Contra Celsum

Origen

Origenes. Origenes Werke Vol 1-2. Koetschau, Paul, editor. Leipzig: Hinrichs, 1899.

Καὶ οὔπω λέγω περὶ τῆς ἐν τοῖς εὐαγγελίοις τηρήσεως πάντων τῶν γεγραμμένων· ὧν ἕκαστον πολὺν καὶ δυσθεώρητον οὐ μόνον τοῖς πολλοῖς ἀλλὰ καὶ τισι τῶν συνετῶν περιέχει λόγον. ἔχοντα διήγησιν βαθυτάτην παραβολῶν, ὧν τοῖς „ἔξω“ ἐλάλησεν ὁ Ἰησοῦς, τηρῶν αὐτῶν τὴν σαφήνειαν τοῖς ὑπερβεβηκόσι τὰς ἐξωτερικὰς ἀκοὰς καὶ κατ᾿ ἰδίαν αὐτῷ „ἐν τῇ οἰκίᾳ“ προσερχομένοις, θαυμάσεται δὲ νοήσας, τίνα λόγον ἔχει τὸ „ἔξω“ τινὰς ὀνομάζεσθαι καὶ ἄλλους „ἐν τῇ οἰκίᾳ.“ καὶ πάλιν τίς οὐκ ἂν καταπλαγείη τῶν δυναμένων βλέπειν τὰς Ἰησοῦ μεταβάσεις, ἀναβαίνοντος μὲν εἰς ὄρος ἐπὶ τοιοῖσδε

v.1.p.218
λόγοις ἢ πράξεσιν ἢ τῇ ἑαυτοῦ μεταμορφώσει. κάτω δὲ θεραπεύοντος τοὺς ἀσθενοῦντας καὶ μὴ δυναμένους ἀναβαίνειν ὅπου ἕπονται αὐτῷ οἱ μαθηταὶ αὐτοῦ; διηγεῖσθαι δὲ νῦν τὰ ἀληθῶς σεμνὰ καὶ θεῖα τῶν εὐαγγελίων ἢ τὸν ἐν τῷ Παύλῳ Χριστοῦ. τουτέστι τῆς σοφίας καὶ τοῦ λόγου, νοῦν οὐκ εὔκαιρον. ἀλλ᾿ αὐτάρκη καὶ ταῦτα πρὸς τὴν ἀφιλόσοφον χλεύην τοῦ Κέλσου. ὁμοιοῦντος τὰ ἔνδον καὶ μυστικὰ τῆς ἐκκλησίας τοῦ θεοῦ τοῖς Αἰγυπτίων αἰλούροις ἢ πιθήκοις ἢ κροκοδείλοις ἢ τράγοις ἢ κυσίν.

Οὐδὲν δὲ εἶδος τοῦ περὶ ἡμῶν διασυρμοῦ καὶ καταγέλωτος καταλιπὼν ὁ βωμολόχος Κέλσος ἐν τῷ καθ᾿ ἡμῶν λόγῳ Διοσκούρους καὶ Ἡρακλέα καὶ Ἀσκληπιὸν καὶ Διόνυσον ὀνομάζει, τοὺς ἐξ ἀνθρώπων πεπιστευμένους παρ᾿ Ἕλλησι γεγονέναι θεοὺς. καὶ φησιν οὐκ ἀνέχεσθαι μὲν ἡμᾶς τούτους νομίζειν θεοὺς. ὅτι ἄνθρωποι ἦσαν καὶ πρῶτοι. καίτοι πολλὰ ἐπιδειξαμένους καὶ γενναῖα ὑπὲρ ἀνθρώπων· τὸν δ᾿ Ἰησοῦν ἀποθανόντα ὑπὸ τῶν ἰδίων θιασωτῶν ὦφθαί φαμεν· προσκατηγορεῖ δ᾿ ἡμῶν καὶ ὡς λεγόντων αὐτὸν ὦφθαι, καὶ ταῦτα σκιάν. καὶ πρὸς ταῦτα δὲ φήσομεν ὅτι δεινῶς ὁ Κέλσος οὔτε σαφῶς παρέστησε

65
μὴ σέβειν τούτους ὡς θεοὺς (εὐλαβεῖτο γὰρ τὴν δόξαν τῶν ἐντευξομένων αὐτοῦ τῇ γραφῇ. ὑποληψομένων αὐτὸν ἄθεον, εἴ τι τῆς φαινομένης αὐτῷ ἀληθείας ἐπρέσβευεν). οὔτ᾿ αὖ προσεποιήσατο καὶ αὐτὸς αὐτοὺς θεοὺς νομίζειν·
460
πρὸς ἑκάτερον γὰρ ἂν αὐτῶν ἀπεκρινάμεθα.

φέρε οὖν πρὸς μὲν τοὺς μὴ νομίζοντας αὐτοὺς εἶναι θεοὺς ταῦτ᾿ εἴπωμεν. ἆρ᾿ οὐδὲ τὴν ἀρχήν εἰσιν οὗτοι, ἀλλ᾿, ὥσπερ οἴονταί τινες περὶ τῆς τῶν ἀνθρώπων ψυχῆς ὡς παραχρῆμα διαφθειρομένης, διεφθάρη καὶ τούτων ἡ ψυχή· ἢ κατὰ τὴν δόξαν τῶν λεγόντων ἐπιδιαμένειν ἢ ἀθάνατον αὐτὴν εἶναι ἐπιδιαμένουσιν οὗτοι ἢ ἀθάνατοί εἰσι, καὶ θεοὶ μὲν οὐκ εἰσὶν ἥρωες δέ· ἢ οὐδὲ ἥρωες ἀλλ᾿ ἁπαξαπλῶς ψυχαί; εἰ μὲν οὖν οὐκ εἶναι ὑπολαμβάνετε αὐτοὺς. τὸν προηγούμενον ἡμῖν περὶ ψυχῆς κατασκευαστέον λόγον· εἰ δὲ εἰσὶ, καὶ οὕτω τὸν

v.1.p.219
περὶ ἀθανασίας ἀποδεκτέον οὐ μόνον ἐκ τῶν καλῶς περὶ αὐτῆς εἰπόντων Ἑλλήνων ἀλλὰ καὶ κατὰ τὸ ἀρέσκον τοῖς θείοις μαθήμασι. καὶ δείξομεν ὅτι οὐχ οἷόν τε τούτους πολυθέους γενομένους ἐν χώρᾳ καὶ μερίδι κρείττονι γεγονέναι μετὰ τὴν ἐντεῦθεν ἀπαλλαγὴν, φέροντες τὰς περὶ αὐτῶν ἱστορίας, ἐν αἷς ἀναγέγραπται πολλὴ Ἡρακλέους ἀκολασία καὶ ἡ πρὸς τὴν Ὀμφάλην γυναικείως δουλεία, καὶ τὰ περὶ Ἀσκληπιοῦ ὡς κεραυνῷ βληθέντος ὑπὸ τοῦ Διὸς αὐτῶν. λελέξεται δὲ καὶ τὰ περὶ τῶν Διοσκούρων, ὡς ἄλλοτε μὲν ζώουσ᾿ ἑτερήμεροι, ἄλλοτε δ᾿ αὖτε τεθνᾶσιν· τιμὴν δὲ λελόγχασιν ἶσα θεοῖσιν οἱ πολλάκις ἀποθνῄσκοντες. πῶς οὖν οἴονται κατὰ τὸ εὔλογον τούτων νομισθῆναί τινα θεὸν ἢ ἥρωα;

Ἡμεῖς δὲ τὰ περὶ τοῦ ἡμετέρου Ἰησοῦ ἀπὸ τῶν προφητικῶν δεικνύντες καὶ μετὰ τοῦτο παραβάλλοντες τὴν περὶ αὐτοῦ ἱστορίαν ταῖς περὶ ἐκείνων ἱστορίαις . . . . . ὅτι οὐδεμία τούτου φέρεται ἀκολασία. οὐδὲ γὰρ αὐτοὶ οἱ ἐπιβουλεύοντες αὐτῷ καὶ ζητήσαντες κατ᾿ αὐτοῦ „ψευδομαρτυρίαν“ κἂν πιθανότητα εὗρον εἰς τὴν κατ᾿ αὐτοῦ „ψευδομαρτυρίαν,“ ἵν᾿ ἀκολασίας ἕνεκεν αὐτοῦ κατηγορήσωσιν· ἀλλὰ καὶ ὁ θάνατος αὐτοῦ ἐξ ἐπιβουλῆς ἀνθρώπων γέγονε καὶ οὐδὲν ὅμοιον ἔσχε τῷ πρὸς τὸν Ἀσκληπιὸν κεραυνῷ. τί δὲ σεμνὸν ἔχει ὁ μαινόλας Διόνυσος καὶ γυναικεῖα περιβεβλημένος. ἵν᾿ ὡς θεὸς προσκυνηθῇ; ἐὰν δὲ καὶ οἱ περὶ τούτων ἀπολογούμενοι ἐπὶ ἀλληγορίας καταφεύγωσιν, ἰδίᾳ μὲν ἐξεταστέον τὰς ἀλληγορίας, εἰ τὸ ὑγιὲς ἔχουσιν, ἰδίᾳ δὲ, εἰ δύνανται ὑπόστασιν ἔχειν καὶ ἄξιοι εἶναι σεβασμῶν καὶ προσκυνήσεως σπαραττόμενοι ὑπὸ Τιτάνων καὶ καταβαλλόμενοι

v.1.p.220
ἀπὸ τοῦ οὐρανίου θρόνου. ὁ δ᾿ ἡμέτερος Ἰησοῦς ὁ ὀφθεὶς τοῖς ἰδίοις θιασώταις (χρήσομαι γὰρ τῷ παρὰ τῷ Κέλσῳ ὀνόματι) ὤφθη μὲν κατ᾿ ἀλήθειαν, συκοφαντεῖ δὲ τὸν λόγον ὁ Κέλσος λέγων αὐτὸν ὦφθαι σκιάν. καὶ συνεξεταζέσθω γε τὰ τῶν περὶ ἐκείνων ἱστοριῶν τῇ περὶ τοῦ Ἰησοῦ. ἢ ἐκεῖνα
461
μὲν βούλεται ὁ Κέλσος εἶναι ἀληθῆ, ταῦτα δὲ ἀναγραφέντα ὑπὸ τῶν τεθεαμένων καὶ τῷ ἔργῳ δειξάντων τὴν ἐνάργειαν τῆς καταλήψεως περὶ τοῦ τεθεωρημένου
65
καὶ παραστησάντων τὴν διάθεσιν ἐν οἷς προθύμως ὑπὲρ τοῦ λόγου αὐτοῦ πεπόνθασιν εἶναι πλάσματα; καὶ τίς ἂν κατὰ τὸ εὔλογον πάντα πράττειν θέλων ἀποκληρωτικῶς συγκαταθοῖτο μὲν (τοῖς) περὶ ἐκείνων εἰς δὲ τὰ περὶ τούτου ἀνεξετάστως ὁρμῶν ἀπιστήσαι τοῖς περὶ αὐτοῦ;

Καὶ πάλιν ἐπὰν μὲν περὶ τοῦ Ἀσκληπιοῦ λέγηται ὅτι πολὺ ἀνθρώπων πλῆθος Ἑλλήνων τε καὶ βαρβάρων ὁμολογεῖ πολλάκις ἰδεῖν καὶ ἔτι ὁρᾶν, οὐ φάσμα αὐτὸ τοῦτο ἀλλὰ θεραπεύοντα καὶ εὐεργετοῦντα καὶ τὰ μέλλοντα προλέγοντα. πιστεύειν ἡμᾶς ὁ Κέλσος ἀξιοῖ καὶ οὐκ ἐγκαλεῖ τοῖς εἰς τὸν Ἰησοῦν πιστοῖς. ἐπὰν τούτοις πιστεύωμεν· ἐπὰν δὲ τοῖς μαθηταῖς καὶ τεθεαμένοις τὰ τεράστια τοῦ Ἰησοῦ καὶ παριστᾶσιν ἐναργῶς τὸ εὔγνωμον τῆς ἑαυτῶν συνειδήσεως συγκαταθώμεθα, ὁρῶντες τὸ ἀπάνουργον αὐτῶν, ὅσον ἔστιν ἰδεῖν συνείδησιν ἀπὸ γραμμάτων, εὐήθεις τινὲς εἶναι παρὰ τῷ Κέλσῳ ὀνομαζόμεθα, οὐκ ἔχοντι παρστῆσαι ἀμύθητον, ὥς φησι. πλῆθος ἀνθρώπων Ἑλλήνων καὶ βαρβάρων ὁμολογούντων Ἀσκληπιῷ. ἡμεῖς γὰρ, εἰ τοῦτο σεμνὸν εἶναι νομίζει, ἐναργῶς δείκνυμεν ἀμύθητόν τι πλῆθος Ἑλλήνων τε καὶ βαρβάρων ὁμολογούντων τῷ Ἰησοῦ. τινὲς δὲ σημεῖα τοῦ εἰληφέναι τι διὰ τὴν πίστιν ταύτην παραδοξότερον ἐπιδείκνυνται ἐν οἷς θεραπεύουσιν. οὐδὲν ἄλλο καλοῦντες ἐπὶ τοὺς δεομένους θεραπείας ἢ τὸν ἐπὶ πᾶσι θεὸν καὶ τὸ τοῦ Ἰησοῦ ὄνομα μετὰ τῆς περὶ αὐτοῦ ἱστορίας. τούτοις γὰρ καὶ ἡμεῖς ἑωράκαμεν πολλοὺς ἀπαλλαγέντας χαλεπῶν συμπτωμάτων καὶ ἐκστάσεων καὶ μανιῶν καὶ ἄλλων μυρίων, ἅπερ οὔτ᾿ ἄνθρωποι οὔτε δαίμονες ἐθεράπευσαν.

v.1.p.221

Ἵνα δὲ καὶ δῶ ἰατρόν τινα δαίμονα θεραπεύειν σώματα τὸν καλούμενον Ἀσκληπιὸν, εἴποιμ᾿ ἂν πρὸς τοὺς θαυμάζοντας τὸ τοιοῦτο ἢ τὴν Ἀπόλλωνος μαντείαν ὅτι. εἴπερ μέσον ἐστὶν ἡ τῶν σωμάτων ἰατρικὴ καὶ πρᾶγμα πίπτον οὐκ εἰς ἀστείους μόνον ἀλλὰ καὶ φαύλους. μέσον δὲ καὶ ἡ περὶ τῶν μελλόντων πρόγνωσις (οὐ γὰρ πάντως ἐμφαίνει τὸ ἀστεῖον ὁ προγινώσκων), παραστήσατε πῶς οὐδαμῶς μέν εἰσι φαῦλοι οἱ θεραπεύοντες ἢ οἱ προγινώσκοντες παντὶ δὲ τρόπῳ ἀποδείκνυνται ἀστεῖοί τινες καὶ οὐ μακρὰν τοῦ ὑποληφθῆναι εἶναι θεοί. ἀλλ᾿ οὐ δυνήσονται ἀστείους ἀποδεῖξαι τοὺς θεραπεύοντας ἢ τοὺς προγινώσκοντας. πολλῶν καὶ ἀναξίων τοῦ ζῆν θεραπεύεσθαι λεγομένων, οὓς οὐκ ἂν οὐδ᾿ ὁ σοφὸς ἰατρὸς ὢν θεραπεῦσαι ἠθέλησεν ἀκαθηκόντως ζῶντας.

καὶ ἐν τοῖς χρησμοῖς

462
δὲ τοῦ Πυθίου εὕροις ἂν προστασσόμενά τινα οὐκ εὔλογα. ὧν δύο ἐπὶ τοῦ παρόντος παραθήσομαι, ὅτι Κλεομήδην μὲν, οἶμαι τὸν πύκτην, ἰσοθέοις τιμαῖς ἐκέλευε τιμᾶσθαι. οὐκ οἶδ᾿ ὅ τι ποτὲ σεμνὸν ἰδὼν ἐν τῇ πυκτικῇ αὐτοῦ, οὔτε δὲ Πυθαγόραν οὔτε Σωκράτην ἐτίμησε ταῖς τιμαῖς τοῦ πύκτου. ἀλλὰ καὶ „Μουσῶν θεράποντα“ εἰπὼν τὸν Ἀρχίλοχον. ἄνδρα ἐν κακίστῃ καὶ ἀσελγεστάτῃ
66
ὑποθέσει ἐπιδειξάμενον τὴν ἑαυτοῦ ποιητικὴν καὶ ἦθος ἀσελγὲς καὶ ἀκάθαρτον παραστήσαντα. ὅσον ἐπὶ τῷ „θεράποντα“ εἶναι „Μουσῶν,“ νομιζομένων εἶναι θεῶν. εὐσεβῆ τινα ἀνηγόρευσεν. οὐκ οἶδα δὲ εἰ καὶ ὁ τυχὼν τὸν εὐσεβῆ φήσει μὴ πάσῃ κεκοσμῆσθαι μετριότητι καὶ ἀρετῇ, καὶ κόσμιος τοιαῦτα λέγοι ἂν, ὁποῖα περιέχουσιν οἱ μὴ σεμνοὶ τοῦ Ἀρχιλόχου ἴαμβοι. εἰ δὲ μηδὲν θεῖον αὐτόθεν ἐμφαίνεται ἀπὸ τῆς Ἀσκληπιοῦ ἰατρικῆς καὶ Ἀπόλλωνος μαντικῆς, πῶς εὐλόγως ἄν τις. ἵνα καὶ δῶ ταῦθ᾿ οὕτως ἔχειν. ὡς θεοὺς αὐτοὺς σέβοι ἂν καθαρούς τινας; καὶ μάλισθ᾿ ὅτε διὰ τοῦ Πυθίου στομίου περικαθεζομένῃ τῇ καλουμένῃ προφήτιδι πνεῦμα διὰ τῶν
v.1.p.222
γυναικείων ὑπεισέρχεται τὸ μαντικὸν, ὁ Ἀπόλλων, τὸ καθαρὸν ἀπὸ γηΐνου σώματος. οὐδὲν δὲ τοιοῦτον ἡμεῖς περὶ τοῦ Ἰησοῦ καὶ τῆς δυνάμεως αὐτοῦ δοξάζομεν. τὸ γὰρ γεγεννημένον ἀπὸ τῆς παρθένου σῶμα ἦν ἀπὸ τῆς ἀνθρωπίνης ὕλης συνεστηκὸς, δεκτικὸν τῶν ἀνθρωπίνων τραυμάτων καὶ θανάτου.

Ἴδωμεν δὲ καὶ ἃ μετὰ ταῦτα λέγει ὁ Κέλσος, παρατιθέμενος ἀπὸ ἱστοριῶν παράδοξα καὶ καθ᾿ αὑτὰ μὲν ἀπίστοις ἐοικότα ὑπ᾿ αὐτοῦ δὲ οὐκ ἀπιστούμενα ὅσον γε ἐπὶ τῇ λέξει αὐτοῦ. καὶ πρῶτόν γε τὰ περὶ τὸν Προκοννήσιον Ἀριστέαν, περὶ οὗ ταῦτά φησιν· εἶτ᾿ Ἀριστέαν μὲν τὸν Προκοννήσιον ἀφανισθέντα τε οὕτως δαι

463
μονίως ἐξ ἀνθρώπων καὶ αὖθις ἐναργῶς φανέντα καὶ πολλοῖς ὕστερον χρόνοις πολλαχοῦ τῆς οἰκουμένης ἐπιδημήσαντα καὶ θαυμαστὰ ἀγγείλαντα, καὶ τοῦ Ἀπόλλωνος ἐπισκήψαντος Μεταποντίνοις ἐν θεῶν μοίρᾳ νέμειν τὸν Ἀριστέαν, τοῦτον οὐδεὶς ἔτι νομίζει θεόν. ἔοικε δ᾿ εἰληφέναι τὴν ἱστορίαν ἀπὸ Πινδάρου καὶ Ἡροδότου. ἀρκεῖ δὲ νῦν τὴν Ἡροδότου παραθέσθαι λέξιν ἀπὸ τῆς τετάρτης τῶν ἱστοριῶν οὕτως περὶ αὐτοῦ ἔχουσαν. „καὶ ὅθεν μὲν ἦν Ἀριστέης ὁ ταῦτα εἴπας, εἴρηκα· ὃν δὲ περὶ αὐτοῦ λόγον ἤκουον ἐν Προκοννήσῳ καὶ Κυζίκῳ, λέξω. Ἀριστέην γὰρ λέγουσιν ἐόντα τῶν ἀστῶν οὐδενὸς γένει ὑποδεέστερον, εἰσελθόντα ἐς κναφήιον ἐν Προκοννήσῳ ἀποθανεῖν· καὶ τὸν κναφέα κατακληΐσαντα τὸ ἐργαστήριον οἴχεσθαι ἀγγελέοντα τοῖς προσήκουσι τῷ νέκυϊ. ἐσκεδασμένου δὲ ἤδη τοῦ λόγου ἀνὰ τὴν πόλιν.
v.1.p.223
ὡς τεθνεὼς εἴη (ὁ) Ἀριστέης, ἐς ἀμφισβασίας τοῖς λέγουσιν ἀπικέσθαι ἄνδρα Κυζικηνὸν ἥκοντα ἐξ Ἀρτάκης πόλιος, φάντα συντυχεῖν τε οἱ ἰόντι ἐπὶ Κυζίκου καὶ ἐς λόγους ἀπικέσθαι. καὶ τοῦτον μὲν ἐντεταμένως ἀμφισβατέειν, τοὺς δὲ προσήκοντας τῷ νέκυϊ ἐπὶ τὸ κναφήιον παρεῖναι ἔχοντας τὰ πρόσφορα ὡς ἀναιρησομένους· ἀνοιχθέντος δὲ τοῦ οἰκήματος οὔτε ζῶντα οὔτε τεθνεῶτα φαίνεσθαι Ἀριστέην. μετὰ δὲ ἑβδόμῳ ἔτεϊ φανέντα αὐτὸν ἐς Προκόννησον ποιῆσαι τὰ ἔπεα ταῦτα, ἃ δὴ νῦν ὑπὸ Ἑλλήνων Ἀριμάσπεια καλέεται, ποιήσαντα δὲ ἀφανισθῆναι τὸ δεύτερον. ταῦτα μὲν οὖν αἱ πόλιες αὗται λέγουσι· τάδε δὲ οἶδα Μεταποντίνοις τοῖς ἐν Ἰταλίῃ συγκυρήσαντα μετὰ τὴν ἀφάνισιν τὴν δευτέρην Ἀριστέω ἔτεσι τεσσαράκοντα καὶ διακοσίοις, ὡς ἐγὼ συμβαλλόμενος ἐν Προκοννήσῳ καὶ
66
Μεταποντίῳ εὕρισκον. Μεταποντῖνοι δέ φασιν αὐτὸν Ἀριστέην φανέντα σφιν ἐς τὴν χώρην κελεῦσαι βωμὸν Ἀπόλλωνος (ἱδρύσασθαι) καὶ Ἀριστέω τοῦ Προκοννησίου ἐπωνυμίην ἔχοντα ἀνδριάντα παραστῆσαι. φάναι γάρ σφιν τὸν Ἀπόλλωνα Ἰταλιωτέων μούνοισι δὴ ἀπικέσθαι ἐς τὴν χώρην, καὶ αὐτός οἱ ἕπεσθαι ὁ νῦν ἐὼν Ἀριστέης· τότε δὲ, ὅτε εἵπετο τῷ θεῷ, εἶναι κόραξ. καὶ τὸν μὲν εἰπόντα ταῦτα ἀφανισθῆναι, σφέας δὲ Μεταποντῖνοι λέγουσιν ἐς Δελφοὺς πέμψαντας τὸν θεὸν ἐπερωτᾶν, ὅ τι τὸ φάσμα τοῦ ἀνθρώπου εἴη. τὴν δὲ Πυθίην σφέας κελεῦσαι πείθεσθαι τῷ φάσματι, πειθομένοισί τε ἄμεινον συνοίσεσθαι. καὶ σφέας δεξαμένους ταῦτα ποιῆσαι ἐπιτελέα.
v.1.p.224
καὶ νῦν ἕστηκεν ἀνδριὰς ἐπωνυμίην ἔχων Ἀριστέω παρ᾿ αὐτῷ τῷ ἀγάλματι
464
τοῦ Ἀπόλλωνος, πέριξ δὲ αὐτὸν δάφναι εἰσί· τὸ δὲ ἄγαλμα ἐν τῇ ἀγορῇ ἵδρυται. Ἀριστέω μέν νυν πέρι τοσαῦτα εἰρήσθω.“

Λεκτέον δὴ πρὸς τὴν περὶ τοῦ Ἀριστέου ἱστορίαν ὅτι, εἰ μὲν ὁ Κέλσος ὡς ἱστορίαν αὐτὴν ἐξετίθετο, μὴ καὶ τὴν ἑαυτοῦ συγκατάθεσιν ἐμφαίνων παραδεξαμένου αὐτὴν ὡς ἀληθῆ, αλλως ἂν πρὸς τὸν λόγον αὐτοῦ ἀπηντήσαμεν· ἐπεὶ δὲ δαιμονίως αὐτὸν ἠφανίσθαι ἐναργῶς δ᾿ αὖθις φανῆναι καὶ πολλαχοῦ τῆς οἰκουμένης ἐπιδεδημηκέναι φησὶ καὶ θαυμαστὰ ἠγγελκέναι, ἔτι δὲ καὶ χρησμὸν τοῦ Ἀπόλλωνος, ἐπισκήψαντος Μεταποντίνοις ἐν θεῶν μοίρᾳ νέμειν τὸν Ἀριστέαν, ὡς ἀφ᾿ ἑαυτοῦ καὶ συγκατατιθέμενος ἐκτίθεται, † λόγον τὸν πρὸς αὐτόν· καὶ πῶς ὅλως τε πλάσματα ὑπολαμβάνων τὰ ὑπὸ τῶν Ἰησοῦ μαθητῶν παράδοξα περὶ αὐτοῦ ἀναγεγραμμένα καὶ μεμφόμενος τοῖς πιστεύουσιν αὐτοῖς, ταῦτα οὔ(τε) τερατείαν οὔτε πλάσματα εἶναι νομίζεις; πῶς δὲ καὶ ὁ ἄλλοις ἐγκαλῶν ὡς ἀλόγως πιστεύουσι τοῖς περὶ τοῦ Ἰησοῦ παραδόξοις σὺ τοσούτοις ἐμφαίνῃ πεπιστευκέναι. οὐδεμίαν ἀπόδειξιν περὶ αὐτῶν ἢ κατασκευὴν περὶ τοῦ αὐτὰ γεγονέναι φέρων; ἢ Ἡρόδοτος μὲν καὶ Πίνδαρος ἀψευδεῖν παρὰ σοὶ νομίζονται, οἱ δ᾿ ἀποθνῄσκειν μελετήσαντες ὑπὲρ τῶν Ἰησοῦ μαθημάτων καὶ τοιαῦτα περὶ ὧν ἐπείσθησαν τοῖς ἑξῆς καταλιπόντες γράμματα, περὶ πλασμάτων, ὡς οἴει, καὶ μύθων καὶ τερατειῶν τοσοῦτον ἀγωνίζονται, ὡς καὶ ζῆν περιστατικῶς δι᾿ αὐτὰ καὶ ἀποθνῄσκειν βιαίως; μέσον τοίνυν σαυτὸν στήσας τῶν τε περὶ τοῦ Ἀριστέου γεγραμμένων

v.1.p.225
καὶ τῶν περὶ τοῦ Ἰησοῦ ἱστορουμένων, ἴδε εἰ μὴ ἐκ τοῦ ἀποβάντος καὶ τῶν ὠφελουμένων εἰς ἠθῶν ἐπανόρθωσιν καὶ εὐλάβειαν τὴν πρὸς τὸν ἐπὶ πᾶσι θεὸν ἔστιν εἰπεῖν ὅτι πιστευτέον μὲν ὡς οὐκ ἀθεεὶ γενομένοις τοῖς περὶ Ἰησοῦ ἱστορουμένοις οὐχὶ δὲ τοῖς περὶ τοῦ Προκοννησίου Ἀριστέου.

Τί μὲν γὰρ βουλομένη ἡ πρόνοια τὰ περὶ τὸν Ἀριστέαν παράδοξα ἐπραγματεύετο, καὶ τί ὠφελῆσαι τὸ τῶν ἀνθρώπων γένος βουλομένη τὰ τηλικαῦτα, ὡς οἴει, ἐπεδείκνυτο; οὐκ ἔχεις λέγειν. ἡμεῖς δὲ, ἐπὰν τὰ περὶ τοῦ Ἰησοῦ διηγώμεθα, οὐ τὴν τυχοῦσαν φέρομεν ἀπολογίαν περὶ τοῦ ταῦτα γεγονέναι, τὸ τὸν θεὸν βεβουλῆσθαι συστῆσαι τὸν διὰ Ἰησοῦ ὡς σωτήριον τοῖς ἀνθρώποις λόγον. βεβαιούμενον μὲν τοῖς ἀποστόλοις ὡσπερεὶ θεμελίοις τῆς καταβαλλομένης οἰκοδομῆς τοῦ χριστιανισμοῦ ἐπιδιδόντα δὲ καὶ κατὰ τοὺς ἑξῆς χρόνους, ἐν οἷς οὐκ ὀλίγαι

67
θεραπεῖαι τῷ Ἰησοῦ ὀνόματι καὶ ἄλλαι τινὲς ἐπιφάνειαι οὐκ εὐκαταφρόνητοι ἐπιτελοῦνται.

ποταπὸς δὲ καὶ ὁ Ἀπόλλων, ἐπισκήπτων Μεταποντίνοις ἐν θεῶν μοίρᾳ νέμειν τὸν Ἀριστέαν; καὶ τί βουλόμενος τοῦτο ποιεῖ, ποίαν τε ὠφέλειαν ἐκ

465
τῆς ὡς πρὸς θεὸν τιμῆς οἰκονομῶν τοῖς Μεταποντίνοις γενέσθαι, εἰ τὸν πρὸ ὀλίγου ἄνθρωπον νῦν θεὸν λογίζοιντο; ἀλλ᾿ Ἀπόλλωνος μὲν, τοῦ καθ᾿ ἡμᾶς δαίμονος λαχόντος γέρας „λοιβῆς τε κνίσσης τε,“ αἱ περὶ τοῦ Ἀριστέου συστάσεις ἀξιόλογοί σοι φαίνονται εἶναι, αἱ δὲ τοῦ ἐπὶ πᾶσι θεοῦ καὶ τῶν ἁγίων ἀγγέλων αὐτοῦ διὰ προφητῶν οὐ μετὰ τὸ γεγονέναι τὸν Ἰησοῦν ἀλλὰ πρὶν ἐπιδημῆσαι τῷ βίῳ τῶν ἀνθρώπων προαγορευόμεναι οὐ κινοῦσί σε πρὸς τὸ θαυμάσαι καὶ τοὺς χωρήσαντας θεῖον πνεῦμα προφήτας καὶ τὸν ὑπ᾿ αὐτῶν προφητευόμενον; οὗ τὴν εἰς τὸν βίον ἐπιδημίαν πολλοῖς πρότερον ἔτεσιν οὕτω διὰ πλειόνων κεκηρύχθαι συμβέβηκεν, ὥστε τὸ Ἰουδαίων ὅλον ἔθνος ἠρτημένον τῆς περὶ τοῦ ἐλπιζομένου ἐπιδημήσειν προσδοκίας εἰς τὴν πρὸς ἀλλήλους ζήτησιν ἐληλυθέναι τοῦ Ἰησοῦ ἐπιδημήσαντος, καὶ πολὺ μὲν πλῆθος αὐτῶν ὡμολογηκέναι Χριστὸν καὶ πεπιστευκέναι αὐτὸν εἶναι τὸν προφητευόμενον τοὺς δὲ μὴ πιστεύοντας, καταφρονήσαντας
v.1.p.226
τῆς πρᾳότητος τῶν διὰ τὰ Ἰησοῦ μαθήματα οὐδὲ μέχρι τοῦ τυχόντος στασιάζειν βουληθέντων, τολμῆσαι κατὰ τοῦ Ἰησοῦ τοιαῦτα, ἅτινα φιλαλήθως καὶ εὐγνωμόνως ἀνέγραψαν οἱ μαθηταὶ αὐτοῦ, οὐχ ὑπεκκλέψαντες τῆς περὶ αὐτοῦ παραδόξου ἱστορίας τὸ δοκοῦν τοῖς πολλοῖς αἰσχύνην τῷ λόγῳ Χριστιανῶν φέρειν.

καὶ αὐτὸς γὰρ ὁ Ἰησοῦς ἐβούλετο καὶ οἱ μαθηταὶ αὐτοῦ μὴ μόνον τῇ θειότητι καὶ τοῖς παραδόξοις αὐτοῦ πιστεύειν τοὺς προσιόντας, ὡς οὐ κοινωνήσαντος τῇ ἀνθρωπίνῃ φύσει οὐδ᾿ ἀναλαβόντος τὴν ἐν ἀνθρώποις σάρκα ἐπιθυμοῦσαν „κατὰ τοῦ πνεύματος“· ἀλλὰ γὰρ καὶ τὴν καταβᾶσαν εἰς ἀνθρωπίνην φύσιν καὶ εἰς ἀνθρωπίνας περιστάσεις δύναμιν καὶ ἀναλαβοῦσαν ψυχὴν καὶ σῶμα ἀνθρώπινον ἑώρων ἐκ τοῦ πιστεύεσθαι μετὰ τῶν θειοτέρων συμβαλλομένην εἰς σωτηρίαν τοῖς πιστεύουσιν, ὁρῶσιν ὅτι ἀπ᾿ ἐκείνου ἤρξατο θεία καὶ ἀνθρωπίνη συνυφαίνεσθαι φύσις, ἵν᾿ ἡ ἀνθρωπίνη τῇ πρὸς τὸ θειότερον κοινωνίᾳ γένηται θεία οὐκ ἐν μόνῳ τῷ Ἰησοῦ ἀλλὰ καὶ πᾶσι τοῖς μετὰ τοῦ πιστεύειν ἀναλαμβάνουσι βίον, ὃν Ἰησοῦς ἐδίδαξεν, ἀνάγοντα ἐπὶ τὴν πρὸς θεὸν φιλίαν καὶ τὴν πρὸς ἐκεῖνον κοινωνίαν πάντα τὸν κατὰ τὰς Ἰησοῦ ὑποθήκας ζῶντα.

Ὁ μὲν οὖν κατὰ τὸν Κέλσον Ἀπόλλων βούλεται τοὺς Μεταποντίνους ἐν θεῶν μοίρᾳ νέμειν τὸν Ἀριστέαν. ἐπεὶ δὲ οἱ Μεταποντῖνοι τὴν περὶ τοῦ Ἀριστέου ἀνθρώπου καὶ τάχα οὐ σπουδαίου ἐνάργειαν κρείττονα ἐνόμιζον εἶναι τοῦ περὶ αὐτοῦ χρησμοῦ ὡς θεοῦ ἢ θείων τιμῶν ἀξίου, διὰ τοῦτο οὐκ ἐβούλοντο πείθεσθαι τῷ Ἀπόλλωνι, καὶ οὕτως τὸν Ἀριστέαν οὐδεὶς νομίζει θεόν. περὶ δὲ τοῦ Ἰησοῦ εἴποιμεν ἂν, ἐπεὶ συμφέρον

466
ἦν τῷ τῶν ἀνθρώπων γένει παραδέξασθαι αὐτὸν ὡς υἱὸν θεοῦ, θεὸν ἐληλυθότα ἐν ἀνθρωπίνῃ ψυχῇ καὶ σώματι, καὶ οὐκ ἐδόκει τοῦτο τῇ λιχνείᾳ τῶν φιλοσωμάτων δαιμόνων καὶ τῶν νομιζόντων αὐτοὺς θεοὺς εἶναι λυσιτελὲς, διὰ τοῦθ᾿ οἱ μὲν ἐπὶ γῆς δαίμονες. παρὰ τοῖς μὴ παιδευθεῖσι περὶ δαιμόνων νομιζόμενοι εἶναι θεοὶ. ἀλλὰ καὶ οἱ
67
θεραπεύοντες αὐτοὺς ἐβουλήθησαν κωλῦσαι τὴν νομὴν τῆς Ἰησοῦ διδασκαλίας· ἑώρων γὰρ τὰς λοιβὰς καὶ τὰς κνίσσας, ἐφ᾿ αἷς λίχνως
v.1.p.227
ἥδοντο, καθαιρουμένας ἐκ τοῦ κρατεῖν τὰ Ἰησοῦ μαθήματα. ὁ δὲ πέμψας τὸν Ἰησοῦν θεὸς ἐκλύσας πᾶσαν τὴν τῶν δαιμόνων ἐπιβουλὴν ἐποίησε πανταχοῦ τῆς οἰκουμένης ὑπὲρ τῆς τῶν ἀνθρώπων ἐπιστροφῆς καὶ διορθώσεως κρατῆσαι τὸ εὐαγγέλιον Ἰησοῦ καὶ γενέσθαι πανταχοῦ ἐκκλησίας ἀντιπολιτευομένας ἐκκλησίαις δεισιδαιμόνων καὶ ἀκολάστων καὶ ἀδίκων· τοιαῦτα γὰρ τὰ πανταχοῦ πολιτευόμενα ἐν ταῖς ἐκκλησίαις τῶν πόλεων πλήθη. αἱ δὲ τοῦ θεοῦ Χριστῷ μαθητευθεῖσαι ἐκκλησίαι, συνεξεταζόμεναι ταῖς ὧν παροικοῦσι δήμων ἐκκλησίαις, „ὡς φωστῆρές“ εἰσιν „ἐν κόσμῳ.“ τίς γὰρ οὐκ ἂν ὁμολογήσαι καὶ τοὺς χείρους τῶν ἀπὸ τῆς ἐκκλησίας καὶ συγκρίσει βελτιόνων ἐλάττους πολλῷ κρείττους τυγχάνειν τῶν ἐν τοῖς δήμοις ἐκκλησιῶν;

Ἐκκλησία μὲν γὰρ τοῦ θεοῦ, φέρ᾿ εἰπεῖν, ἡ Ἀθήνῃσι πρᾳεῖά τις καὶ εὐσταθὴς, ἅτε θεῷ ἀρέσκειν τῷ ἐπὶ πᾶσι βουλομένη· ἡ δ᾿ Ἀθηναίων ἐκκλησία στασιώδης καὶ οὐδαμῶς παραβαλλομένη τῇ ἐκεῖ ἐκκλησίᾳ τοῦ θεοῦ. τὸ δ᾿ αὐτὸ ἐρεῖς περὶ ἐκκλησίας τοῦ θεοῦ τῆς ἐν Κορίνθῳ καὶ τῆς ἐκκλησίας τοῦ δήμου Κορινθίων καὶ, φέρ᾿ εἰπεῖν, περὶ ἐκκλησίας τοῦ θεοῦ τῆς ἐν Ἀλεξανδρείᾳ καὶ ἐκκλησίας τοῦ Ἀλεξανδρέων δήμου. καὶ ἐὰν εὐγνώμων ᾖ ὁ τούτου ἀκούων καὶ φιλαλήθως ἐξετάζῃ τὰ πράγματα, θαυμάσεται τὸν καὶ βουλευσάμενον καὶ ἀνύσαι δυνηθέντα πανταχοῦ συστήσασθαι ἐκκλησίας τοῦ θεοῦ, παροικούσας ἐκκλησίαις τῶν καθ᾿ ἑκάστην πόλιν δήμων. οὕτω δὲ καὶ βουλὴν ἐκκλησίας θεοῦ βουλῇ τῇ καθ᾿ ἑκάστην πόλιν συνεξετάζων εὕροις ἂν, τίνες μὲν τῆς ἐκκλησίας βουλευταὶ ἄξιοί εἰσιν, εἴ τις ἐστὶν ἐν τῷ παντὶ πόλις τοῦ θεοῦ, ἐν ἐκείνῃ πολιτεύεσθαι· οἱ δὲ πανταχοῦ βουλευταὶ οὐδὲν ἄξιον τῆς ἐκ κατατάξεως ὑπεροχῆς, ἣν ὑπερέχειν δοκοῦσι τῶν πολιτῶν, φέρουσιν ἐν τοῖς ἑαυτῶν ἤθεσιν. οὕτω δὲ καὶ ἄρχοντα ἐκκλησίας ἑκάστης πόλεως ἄρχοντι τῶν ἐν τῇ πόλει συγκριτέον· ἵνα κατανοήσῃς ὅτι καὶ ἐπὶ τῶν σφόδρα ἀποτυγχανομένων βουλευτῶν καὶ ἀρχόντων

467
ἐκκλησίας θεοῦ καὶ ῥᾳθυμότερον
v.1.p.228
παρὰ τοὺς εὐτονωτέρως βιούντων οὐδὲν (??)ττον ἔστιν εὑρεῖν ὡς ἐπίπαν ὑπεροχὴν τὴν ἐν τῇ ἐπὶ τὰς ἀρετὰς προκοπῇ παρὰ τὰ ἤθη τῶν ἐν ταῖς πόλεσι βουλευόντων καὶ ἀρχόντων.

Εἰ δὲ ταῦθ᾿ οὕτως ἔχει, πῶς οὐκ εὔλογον μὲν νομίζειν περὶ τοῦ Ἰησοῦ, τοσαῦτα συστῆσαι δεδυνημένου, ὅτι οὐχ ἡ τυχοῦσα θειότης ἦν ἐν αὐτῷ, οὐκέτι δὲ οὔτε ἐν τῷ Προκοννησίῳ Ἀριστέᾳ. κἂν ὁ Ἀπόλλων αὐτὸν βούληται ἐν θεῶν μοίρᾳ νέμειν, οὔτ᾿ ἐν οἷς ἐξαριθμεῖται ὁ Κέλσος λέγων ὅτι οὐδεὶς νομίζει θεὸν Ἄβαριν τὸν Ὑπερβόρειον, ὃς δύναμιν εἶχε τοσήνδε, ὥστε ὀϊστῷ [βέλει] συμφέρεσθαι; τί γὰρ βουλομένη ἡ χαρισαμένη θειότης τῷ Ὑπερβορείῳ Ἀβάριδι ὀϊστῷ συμφέρεσθαι τὸ τηλικοῦτον αὐτῷ ἐδωρεῖτο: ἵνα τι ὠφεληθῇ τὸ τῶν ἀνθρώπων γένος; ἢ αὐτὸς ἐκεῖνος τί ὤνατο ὀϊστῷ συμφέρεσθαι; ἵνα καὶ συγχωρηθῇ ταῦτα μηδαμῶς εἶναι πλάσματα ἀλλὰ κατά τινα δαιμονίου συνεργίαν γεγονέναι. ἐὰν δὲ ὁ ἐμὸς Ἰησοῦς ἀναλαμβάνεσθαι

6
„ἐν δόξῃ“ λέγηται, ὁρῶ τὴν οἰκονομίαν, ὅτι τοῖς θεωρήσασι συνίστη τὸν διδάσκαλον ὁ τοῦτ᾿ ἐνεργήσας γενέσθαι θεός· ἵν᾿ ὡς οὐχ ὑπὲρ ἀνθρωπίνων μαθημάτων ἀλλὰ θείας διδασκαλίας ἀγωνιζόμενοι ὅση δύναμις ἑαυτοὺς ἀναθῶσι τῷ ἐπὶ πᾶσι θεῷ καὶ πάντα πράττωσιν ὑπὲρ τῆς πρὸς ἐκεῖνον ἀρεσκείας, ὡς ἀποληψόμενοι κατ᾿ ἀξίαν ἐν θείῳ δικαστηρίῳ ἅπερ ἐν τῷ βίῳ τούτῳ εὖ ἢ κακῶς πεποιήκασιν.

Ἐπεὶ δὲ μετὰ ταῦτα καὶ περὶ τοῦ Κλαζομενίου ὁ Κέλσος εἶπε προσθεὶς ἐπὶ τῆς κατ᾿ αὐτὸν ἱστορίας· μῶν οὐ τοῦτό φασιν, ὡς ἄρα ἡ ψυχὴ αὐτοῦ πολλάκις ἀπολιποῦσα τὸ σῶμα περιεπόλει ἀσώματος; καὶ οὐδὲ τοῦτον ἐνόμισαν θεὸν οἱ ἄνθρωποι. καὶ πρὸς τοῦτο φήσομεν ὅτι τάχα πονηροί τινες δαίμονες τοιαῦτα ᾠκονόμησαν ἀναγραφῆναι (οὐ γὰρ πιστεύω ὅτι καὶ γενέσθαι ᾠκονόμησαν). ἵνα τὰ προφητευθέντα περὶ τοῦ Ἰησοῦ καὶ τὰ λεχθέντα ὑπ᾿ αὐτοῦ ἤτοι ὡς πλάσματα ὅμοια ἐκείνοις διαβάλληται,

v.1.p.229
η ὡς οὐδὲν πλεῖον ἑτέρων ἔχοντα μὴ πάνυ θαυμάζηται. ἔλεγε δὴ ὁ ἐμὸς Ἰησοῦς περὶ τῆς ἑαυτοῦ ψυχῆς. οὐ κατὰ τὸ ἀνθρώπινον χρεὼν χωριζομένης τοῦ σώματος ἀλλὰ κατὰ τὴν δοθεῖσαν αὐτῷ καὶ περὶ τούτου παράδοξον ἐξουσίαν, τό· „οὐδεὶς αἴρει τὴν ψυχήν μου ἀπ᾿ ἐμοῦ, ἀλλ᾿ ἐγὼ τίθημι αὐτὴν ἀπ᾿ ἐμαυτοῦ. ἐξουσίαν ἔχω θεῖναι αὐτὴν, καὶ πάλιν ἐξουσίαν ἔχω λαβεῖν αὐτήν.“ ἐπεὶ γὰρ „ἐξουσίαν“ εἶχε „θεῖναι αὐτὴν.“ ἔθηκε μὲν. ἡνίκα εἶπε· „πάτερ, ἱνατί με ἐγκατέλιπες;“ καὶ „κράξας φωνῇ μεγάλῃ ἀφῆκε τὸ πνεῦμα,“ προλαβὼν τοὺς ἐπὶ τῶν
468
ἀνασκολοπιζομένων δημίους. ὑποτέμνοντας τὰ σκέλη τῶν σταυρουμένων καὶ διὰ τοῦθ᾿ ὑποτέμνοντας, ἵνα μὴ ἐπὶ πλέον τιμωρίαν τίσωσιν. ἔλαβε δὲ „τὴν ψυχὴν“, ὅτε ἑαυτὸν ἐνεφάνισε τοῖς μαθηταῖς, προειπὼν ἐπ᾿ αὐτῶν τοῖς ἀπιστοῦσιν αὐτῷ Ἰουδαίοις· „λύσατε τὸν ναὸν τοῦτον, κἀγὼ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν.“ καὶ „ἔλεγέ γε τοῦτο περὶ τοῦ ναοῦ τοῦ σώματος αὐτοῦ.“ καὶ τῶν προφητῶν προκηρυξάντων τὸ τοιοῦτο διὰ πλειόνων καὶ διὰ τοῦ· „ἔτι δὲ καὶ ἡ σάρξ μου κατασκηνώσει ἐπ᾿ ἐλπίδι· ὅτι οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς τὸν ᾅδην οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν.“

Ἔδειξε δ᾿ ὁ Κέλσος ὅτι πλείονας ἀνέγνω ἱστορίας Ἑλληνικὰς, παραθέμενος καὶ τὰ περὶ τοῦ Ἀστυπαλαιέως Κλεομήδους· ὃν ἱστόρησεν εἰς κιβωτὸν καταδύντα καὶ ἔνδοθεν αὐτῆς εἰλημμένον μὴ εὑρῆσθαι ἔνδον· ἀλλ᾿ ἔκτοθι δαιμονίᾳ τινὶ μοίρᾳ διαπτῆναι, ἡνίκα ὑπὲρ τοῦ αὐτὸν συλλαβεῖν διέκοψάν τινες τὴν κιβωτόν. καὶ τοῦτο δὲ εἰ μὲν πλάσμα ἐστὶν, ὥσπερ ἔοικεν εἶναι πλάσμα, οὐ παραβάλλεται τοῖς περὶ τοῦ Ἰησοῦ· ἐπείπερ ἐκείνων μὲν οὐδὲν τῆς ἱστορουμένης θειότητος ἐν τῷ βίῳ τῶν ἀνθρώπων σύμβολον εὑρίσκεται, τοῦ δὲ Ἰησοῦ αἱ τῶν ὠφελουμένων ἐκκλησίαι καὶ αἱ περὶ αὐτοῦ λελεγμέναι προφητεῖαι καὶ αἱ ἐν ὀνόματι αὐτοῦ γινόμεναι θεραπεῖαι καὶ ἡ κατ᾿ αὐτὸν μετὰ σοφίας γνῶσις καὶ λόγος εὑρισκόμενος παρὰ τοῖς

68
φροντίσασιν ἀναβῆναι μὲν ἀπὸ τῆς ψιλῆς πίστεως, ἐρευνῆσαι δὲ τὸν ἐν ταῖς θείαις γραφαῖς νοῦν
v.1.p.230
κατὰ τὰς τοῦ Ἰησοῦ ὑποθήκας εἰπόντος· „ἐρευνᾶτε τὰς γραφὰς,“ καὶ κατὰ τὸ βούλημα τοῦ διδάξαντος Παύλου δεῖν „εἰδέναι“ ἡμᾶς „ἑκάστῳ“ κατὰ τὸ δέον „ἀποκρίνεσθαι.“ ἀλλὰ καὶ τοῦ εἰπόντος· „ἕτοιμοι ἀεὶ πρὸς ἀπολογίαν παντὶ τῷ αἰτοῦντι ὑμᾶς λόγον περὶ τῆς ἐν ὑμῖν πίστεως.“ εἰ δὲ βούλεται αὐτὸς συγχωρεῖσθαι μὴ εἶναι πλάσμα. λεγέτω. τί βουλομένη ἡ ὑπὲρ ἄνθρωπον δύναμις πεποίηκεν ἔκτοθι τῆς κιβωτοῦ δαιμονίᾳ τινὶ μοίρᾳ διαπτῆναι. εἰ μὲν γὰρ ἀξιόλογόν τι παραστήσει καὶ βούλημα θεοῦ ἄξιον τὸ δωρησάμενον τὸ τοιοῦτον τῷ Κλεομήδει, κρινοῦμεν, τί χρὴ λέγειν πρὸς αὐτόν· εἰ δ᾿ ἀπορήσει κἂν πιθανόν τι εἰς τὸν τόπον λέγειν. δηλονότι τὸ ὅσον ἐπὶ τῷ μὴ εὑρίσκεσθαι λόγον, ἤτοι διαβαλοῦμεν τοῖς αὐτὴν μὴ παραδεξαμένοις καὶ ἐγκαλέσομεν τῇ ἱστορίᾳ ὡς οὐκ ἀληθεῖ, ἢ δαιμόνιόν τι φήσομεν παραπλήσιον τοῖς ἐπιδεικνυμένοις γόησιν ἀπάτῃ ὀφθαλμῶν πεποιηκέναι καὶ περὶ τὸν Ἀστυπαλαιέα· περὶ οὗ οἴεται ὁ Κέλσος ὅτι θεοπρόπιόν τι ἐθέσπισεν. ὡς ἄρα μοίρᾳ τινὶ δαιμονίᾳ διέπτη ἀπὸ τῆς κιβωτοῦ.

Ἐγὼ μὲν οὖν ἡγοῦμαι ὅτι τούτους μόνους ἠπίστατο ὁ

469
Κέλσος. καὶ ἵνα δοκῇ ἑκὼν παραλιπεῖν τὰ παραπλήσια, εἶπε τό· καὶ ἄλλους ἔχοι τις ἂν εἰπεῖν τοιούσδε πλείονας. ἔστω δ᾿ οὖν καὶ δεδόσθω τοιούσδε γεγονέναι πλείονας, μηδὲν ὠφεληκότας τὸ τῶν ἀνθρώπων γένος. τί τούτων ἕκαστον εὑρεθείη ἂν πρὸς τὸ τοῦ Ἰησοῦ ἔργον καὶ τὰ περὶ αὐτοῦ παράδοξα, περὶ ὧν ἐπὶ πλεῖον εἰρήκαμεν;

μετὰ ταῦτα παραπλήσιον ἡμᾶς οἴεται πεποιηκέναι τὸν, ὥς φησιν ὁ Κέλσος, ἁλόντα καὶ ἀποθανόντα θρησκεύοντας τοῖς Γέταις σέβουσι τὸν Ζάμολξιν καὶ Κίλιξι τὸν Μόψον καὶ Ἀκαρνᾶσι τὸν Ἀμφίλοχον καὶ Θηβαίοις τὸν Ἀμφιάρεω καὶ Λεβαδίοις τὸν Τροφώνιον. καὶ ἐν τούτοις δὲ ἐλέγξομεν αὐτὸν οὐκ εὐλόγως ἡμᾶς ὁμοιώσαντα τοῖς προειρημένοις. οἱ μὲν γὰρ νεὼς καὶ ἀγάλματα κατεσκεύασαν τοῖς κατειλεγμένοις, ἡμεῖς δὲ τὴν διὰ

v.1.p.231
τῶν τοιούτων τιμὴν ἀνελόντες ἀπὸ τοῦ θείου (ὡς ἁρμοζόντων μᾶλλον δαιμονίοις οὐκ οἶδ᾿ ὅπως ἱδρυμένοις ἔν τινι τόπῳ, ὃν ἤτοι προκαταλαμβάνουσιν ἢ διά τινων τελετῶν ἀχθέντες καὶ μαγγανειῶν ὥσπερ οἰκοῦσιν) τεθήπαμεν τὸν Ἰησοῦν τὸν νοῦν ἡμῶν μεταθέντα ἀπὸ παντὸς αἰσθητοῦ. ὡς οὐ μόνον φθαρτοῦ ἀλλὰ καὶ φθαρησομένου, καὶ ἀνάγοντα ἐπὶ τὴν μετὰ ὀρθοῦ βίου πρὸς τὸν ἐπὶ πᾶσι θεὸν τιμὴν μετ᾿ εὐχῶν, ἃς προσάγομεν αὐτῷ ὡς διὰ μεταξὺ ὄντος τῆς τοῦ ἀγενήτου καὶ τῆς τῶν γενητῶν πάντων φύσεως, καὶ φέροντος μὲν ἡμῖν τὰς ἀπὸ τοῦ πατρὸς εὐεργεσίας διακομίζοντος δ᾿ ἡμῶν τρόπον ἀρχιερέως τὰς εὐχὰς πρὸς τὸν ἐπὶ πᾶσι θεόν.

Ἐβουλόμην δὲ πρὸς τὸν οὐκ οἶδ᾿ ὅπως τοιαῦτα λέγοντα τοιαῦτά τινα πρεπόντως αὐτῷ ἀδολεσχῆσαι· ἆρ᾿ οὖν οὐδέν εἰσιν οὗτοι, οὓς κατέλεξας, καὶ οὐδεμία δύναμίς ἐστιν ἐν

69
Λεβαδίᾳ κατὰ τὸν Τροφώνιον οὐδ᾿ ἐν Θήβαις περὶ τὸν τοῦ Ἀμφιάρεω νεὼν οὐδ᾿ ἐν Ἀκαρνανίᾳ περὶ τὸν Ἀμφίλοχον οὐδ᾿ ἐν Κιλικίᾳ περὶ τὸν Μόψον; ἢ ἐστί τις ἐν τοῖς τοιούτοις εἴτε δαίμων εἴτε ἥρως εἴτε καὶ θεὸς, ἐνεργῶν τινα μείζονα ἢ κατὰ ἄνθρωπον; εἰ μὲν γάρ φησι μηδὲν ἕτερον εἶναι μήτε δαιμόνιον μήτε θεῖον περὶ τούτους, κἂν νῦν ὁμολογησάτω τὴν ἑαυτοῦ γνώμην. Ἐπικούρειος ὢν καὶ μὴ τὰ αὐτὰ τοῖς Ἕλλησι φρονῶν καὶ μήτε δαίμονας γινώσκων μήτε κἂν ὡς Ἕλληνες θεοὺς σέβων, καὶ ἐλεγχέσθω ὅτι μάτην καὶ τὰ προειρημένα ὡς παραδεξάμενος αὐτὰ εἶναι ἀληθῆ ἐκόμισε καὶ τὰ ἐν τοῖς ἑξῆς ἐπιφερόμενα. εἰ δὲ φήσει εἴτε δαίμονας εἴτε ἥρωας εἴτε καὶ θεοὺς εἶναι τοὺς κατειλεγμένους, ὁράτω ὅτι ὅπερ οὐ βούλεται κατασκευάσει δι᾿ ὧν εἴρηκεν, ὡς καὶ ὁ Ἰησοῦς τοιοῦτόν τι ἦν· διὸ καὶ δεδύνηται ἑαυτὸν παραστῆσαι οὐκ ὀλίγοις
470
τῶν ἀνθρώπων θεόθεν ἐπιδεδημηκέναι τῷ γένει τῶν ἀνθρώπων. ἅπαξ δὲ τοῦτ᾿ ἐὰν παραδέξηται, ὅρα εἰ μὴ ἀναγκασθήσεται ἰσχυρότερον αὐτὸν φῆσαι τούτων. οἷς αὐτὸν συγκατηρίθμησεν· ἐπεὶ ἐκείνων μέν γε οὐδεὶς κωλύει τὰς πρὸς τοὺς ἑτέρους τιμὰς, οὗτος δὲ ἑαυτῷ θαῤῥῶν ὡς πάντων ἐκείνων δυνατώτερος ἀπαγορεύει τὰς τούτων ἀποδοχὰς ὡς μοχθηρῶν δαιμόνων καὶ τόπους „ἐπὶ γῆς προκατειληφότων. ἐπεὶ τῆς καθαρωτέρας
v.1.p.232
οὐ δύνανται ἐφάψασθαι χώρας καὶ θειοτέρας, ἔνθα μὴ φθάνουσιν αἱ ἀπὸ τῆς γῆς καὶ τῶν ἐν αὐτῇ μυρίων κακῶν παχύτητες.

Ἐπεὶ δὲ μετὰ ταῦτα καὶ τὰ περὶ τῶν παιδικῶν Ἀδριανοῦ (λέγω δὲ τὰ περὶ Ἀντινόου τοῦ μειρακίου καὶ τὰς εἰς αὐτὸν τῶν ἐν Ἀντινόου (πόλει) τῆς Αἰγύπτου τιμὰς) οὐδὲν οἴεται ἀποδεῖν τῆς ἡμετέρας πρὸς τὸν Ἰησοῦν τιμῆς, φέρε καὶ τοῦτο ὡς φιλέχθρως λεγόμενον διελέγξωμεν. τί γὰρ κοινὸν ἔχει ὁ γενόμενος ἐν τοῖς Ἀδριανοῦ παιδικοῖς βίος, οὐδὲ τὸν ἄῤῥενα ἀπαθῇ γυναικείας νόσου φυλάξαντος. πρὸς τὸν σεμνὸν ἡμῶν Ἰησοῦν, οὗ μηδὲ οἱ μυρία κατηγορήσαντες καὶ ψευδῆ ὅσα περὶ αὐτοῦ λέγοντες δεδύνηνται κατειπεῖν ὡς κἂν τὸ τυχὸν ἀκολασίας κἂν ἐπ᾿ ὀλίγον γευσαμένου; ἀλλὰ καὶ εἴπερ φιλαλήθως καὶ ἀδεκάστως τὰ περὶ τὸν Ἀντίνου ἐξετάζοι τις, μαγγανείας ἂν Αἰγυπτίων καὶ τελετὰς εὕροι τὰς αἰτίας τοῦ δοκεῖν τι αὐτὸν ποιεῖν ἐν Ἀντινόου πόλει καὶ μετὰ τὴν τελευτὴν αὐτοῦ· ὅπερ καὶ ἐπ᾿ ἄλλων νεὼν ἱστορεῖται ὑπὸ Αἰγυπτίων καὶ τῶν τὰ τοιαῦτα δεινῶν γεγονέναι, ἔν τισι τόποις ἱδρυόντων δαίμονας μαντικοὺς ἢ ἰατρικοὺς πολλάκις δὲ καὶ βασανίζοντας τοὺς δοκοῦντάς τι παραβεβηκέναι περὶ τῶν τυχόντων βρωμάτων ἢ περὶ τοῦ θιγεῖν νεκροῦ σώματος ἀνθρωπίνου, ἵνα δοκοῖεν δεδίττεσθαι τὸν πολὺν καὶ ἀπαίδευτον. τοιοῦτος δέ ἐστι καὶ ἐν Ἀντινόου πόλει τῆς Αἰγύπτου νομισθεὶς εἶναι θεὸς, οὗ ἀρετὰς οἱ μέν τινες κυβευτικώτερον ζῶντες καταψεύδονται, ἕτεροι δὲ ὑπὸ τοῦ ἐκεῖ ἱδρυμένου δαίμονος ἀπατώμενοι καὶ ἄλλοι ἀπὸ ἀσθενοῦς τοῦ συνειδότος ἐλεγχόμενοι οἴονται τίνειν θεήλατον ἀπὸ τοῦ Ἀντινόου

69
ποινήν. τοιαῦτα δέ ἐστι καὶ τὰ δρώμενα αὐτῶν μυστήρια καὶ αἱ δοκοῦσαι
v.1.p.233
μαντεῖαι, ων πάνυ μακράν ἐστι τὰ τοῦ Ἰησοῦ. οὐ γὰρ συνελθόντες γόητες, χάριν τίνοντες βασιλεῖ τινι κελεύοντι ἢ ἡγεμόνι προστάσσοντι, πεποιηκέναι ἔδοξαν αὐτὸν εἶναι θεὸν, ἀλλ᾿ αὐτὸς ὁ τῶν ὅλων δημιουργὸς ἀκολούθως τῇ ἐν τῷ λέγειν
471
τεραστίως πιστικῇ δυνάμει συνέστησεν αὐτὸν ὡς τιμῆς ἄξιον οὐ τοῖς εὐφρονεῖν ἐθέλουσι μόνον ἀνθρώποις ἀλλὰ καὶ δαίμοσι καὶ ἄλλαις ἀοράτοις δυνάμεσιν· αἵτινες μέχρι τοῦ δεῦρο ἐμφαίνουσιν ἤτοι φοβούμεναι τὸ ὄνομα τοῦ Ἰησοῦ ὡς κρείττονος ἤ σεβασμίως ἀποδεχόμεναι ὡς κατὰ νόμους αὐτῶν ἄρχοντος. εἰ γὰρ μὴ θεόθεν ἦν αὐτῷ δοθεῖσα σύστασις, οὐκ ἂν καὶ δαίμονες τῷ ὀνόματι αὐτοῦ ἀπαγγελλομένῳ μόνον εἴκοντες ἀνεχώρουν ἀπὸ τῶν ὑπ᾿ αὐτῶν πολεμουμένων.

Αἰγύπτιοι μὲν οὖν διδαχθέντες τὸν Ἀντίνουν σέβειν, ἐὰν παραβάλῃς (αὐτῷ) Ἀπόλλωνα ἢ Δία, ἀνέξονται, σεμνύνοντες τὸν Ἀντίνουν διὰ τοῦ ἐκείνοις αὐτὸν συναριθμεῖν· καὶ ἐν τούτοις γὰρ ὁ Κέλσος σαφῶς ψεύδεται λέγων· κἂν παραβάλῃς αὐτῷ τὸν Ἀπόλλωνα ἢ τὸν Δία, οὐκ ἀνέξονται. Χριστιανοῖς δὲ μεμαθηκόσι τὴν αἰώνιον αὐτοῖς εἶναι ζωὴν ἐν τῷ γινώσκειν „τὸν μόνον“ ἐπὶ πᾶσιν „ἀληθινὸν θεὸν καὶ ὃν“ ἐκεῖνος ἀπέστειλεν „Ἰησοῦν Χριστὸν,“ μαθοῦσι δὲ καὶ „ὅτι πάντες μὲν οἱ θεοὶ τῶν ἐθνῶν εἰσι δαιμόνια“ λίχνα καὶ περὶ τὰς θυσίας καὶ τὰ αἵματα καὶ τὰς ἀπὸ τῶν θυσιῶν ἀποφορὰς καλινδούμενα ἐπὶ ἀπάτῃ τῶν μὴ προσπεφευγότων τῷ ἐπὶ πᾶσι θεῷ, οἱ δὲ τοῦ θεοῦ θεῖοι καὶ ἅγιοι ἄγγελοι ἄλλης εἰσὶ φύσεως καὶ προαιρέσεως παρὰ τοὺς ἐπὶ γῆς πάντας δαίμονας, καὶ ὅτι οὗτοι σφόδρα ὀλίγοις γινώσκονται τοῖς περὶ τῶν τοιούτων συνετῶς καὶ ἐπιμελῶς ζητήσασιν, ἐὰν παραβάλῃς Ἀπόλλωνα καὶ Δία ἤ τινα τῶν μετὰ κνίσσης καὶ αἵματος καὶ θυσιῶν προσκυνουμένων, οὐκ ἀνέξονται· τινὲς μὲν διὰ τὴν πολλὴν ἁπλότητα μὴ εἰδότες μὲν δοῦναι λόγον περὶ ὧν ποιοῦσιν εὐγνωμόνως δὲ τηροῦντες ἃ παρειλήφασιν, ἕτεροι δὲ μετ᾿ οὐκ εὐκαταφρονήτων λόγων

v.1.p.234
ἀλλὰ καὶ βαθυτέρων καὶ, ὡς ἂν εἴποι τις Ἕλλην, ἐσωτερικῶν καὶ ἐποπτικῶν, ἐν οἷς πολύς ἐστι λόγος περὶ θεοῦ καὶ τῶν τετιμημένων ἀπὸ θεοῦ διὰ τοῦ μονογενοῦς θεοῦ λόγου μετοχῇ θεότητος διὰ τοῦτο δὲ καὶ ὀνόματι. πολὺς δὲ ὁ λόγος καὶ ὁ περὶ τῶν θείων ἀγγέλων καὶ ὁ περὶ τῶν ἐναντίων μὲν τῇ ἀληθείᾳ ἠπατημένων δὲ καὶ ἐξ ἀπάτης αὐτοὺς ἀναγορευόντων θεοὺς ἢ ἀγγέλους θεοῦ ἢ δαίμονας ἀγαθοὺς ἢ ἥρωας ἐκ μεταβολῆς συστάντας ἀγαθῆς ἀνθρωπίνης ψυχῆς. οἱ δὲ τοιοῦτοι Χριστιανοὶ εἶναι ἐν ἀληθείᾳ, ἤτοι ἑαυτοὺς ὥσπερ πολλοὶ ἐν φιλοσοφίᾳ δοκοῦσιν εἶναι ἐν ἀληθείᾳ, ἤτοι ἑαυτοὺς κατασοφισάμενοι λόγοις πιθανοῖς ἢ τοῖς ὑφ᾿ ἑτέρων προσαγομένοις καὶ εὑρεθεῖσι συγκαταθέμενοι προπετῶς, οὕτως εἰσὶ καὶ [αἱ] ἐν ταῖς ἔξω σωμάτων ψυχαῖς καὶ ἀγγέλοις καὶ δαίμοσί τινες, ὑπὸ τῶν πιθανοτήτων
472
ἑλκυσθέντες πρὸς τὸ ἑαυτοὺς ἀναγορεῦσαι θεούς. καὶ διὰ τοὺς τοιούτους γε λόγους κατὰ τὸ ἀκριβὲς τελείως ἐν ἀνθρώποις
70
μὴ δυναμένους εὑρεθῆναι ἀσφαλὲς ἐνομίσθη τὸ μηδενὶ ἑαυτὸν ἐμπιστεῦσαι ἄνθρωπον ὄντα ὡς θεῷ, πλὴν μόνου τοῦ ἐπὶ πᾶσιν ὡς διαιτητοῦ, τοῦ βαθύτατα ταῦτα καὶ θεωρήσαντος καὶ ὀλίγοις παραδόντος Ἰησοῦ Χριστοῦ.

Περὶ μὲν οὖν τοῦ Ἀντινόοθ ἤ τινος ἄλλου τοιούτου. εἴτε παρ᾿ Αἰγυπτίοις εἴτε παρ᾿ Ἕλλησι, πίστις ἐστὶν, ἵν᾿ οὕτως ὀνομάσω, ἀτυχής· περὶ δὲ τοῦ Ἰησοῦ ἤτοι δόξασα ἂν εἶναι εὐτυχὴς ἢ καὶ βεβασανισμένως ἐξητασμένη, δοκοῦσα μὲν εὐτυχὴς παρὰ τοῖς πολλοῖς βεβασανισμένως δὲ ἐξητασμένη παρὰ πάνυ ὀλιγωτάτοις. κἂν λέγω δέ τινα πίστιν εἶναι, ὡς ἂν οἱ πολλοὶ ὀνομάσαιεν, εὐτυχῆ, καὶ περὶ ταύτης ἀναφέρω τὸν λόγον ἐπὶ τὸν εἰδότα θεὸν τὰς αἰτίας τῶν ἑκάστῳ μεμερισμένων ἐπιδημοῦντι τῷ βίῳ τῶν ἀνθρώπων. καὶ Ἕλληνες δὲ φήσουσι καὶ ἐν τοῖς νομιζομένοις εἶναι σοφωτάτοις κατὰ πολλὰ τὴν εὐτυχίαν εἶναι αἰτίαν, οἷον περὶ διδασκάλων τοιῶνδε καὶ τοῦ περιπεσεῖν τοῖς κρείττοσιν, ὄντων καὶ τῶν τὰς ἐναντίας αἱρέσεις διδασκόντων, καὶ περὶ ἀνατροφῆς τῆς ἐν βελτίοσι. πολλοῖς γὰρ καὶ τὰ τῆς ἀνατροφῆς ἐν τοιούτοις γεγένηται, ὡς μηδὲ

v.1.p.235
φαντασίαν ἐπιτραπῆναι τῶν κρειττόνων λαβεῖν ἀλλ᾿ ἀεὶ καὶ ἐκ πρώτης ἡλικίας ἤτοι ἐν παιδικοῖς εἶναι ἀκολάστων ἀνδρῶν ἢ δεσποτῶν ἢ ἐν ἄλλῃ τινὶ κωλυούσῃ ἀναβλέπειν τὴν ψυχὴν κακοδαιμονίᾳ. τὰς δὲ περὶ τούτων αἰτίας πάντως μὲν εἰκὸς εἶναι ἐν τοῖς τῆς προνοίας λόγοις, πίπτειν δὲ αὐτὰς εἰς ἀνθρώπους οὐκ εὐχερές. ἔδοξε δέ μοι ταῦτα διὰ μέσου ἐν παρεκβάσει εἰρηκέναι διὰ τὸ τοσοῦτόν (τι) ποιεῖ πίστις ὁποία δὴ προκατασχοῦσα. ἐχρῆν γὰρ διὰ τὰς διαφόρους ἀνατροφὰς εἰπεῖν διαφορὰς τῶν ἐν ἀνθρώποις πίστεων, εὐτυχέστερον ἢ ἀτυχέστερον πιστεύουσι· καὶ ἐκ τούτου ἀναβῆναι ὅτι δόξαι ἂν καὶ τοῖς ἐντρεχεστέροις εἰς αὐτὸ τὸ δοκεῖν εἶναι λογικωτέροις καὶ λογικώτερον προστίθεσθαι τὰ πολλὰ δόγμασιν ἡ ὀνομαζομένη εὐτυχία καὶ ἡ λεγομένη ἀτυχία συνεργεῖν. ἀλλὰ γὰρ περὶ τούτων ἅλις.

Τὰ δ᾿ ἑξῆς τοῦ Κέλσου κατανοητέον. ἐν οἷς καὶ ἡμῖν φησι πίστιν ποιεῖν προκαταλαβοῦσαν ἡμῶν τὴν ψυχὴν τὴν περὶ τοῦ Ἰησοῦ τοιάνδε συγκατάθεσιν. ἀληθῶς (μὲν) γὰρ πίστις ἡμῖν ποιεῖ τὴν τοιαύτην συγκατάθεσιν· ὅρα δὲ εἰ μὴ αὐτόθεν ἡ πίστις αὐτὴ τὸ ἐπαινετὸν παρίστησιν, ὅτε πιστεύομεν ἑαυτοὺς τῷ ἐπὶ πᾶσι θεῷ, χάριν ὁμολογοῦντες τῷ εἰς τοιαύτην πίστιν ὁδηγῷ καὶ λέγοντες αὐτὸν οὐκ ἀθεεὶ τὸ τηλικοῦτον τετολμηκέναι

473
καὶ ἠνυκέναι· πιστεύομεν δὲ καὶ ταῖς προαιρέσεσι τῶν γραψάντων τὰ εὐαγγέλια. καταστοχαζόμενοι τῆς εὐλαβείας αὐτῶν καὶ τοῦ συνειδότος, ἐμφαινομένων τοῖς γράμμασιν, οὐδὲν νόθον καὶ κυβευτικὸν καὶ πεπλασμένον καὶ πανοῦργον ἐχόντων, καὶ γὰρ παρίσταται ἡμῖν οτι οὐκ ἂν ψυχαὶ, μὴ μαθοῦσαι τὰ τοιαῦτα. ὁποῖα διδάσκει ἡ παρ᾿ Ἕλλησι πανοῦργος σοφιστεία, πολλὴν ἔχουσα τὴν πιθανότητα καὶ τὴν ὀξύτητα. καὶ ἡ ἐν τοῖς δικαστηρίοις καλινδουμένη ῥητορικὴ. οὕτως πλάσαι οἷοί τ᾿ ἦσαν πράγματα, δυνάμενα ἀφ᾿ αὑτῶν ἔχειν τὸ
v.1.p.236
πρὸς
70
πίστιν καὶ τὸν ἀνάλογον τῇ πίστει βίον ἀγωγόν. οἶμαι δὲ καὶ τὸν Ἰησοῦν διὰ τοῦτο βεβουλῆσθαι διδασκάλοις τοῦ δόγματος χρῆσθαι τοιούτοις, ἵνα μηδεμίαν μὲν ἔχῃ χώραν ὑπόνοια πιθανῶν σοφισμάτων, λαμπρῶς δὲ τοῖς συνιέναι δυναμένοις ἐμφαίνηται ὅτι τὸ ἄδολον τῆς προαιρέσεως τῶν γραψάντων, ἐχούσης πολὺ τὸ, ἵν᾿ οὕτως ὀνομάσω, ἀφελὲς, ἠξιώθη θειοτέρας δυνάμεως, πολλῷ μᾶλλον ἀνυούσης ἤπερ ἀνύειν δύνασθαι δοκεῖ περιβολὴ λόγων καὶ λέξεων σύνθεσις καὶ μετὰ διαιρέσεων καὶ τεχνολογίας Ἑλληνικῆς ἀκολουθία.

Ὅρα δὲ εἰ μὴ τὰ τῆς πίστεως ἡμῶν ταῖς κοιναῖς ἐννοίαις ἀρχῆθεν συναγορεύοντα μετατίθησι τοὺς εὐγνωμόνως ἀκούοντας τῶν λεγομένων. εἰ γὰρ καὶ ἡ διαστροφὴ δεδύνηται, πολλῆς αὐτῇ κατηχήσεως συναγορευούσης, τοῖς πολλοῖς ἐμφυτεῦσαι τὸν περὶ ἀγαλμάτων λόγον ὡς θεῶν καὶ τὸν περὶ τῶν γενομένων ἐκ χρυσοῦ καὶ ἀργύρου καὶ ἐλέφαντος καὶ λίθου ὡς προσκυνήσεως ἀξίων· ἀλλ᾿ ἡ κοινὴ ἔννοια ἀπαιτεῖ ἐννοεῖν ὅτι θεὸς οὐδαμῶς ἐστιν ὕλη φθαρτὴ οὐδὲ τιμᾶται ἐν ἀψύχοις ὕλαις ὑπὸ ἀνθρώπων μορφούμενος, ὡς „κατ᾿ εἰκόνα“ ἤ τινα σύμβολα ἐκείνου γινομέναις. διόπερ εὐθέως λέγεται τὰ περὶ ἀγαλμάτων, „ὅτι οὐκ εἰσὶ θεοὶ,“ καὶ τὰ περὶ τῶν τοιούτων δημιουργημάτων, ὅτι οὐκ εἰσὶ συγκριτὰ πρὸς τὸν δημιουργὸν, ὀλίγα τε περὶ τοῦ ἐπὶ πᾶσι θεοῦ δημιουργήσαντος καὶ συνέχοντος καὶ κυβερνῶντος τὰ ὅλα. καὶ εὐθέως ὡσπερεὶ τὸ συγγενὲς ἐπιγνοῦσα ἡ λογικὴ ψυχὴ ἀποῤῥίπτει μὲν ἃ τέως ἐδόξαζεν εἶναι θεοὺς φίλτρον δ᾿ ἀναλαμβάνει φυσικὸν τὸ πρὸς τὸν κτίσαντα, καὶ διὰ τὸ πρὸς ἐκεῖνον φίλτρον ὑπεραποδέχεται καὶ τὸν ταῦτα πρῶτον πᾶσι τοῖς ἔθνεσι παραστήσαντα δι᾿ ὧν κατεσκεύασε μαθητῶν, οὓς ἐξέπεμψε μετὰ θείας δυνάμεως καὶ ἐξουσίας κηρύξαι τὸν περὶ τοῦ θεοῦ καὶ τῆς βασιλείας αὐτοῦ λόγον.

v.1.p.237