς“ κοινότερον λέγων πάντας τοὺς δοκοῦντας προβεβηκέναι μὲν ἐν μαθήμασιν ἀποπεπτωκότας δὲ εἰς τὴν ἄθεον πολυθεότητα· ἐπεὶ „φάσκοντες εἶναι σοφοὶ ἐμωράνθησαν, καὶ ἤλλαξαν τὴν δόξαν τοῦ ἀφθάρτου θεοῦ ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου καὶ πετεινῶν καὶ τετραπόδων καὶ ἑρπετῶν.“

Ἐγκαλεῖ δὲ τῷ διδάσκοντι καὶ ὡς ἀνοήτους ζητοῦντι. πρὸς ὃν εἴποιμεν ἄν· τίνας λέγεις τοὺς ἀνοήτους; κατὰ γὰρ τὸ ἀκριβὲς πᾶς φαῦλος ἀνόητός ἐστιν. εἰ τοίνυν λέγεις ἀνοήτους τοὺς φαύλους. ἆρα σὺ προσάγων ἀνθρώπους φιλοσοφίᾳ φαύλους ζητεῖς προσάγειν ἢ ἀστείους; ἀλλ᾿ οὐχ οἷόν τε ἀστείους, ἤδη γὰρ πεφιλοσοφήκασι· φαύλους ἄρα· εἰ δὲ φαύλους, ἀνοήτους. καὶ ζητεῖς πολλοὺς προσάγειν τοιούτους φιλοσοφίᾳ· καὶ σὺ ἄρα τοὺς ἀνοήτους ζητεῖς. ἐγὼ δὲ. κἂν

496
τοὺς οὕτω λεγομένους ἀνοήτους ζητῶ. ὅμοιον ποιῶ. ὡς εἰ καὶ φιλάνθρωπος ἰατρὸς ἐζήτει τοὺς κάμνοντας, ἵν᾿ αὐτοῖς προσαγάγοι τὰ βοηθήματα καὶ ῥώσῃ αὐτούς. εἰ δ᾿ ἀνοήτους λέγεις τοὺς μὴ ἐντρεχεῖς ἀλλὰ τερατωδεστέρους τῶν ἀνθρώπων, ἀποκρινοῦμαί σοι ὅτι καὶ τούτους μὲν κατὰ τὸ δυνατὸν βελτιοῦν πειρῶμαι. οὐ μὴν ἐκ τούτων βούλομαι συστῆσαι τὸ Χριστιανῶν
v.1.p.266
αθροισμα. ζητῶ γὰρ μᾶλλον τοὺς ἐντρεχεστέρους καὶ ὀξυτέρους ὡς δυναμένους παρακολουθῆσαι τῇ σαφηνείᾳ τῶν αἰνιγμάτων καὶ τῶν μετ᾿ ἐπικρύψεως εἰρημένων ἐν νόμῳ καὶ προφήταις καὶ εὐαγγελίοις, ὧς οὐδὲν ἀξιόλογον περιεχόντων καταπεφρόνηκας, οὐ βασανίσας τὸν ἐν αὐτοῖς νοῦν μηδ᾿ εἰσελθεῖν πειραθεὶς εἰς τὸ βούλημα τῶν γραψάντων.

Ἐπεὶ δὲ καὶ μετὰ ταῦτα παραπλήσιόν φησι ποιεῖν τὸν τὰ χριστιανισμοῦ διδάσκοντα τῷ ὑπισχνουμένῳ μὲν ὑγιῆ ποιεῖν τὰ σώματα, ἀποτρέποντι δὲ τοῦ προσέχειν τοῖς ἐπιστήμοσιν ἰατροῖς τῷ ἐλέγχεσθαι ὑπ᾿ αὐτῶν τὴν ἰδιωτείαν αὐτοῦ, καὶ πρὸς ταῦτα ἐροῦμεν· τίνας φῂς ἰατροὺς, ἀφ᾿ ὧν ἀποτρέπομεν τοὺς ἰδιώτας; οὐ γὰρ δὴ ὑπολαμβάνεις τοῖς φιλοσοφοῦσι προσάγειν ἡμᾶς τὴν εἰς τὸν λόγον προτροπὴν, ἵν᾿ ἐκείνους νομίσῃς εἶναι ἰατροὺς, ἀφ᾿ ὧν ἀποτρέπομεν οὓς ἐπὶ τὸν θεῖον καλοῦμεν λόγον. ἤτοι οὖν οὐκ ἀποκρίνεται μὴ ἔχων λέγειν τοὺς ἰατροὺς. ἢ ἀνάγκη αὐτὸν καταφεύγειν ἐπὶ τοὺς ἰδιώτας, οἳ καὶ αὐτοὶ περιηχοῦσιν ἀνδραποδωδῶς τὰ περὶ πολλῶν θεῶν καὶ ὅσα ἄλλα λέγοιεν ἂν ἰδιῶται. ἑκατέρως οὖν ἐλεγχθήσεται μάτην παραλαβὼν ἐν τῷ λόγῳ τὸν ἀποτρέποντα τῶν ἐπιστημόνων ἰατρῶν.

ἵνα δὲ καὶ ἀπὸ τῆς Ἐπικούρου φιλοσοφίας καὶ τῶν κατ᾿ Ἐπίκουρον νομιζομένων Ἐπικουρείων ἰατρῶν ἀποτρέπωμεν τοὺς ἐν ἐκείνοις ἀπατωμένους, πῶς οὐχὶ εὐλογώτατα ποιήσομεν ἀφιστάντες νόσου χαλεπῆς, ἣν ἐνεποίησαν οἱ Κέλσου ἰατροὶ. τῆς κατὰ τὴν ἀναίρεσιν τῆς προνοίας καὶ εἰσαγωγὴν τῆς ἡδονῆς ὡς ἀγαθοῦ; ἀλλ᾿

80
ἔστω ἰατρῶν ἡμᾶς ἄλλων φιλοσόφων ἀφιστάνειν τούτους, οὓς προτρέπομεν ἐπὶ τὸν ἡμέτερον λόγον. τῶν ἀπὸ τοῦ Περιπάτου. ἀναιρούντων τὴν πρὸς ἡμᾶς πρόνοιαν καὶ τὴν σχέσιν πρὸς ἀνθρώπους τοῦ θείου· πῶς οὐχὶ εὐσεβεῖς μὲν ἡμεῖς κατασκευάσομεν καὶ θεραπεύσομεν τοὺς προτετραμμένους, πείθοντες αὐτοὺς ἀνακεῖσθαι τῷ
v.1.p.267
ἐπὶ πᾶσι θεῷ, μεγάλων δὲ τραυμάτων, τῶν ἀπὸ λόγων νομιζομένων φιλοσόφων, ἀπαλλάσσομεν τοὺς πειθομένους ἡμῖν; ἀλλὰ καὶ ἄλλους δεδόσθω ἡμᾶς ἀποτρέπειν ἀπὸ ἰατρῶν Στωϊκῶν
497
θεὸν φθαρτὸν εἰσαγόντων καὶ τὴν οὐσίαν αὐτοῦ λεγόντων σῶμα τρεπτὸν δι᾿ ὅλων καὶ ἀλλοιωτὸν καὶ μεταβλητὸν. καί ποτε πάντα φθειρόντων καὶ μόνον τὸν θεὸν καταλειπόντων· πῶς οὐχὶ καὶ οὕτως κακῶν μὲν ἀπαλλάξομεν τοὺς πειθομένους. προσάξομεν δ᾿ εὐσεβεῖ λόγῳ τῷ περὶ τοῦ ἀνακεῖσθαι τῷ δημιουργῷ καὶ θαυμάζειν τὸν πατέρα τῆς Χριστιανῶν διδασκαλίας. φιλανθρωπότατα ἐπιστρεπτικὸν καὶ ψυχῶν μαθήματα οἰκονομήσαντα ἐπισπαρῆναι ὅλῳ τῷ τῶν ἀνθρώπων γένει; ἀλλὰ κἂν τοὺς πεπονθότας τὴν περὶ μετενσωματώσεως ἄνοιαν ἀπὸ ἰατρῶν, τῶν καταβιβαζόντων τὴν λογικὴν φύσιν ὁτὲ μὲν ἐπὶ τὴν ἄλογον πᾶσαν ὁτὲ δὲ καὶ ἐπὶ τὴν ἀφάνταστον. θεραπεύωμεν· πῶς οὐ βελτίονας ταῖς ψυχαῖς κατασκευάσομεν τοὺς πειθομένους λόγῳ. οὐ διδάσκοντι μὲν ἐν κολάσεως μοίρᾳ τῷ φαύλῳ ἀποδίδοσθαι ἀναισθησίαν ἢ ἀλογίαν, παριστάντι δὲ εἶναί τινα φάρμακα ἐπιστρεπτικὰ τοὺς ἀπὸ θεοῦ τοῖς φαύλοις προσαγομένους πόνους καὶ τὰς κολάσεις; τοῦτο γὰρ οἱ φρονίμως Χριστιανοὶ ζῶντες φρονοῦντες οἰκονομοῦσι τοὺς ἁπλουστέρους. ὡς καὶ οἱ πατέρες τοὺς κομιδῇ νηπίους.

οὐ γὰρ καταφεύγομεν οὖν ἐπὶ νηπίους καὶ ἠλιθίους ἀγροίκους λέγοντες αὐτοῖς· φεύγετε τοὺς ἰατροὺς. οὐδὲ λέγομεν· ὁρᾶτε μή ποτε τὶς ὑμῶν ἐπιστήμης ἐπιλάβηται. οὐδὲ φάσκομεν ὅτι κακόν ἐστιν ἐπιστήμη, οὐδὲ μεμήναμεν, ἵν᾿ εἴπωμεν ὅτι γνῶσις σφάλλει τοὺς ἀνθρώπους ἀπὸ τῆς κατὰ ψυχὴν ὑγείας. ἀλλ᾿ οὐδ᾿ ἀπόλλυσθαι ἀπὸ σοφίας εἴποιμεν ἄν τινα πώποτε, οἵτινες οὐδὲ τὸ ἐμοὶ προσέχετε. κἂν διδάσκωμεν. φαμὲν. ἀλλά· τῷ θεῷ τῶν ὅλων προσέχετε καὶ διδασκάλῳ τῶν περὶ αὐτοῦ μαθημάτων τῷ Ἰησοῦ. οὐδεὶς δ᾿ ἡμῶν οὕτως ἐστὶν ἀλαζὼν, ἵν᾿ ὅπερ Κέλσος περιέθηκε τῷ τοῦ διδάσκοντος προσώπῳ εἴποι πρὸς τοὺς

v.1.p.268
γνωρίμους. τὸ ἐγὼ ὑμᾶς σώσω μόνος. ὅρα οὖν. πόσα ἡμῶν καταψεύδεται. ἀλλ᾿ οὐδέ φαμεν ὅτι οἱ ἀληθῶς ἰατροὶ φθείρουσιν ους ἐπαγγέλλονται θεραπεύειν.

Καὶ δεύτερον δὲ φέρει καθ᾿ ἡμῶν παράδειγμα φάσκων ὅμοιον ποιεῖν τὸν ἐν ἡμῖν διδάσκαλον, (ὡς) εἴ τις μεθύων εἰς μεθύοντας παριὼν κακηγορεῖ τοὺς νήφοντας ὡς μεθύοντας. παραστησάτω γὰρ ἐκ τῶν γραμμάτων, φέρ᾿ εἰπεῖν. Παύλου ὅτι ἐμέθυεν ὁ τοῦ Ἰησοῦ ἀπόστολος καὶ οὐκ ἦσαν οἱ λόγοι αὐτοῦ νήφοντες, ἢ ἐξ ὧν ἔγραψεν Ἰωάννης ὅτι οὐχὶ σωφρονοῦντος καὶ ἀπηλλαγμένου τῆς ἀπὸ κακίας μέθης πνεῖ αὐτοῦ τὰ νοήματα. οὐδεὶς οὖν σωφρονῶν καὶ διδάσκων τὸν Χριστιανῶν λόγον μεθύει. ἀλλ᾿ ἀφιλοσόφως

498
ἡμῖν λοιδορούμενος ταῦτά φησιν ὁ Κέλσος. τίνας δὲ καὶ νήφοντας κακηγοροῦμεν οἱ πρεσβεύοντες τὰ Χριστιανῶν δόγματα. λεγέτω ὁ Κέλσος.
81
πάντες γὰρ καθ᾿ ἡμᾶς μεθύουσιν οἱ τοῖς ἀψύχοις ὡς θεῷ προσλαλοῦντες. καὶ τί λέγω μεθύουσι; μᾶλλον γὰρ μεμήνασιν. εἰς τοὺς νεὼς σπεύδοντες καὶ ὡς θεοῖς τοῖς ἀγάλμασιν ἢ τοῖς ζῴοις προσκυνοῦντες. οὐχ ἧττον δὲ τούτων μαίνονται καὶ οἱ νομίζοντες εἰς τιμὴν θεῶν ἀληθινῶν κατεσκευάσθαι τὰ ὑπὸ βαναύσων καὶ φαυλοτάτων ἔσθ᾿ ὅτε ἀνδρῶν κατασκευαζόμενα.

Μετὰ ταῦτ᾿ ἐξομοιοῖ τὸν μὲν διδάσκοντα ὀφθαλμιῶντι τοὺς δὲ μανθάνοντας ὀφθαλμιῶσι καί φησι τοῦτον ἐπὶ τῶν ὀφθαλμιώντων αἰτιᾶσθαι τοὺς ὀξὺ βλέποντας ὡς πεπηρωμένους. τίνες οὖν † εἴποιμεν Ἕλληνες οἱ καθ᾿ ἡμᾶς οὐ βλέποντες ἢ οἱ ἐκ τοῦ τηλικούτου μεγέθους τῶν ἐν τῷ κόσμῳ καὶ τοῦ κάλλους τῶν δημιουργημάτων μὴ δυνάμενοι ἀναβλέψαι καὶ θεωρῆσαι ὅτι προσκυνεῖν καὶ θαυμάζειν καὶ σέβειν χρὴ μόνον τὸν ταῦτα πεποιηκότα, καὶ οὐδὲν τῶν παρ᾿ ἀνθρώποις κατασκευαζομένων καὶ εἰς θεῶν τιμὴν παραλαμβανομένων καθηκόντως ἄν τις σέβοι. εἴτε χωρὶς τοῦ δημιουργοῦ θεοῦ εἴτε καὶ μετ᾿ ἐκείνου; τὰ γὰρ οὐδαμῶς συγκριτὰ συγκρίνειν τῷ ἀπείρῳ, ὑπεροχῇ ὑπερέχοντι πάσης γενητῆς φύσεως. τυφλῶν τὴν διάνοιάν ἐστιν ἔργον. οὐκ ὀφθαλμιῶντας οὖν τοὺς ὀξὺ βλέποντας λέγομεν εἶναι ἢ πεπηρωμένους, ἀλλὰ

v.1.p.269
τοὺς καλινδουμένους ἀγνοίᾳ θεοῦ ἐπὶ τοὺς νεὼς καὶ τὰ ἀγάλματα καὶ τὰς λεγομένας ἱερομηνίας φάσκομεν τετυφλῶσθαι τὸν νοῦν· καὶ μάλιστα ὅτε πρὸς τῇ ἀσεβείᾳ καὶ ἐν ἀσελγείᾳ ζῶσιν, ὅ τι ποτ᾿ ἐστὶν αἰδέσιμον ἔργον μηδὲ ζητοῦντες ἀλλὰ πάντ᾿ αἰσχύνης ἄξια πράττοντες.

Μετὰ ταῦτα τοσαῦθ᾿ ἡμᾶς αἰτιασάμενος θέλει ἐμφῆναι ὅτι καὶ ἕτερα ἔχων λέγειν παρασιωπᾷ αὐτά. ἔχει δ᾿ οὕτως αὐτοῦ ἡ λέξις· ταῦτα μὲν αἰτιῶμαι καὶ τὰ τοιαῦτα, ἵνα μὴ πάντ᾿ ἀπαριθμῶ, καί φημι πλημμελεῖν αὐτοὺς ἐπηρεάζοντας εἰς τὸν θεὸν, ἵνα πονηροὺς ἀνθρώπους ὑπάγωνται κούφαις ἐλπίσι καὶ παραπείσωσι καταφρονῆσαι τῶν κρειττόνων, ὡς, ἐὰν ἀπέχωνται αὐτῶν, ἄμεινον αὐτοῖς ἔσται. καὶ πρὸς ταῦτα δὲ λέγοιτ᾿ ἂν ἀπὸ τῆς περὶ τῶν προσερχομένων χριστιανισμῷ ἐνεργείας ὅτι οὐ πάνυ τι πονηροὶ ὑπάγονται τῷ λόγῳ ὅσον οἱ ἁπλούστεροι καὶ (ὡς ἂν οἱ πολλοὶ ὀνομάσαιεν) ἄκομψοι. οὗτοι γὰρ φόβῳ τῷ περὶ τῶν κολάσεων τῶν ἀπαγγελλομένων. κινοῦντι αὐτοὺς καὶ προτρέποντι ἐπὶ τὸ ἀπέχεσθαι τούτων, δι᾿ ἃ αἱ κολάσεις. πειρῶνται ἐπιδιδόναι ἑαυτοὺς τῇ κατὰ χριστιανισμὸν θεοσεβείᾳ· ἐπὶ τοσοῦτον ὑπὸ τοῦ λόγου κρατούμενοι, ὡς φόβῳ τῶν κατὰ τὸν λόγον ὀνομαζομένων

499
αἰωνίων κολάσεων πάσης τῆς παρ᾿ ἀνθρώποις κατ᾿ αὐτῶν ἐπινοουμένης βασάνου καὶ μετὰ μυρίων πόνων θανάτου καταφρονεῖν· ὅπερ οὐδεὶς ἂν τῶν εὖ φρονούντων φήσαι πονηρῶν προαιρέσεων ἔργον εἶναι. πῶς δ᾿ ἀπὸ προαιρέσεως πονηρᾶς ἐγκράτεια καὶ σωφροσύνη ἀσκεῖται ἢ τὸ μεταδοτικὸν καὶ κοινωνικόν; ἀλλ᾿ οὐδ᾿ ὁ πρὸς τὸ θεῖον φόβος, ἐφ᾿ ὃν ὡς χρήσιμον τοῖς πολλοῖς παρακαλεῖ ὁ λόγος τοὺς μηδέπω δυναμένους τὸ δι᾿ αὑτὸ αἱρετὸν βλέπειν καὶ αἱρεῖσθαι αὐτὸ ὡς μέγιστον ἀγαθὸν καὶ ὑπὲρ πᾶσαν ἐπαγγελίαν· ἐξ ὧν οὐ τοῦτο τῷ κατὰ
81
πονηρίαν αἱρουμένῳ ζῆν ἐγγενέσθαι πέφυκεν.

Ἐὰν δέ τις ἐν τούτοις δεισιδαιμονίαν μᾶλλον ἢ πονηρίαν περὶ τοὺς πολλοὺς τῶν πιστευόντων τῷ λόγῳ εἶναι φαντάζηται

v.1.p.270
καὶ ἐγκαλῇ ὡς δεισιδαίμονας ποιοῦντι τῷ λόγῳ ἡμῶν, φήσομεν πρὸς αὐτὸν ὅτι, ὥσπερ ἔλεγέ τις τῶν νομοθετῶν πρὸς τὸν ἐρωτῶντα, εἰ τοὺς καλλίστους ἔθετο τοῖς πολίταις νόμους, ὅτι οὐ τοὺς καθάπαξ καλλίστους ἀλλ᾿ ὧν ἐδύναντο τοὺς καλλίστους· οὕτω λέγοιτο ἂν καὶ ἀπὸ τοῦ πατρὸς τοῦ Χριστιανῶν λόγου ὅτι ὧν ἐδύναντο οἱ πολλοὶ εἰς βελτίωσιν ἠθῶν τοὺς καλλίστους ἐθέμην νόμους καὶ διδασκαλίαν, πόνους οὐ ψευδεῖς ἀπειλῶν καὶ κολάσεις τοῖς ἁμαρτάνουσιν ἀλλ᾿ ἀληθεῖς μὲν καὶ ἀναγκαίους εἰς ἐπανόρθωσιν τῶν ἀντιτεινόντων προσαγομένους, οὐ μὴν καὶ πάντως νοούντων τὸ τοῦ κολάζοντος βούλημα καὶ τὸ τῶν πόνων ἔργον· καὶ τοῦτο γὰρ πρὸς τὸ χρήσιμον καὶ κατὰ τὸ ἀληθὲς καὶ μετ᾿ ἐπικρύψεως συμφερόντως λέγεται. πλὴν ὡς ἐπίπαν οὐ πονηροὺς ὑπάγονται οἱ τὰ χριστιανισμοῦ πρεσβεύοντες. ἀλλ᾿ οὐδὲ ἐπηρεάζομεν εἰς τὸ θεῖον· λέγομεν γὰρ περὶ αὐτοῦ καὶ ἀληθῆ καὶ τοῖς πολλοῖς σαφῆ μὲν εἶναι δοκοῦντα οὐ σαφῆ δ᾿ ὄντα ἐκείνοις ὡς τοῖς ὀλίγοις, φιλοσοφεῖν ἀσκοῦσι τὰ κατὰ τὸν λόγον.

Ἐπεὶ δὲ καὶ κούφαις ἐλπίσι φησὶν ὑπάγεσθαι τοὺς χριστιανίζοντας ὁ Κέλσος, φήσομεν πρὸς αὐτὸν ἐγκαλοῦντα τῷ περὶ τῆς μακαρίας ζωῆς λόγῳ καὶ τῷ περὶ τῆς πρὸς τὸ θεῖον κοινωνίας ὅτι ὅσον ἐπὶ σοὶ, ὦ οὗτος, κούφαις ὑπάγονται ἐλπίσι καὶ οἱ τὸν Πυθαγόρου

500
καὶ Πλάτωνος παραδεξάμενοι περὶ ψυχῆς λόγον, πεφυκυίας ἀναβαίνειν ἐπὶ τὴν ἁψῖδα τοῦ οὐρανοῦ καὶ ἐν τῷ ὑπερουρανίῳ τόπῳ θεωρεῖν τὰ τῶν εὐδαιμόνων θεατῶν θεάματα. κατὰ σὲ δὲ. ὦ Κέλσε, καὶ οἱ παραδεξάμενοι τὴν τῆς ψυχῆς ἐπιδιαμονὴν καὶ βιοῦντες, ὥσθ᾿ ἥρωες γενέσθαι καὶ μετὰ θεῶν ἕξειν τὰς διατριβὰς, κούφαις ἐλπίσιν ὑπάγονται. τάχα δὲ καὶ οἱ πεισθέντες περὶ τοῦ „θύραθεν“ νοῦ ὡς (ἀ)θανάτου, καὶ νοῦ διεξαγωγὴν
v.1.p.271
ἕξοντος. κούφαις ἂν ὑπάγεσθαι λέγοιντο ὑπὸ Κέλσου ἐλπίσιν. ἀγωνισάσθω οὖν μηκέτι κρύπτων τὴν ἑαυτοῦ αἵρεσιν ἀλλ᾿ ὁμολογῶν Ἐπικούρειος εἶναι πρὸς τὰ παρ᾿ Ἕλλησι καὶ βαρβάροις οὐκ εὐκαταφρονήτως λεγόμενα περὶ τῆς ἀθανασίας τῆς ψυχῆς ἢ τῆς ἐπιδιαμονῆς αὐτῆς ἢ τῆς τοῦ νοῦ ἀθανασίας, καὶ παραδεικνύτω ταῦτα μὲν εἶναι λόγους, κούφαις ἐλπίσιν ἀπατῶντας τοὺς συγκατατιθεμένους αὐτοῖς. τοὺς δὲ τῆς ἑαυτοῦ φιλοσοφίας καθαροὺς εἶναι κούφων ἐλπίδων καὶ ἤτοι προσάγοντας ἐλπίσιν ἀγαθαῖς ἢ. ὅπερ μᾶλλον ἀκόλουθόν ἐστιν αὐτῷ, οὐδεμίαν ἐμποιοῦντας ἐλπίδα διὰ τὴν τῆς ψυχῆς εὐθέως παντελῆ φθοράν. εἰ μὴ ἄρα Κέλσος καὶ οἱ Ἐπικούρειοι οὐ φήσουσι κούφην εἶναι ἐλπίδα τὴν περὶ τοῦ τέλους αὐτῶν τῆς ἡδονῆς, ἥτις κατ᾿ αὐτούς ἐστι τὸ ἀγαθὸν, τὸ τῆς σαρκὸς εὐσταθὲς κατάστημα καὶ τὸ περὶ ταύτης πιστὸν Ἐπικούρῳ ἔλπισμα.

Μὴ ὑπολάβῃς δέ με οὐχ ἁρμοζόντως τῷ Χριστιανῶν λόγῳ παρειληφέναι πρὸς τὸν Κέλσον τοὺς περὶ τῆς ἀθανασίας ἢ τῆς ἐπιδιαμονῆς τῆς ψυχῆς φιλοσοφήσαντας· πρὸς οὓς κοινά τινα

82
ἔχοντες εὐκαιρότερον παραστήσομεν ὅτι ἡ μέλλουσα μακαρία ζωὴ μόνοις ἔσται τοῖς (τὴν) κατὰ τὸν Ἰησοῦν θεοσέβειαν καὶ εἰς τὸν τῶν ὅλων δημιουργὸν εὐσέβειαν εἰλικρινῆ καὶ καθαρὰν καὶ ἄμικτον πρὸς ὅτι ποτ᾿ οὖν γενητὸν παραδεξαμένοις. ποίων δὲ κρειττόνων καταφρονεῖν παραπείθομεν τοὺς ἀνθρώπους, παραδεικνύτω ὁ βουλόμενος· καὶ ἀντιπαραθέτω τὸ
501
καθ᾿ ἡμᾶς παρὰ θεῷ ἐν Χριστῷ, τουτέστι τῷ λόγῳ καὶ τῆ σοφίᾳ καὶ πάσῃ ἀρετῇ. τέλος μακάριον τοῖς ἀμέμπτως καὶ καθαρῶς βιώσασι καὶ τὴν πρὸς τὸν τῶν ὅλων θεὸν ἀγάπην ἀδιαίρετον καὶ ἄσχιστον ἀνειληφόσι συμβησόμενον, καὶ δωρεᾷ θεοῦ ἀπαντησόμενον. τῷ καθ᾿ ἑκάστην φιλόσοφον αἵρεσιν ἐν Ἕλλησιν ἢ βαρβάροις ἢ μυστηριώδη ἐπαγγελίαν τέλει· καὶ δεικνύτω τὸ κατά τινα τῶν ἄλλων τέλος κρεῖττον τοῦ καθ᾿ ἡμᾶς καὶ ἀκόλουθον μὲν ὡς ἀληθὲς ἐκεῖνο τὸ δ᾿ ἡμέτερον οὐχ ἁρμόζον δωρεᾷ θεοῦ οὐδὲ τοῖς εὖ βιώσασιν. ἢ οὐχ ὑπὸ θείου πνεύματος. πληρώσαντος τὰς τῶν καθαρῶν προφητῶν ψυχὰς. ταῦτα λελέχθαι. δεικνύτω δ᾿ ὁ βουλόμενος κρείττονας τοὺς ὁμολογουμένους παρὰ πᾶσιν ἀνθρωπίνους λόγους τῶν ἀποδεικνυμένων θείων καὶ ἐκ θεοφορίας ἀπηγγελμένων.
v.1.p.272
τίνων δὲ καὶ κρειττόνων τοὺς ἀποδεχομένους διδάσκομεν ἄμεινον ἀπαλλάξειν; εἰ γὰρ μὴ φορτικὸν εἰπεῖν, αὐτόθεν φαίνεται ὅτι οὐδὲν οὐκ ἐπινοηθῆναι ὡς κρεῖττον εἶναι δύναται τοῦ ἐμπιστεῦσαι ἑαυτὸν τῷ ἐπὶ πᾶσι θεῷ καὶ ἀναθεῖναι διδασκαλίᾳ, παντὸς μὲν ἀφιστάσῃ γενητοῦ προσαγούσῃ δὲ δι᾿ ἐμψύχου καὶ ζῶντος λόγου, ὅς ἐστι καὶ σοφία ζῶσα καὶ υἱὸς θεοῦ, τῷ ἐπὶ πᾶσι θεῷ.

ἀλλὰ γὰρ αὐτάρκη περιγραφὴν ἐν τούτοις καὶ τοῦ τρίτου τόμου τῶν πρὸς τὸ Κέλσου σύγγραμμα ἡμῖν ὑπαγορευθέντων εἰληφότος, αὐτοῦ που καταπαύσομεν τὸν λόγον, ἐν τοῖς ἑξῆς πρὸς τὰ μετὰ τοῦτο γεγραμμένα τῷ Κέλσῳ ἀγωνιούμενοι.

v.1.p.273

83
Ἐν τρισὶ τοῖς πρὸ τούτων διεξελθόντες βιβλίοις τὰ πρὸς τὸ Κέλσου σύγγραμμα νοηθέντα ἡμῖν, ἱερὲ Ἀμβρόσιε, τέταρτον πρὸς τὰ ἑξῆς εὐξάμενοι διὰ Χριστοῦ τῷ θεῷ ὑπαγορεύομεν. δοθεῖεν δ᾿ ἡμῖν λόγοι, περὶ ὧν ἐν τῷ Ἱερεμίᾳ γέγραπται, ὡς τοῦ κυρίου πρὸς τὸν προφήτην εἰπόντος· „ἰδοὺ δέδωκα τοὺς λόγους μου εἰς τὸ στόμα σου πῦρ. ἰδοὺ καθέστακά σε σήμερον ἐπὶ ἔθνη καὶ βασιλείας, ἐκριζοῦν καὶ κατασκάπτειν καὶ ἀπολύειν καὶ κατασπᾶν καὶ ἀνοικοδομεῖν καὶ καταφυτεύειν.“ καὶ γὰρ ἡμεῖς νῦν χρῄζομεν λόγων ἐκριζούντων τὰ κατὰ τῆς ἀληθείας ἀπὸ πάσης ψυχῆς. βεβλαμμένης ἀπὸ τοῦ συγγράμματος Κέλσου ἢ τῶν παραπλησίων αὐτῷ νοημάτων. δεόμεθα δὲ καὶ νοημάτων, κατασκαπτόντων πάσης
502
ψευδοδοξίας οἰκοδομὰς καὶ τῆς Κέλσου ἐν τῷ συγγράμματι αὐτοῦ οἰκοδομῆς παραπλήσια τῇ οἰκοδομῇ τῶν εἰπόντων· „δεῦτε οἰκοδομήσωμεν ἑαυτοῖς πόλιν καὶ πύργον, οὗ ἡ κεφαλὴ ἔσται ἕως τοῦ οὐρανοῦ“· ἀλλὰ καὶ χρῄζομεν σοφίας κατασπώσης πάντα τὰ ἐπαιρόμενα „κατὰ τῆς γνώσεως τοῦ θεοῦ“ ὑψώματα καὶ τὸ Κέλσου „ἐπαιρόμενον“ καθ᾿ ἡμῶν τῆς ἀλαζονείας „ὕψωμα.“ εἶτ᾿ ἐπεὶ μὴ χρὴ καταλήγειν ἡμᾶς ἐπὶ τὸ „ἐκριζοῦν καὶ κατασκάπτειν“ τὰ προειρημένα ἀλλ᾿ εἰς μὲν τὴν χώραν τῶν ἐκριζωθέντων „καταφυτεύειν“ φυτείαν τοῦ κατὰ θεὸν γεωργίου, εἰς δὲ τὸν τόπον τῶν κατασκαφέντων οἰκοδομεῖν θεοῦ οἰκοδομὴν καὶ
v.1.p.274
ναὸν δόξης θεοῦ, διὰ τοῦτο καὶ ἡμῖν εὐκτέον ἐστὶ τῷ δεδωκότι κυρίῳ τὰ ἐν τῷ Ἱερεμίᾳ γεγραμμένα, ἵνα καὶ ἡμῖν δῷ λόγους καὶ πρὸς τὸ οἰκοδομεῖν τὰ τοῦ Χριστοῦ καὶ „καταφυτεύειν“ τὸν πνευματικὸν νόμον καὶ τοὺς ἀνάλογον αὐτῷ προφητικοὺς λόγους.

καὶ μάλιστα χρεία ἡμῖν πρὸς τὰ νῦν ἑξῆς τοῖς προειρημένοις τῷ Κέλσῳ λεγόμενα κατασκευάσαι ὅτι καλῶς τὰ περὶ τοῦ Χριστοῦ πεπροφήτευται. ἅμα γὰρ πρὸς ἀμφοτέρους ἱστάμενος ὁ Κέλσος, Ἰουδαίους μὲν ἀρνουμένους γεγονέναι τὴν Χριστοῦ ἐπιδημίαν ἐλπίζοντας δ᾿ αὐτὴν ἔσεσθαι, Χριστιανοὺς δὲ ὁμολογοῦντας τὸν Ἰησοῦν εἶναι τὸν προφητευθέντα Χριστὸν, φησίν·

Ὅτι δὲ καὶ Χριστιανῶν τινες καὶ Ἰουδαῖοι, οἱ μὲν καταβεβηκέναι (λέγουσιν,) οἱ δὲ καταβήσεσθαι εἰς τὴν γῆν τινα θεὸν ἢ θεοῦ υἱὸν τῶν τῇδε δικαιωτὴν, τοῦτ᾿ αἴσχιστον, καὶ οὐδὲ δεῖται μακροῦ λόγου ὁ ἔλεγχος. καὶ δοκεῖ γε ἀκριβῶς περὶ μὲν Ἰουδαίων οὐ τινῶν ἀλλὰ πάντων λέγειν ὅτι οἴονταί τινα καταβήσεσθαι ἐπὶ τὴν γῆν, περὶ δὲ Χριστιανῶν οτι τινὲς αὐτῶν καταβεβηκέναι λέγουσιν. ἐμφαίνει γὰρ τοὺς ἀπὸ Ἰουδαϊκῶν γραφῶν κατασκευάζοντας τὴν Χριστοῦ ἐπιδημίαν ὡς ἤδη γεγενημένην, καὶ ἔοικεν εἰδέναι ὅτι εἰσί τινες αἱρέσεις ἀρνούμεναι Χριστὸν Ἰησοῦν εἶναι τὸν πεπροφητευμένον. ἤδη μὲν οὖν καὶ ἐν τοῖς προτέροις περὶ τοῦ πεπροφητεῦσθαι τὸν Χριστὸν κατὰ δύναμιν διειλήφαμεν, διὸ τὰ πολλὰ τῶν δυναμένων λέγεσθαι εἰς τὸν τόπον οὐκ ἐπαναλαμβάνομεν, ἵνα μὴ παλιλλογῶμεν. ὅρα δὴ ὅτι, εἴπερ

83
μετά τινος κἂν δοκούσης ἀκολουθίας ἐβούλετο ἀνατρέπειν τὴν περὶ τῶν προφητειῶν (ἢ) περὶ τοῦ ἐπιδημήσειν ἢ ἐπιδεδημηκέναι τὸν Χριστὸν πίστιν, ἐχρῆν αὐτὸν αὐτὰς ἐκθέσθαι τὰς προφητείας. αἷς ἐν τῷ διαλέγεσθαι πρὸς ἀλλήλους χρώμεθα Χριστιανοὶ καὶ Ἰουδαῖοι· οὕτως γὰρ ἂν κἂν ἔδοξε τοὺς περισπωμένους ὑπὸ τῆς, ὡς οἴεται, πιθανότητος [δοκεῖν] ἀνατρέπειν ἀπὸ τῆς πρὸς τὰ προφητικὰ συγκαταθέσεως καὶ τῆς διὰ τὰ προφητικὰ εἰς τὸν Ἰησοῦν ὡς ὄντα Χριστὸν πίστεως· νυνὶ δὲ ἤτοι μὴ δυνάμενος ἀπαντῆσαι
503
πρὸς τὰς περὶ Χριστοῦ προφητείας (ἢ) μηδὲ τὴν ἀρχὴν εἰδὼς, τίνα ἐστὶ τὰ περὶ αὐτοῦ προφητευόμενα, οὐδεμίαν μὲν λέξιν τίθησι προφητικὴν,
v.1.p.275
καίτοι γε μυρίαι ὅσαι εἰσὶ περὶ Χριστοῦ, κατηγορεῖν δὲ οἴεται τῶν προφητικῶν, μηδ᾿ ἣν εἴποι ἂν ἐκεῖνος πιθανότητα αὐτῶν ἐκθέμενος. οὐκ οἶδε μέντοι γε ὅτι οὐ πάνυ τι Ἰουδαῖοι λέγουσι θεὸν ὄντα τὸν Χριστὸν καταβήσεσθαι ἢ θεοῦ υἱὸν, ὡς καὶ ἐν τοῖς ἀνωτέρω εἰρήκαμεν.

Καὶ εἰπὼν αὐτὸν ὑφ᾿ ἡμῶν μὲν λέγεσθαι καταβεβηκέναι ὑπὸ Ἰουδαίων δὲ καταβήσεσθαι δικαιωτὴν, κατηγορεῖν αὐτόθεν οἴεται τοῦ λεγομένου ὡς αἰσχίστου καὶ οὐδὲ μακροῦ ἐλέγχου δεομένου καί φησι· τίς ὁ νοῦς τῆς τοιᾶσδε καθόδου τῷ θεῷ; οὐχ ὁρῶν ὅτι καὶ καθ᾿ ἡμᾶς ἐστι τῆς καθόδου ὁ νοῦς. προηγουμένως μὲν τὰ λεγόμενα ἐν τῷ εὐαγγελίῳ „ἀπολωλότα πρόβατα οἴκου Ἰσραὴλ“ ἐπιστρέψαι, δευτέρως δὲ τὸ διὰ τὴν ἐκείνων ἀπείθειαν ἆραι ἀπ᾿ αὐτῶν τὴν ὀνομασθεῖσαν βασιλείαν τοῦ θεοῦ καὶ δοῦναι „ἄλλοις γεωργοῖς“ παρὰ τοὺς πάλαι Ἰουδαίους Χριστιανοῖς, „τοὺς καρποὺς“ τῆς τοῦ θεοῦ βασιλείας „ἀποδώσουσι“ τῷ θεῷ „ἐν τοῖς“ ἑκάστης πράξεως οὔσης καρποῦ τῆς βασιλείας „καιροῖς.“

ἡμεῖς μὲν οὖν ἀπὸ πλειόνων ὀλίγα εἴπομεν πρὸς τὴν Κέλσου πεῦσιν εἰπόντος· τίς γὰρ ὁ νοῦς τῆς τοιᾶσδε καθόδου τῷ θεῷ; Κέλσος δὲ τὰ μήτε ὑπὸ Ἰουδαίων μήτε ὑφ᾿ ἡμῶν λεχθέντα ἂν ἑαυτῷ ἀποφαίνεται λέγων· ἢ ἵνα μάθῃ τὰ ἐν ἀνθρώποις; οὐδεὶς γὰρ ἡμῶν φησιν ὅτι, ἵνα μάθῃ τὰ ἐν ἀνθρώποις, Χριστὸς ἐπιδημεῖ τῷ βίῳ. εἶτα ὡς εἰπόντων ἄν τινων τὸ ἵνα μάθῃ τὰ ἐν ἀνθρώποις, ἑαυτῷ ἀνθυποφέρει πρὸς τοῦτο τὸ οὐ γὰρ οἶδε πάντα; εἶτα ὡς ἀποκρινουμένων ὅτι οἶδε, πάλιν ἐπαπορεῖ λέγων ὅτι ἆρα οἶδε μὲν, οὐκ ἐπανορθοῖ δὲ, οὐδ᾿ οἷόν τε αὐτῷ θείᾳ δυνάμει ἐπανορθοῦν; καὶ ταῦτα δὲ πάντα εὐήθως λέγει. ἀεὶ γὰρ ὁ θεὸς τῷ ἑαυτοῦ λόγῳ, κατὰ γενεὰς εἰς ψυχὰς ὁσίας μεταβαίνοντι καὶ φίλους θεοῦ καὶ προφήτας κατασκευάζοντι, ἐπανορθοῖ τοὺς ἀκούοντας τῶν λεγομένων· καὶ ἐν τῇ Χριστοῦ δ᾿ ἐπιδημίᾳ ἐπανορθοῖ τῷ

v.1.p.276
κατὰ χριστιανισμὸν λόγῳ οὐχὶ τοὺς μὴ βουλομένους ἀλλὰ τοὺς τὸν κρείττονα βίον καὶ ἀρέσκοντα τῷ θεῷ ἑλομένους.

οὐκ οἶδα δὲ καὶ ποταπὴν ἐπανόρθωσιν βουλόμενος ὁ Κέλσος γενέσθαι ἐπηπόρησε λέγων· ἆρ᾿ οὐχ οἷόν τε αὐτῷ δυνάμει θείᾳ ἐπανορθοῦν, ἐὰν μὴ φύσει τινὰ ἐπὶ τοῦτο πέμψῃ; ἆρα γὰρ ἤθελε φαντασιουμένοις τοῖς ἀνθρώποις ὑπὸ θεοῦ, ἀπειληφότος μὲν ἀθρόως

84
τὴν κακίαν ἐμφύοντος δὲ τὴν ἀρετὴν, τὴν ἐπανόρθωσιν γενέσθαι; ἄλλος μὲν οὖν ζητήσει, εἰ ἀκόλουθον ἢ εἰ δυνατόν ἐστι τῇ φύσει τὸ τοιοῦτον· ἡμεῖς δὲ εἴποιμεν ἂν ὅτι ἔστω,
504
καὶ δυνατὸν αὐτὸ εἶναι· ποῦ οὖν τὸ ἐφ᾿ ἡμῖν, καὶ ποῦ ἐπαινετὴ συγκατάθεσις πρὸς τὸ ἀληθὲς τὸ ἀληθὲς ἢ ἀποδεκτὴ ἀνάνευσις ἀπὸ τοῦ ψεύδους; ἀλλὰ καὶ εἰ ἅπαξ δοθείη καὶ δυνατὸν τοῦτο καὶ πρεπόντως γινόμενον, διὰ τί οὐχὶ μᾶλλον ζητήσει τις τὴν ἀρχὴν, ἀνάλογόν τι φάσκων τῷ Κέλσῳ, ὅτι οὐχ οἷόν τε ἦν τῷ θεῷ θείᾳ δυνάμει μηδ᾿ ἐπανορθώσεως δεομένους ποιῆσαι τοὺς ἀνθρώπους ἀλλ᾿ αὐτόθεν σπουδαίους καὶ τελείους, οὐδὲ τὴν ἀρχὴν ὑποστάσης τῆς κακίας; ταῦτα δ᾿ ἰδιώτας μὲν καὶ ἀσυνέτους δύναται συναρπάσαι οὐ μὴν καὶ τὸν ἐνορῶντα τῇ φύσει τῶν πραγμάτων· ὅτι ἀρετῆς μὲν ἐὰν ἀνέλῃς τὸ ἑκούσιον, ἀνεῖλες αὐτῆς καὶ τὴν οὐσίαν. ὅλης δ᾿ εἰς ταῦτα πραγματείας χρεία· περὶ ἧς οὐκ ὀλίγα ἐν τοῖς περὶ προνοίας καὶ Ἕλληνες εἰρήκασιν, οἱ μὴ εἰπόντες ἂν ἅπερ ὁ Κέλσος ἐξέθετο λέγων· οἶδε μὲν, οὐκ ἐπανορθοῖ δὲ, οὐδ᾿ οἷόν τε αὐτῷ δυνάμει θείᾳ ἐπανορθοῦν. καὶ ἡμεῖς δὲ πολλαχοῦ κατὰ τὸ δυνατὸν ἡμῖν εἰρήκαμεν περὶ τούτων, καὶ οἱ θεῖοι λόγοι τοῖς ἀκούειν δυναμένοις αὐτῶν παρέστησαν.

Λελέξεται οὖν ὅπερ ἡμῖν καὶ Ἰουδαίοις προσάγει ὁ Κέλσος καὶ πρὸς αὐτόν· ὅτι ἆρα, ὦ οὗτος, οἶδεν ὁ ἐπὶ πᾶσι θεὸς τὰ ἐν ἀνθρώποις ἢ οὐκ οἶδεν; ἀλλ᾿ εἴπερ τίθης εἶναι θεὸν καὶ πρόνοιαν,

v.1.p.277
ὡς ἐμφαίνει σου τὸ σύγγραμμα, ἀναγκαῖον αὐτὸν εἰδέναι. εἰ δ᾿ οἶδεν, διὰ τί οὐκ ἐπανορθοῖ; ἢ ἡμῖν μὲν ἀναγκαῖον ἀπολογεῖσθαι. διὰ τί εἰδὼς οὐκ ἐπανορθοῖ· σοὶ δὲ, μὴ πάνυ ἐμφαίνοντι διὰ τοῦ συγγράμματος τὸν Ἐπικούρειον ἀλλὰ προσποιουμένῳ πρόνοιαν εἰδέναι, οὐκ ἐπ᾿ ἴσης λελέξεται, διὰ τί εἰδὼς τὰ ἐν ἀνθρώποις πάντα ὁ θεὸς οὐκ ἐπανορθοῖ οὐδὲ θείᾳ δυνάμει ἀπαλλάσσει πάντας τῆς κακίας; ἀλλ᾿ οὐκ αἰσχυνόμεθα λέγειν ὅτι ἀεὶ μὲν πέμπει τοὺς ἐπανορθωσομένους· οἱ γὰρ ἐπὶ τὰ βέλτιστα προκαλούμενοι λόγοι, θεοῦ αὐτοὺς δεδωκότος. εἰσὶν ἐν ἀνθρώποις· ἤδη δὲ τῶν διακονουμένων τῷ θεῷ πολλαί εἰσι διαφοραὶ, καὶ ὀλίγοι εἰσὶν οἱ πάντῃ καὶ καθαρῶς πρεσβεύοντες τὰ τῆς ἀληθείας καὶ τὴν παντελῆ ἐπανόρθωσιν ἐργαζόμενοι, ὁποῖοι ἦσαν Μωϋσῆς καὶ οἱ προφῆται. παρὰ δὲ τούτους πάντας μεγάλη ἡ διὰ τοῦ Ἰησοῦ ἐπανόρθωσις, οὐ τοὺς ἐν μιᾷ γωνίᾳ τῆς οἰκουμένης βουληθέντος μόνους θεραπεύεσθαι ἀλλὰ τὸ ὅσον ἐπ᾿ αὐτῷ καὶ τοὺς πανταχοῦ· „σωτὴρ“ γὰρ ἦλθε „πάντων ἀνθρώπων.“