Contra Celsum

Origen

Origenes. Origenes Werke Vol 1-2. Koetschau, Paul, editor. Leipzig: Hinrichs, 1899.

Ἔτι δ᾿ ἐγκαλεῖ τῷ Ἰησοῦ ὁ Κέλσος διὰ τοῦ Ἰουδαϊκοῦ προσώπου, ὡς μὴ δείξαντι ἑαυτὸν πάντων δὴ κακῶν καθαρεύοντα. ποίων δὴ κακῶν, λεγέτω ὁ Κέλσου λόγος, οὐκ ἔδειξεν ἑαυτὸν καθαρεύοντα ὁ Ἰησοῦς; εἰ μὲν γὰρ τῶν κυρίως κακῶν λέγει αὐτὸν μὴ κεκαθαρευκέναι, παραστησάτω ἐναργῶς κακίας ἔργον ἐν αὐτῷ· εἰ δὲ κακὰ

47
νομίζει πενίαν καὶ σταυρὸν καὶ τὴν ἀπὸ τῶν ἀτόπων ἀνθρώπων ἐπιβουλὴν, δῆλον ὅτι καὶ Σωκράτει φησὶ κακὰ συμβεβηκέναι, μὴ δυνηθέντι ἑαυτὸν ἀποδεῖξαι καθαρὸν ἀπὸ τῶν κακῶν. ὅσος δὲ καὶ ἄλλος χορὸς πενήτων ἐστὶ παρ᾿ Ἕλλησι φιλοσοφησάντων καὶ ἑκούσιον πενίαν ἀναδεξαμένων, καὶ οἱ πολλοὶ Ἑλλήνων
v.1.p.165
ἴσασιν ἐκ τῶν ἀναγραφέντων περὶ μὲν Δημοκρίτου, μηλόβοτον ἐάσαντος τὴν οὐσίαν, περὶ δὲ Κράτητος, ἑαυτὸν ἐλευθερώσαντος διὰ τοῦ τοῖς Θηβαίοις χαρίσασθαι τὸ ὑπὲρ πάσης τῆς κτήσεως πραθείσης δοθὲν αὐτῷ ἀργύριον· ἀλλὰ καὶ Διογένης δι᾿ ὑπερβάλλουσαν εὐτέλειαν πίθον ᾤκει, καὶ παρ᾿ οὐδενὶ τῶν νοῦν ἐχόντων κἂν μέτριον τούτου γε χάριν Διογένης ἐν κακοῖς ἦν.

Ἔτι δ᾿ ἐπεὶ βούλεται μηδὲ ἀνεπίληπτον γεγονέναι τὸν Ἰησοῦν ὁ Κέλσος, παραστησάτω. τίς τῶν ἀρεσκομένων τῷ λόγῳ αὐτοῦ τὸ ἀληθῶς ἐπίληπτον τοῦ Ἰησοῦ ἀνέγραψεν· ἢ, εἰ μὴ ἀπὸ τούτων αὐτοῦ κατηγορεῖ ὡς ἐπιλήπτου, δεικνύτω, πόθεν μαθὼν οὐκ ἀνεπίληπτον αὐτὸν εἴρηκεν. ἐποίησε μὲν οὖν ἃ ἐπηγγείλατο πιστὰ δι᾿ ὧν ὠφέλησε τοὺς προσέχοντας αὐτῷ ὁ Ἰησοῦς. καὶ ἀεὶ ὁρῶντες πληρούμενα τὰ εἰρημένα ὑπ᾿ αὐτοῦ, πρὶν γένηται, τὸ „κηρυχθῆναι τὸ εὐαγγέλιον“ ἐν ὅλῳ τῷ κόσμῳ, καὶ πορευθέντας αὐτοῦ τοὺς μαθητὰς εἰς „πάντα τὰ ἔθνη“ τὸν λόγον αὐτοῦ κατηγγελκέναι, ἔτι δὲ περὶ τοῦ „ἐπὶ ἡγεμόνας καὶ βασιλεῖς“ ἀχθήσεσθαι μέλλειν δι᾿

419
οὐδεμίαν ἄλλην αἰτίαν ἢ τὴν διδασκαλίαν αὐτοῦ, τεθήπαμεν αὐτὸν καὶ ὁσημέραι βεβαιοῦμεν τὴν εἰς αὐτὸν πίστιν. οὐκ οἶδα δ᾿ ἀπὸ ποίων μειζόνων καὶ ἐναργεστέρων ἐβούλετο αὐτὸν πιστὰ ποιῆσαι τὰ προειρημένα ὁ Κέλσος· εἰ μὴ ἄρα. ὡς φαίνεται. μὴ ἐπιστάμενος τὸν λόγον τὸν Ἰησοῦν ἄνθρωπον γενόμενον ἐβούλετο μηδὲν ἀνθρώπινον παθεῖν μηδὲ γενέσθαι ἀνθρώποις παράδειγμα γενναῖον περὶ τοῦ φέρειν τὰ συμβαίνοντα. κἂν οἴκτιστα τῷ Κέλσῳ ταῦτ᾿ εἶναι δοκῇ καὶ ἐπονειδιστότατα. ἐπεὶ πόνον μὲν τὸ μέγιστον οἶδε τῶν κακῶν ἡδονὴν δὲ τὸ τέλειον ἀγαθὸν, ὅπερ οὐδεὶς τῶν πρόνοιαν εἰσαγόντων φιλοσόφων καὶ ἀνδρίαν ὁμολογούντων εἶναι ἀρετὴν καὶ καρτερίαν καὶ μεγαλοψυχίαν παρεδέξατο· οὐ διέβαλεν οὖν τὴν εἰς αὐτὸν πίστιν ὁ Ἰησοῦς δι᾿ ὧν ὑπέμεινεν, ἀλλὰ μᾶλλον ἐν τοῖς ἀνδρίαν ἀποδέξασθαι βουλομένοις ἐκράτυνε καὶ ἐν τοῖς διδαχθεῖσιν ὑπ᾿ αὐτοῦ τὸ μὲν κυρίως καὶ ἀληθῶς ζῆν τὸ μακάριον οὐκ εἶναι ἐνταῦθα ἀλλ᾿ „ἐν τῷ“ καλουμένῳ
v.1.p.166
κατὰ τοὺς λόγους αὐτοῦ „μέλλοντι αἰῶνι,“ τὸ δ᾿ ἐν τῷ ἐνεστῶτι αἰῶνι λεγομένῳ ζῆν συμφορὰν εἶναι ἢ ἀγῶνα τὸν πρῶτον καὶ μέγιστον τῆς ψυχῆς.

Μετὰ δὲ ταῦτα λέγει πρὸς ἡμᾶς ὅτι οὐ δή που φήσετε περὶ αὐτοῦ ὅτι μὴ πείσας τοὺς ὧδε ὄντας ἐστέλλετο εἰς ᾅδου πείσων τοὺς ἐκεῖ. κἂν μὴ βούληται οὖν, τοῦτό φαμεν, ὅτι καὶ ἐν σώματι ὢν οὐκ ὀλίγους ἔπεισεν ἀλλὰ τοσούτους. ὡς διὰ τὸ πλῆθος τῶν πειθομένων ἐπιβουλευθῆναι αὐτὸν, καὶ γυμνὴ σώματος γενόμενος ψυχὴ ταῖς γυμναῖς σωμάτων ὡμίλει ψυχαῖς, ἐπιστρέφων κἀκείνων τὰς βουλομένας πρὸς αὐτὸν ἢ ἃς ἑώρα δι᾿ οὓς ᾔδει αὐτὸς λόγους ἐπιτηδειοτέρας.

420
Ἑξῆς δὲ τούτοις οὐκ οἶδ᾿ ὅπως σφόδρα εὔηθες λέγει ὅτι, εἴπερ ἀτόπους ἀπολογίας εὑρίσκοντες, ἐφ᾿ αἷς καταγελάστως
48
ἐξηπατήθητε, οἴεσθε ἀληθῶς ἀπολογεῖσθαι, τί κωλύει καὶ ἄλλους, ὅσοι καταγνωσθέντες κακοδαιμονέστερον ἀπήλλαξαν, μείζονας νομίζειν εἶναι καὶ θειοτέρους τούτους ἀγγέλους; ὅτι δ᾿ ἄντικρυς καὶ σαφῶς οὐδὲν ὅμοιον ἔχει ὁ παθὼν τὰ ἀναγεγραμμένα Ἰησοῦς τοῖς κακοδαιμονέστερον ἀπαλλάξασι διὰ γοητείαν ἢ ὁτιδήποτε ἔγκλημα ἄλλο, παντί τῳ δῆλον. οὐδὲ γὰρ δύναταί τις παραστῆσαι γοήτων ἔργον ἐπιστρέψαν ψυχὰς ἀπὸ τῶν πολλῶν ἐν ἀνθρώποις ἁμαρτημάτων καὶ τῆς κατὰ τὴν κακίαν χύσεως.

ἐπεὶ δὲ καὶ λῃσταῖς αὐτὸν παραβαλὼν ὁ παρὰ τῷ Κέλσῳ Ἰουδαῖός φησιν ὅτι δύναιτο ἄν τις ὁμοίως ἀναισχυντῶν καὶ περὶ λῃστοῦ καὶ ἀνδροφόνου κολασθέντος εἰπεῖν ὅτι οὗτός γε οὐχὶ λῃστὴς ἀλλὰ θεὸς ἦν· προεῖπε γὰρ τοῖς συλλῄσταις ὅτι πείσεται τοιαῦτα, οἷα δὴ πέπονθε· λέγοιτ᾿ ἂν πρῶτον μὲν ὅτι οὐ παρὰ τὸ προειρηκέναι αὐτὸν ταῦτα πείσεσθαι τοιαῦτα ὑπολαμβάνομεν περὶ τοῦ Ἰησοῦ, ὁποῖα καὶ φρονοῦντες παῤῥησιαζόμεθα ἐν αὐτῷ ὡς ἀπὸ θεοῦ ἡμῖν κατεληλυθότι· δεύτερον δὲ καὶ ταῦτα λέγομεν ἐν τοῖς εὐαγγελίοις προειρῆσθαί πως, ἐπεὶ „μετὰ ἀνόμων ἐλογίσθη“ ὁ θεὸς παρὰ τοῖς ἀνόμοις, λῃστὴν μᾶλλον τὸν „διὰ στάσιν“

v.1.p.167
„καὶ φόνον“ βληθέντα εἰς φυλακὴν βουλομένοις ἀπολυθῆναι τὸν δ᾿ Ἰησοῦν σταυρῶσαι, καὶ σταυρώσασιν αὐτὸν μεταξὺ λῃστῶν δύο. καὶ ἀεὶ δ᾿ ἐν τοῖς γνησίοις μαθηταῖς καὶ μαρτυροῦσι τῇ ἀληθείᾳ ὁ Ἰησοῦς συσταυροῦται λῃσταῖς καὶ τὴν αὐτὴν αὐτοῖς παρὰ ἀνθρώποις καταδίκην πάσχει. καί φαμεν ὅτι, εἴπερ οὗτοι ὅμοιόν τι λῃσταῖς ἔχουσιν οἱ διὰ τὴν εἰς τὸν δημιουργὸν εὐσέβειαν, ἵνα αὐτὴν εἰλικρινῆ καὶ καθαρὰν διαφυλάξωσι κατὰ τὴν τοῦ Ἰησοῦ διδασκαλίαν, πᾶσαν αἰκίαν καὶ πάντας θανάτους ἀναδεχόμενοι, δῆλον ὅτι καὶ ὁ Ἰησοῦς, ὁ πατὴρ τῆς τοιαύτης διδασκαλίας, εὐλόγως ὑπὸ τοῦ Κέλσου λῃστάρχαις παραβάλλεται. ἀλλ᾿ οὔτ᾿ ἐκεῖνος κατὰ τὸ κοινωνικὸν ἀποθνῄσκων οὔθ᾿ οὗτοι δι᾿ εὐσέβειαν ταῦτα πάσχοντες καὶ μόνοι πάντων ἀνθρώπων διὰ τὴν φανεῖσαν αὐτοῖς ὁδὸν τῆς εἰς τὸ θεῖον τιμῆς ἐπιβουλευόμενοι οὐκ ἀδίκως ἀναιροῦνται, οὔθ᾿ ὁ Ἰησοῦς οὐκ ἀσεβῶς ἐπεβουλεύθη.

Πρόσχες δὲ καὶ τῷ ἐπιπολαίῳ τοῦ περὶ τῶν τότε μαθητῶν Ἰησοῦ λόγου, ἐν ᾧ φησιν· εἶτα οἱ μὲν τότε ζῶντι αὐτῷ συνόντες καὶ τῆς φωνῆς ἐπακούοντες αὐτοῦ καὶ διδασκάλῳ χρώμενοι κολαζόμενον καὶ ἀποθνῄσκοντα ὁρῶντες οὔτε συναπέθανον οὔτε ὑπεραπέθανον αὐτοῦ οὐδὲ κολάσεων καταφρονεῖν ἐπείσθησαν, ἀλλὰ καὶ ἠρνήσαντο εἶναι μαθηταί· νῦν δὲ ὑμεῖς αὐτῷ συναποθνῄσκετε. καὶ ἐν τούτοις δὲ τὸ μὲν ἔτι εἰσαγομένοις τοῖς μαθηταῖς καὶ ἀτελεστέροις

421
οὖσιν ἁμαρτηθὲν καὶ γεγραμμένον ἐν τοῖς εὐαγγελίοις πιστεύει γεγονέναι, ἵν᾿ ἐγκαλῇ τῷ λόγῳ, τὸ δὲ μετὰ τὴν ἁμαρτίαν αὐτοῖς κατορθωθὲν παῤῥησιασαμένοις ἐπὶ Ἰουδαίων καὶ μυρία ὅσα πεπονθόσιν ὑπ᾿ ἐκείνων καὶ τὸ τελευταῖον ἀποθανοῦσιν ὑπὲρ τῆς Ἰησοῦ διδασκαλίας παρασιωπᾷ. οὔτε γὰρ Ἰησοῦ ἐβουλήθη ἀκοῦσαι προλέγοντος τῷ Πέτρῳ· „ὅταν δὲ γηράσῃς, ἐκτενεῖς τὰς χεῖράς σου“ καὶ τὸ ἑξῆς, ᾧ ἐπιφέρει
v.1.p.168
ἡ γραφή· „τοῦτο δ᾿ εἶπε σημαίνων, ποίῳ θανάτῳ δοξάσει τὸν θεόν“ οὔθ᾿ ὅτι Ἰάκωβος ὁ ἀδελφὸς Ἰωάννου, ἀπόστολος ἀποστόλου ἀδελφὸς, ἀνῃρέθη ὑπὸ τοῦ Ἡρώδου διὰ τὸν λόγον Χριστοῦ „μαχαίρᾳ“·
48
ἀλλ᾿ οὐδ᾿ ὅσα παῤῥησιαζόμενοι ἐπὶ τῷ λόγῳ πεποιήκασιν ὁ Πέτρος καὶ οἱ λοιποὶ ἀπόστολοι, καὶ ὡς „ἀπὸ προσώπου τοῦ συνεδρίου“ ἐξῆλθον μετὰ τὸ μαστιγωθῆναι „χαίροντες,“ „ὅτι κατηξιώθησαν ὑπὲρ τοῦ ὀνόματος ἀτιμασθῆναι,“ καὶ ὑπεραίροντες πολλὰ τῶν παρ᾿ Ἕλλησιν ἱστορουμένων ἐπὶ τῇ καρτερίᾳ καὶ ἀνδρίᾳ τῶν φιλοσοφησάντων. ἀρχῆθεν οὖν τοῦτο μάλιστα τοῦ Ἰησοῦ μάθημα ἐκρατύνετο παρὰ τοῖς ἀκούουσιν αὐτοῦ, διδάσκον καταφρονεῖσθαι μὲν τὸ ὑπὸ τῶν πολλῶν περιεπόμενον ζῆν, σπουδάζεσθαι δὲ τὸ παραπλήσιον τῷ ζῆν τοῦ θεοῦ ζῆν.

Πῶς δ᾿ οὐ ψεύδεται ὁ λέγων παρὰ τῷ Κέλσῳ Ἰουδαῖος ὅτι παρὼν δέκα ναύτας καὶ τελώνας τοὺς ἐξωλεστάτους μόνους εἷλε καὶ οὐδὲ τούτους ἅπαντας; σαφὲς γὰρ ὅτι καὶ Ἰουδαῖοι ὁμολογήσαιεν ἂν ὅτι οὐ δέκα μόνους εἷλεν οὐδὲ ἑκατὸν οὐδὲ χιλίους, ἀλλ᾿ ἀθρόως ὁτὲ μὲν πέντε χιλιάδας ὁτὲ δὲ τέσσαρας χιλιάδας· καὶ ἐπὶ τοσοῦτόν γε εἷλεν, ὥστε καὶ εἰς τὰς ἐρημίας αὐτῷ ἀκολουθεῖν, τὰς μόνον χωρούσας ἀθρόον τι πλῆθος τῶν πιστευόντων τῷ θεῷ διὰ τοῦ Ἰησοῦ, ἐν αἷς οὐ μόνον λόγους ἀλλὰ καὶ ἔργα αὐτοῖς ἐπεδείκνυτο. ἀναγκάζει δ᾿ ἡμᾶς ταυτολογῶν τὸ παραπλήσιον αὐτῷ ποιεῖν, ἐπεὶ φυλασσόμεθα ὑπολαμβάνεσθαι ὑπερβαίνειν τινὰ τῶν παρ᾿ αὐτῷ λεγομένων ἐγκλημάτων. καὶ ἐν τῷ προκειμένῳ τοίνυν λόγῳ καθ᾿ ἣν ἔχομεν τάξιν τῆς γραφῆς φησιν· εἰ ζῶν μὲν αὐτὸς μηδένα ἔπεισεν, ἀποθανόντος δ᾿ αὐτοῦ πείθουσιν οἱ βουλόμενοι τοσούτους, πῶς τοῦτο οὐχ ὑπεράτοπόν ἐστι; δέον λέγειν ἀκολουθίαν σῴζοντα ὅτι, εἴπερ ἀποθανόντος αὐτοῦ πείθουσιν οὐχ ἁπαξαπλῶς οἱ βουλόμενοι ἀλλ᾿ οἱ βουλόμενοι καὶ δυνάμενοι τοὺς τοσούτους, πόσῳ μᾶλλον εὔλογον αὐτὸν, ἡνίκα τῷ βίῳ ἐπεδήμει, πολλαπλασίους καὶ δυνατωτέρῳ λόγῳ καὶ πράξεσι πεπεικέναι;

Ἑαυτῷ δὲ λαμβάνει ὡς ἡμετέραν ἀπόκρισιν πρὸς πεῦσιν αὐτοῦ λεγομένην φήσαντος· τίνι προσήχθητε λογισμῷ τοῦτον

v.1.p.169
νομίζειν υἱὸν θεοῦ; πεποίηκε
422
γὰρ ἡμᾶς ἀποκρινομένους ὅτι τούτῳ προσήχθημεν, (ἐπ)εὶ καὶ ἴσμεν τὴν κόλασιν αὐτοῦ ὑπὲρ καθαιρέσεως τοῦ πατρὸς τῆς κακίας γεγονυῖαν. ἄλλοις γὰρ μυρίοις προσήχθημεν, ὧν πολλοστημόριον ἐν τοῖς πρὸ τούτων ἐξεθέμεθα καὶ θεοῦ διδόντος ἐκθησόμεθα οὐ μόνον ἐν τοῖς πρὸς τὸν νομιζόμενον Κέλσου ἀληθῆ λόγον πραγματευόμενοι ἀλλὰ καὶ ἐν ἄλλοις μυρίοις. καὶ ὡς ἡμῶν γε λεγόντων ὅτι υἱὸν αὐτὸν νομίζομεν θεοῦ, ἐπεὶ ἐκολάσθη, φησί· τί οὖν; οὐχὶ καὶ ἄλλοι πολλοὶ ἐκολάσθησαν, καὶ οὐχ ἧττον ἀγεννῶς; ὅμοιον δ᾿ ἐν τούτῳ ποιεῖ ὁ Κέλσος τοῖς ἀνδραποδωδεστάτοις τῶν ἐχθρῶν τοῦ λόγου καὶ οἰομένοις ὅτι ἀκολουθεῖ τῇ περὶ τὸν Ἰησοῦν ἱστορίᾳ σταυρωθέντα τὸ σέβειν ἡμᾶς τοὺς ἐσταυρωμένους.

Πολλάκις δ᾿ ὁ Κέλσος ἤδη μὴ δυνάμενος ἀντιβλέπειν αἷς ἀναγέγραπται πεποιηκέναι δυνάμεσιν ὁ Ἰησοῦς διαβάλλει αὐτὰς ὡς γοητείας· καὶ πολλάκις τῷ λόγῳ κατὰ τὸ δυνατὸν ἡμῖν ἀντείπομεν. καὶ νῦν δέ φησιν οἱονεὶ ἡμᾶς ἀποκρίνασθαι ὅτι διὰ τοῦτ᾿ ἐνομίσαμεν αὐτὸν εἶναι υἱὸν θεοῦ, ἐπεὶ χωλοὺς καὶ τυφλοὺς ἐθεράπευσε. προστίθησι δὲ καὶ τό· ὡς ὑμεῖς φατε, ἀνίστη νεκρούς. ὅτι μὲν οὖν χωλοὺς καὶ τυφλοὺς ἐθεράπευσε, διόπερ Χριστὸν αὐτὸν καὶ υἱὸν θεοῦ νομίζομεν, δῆλον ἡμῖν ἐστιν ἐκ τοῦ καὶ ἐν προφητείαις γεγράφθαι· „τότε ἀνοιχθήσονται ὀφθαλμοὶ τυφλῶν, καὶ ὦτα κωφῶν ἀκούσονται· τότε ἁλεῖται ὡς ἔλαφος ὁ χωλός.“ ὅτι δὲ καὶ νεκροὺς ἀνίστη καὶ οὐκ ἔστι πλάσμα τῶν τὰ εὐαγγέλια γραψάντων, παρί

49
σταται ἐκ τοῦ, εἰ μὲν πλάσμα ἦν, πολλοὺς (ἂν) ἀναγεγράφθαι τοὺς ἀναστάντας, καὶ τοὺς ἤδη χρόνους ἔχοντας πλείονας ἐν τοῖς μνημείοις· ἐπεὶ δ᾿ οὐκ ἔστι πλάσμα. πάνυ εὐαριθμήτους λελέχθαι, τήν τε τοῦ ἀρχισυναγώγου θυγατέρα (περὶ ἧς οὐκ οἶδ᾿ ὅπως εἶπεν· „οὐκ ἀπέθανεν ἀλλὰ καθεύδει,“ λέγων τι περὶ αὐτῆς, (ὃ) οὐ πᾶσι τοῖς ἀποθανοῦσι προσῆν,) καὶ τὸν μονογενῆ τῆς χήρας υἱὸν, ἐφ᾿ ᾧ σπλαγχνισθεὶς ἀνέστησεν αὐτὸν, στήσας τοὺς
v.1.p.170
φέροντας τὸν νεκρὸν, καὶ τρίτον Λάζαρον τετάρτην ἡμέραν ἐν τῷ μνημείῳ ἔχοντα.

καὶ φήσομεν γ᾿ ἔτι (περὶ) τούτων τοῖς εὐγνωμονεστέροις καὶ μάλιστα τῷ Ἰουδαίῳ ὅτι, ὥσπερ „πολλοὶ λεπροὶ ἦσαν ἐν ἡμέραις Ἐλισσαίου τοῦ προφήτου, καὶ οὐδεὶς αὐτῶν ἐκαθαρίσθη εἰ μὴ Ναιμὰν ὁ Σύρος,“ καὶ „πολλαὶ χῆραι ἦσαν ἐν ταῖς ἡμέραις Ἠλίου“ τοῦ προφήτου, „καὶ πρὸς οὐδεμίαν αὐτῶν ἐπέμφθη χήραν ὁ Ἠλίας εἰ μὴ εἰς Σαραφθὰ τῆς Σιδωνίας“· ἀξία γὰρ ἐγεγόνει τοῦ ὑπὸ τοῦ προφήτου γεγενημένου τεραστίου ἐν τοῖς ἄρτοις κατά τινα θείαν κρίσιν· οὕτω πολλοὶ νεκροὶ ἦσαν ἐν ταῖς ἡμέραις Ἰησοῦ, ἀλλὰ μόνοι ἀνέστησαν, οὓς ἔγνω ὁ λόγος ἐπιτηδείους πρὸς τὴν ἀνάστασιν, ἵνα μὴ μόνον

423
σύμβολά τινων ᾖ τὰ γενόμενα ὑπὸ τοῦ κυρίου, ἀλλὰ καὶ αὐτόθεν προσαγάγῃ πολλοὺς τῇ θαυμασίᾳ τοῦ εὐαγγελίου διδασκαλίᾳ. ἐγὼ δ᾿ εἴποιμ᾿ ἂν ὅτι κατὰ τὴν Ἰησοῦ ἐπαγγελίαν οἱ μαθηταὶ καὶ „μείζονα“ πεποιήκασιν ὧν Ἰησοῦς αἰσθητῶν πεποίηκεν. ἀεὶ γὰρ ἀνοίγονται ὀφθαλμοὶ τυφλῶν τὴν ψυχὴν, καὶ ὦτα τῶν ἐκκεκωφημένων πρὸς λόγους ἀρετῆς ἀκούει προθύμως περὶ θεοῦ καὶ τῆς παρ᾿ αὐτῷ μακαρίας ζωῆς. πολλοὶ δὲ καὶ χωλοὶ τὰς βάσεις τοῦ, ὡς ἡ γραφὴ ὠνόμασεν, „ἔσω“ ἀνθρώπου, νῦν τοῦ λόγου ἰασαμένου αὐτοὺς, οὐχ ἁπλῶς ἅλλονται ἀλλ᾿ „ὡς ἔλαφος,“ πολέμιον τῶν ὄφεων ζῷον καὶ κρεῖττον παντὸς ἰοῦ τῶν ἐχιδνῶν. καὶ οὗτοί γε οἱ θεραπευθέντες χωλοὶ λαμβάνουσιν ἀπὸ Ἰησοῦ „ἐξουσίαν πατεῖν“ τοῖς ποσὶν, οἷς πρότερον ἦσαν χωλοὶ, „ἐπάνω“ τῶν τῆς κακίας „ὄφεων καὶ σκορπίων“ καὶ ἁπαξαπλῶς „ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ, καὶ πατοῦντες οὐκ ἀδικοῦνται· κρείττους γὰρ καὶ αὐτοὶ γεγόνασι τοῦ πάσης κακίας καὶ τῶν δαιμόνων ἰοῦ.

Ὁ μὲν οὖν Ἰησοῦς ἐπιστρέφων τοὺς μαθητὰς οὐχὶ ἀπὸ τοῦ [μὴ] προσέχειν ἁπαξαπλῶς γόησι καὶ τοῖς ἐπαγγελλομένοις δι᾿

v.1.p.171
οἱασδήποτε ὁδοῦ ποιεῖν τεράστια (οὐ γὰρ ἐδέοντο τούτου οἱ μαθηταὶ αὐτοῦ) ἀλλ᾿ ἀπὸ τοῦ τοῖς ἀναγορεύουσιν ἑαυτοὺς εἶναι τὸν Χριστὸν τοῦ θεοῦ καὶ πειρωμένοις διά τινων φαντασιῶν πρὸς ἑαυτοὺς ἐπιστρέφειν τοὺς Ἰησοῦ μαθητὰς ὅπου μὲν εἶπε· „τότε ἐάν τις ὑμῖν εἴπῃ· ἰδοὺ ὧδε ὁ Χριστὸς ἢ ὧδε, μὴ πιστεύετε. ἐγερθήσονται γὰρ ψευδόχριστοι καὶ ψευδοπροφῆται καὶ δώσουσι σημεῖα καὶ τέρατα μεγάλα. ὥστε πλανᾶσθαι εἰ δυνατὸν καὶ τοὺς ἐκλεκτούς. ἰδοὺ προείρηκα ὑμῖν. ἐὰν οὖν εἴπωσιν ὑμῖν· ἰδοὺ ἐν τῇ ἐρήμῳ ἐστὶ, μὴ ἐξέλθητε· ἰδοὺ ἐν τοῖς ταμείοις, μὴ πιστεύσητε. ὥσπερ γὰρ ἡ ἀστραπὴ ἐξέρχεται ἀπ᾿ ἀνατολῶν καὶ φαίνεται ἕως δυσμῶν, οὕτως ἔσται ἡ παρουσία τοῦ υἱοῦ τοῦ ἀνθρώπου“· ὅπου δέ· „πολλοὶ ἐροῦσί μοι ἐν ἐκείνῃ τῇ ἡμέρᾳ· κύριε, κύριε, οὐ τῷ ὀνόματί σου ἐφάγομεν καὶ τῷ ὀνόματί σου ἐπίομεν καὶ τῷ ὀνόματί σου δαιμόνια ἐξεβάλομεν καὶ δυνάμεις πολλὰς ἐποιήσαμεν; καὶ ἐρῶ αὐτοῖς· ἀποχωρεῖτε ἀπ᾿ ἐμοῦ. ὅτι ἐστὲ ἐργάται ἀδικίας.“ ὁ δὲ Κέλσος κοινοποιῆσαι βουλόμενος τὰ τεράστια τοῦ Ἰησοῦ
49
πρὸς τὴν ἐν ἀνθρώποις γοητείαν φησὶν αὐταῖς λέξεσιν· ὦ φῶς καὶ ἀλήθεια, τῇ αὐτοῦ φωνῇ διαῤῥήδην ἐξαγορεύει, καθὰ καὶ ὑμεῖς συγγεγράφατε, διότι παρέσονται ὑμῖν καὶ ἕτεροι δυνάμεσιν ὁμοίαις χρώμενοι, κακοὶ καὶ γόητες, καὶ σατανᾶν τινα τοιαῦτα παραμηχανώμενον ὀνομάζει· ᾥστ᾿ οὐδὲ αὐτὸς ἔξαρνός ἐστιν, ὡς ταῦτά γε οὐδὲν θεῖον ἀλλὰ πονηρῶν ἐστιν ἔργα. βιαζόμενος δὲ ὑπὸ τῆς
424
ἀληθείας ὁμοῦ καὶ τὰ τῶν ἄλλων ἀπεκάλυψε καὶ τὰ καθ᾿ αὑτὸν ἤλεγξε. πῶς οὖν οὐ σχέτλιον ἀπὸ τῶν αὐτῶν ἔργων τὸν μὲν θεὸν τοὺς δὲ γόητας ἡγεῖσθαι; τί γὰρ μᾶλλον ἀπό γε τούτων τοὺς ἄλλους πονηροὺς ἢ τοῦτον νομιστέον αὐτῷ χρωμένους μάρτυρι; ταῦτα μέν γε καὶ αὐτὸς ὡμολόγησεν οὐχὶ θείας φύσεως ἀλλ᾿ ἀπατεώνων τινῶν καὶ παμπονήρων εἶναι γνωρίσματα. ὅρα δὴ εἰ μὴ ἐν τούτοις σαφῶς ὁ Κέλσος ἐλέγχεται κακουργῶν τὸν λόγον, ἄλλο μὲν τοῦ Ἰησοῦ
v.1.p.172
λέγοντος περὶ τῶν ποιησόντων „σημεῖα καὶ τέρατα,“ ἄλλο δὲ τοῦ παρὰ τῷ Κέλσῳ Ἰουδαίου φάσκοντος. καὶ γὰρ εἰ μὲν ἁπλῶς τοῖς μαθηταῖς ἔλεγεν Ἰησοῦς φυλάσσεσθαι τοὺς τὰ τεράστια ἐπαγγελλομένους οὐ παρατιθέμενος, τί φήσουσιν ἑαυτοὺς εἶναι, τάχα χώραν εἶχεν ἂν ἡ ὑπόνοια αὐτοῦ· ἐπεὶ δ᾿ ἀφ᾿ ὧν θέλει ἡμᾶς φυλάσσεσθαι ὁ Ἰησοῦς ἐπαγγέλλονται εἶναι „ὁ Χριστὸς,“ ὅπερ οὐ ποιοῦσιν οἱ γόητες, ἀλλὰ καὶ ἐν τῷ ὀνόματι Ἰησοῦ βιοῦντας κακῶς φησι τινὰς δυνάμεις ποιήσειν καὶ δαίμονας ἀποβαλεῖν ἀνθρώπων· μᾶλλον δ᾿, εἰ δεῖ οὕτως εἰπεῖν, ἀποκηρύσσεται μὲν τῶν κατὰ τὸν τόπον ἡ γοητεία καὶ πᾶσα ἡ κατ᾿ αὐτῶν ὑπόνοια, εἰσάγεται δὲ ἡ θειότης τοῦ Χριστοῦ καὶ θειότης τῶν μαθητῶν αὐτοῦ, ὅτι δυνατόν τινα τῷ ὀνόματι αὐτοῦ χρησάμενον καὶ οὐκ οἶδ᾿ ὅπως ἐνεργηθέντα ὑπό τινος δυνάμεως πρὸς τὸ προσποιήσασθαι, ὅτι αὐτὸς εἴη ὁ Χριστὸς, δοκεῖν τὰ παραπλήσια ἐπιτελεῖν τῷ Χριστῷ καὶ ἄλλους τῷ ὀνόματι τοῦ Ἰησοῦ τὰ ὡσπερεὶ παραπλήσια τοῖς γνησίοις αὐτοῦ μαθηταῖς.

Καὶ ὁ Παῦλος δ᾿ ἐν τῇ πρὸς Θεσσαλονικεῖς ἐπιστολῇ δευτέρᾳ ἀποφαίνεται. τίνα τρόπον ἀποκαλυφθήσεταί ποτε „ὁ ἄνθρωπος τῆς ἀνομίας, ὁ υἱὸς τῆς ἀπωλείας, ὁ ἀντικείμενος καὶ ὑπεραιρόμενος ἐπὶ πάντα λεγόμενον θεὸν ἢ σέβασμα, ὥστ᾿ αὐτὸν εἰς τὸν ναὸν τοῦ θεοῦ καθίσαι, ἀποδεικνύοντα ἑαυτὸν ὅτι ἐστὶ θεός.“ καὶ πάλιν φησὶ τοῖς Θεσσαλονικεῦσι· „καὶ νῦν τὸ κατέχον οἴδατε, εἰς τὸ ἀποκαλυφθῆναι αὐτὸν ἐν τῷ αὐτοῦ καιρῷ. τὸ γὰρ μυστήριον ἤδη ἐνεργεῖται τῆς ἀνομίας, μόνον ὁ κατέχων ἄρτι ἕως ἐκ μέσου γένηται· καὶ τότε ἀποκαλυφθήσεται ὁ ἄνομος, ὃν κύριος ὁ θεὸς ἀνελεῖ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ καὶ καταργήσει τῇ ἐπιφανείᾳ τῆς παρουσίας αὐτοῦ, οὗ ἐστιν ἡ παρουσία κατ᾿ ἐνέργειαν τοῦ σατανᾶ ἐν πάσῃ δυνάμει καὶ σημείοις καὶ τέρασι ψεύδους καὶ ἐν πάσῃ ἀπάτῃ ἀδικίας ἐν τοῖς ἀπολλυμένοις.“ ἐκτιθέμενος δὲ καὶ τὴν αἰτίαν τοῦ ἐπιτρέπεσθαι τὸν ἄνομον ἐπιδημεῖν τῷ βίῳ

425
φησίν· „ἀνθ᾿ ὧν τὴν
v.1.p.173
ἀγάπην τῆς ἀληθείας οὐκ ἐδέξαντο εἰς τὸ σωθῆναι αὐτούς. καὶ διὰ τοῦτο πέμπει αὐτοῖς ὁ θεὸς ἐνέργειαν πλάνης εἰς τὸ πιστεῦσαι αὐτοὺς τῷ ψεύδει. ἵνα κριθῶσιν ἅπαντες οἱ μὴ πιστεύσαντες τῇ ἀληθείᾳ ἀλλ᾿ εὐδοκήσαντες ἐν τῇ ἀδικίᾳ.“ λεγέτω τις οὖν ἡμῖν. εἰ δύναταί τι τῶν ἐν τῷ
50
εὐαγγελίῳ ἢ τῶν παρὰ τῷ ἀποστόλῳ χώραν παρέχειν ὑπονοίας γοητείας προαγορευομένης κατὰ τὸν τόπον. παρέσται δὲ τῷ βουλομένῳ καὶ ἀπὸ τοῦ Δανιὴλ ἐκλαβεῖν τὴν περὶ τοῦ ἀντιχρίστου προφητείαν. καταψεύδεται δὲ τῶν λόγων Ἰησοῦ, ἐπεὶ μὴ εἰπόντος αὐτοῦ· διότι παρέσονται ἕτεροι δυνάμεσιν ὁμοίαις χρώμενοι, κακοὶ καὶ γόητες, αὐτός φησιν αὐτὸν εἰρηκέναι τὸ τοιοῦτον. ὡς γὰρ οὐχ ὁμοία δύναμις ἡ τῶν ἐν Αἰγύπτῳ ἐπαοιδῶν τῇ ἐν τῷ Μωϋσεῖ παραδόξῳ χάριτι, ἀλλὰ τὸ τέλος διήλεγχε τὰ μὲν τῶν Αἰγυπτίων ὄντα μαγγανείας τὰ δὲ τοῦ Μωϋσέως θεῖα· οὕτως τὰ μὲν τῶν ἀντιχρίστων καὶ τῶν προσποιουμένων δυνάμεις ὡς μαθητῶν Ἰησοῦ σημεῖα καὶ τέρατα λέγεται εἶναι „ψεύδους.“ „ἐν πάσῃ ἀπάτῃ ἀδικίας τοῖς ἀπολλυμένοις“ ἰσχύοντα, τὰ δὲ τοῦ Χριστοῦ καὶ τῶν μαθητῶν αὐτοῦ καρπὸν ἔσχεν οὐκ ἀπάτην ἀλλὰ σωτηρίαν ψυχῶν. Τίς γὰρ τὸν κρείττονα βίον καὶ συστέλλοντα τὰ τῆς κακίας ὁσημέραι ἐπὶ τὸ ἔλαττον εὐλόγως φησὶν ἀπὸ ἀπάτης γίνεσθαι;

Ὑπείδετο δὲ ὁ Κέλσος τὸ ἀπὸ τῆς γραφῆς ποιήσας τὸν Ἰησοῦν εἰρηκέναι ὅτι σατανᾶς τις τοιαῦτα παραμηχανήσεται. ἀλλὰ καὶ συναρπάζει τὸν λόγον φάσκων μὴ ἔξαρνον εἶναι τὸν Ἰησοῦν, ὡς ταῦτα οὐδὲν θεῖον ἔχει ἀλλὰ πονηρῶν ἐστιν ἔργα· ὁμογενῆ γὰρ αὐτὰ πεποίηκεν ἑτερογενῆ τυγχάνοντα. καὶ ὥσπερ λύκος κυνὶ οὐχ ὁμογενὴς, κἂν δοκῇ ἔχειν τι παραπλήσιον ἐν τῷ τοῦ σώματος σχήματι καὶ τῇ φωνῇ, οὐδὲ φάσσα τῇ περιστερᾷ· οὕτως οὐδὲν ὅμοιον ἔχει τὸ δυνάμει θεοῦ ἐπιτελούμενον τῷ γινομένῳ ἀπὸ γοητείας.

ἔτι δὲ καὶ ταῦτα πρὸς τὰς Κέλσου κακουργίας ἐροῦμεν· ἆρα δυνάμεις γίνονται μὲν κατὰ γοητείαν ἀπὸ πονηρῶν δαιμόνων, οὐδεμία δὲ δύναμις ἐπιτελεῖται ἀπὸ τῆς θείας καὶ μακαρίας φύσεως, ἀλλ᾿ ὁ βίος τῶν ἀνθρώπων ἤνεγκε μὲν τὰ χείρονα οὐδαμῶς δ᾿ ἐχώρησε τὰ κρείττονα; καὶ τοῦτο δὲ δοκεῖ μοι ὥσπερ ἐπὶ πάντων δεῖν παρατιθέναι, ὅτι ὅπου τι χεῖρον προσποιούμενον εἶναι ὁμογενὲς τῷ κρείττονι, ἐκεῖ πάντως ἐκ τοῦ ἐναντίου ἐστί τι κρεῖττον. οὕτω καὶ

v.1.p.174
ἐπὶ τῶν κατὰ γοητείαν ἐπιτελούντων. ὅτι πάντως ἀνάγκη εἶναι καὶ ἀπὸ θείας ἐνεργείας ἐν τῷ βίῳ γινόμενα. καὶ τοῦ αὐτοῦ ἐστιν ἐξ ἀκολουθίας ἤτοι ἀμφότερα ἀναιρεῖν καὶ λέγειν μηδέτερον γίνεσθαι ἢ τιθέντα τὸ ἕτερον καὶ μάλιστα τὸ χεῖρον ὁμολογεῖν καὶ περὶ τοῦ κρείττονος. εἰ δέ τις τιθείη μὲν τὰ ἀπὸ γοητείας γίνεσθαι, μὴ τιθείη δὲ τὰ ἀπὸ θείας δυνάμεως, δοκεῖ μοι παραπλήσιος εἶναι
426
τῷ τιθέναι μὲν ὅτι εἰσὶ σοφίσματα καὶ λόγοι πιθανοὶ, ἀποτυγχάνοντες τῆς ἀληθείας, προσποιούμενοι τἀληθῆ παριστάνειν, οὐδαμοῦ δὲ παρ᾿ ἀνθρώποις ἀλήθεια καὶ διαλεκτικὴ ἀλλοτρία σοφισμάτων πολιτεύεται.

εἰ δ᾿ ἅπαξ παραδεξόμεθα ἀκόλουθον εἶναι τῷ ὑποστατὴν εἶναι μαγείαν καὶ γοητείαν, ἐνεργουμένην ὑπὸ πονηρῶν δαιμόνων, κατακλήσεσι περιέργοις θελγομένων καὶ ἀνθρώποις γόησιν ὑπακουόντων, τὸ καὶ ἀπὸ θείας δυνάμεως δεῖν εὑρίσκεσθαι ἐν ἀνθρώποις· διὰ τί οὐχὶ καὶ βεβασανισμένως τοὺς ἐπαγ

50
γελλομένους τὰς δυνάμεις ἐξετάσομεν ἀπὸ τοῦ βίου καὶ τοῦ ἤθους καὶ τῶν ἐπακολουθούντων ταῖς δυνάμεσιν ἤτοι εἰς βλάβην τῶν ἀνθρώπων ἢ εἰς ἠθῶν ἐπανόρθωσιν, τίς μὲν δαίμοσι διακονούμενος διά τινων ἐπῳδῶν καὶ μαγγανειῶν τὰ τοιαῦτα ποιεῖ, τίς δ᾿ ἐν χώρᾳ καθαρᾷ καὶ ἁγίᾳ γενόμενος κατὰ τὴν ψυχὴν ἑαυτοῦ καὶ τὸ πνεῦμα, οἶμαι δὲ καὶ τὸ σῶμα, τῷ θεῷ, παραδεξάμενος θεῖόν τι πνεῦμα τὰ τοιαῦτα εἰς ὠφέλειαν ἀνθρώπων καὶ προτροπὴν τὴν ἐπὶ τὸ πιστεύειν θεῷ ἀληθινῷ πράττει; εἰ δ᾿ ἅπαξ ζητεῖν δεῖ μὴ συναρπαζόμενον ὑπὸ τῶν δυνάμεων, τίς μὲν ἀπὸ κρείττονος τίς δὲ ἀπὸ χείρονος τὰ τοιαῦτα ἐπιτελεῖ, ἵνα ἢ μὴ πάντα κακολογῶμεν ἢ μὴ πάντα ὡς θεῖα θαυμάζωμεν καὶ ἀποδεχώμεθα· πῶς οὐχὶ προφανὲς μὲν ἔσται ἐκ τῶν συμβάντων ἐπὶ Μωϋσέως καὶ ἐπὶ Ἰησοῦ, ἐθνῶν ὅλων συστάντων μετὰ τὰ σημεῖα αὐτῶν, ὅτι θείᾳ δυνάμει πεποιήκασιν οὗτοι ἅπερ ἀναγέγραπται αὐτοὺς
v.1.p.175
πεποιηκέναι; οὐκ ἂν γὰρ πονηρία καὶ μαγγανεία ὅλον ἔθνος συνέστησαν, ὑπερβὰν μὲν οὐ μόνον ἀγάλματα καὶ τὰ ὑπ᾿ ἀνθρώπων ἱδρυμένα ἀλλὰ καὶ πᾶσαν γενητὴν φύσιν. ἀναβαῖνον δὲ πρὸς τὴν ἀγένητον τοῦ θεοῦ τῶν ὅλων ἀρχήν.

Ἐπεὶ δ᾿ Ἰουδαῖός ἐστιν ὁ παρὰ τῷ Κέλσῳ ταῦτα λέγων. εἴποιμεν ἂν πρὸς αὐτόν· σὺ δὲ δὴ, ὦ οὗτος, τί δή ποτε τὰ μὲν παρὰ σοὶ γεγραμμένα ὡς ὑπὸ τοῦ θεοῦ διὰ Μωϋσέως ἐπιτελεσθέντα θεῖα εἶναι πεπίστευκας καὶ πειρᾷ πρὸς τοὺς διαβάλλοντας αὐτὰ ὡς κατὰ γοητείαν γεγενημένα ὁμοίως τοῖς παρ᾿ Αἰγυπτίων σοφῶν ἐπιτελουμένοις διαλέγεσθαι, τὰ δὲ ἀπὸ τοῦ Ἰησοῦ καὶ παρὰ σοὶ ὁμολογούμενα γεγονέναι τοὺς κατὰ σοῦ Αἰγυπτίους μιμούμενος κατηγορεῖς ὡς οὐ θεῖα; εἰ γὰρ τὸ τέλος καὶ ὅλον τὸ ἔθνος συστὰν διὰ τῶν ἐν Μω(??)σεῖ τεραστίων τὴν ἐνάργειαν τοῦ θεὸν εἶναι τὸν ταῦτα ποιήσαντα γενέσθαι συνίστησιν ἐπὶ Μωϋσέως, πῶς οὐχὶ μᾶλλον τὸ τοιοῦτον ἐπὶ τῷ Ἰησοῦ δειχθήσεται, μεῖζον ποιήσαντι παρὰ τὸ Μωϋσέως ἔργον;

427
ἐκεῖνος μὲν γὰρ τοὺς ἀπὸ τοῦ ἔθνους ἐκ σπέρματος Ἀβραὰμ κατὰ διαδοχὴν τὴν περιτομὴν φυλάξαντας καὶ τῶν ἐθῶν τοῦ Ἀβραὰμ γενομένους ζηλωτὰς ἑτοιμοτέρους παραλαβὼν ἐξήγαγεν ἐκ τῆς Αἰγύπτου, τοὺς θείους, οὓς πεπίστευκας, παρατιθέμενος αὐτοῖς νόμους· οὗτος δὲ μεῖζόν τι τολμήσας ἐπεισήγαγε τῇ προκαταλαβούσῃ πολιτείᾳ καὶ ἔθεσι πατρῴοις καὶ ἀνατροφαῖς ταῖς κατὰ τοὺς κειμένους νόμους τὴν κατὰ τὸ εὐαγγέλιον πολιτείαν. καὶ ὥσπερ ἔχρῃζεν, ἵνα Μωϋσῆς πιστευθῇ οὐ μόνον ὑπὸ τῆς γερουσίας ἀλλὰ καὶ τοῦ λαοῦ, σημείων ὧν πεποιηκέναι ἀναγέγραπται, διὰ τί οὐχὶ καὶ Ἰησοῦς. ἵνα πιστευθῇ ὑπὸ τῶν ἀπὸ τοῦ λαοῦ μεμαθηκότων „σημεῖα καὶ τέρατα“ αἰτεῖν, δεήσεται τοιούτων δυνάμεων, αἳ διὰ τὸ μεῖζον καὶ θειότερον συγκρίσει τῶν διὰ Μωϋσέως οἷαί τε ἦσαν ἀποστῆσαι μὲν τῆς Ἰουδαϊκῆς μυθολογίας καὶ τῶν ἀνθρωπίνων παρ᾿ αὐτοῖς παραδόσεων ποιῆσαι δὲ
v.1.p.176
παραδέξασθαι τὸν ταῦτα διδάσκοντα καὶ ἐπιτελοῦντα, ὅτι μείζων τῶν προφητῶν ἦν; πῶς γὰρ οὐ μείζων τῶν προφητῶν ἦν ὁ ὑπὸ τῶν προφητῶν ὡς Χριστὸς καὶ σωτὴρ τοῦ γένους τῶν ἀνθρώπων εἶναι κηρυσσόμενος;

Καὶ ὅλα δὲ, ἅπερ

51
ὁ παρὰ τῷ Κέλσῳ Ἰουδαῖος λέγει πρὸς τοὺς πιστεύοντας εἰς τὸν Ἰησοῦν, δύναται κοινοποιεῖσθαι εἰς τὴν Μωϋσέως κατηγορίαν· ὥστ᾿ ἢ μηδὲν διαφέρειν ἢ παραπλήσιον εἶναι λέγειν γοητείαν τὴν Ἰησοῦ τῇ Μωϋσέως, ἀμφοτέρων ὅσον ἐπὶ τῇ λέξει τοῦ παρὰ τῷ Κέλσῳ Ἰουδαίου δυναμένων τοῖς αὐτοῖς ὑπάγεσθαι ἐγκλήμασιν. οἷον περὶ μὲν Χριστοῦ ὁ παρὰ Κέλσῳ Ἰουδαῖος λέγει· ἀλλ᾿ ὦ φῶς καὶ ἀλήθεια. τῇ αὐτοῦ φωνῇ διαῤῥήδην ἐξαγορεύει Ἰησοῦς ταῦτα, καθὰ καὶ ὑμεῖς συγγεγράφατε. διότι παρέσονται ὑμῖν καὶ ἕτεροι δυνάμεσιν ὁμοίαις χρώμενοι, κακοὶ καὶ γόητες· περὶ δὲ Μωϋσέως εἴποι ἂν ὁ ἀπιστῶν πρὸς τὸν Ἰουδαῖον τοῖς Μωϋσέως εἴτ᾿ Αἰγύπτιος εἴθ᾿ ὁστισοῦν· ἀλλ᾿ ὦ φῶς καὶ ἀλήθεια, τῇ αὐτοῦ φωνῇ Μωϋσῆς διαῤῥήδην ἐξαγορεύει. καθὰ καὶ ὑμεῖς συγγεγράφατε, διότι παρέσονται ὑμῖν ἕτεροι δυνάμεσιν ὁμοίαις χρώμενοι, κακοὶ καὶ γόητες. γέγραπται γὰρ ὑμῶν ἐν τῷ νόμῳ· „ἐὰν δὲ ἀναστῇ ἐν σοὶ προφήτης ἢ ἐνυπνιαζόμενος ἐνύπνιον καὶ δῷ σοι σημεῖον ἢ τέρας, καὶ ἔλθῃ τὸ σημεῖον ἢ τὸ τέρας, ὃ ἐλάλησε πρός σε λέγων· πορευθῶμεν καὶ ἀκολουθήσωμεν θεοῖς ἑτέροις, οὓς οὐκ οἴδατε, καὶ λατρεύσωμεν αὐτοῖς. οὐκ ἀκούσεσθε τοὺς λόγους τοῦ προφήτου ἐκείνου ἢ τοῦ ἐνυπνιαζομένου τὸ ἐνύπνιον ἐκεῖνο“ καὶ τὰ ἑξῆς. καὶ ὁ μὲν τοὺς λόγους τοῦ Ἰησοῦ διαβάλλων φησὶ καὶ σατανᾶν τινα τοιαῦτα παραμηχανώμενον ὀνομάζειν, ὁ δὲ κοινοποιῶν τοῦτο πρὸς Μωϋσέα ἐρεῖ καὶ προφήτην ἐνυπνιαζόμενον τοιαῦτα παραμηχανώμενον ὀνομάζειν.
428
ὥσπερ δ᾿ ὁ παρὰ τῷ Κέλσῳ Ἰουδαῖός φησι περὶ τοῦ Ἰησοῦ ὅτι ὥστε οὐδ᾿ αὐτὸς ἔξαρνός ἐστιν, ὡς ταῦτά γε οὐδὲν θεῖον
v.1.p.177
ἀλλὰ πονηρῶν ἐστιν ἔργα. οὕτως ὁ τοῖς Μωϋσέως ἀπιστῶν φήσει πρὸς αὐτὸν τὰ προειρημένα ἐκτιθέμενος τὸ αὐτό· ὥστε οὐδ᾿ αὐτὸς Μωϋσῆς ἔξαρνός ἐστιν, ὡς ταῦτά γε οὐδὲν θεῖον ἀλλὰ πονηρῶν ἐστιν ἔργα. τὸ αὐτὸ δὲ ποιήσει καὶ ἐπὶ τούτου· βιαζόμενος ὑπὸ τῆς ἀληθείας ὁμοῦ καὶ τὰ τῶν ἄλλων ἀπεκάλυψε καὶ τὰ καθ᾿ ἑαυτὸν ἤλεγξεν ὁ Μωϋσῆς. λέγοντι δὲ τῷ Ἰουδαίῳ καὶ τό· πῶς οὖν οὐ σχέτλιον ἀπὸ τῶν αὐτῶν ἔργων τὸν μὲν θεὸν τοὺς δὲ γόητας ἡγεῖσθαι; εἴποι τις ἂν πρὸς αὐτὸν διὰ τὰς Μωϋσέως ἐκτεθείσας λέξεις· πῶς οὖν οὐ σχέτλιον ἀπὸ τῶν αὐτῶν ἔργων τὸν μὲν προφήτην θεοῦ καὶ θεράποντα αὐτοῦ τοὺς δὲ γόητας ἡγεῖσθαι;

ἐπεὶ δὲ προσδιατρίβων τῷ τόπῳ ὁ Κέλσος προσέθηκεν οἷς ἐξεθέμην κοινοποιηθεῖσι καὶ τό· τί γὰρ μᾶλλον ἀπό γε τούτων τοὺς ἄλλους πονηροὺς ἢ τοῦτον νομιστέον αὐτῷ χρωμένους μάρτυρι; προσθήσομεν τοῖς λεγομένοις καὶ ἡμεῖς τοιαῦτα· τί γὰρ μᾶλλον ἀπό γε τούτων, οἷς ἀπαγορεύει πείθεσθαι Μωϋσῆς ἐπιδεικνυμένοις σημεῖα καὶ τέρατα, ἐκείνους πονηροὺς νομιστέον ἢ Μωϋσέα ἐξ ὧν ἑτέρους περὶ σημείων καὶ τεράτων διέβαλε; πλείονα δ᾿ εἰς ταὐτὸν λέγων, ἵνα δόξῃ αὔξειν τὸ ἐπιχείρημα, φησί· ταῦτα μέν γε καὶ αὐτὸς ὡμολόγησεν οὐχὶ θείας φύσεως ἀλλ᾿ ἀπατεώνων τινῶν καὶ παμπονήρων εἶναι

51
γνωρίσματα. τίς οὖν αὐτός; σὺ μὲν, ὦ Ἰουδαῖε. φῂς ὅτι ὁ Ἰησοῦς, ὁ δὲ ἐγκαλῶν σοι ὡς τοῖς αὐτοῖς ἐγκλήμασιν ὑποκειμένῳ τὸ αὐτὸς ἀνάξει ἐπὶ τὸν Μωϋσέα.

Μετὰ ταῦτά. φησι πρὸς ἡμᾶς δῆθεν (ἵνα τηρήσω τὸ ἀπ᾿ ἀρχῆς τῷ Ἰουδαίῳ προτεθὲν) ὁ τοῦ Κέλσου Ἰουδαῖος ἐν τῷ πρὸς τοὺς πολίτας ἑαυτοῦ λόγῳ πιστεύσαντας· τίνι οὖν προσήχθητε ἢ διότι προεῖπεν, ὡς ἀποθανὼν ἀναστήσεται; καὶ τοῦτο δ᾿ εἰς τὸ περὶ Μωϋσέως ὁμοίως τοῖς προτέροις κοινοποιηθήσεται. φήσομεν γὰρ πρὸς αὐτόν· τίνι οὖν προσήχθητε ἢ διότι ἀνέγραψε περὶ τῆς ἑαυτοῦ τελευτῆς τοιαῦτα· „καὶ ἐτελεύτησεν ἐκεῖ Μωϋσῆς οἰκέτης κυρίου ἐν γῇ Μωὰβ διὰ ῥήματος κυρίου· καὶ ἔθαψαν αὐτὸν ἐν γῇ

v.1.p.178
Μωάβ, ἐγγὺς οἴκου Φογώρ. Καὶ οὐδεὶς οἶδε τὴν ταφὴν αὐτοῦ ἕως τῆς ἡμέρας ταύτης" Ὡς γὰρ διαβάλλει ὁ Ἰουδαῖος ὅτι προεῖπεν, ὡς ἀποθανὼν ἀναστήσεται, πρὸς τὸν λέγοντα ταῦτα ὁ περὶ Μωϋσέως τὸ ὅμοιον φάσκων ἐρεῖ ὅτι [καὶ Μωϋσῆς ἀνέγραψενμδαση;αὐτοῦ γάρ ἐστι καὶ τὸ Δευτερονόμιον] ὅτι θυοτ;Οὐδεὶς οἶδε τὴν ταφὴν αὐτοῦ ἕως τῆς ἡμέρας ταύτης," σεμνύνων καὶ ἐπαίρων καὶ τὴν ταφὴν αὐτοῦ ὡς οὐκ ἐγνωσμένην ἀνθρώπων γένει.

429
μετὰ ταῦτά φησιν ὁ Ἰουδαῖος πρὸς τοὺς ἑαυτοῦ πολίτας τῷ Ἰησοῦ πιστεύοντας· φέρε δὴ καὶ πιστεύωμενηι ὑμῖν τοῦτ' εἰρῆσθαι. πόσοι δ' ἄλλοι τοιαῦτα τερατεύονται, πειθοῦς ἕνεκα τῶν εὐήθως ἀκουόντων ἐνεργολαβοῦντες τῇ πλάνῃ; ὅπερ οὖν καὶ Ζάμολξιν ἐν Σκύθαις φασί, τὸν Πυθαγόρου δοῦλον, καὶ αὐτὸν Πυθαγόραν ἐν Ἰταλίᾳ καὶ Ῥαμψίνιτον ἐν Αἰγύπτῳ· τοῦτον μὲν καὶ „συγκυβεύειν“ ἐν ᾅδου „τῇ Δήμητρι“ καὶ ἀνελθεῖν „δῶρον“ „παρ' αὐτῆς χειρόμακτρον χρυσοῦν“ φέροντα· καὶ μὴν καὶ Ὀρφέα ἐν Ὀδρύσαις καὶ Πρωτεσίλαον ἐν Θεσσαλίᾳ καὶ Ἡρακλέα ἐπὶ Ταινάρῳ καὶ Θησέα. Ἀλλ' ἐκεῖνο σκεπτέον, εἴ τις ὡς ἀληθῶς ἀποθανὼν ἀνέστη ποτὲ αὐτῷ σώματι]· ἢ οἴεσθε τὰ μὲν τῶν ἄλλων μύθους εἶναί τε καὶ δοκεῖν, ὑμῖν δὲ τὴν καταστροφὴν τοῦ δράματος εὐσχημόνως ἢ πιθανῶς ἐφευρῆσθαι, τὴν ἐπὶ τοῦ σκόλοπος αὐτοῦ φωνήν, ὅτ' ἀπέπνει, καὶ „τὸν σεισμὸν“ καὶ τὸν σκότον; ὅτι δὴ ζῶν μὲν οὐκ ἐπήρκεσεν ἑαυτῷ, νεκρὸς δ' ἀνέστη καὶ τὰ σημεῖα τῆς κολάσεως ἔδειξε [καὶ τὰς χεῖρας ὡς ἦσαν πεπερονημέναι], τίς τοῦτο εἶδε; γυνὴ πάροιστρος, ὥς φατε, καὶ εἴ τις ἄλλος τῶν ἐκ τῆς αὐτῆς γοητείας, ἤτοι κατά τινα διάθεσιν ὀνειρώξας καὶ κατὰ τὴν αὐτοῦ
v.1.p.179
βούλησιν δόξῃ πεπλανημένῃ φαντασιωθεὶς, ὅπερ ἤδη μυρίοις συμβέβηκεν, ἢ. ὅπερ μᾶλλον. ἐκπλῆξαι τοὺς λοιποὺς τῇ τερατείᾳ ταύτῃ θελήσας καὶ διὰ τοῦ τοιούτου ψεύσματος ἀφορμὴν ἄλλοις ἀγύρταις παρασχεῖν.

ἐπεὶ οὖν Ἰουδαῖός ἐστιν ὁ ταῦτα λέγων, ὡς πρὸς Ἰουδαῖον ἀπολογούμεθα περὶ τοῦ ἡμετέρου Ἰησοῦ, κοινοποιοῦντες ἔτι τὸν λόγον περὶ

52
Μωϋσέως καὶ λέγοντες αὐτῷ· πόσοι δ᾿ ἄλλοι τοιαῦτα τερατεύονται, ὁποῖα Μωϋσῆς, πειθοῦς ἕνεκα τῶν εὐήθως ἀκουόντων ἐνεργολαβοῦντες τῇ πλάνῃ; καὶ μᾶλλον κατὰ τὸν ἀπιστοῦντα Μωϋσεῖ ἐστι δυνατὸν παραθέσθαι τὸν Ζάμολξιν καὶ Πυθαγόραν τοὺς τερατευσαμένους ἤπερ τὸν Ἰουδαῖον. οὐ πάνυ φιλομαθῶς ἔχοντα πρὸς τὰς Ἑλλήνων ἱστορίας. καὶ ὁ Αἰγύπτιος δὲ ἀπιστῶν τοῖς περὶ Μωϋσέως παραδόξοις πιθανῶς παραθήσεται τὸν Ῥαμψίνιτον, λέγων πολλῷ τοῦτον εἶναι πιθανώτερον
430
εἰς ᾅδου καταβεβηκέναι καὶ συγκεκυβευκέναι τῇ Δήμητρι καὶ χρυσοῦν χειρόμακτρον παρ᾿ αὐτῆς ἁρπάσαντα δεικνύναι σύμβολον τοῦ ἐν ᾅδου γεγονέναι κἀκεῖθεν ἀναβεβηκέναι Μωυσέως. ἑαυτὸν ἀναγράψαντος εἰσεληλυθέναι „εἰς τὸν γνόφον. ὅπου ἦν ὁ θεὸς.“ καὶ ὅτι μόνος ἤγγισε πρὸς τὸν θεὸν παρὰ τοὺς λοιπούς. ἀνέγραψε γὰρ οὕτως· „καὶ Μωϋσῆς μόνος ἐγγιεῖ πρὸς τὸν θεὸν. οἱ δὲ λοιποὶ οὐκ ἐγγιοῦσι.“ φήσομεν οὖν ἡμεῖς οἱ τοῦ Ἰησοῦ μαθηταὶ πρὸς τὸν ταῦτα λέγοντα Ἰουδαῖον· ἀπολογοῦ δὴ ἡμῖν περὶ τῆς εἰς Ἰησοῦν πίστεως ἐγκαλῶν καὶ λέγε τῷ Αἰγυπτίῳ καὶ τοῖς Ἕλλησι· τί φήσεις πρὸς ἃ ἤνεγκας κατὰ τοῦ Ἰησοῦ ἡμῶν ἐγκλήματα. φθάσαντα ἂν καὶ ἐπὶ Μωϋσέα; κἂν πάνυ δὲ ἀγωνίσῃ περὶ Μωϋσέως ἀπολογήσασθαι. ὥσπερ οὖν καὶ ἔχει πληκτικὸν λόγον καὶ ἐναργῆ τὰ περὶ αὐτοῦ, λήσεις σαυτὸν ἐν οἷς περὶ Μωϋσέως ἀπολογήσῃ, ἄκων συστήσας τὸν Ἰησοῦν Μωϋσέως θειότερον.

Ἐπεὶ δὲ τὰς ἡρωϊκὰς ἱστορίας περὶ τῶν εἰς ᾅδου καταβεβηκέναι λεγομένων κἀκεῖθεν ἀνεληλυθέναι τερατείας εἶναί φησιν ὁ παρὰ τῷ Κέλσῳ Ἰουδαῖος. ὡς τῶν ἡρώων ἀφανῶν γενομένων ἐπί τινα χρόνον καὶ ὑπεκκλεψάντων ἑαυτοὺς τῆς ὄψεως πάντων ἀνθρώπων καὶ μετὰ ταῦτα ἑαυτοὺς ἐπιδειξάντων. ὡς ἀπὸ ᾅδου ἀνεληλυθότων

v.1.p.180
(τοιαῦτα γὰρ ἔοικε περὶ τοῦ ἐν Ὀδρύσαις Ὀρφέως καὶ τοῦ ἐν Θεσσαλίᾳ Πρωτεσιλάου καὶ τοῦ ἐπὶ Ταινάρῳ Ἡρακλέος ἔτι δὲ καὶ περὶ Θησέως ἐμφαίνειν αὐτοῦ ἡ λέξις), φέρε παραστήσωμεν ὅτι οὐ δύναται τὸ κατὰ τὸν Ἰησοῦν ἱστορούμενον ἐκ νεκρῶν ἐγηγέρθαι τούτοις παραβάλλεσθαι. ἕκαστος μὲν γὰρ τῶν λεγομένων κατὰ τοὺς τόπους ἡρώων βουληθεὶς ἂν ἐδυνήθη ἑαυτὸν ὑπεκκλέψαι τῆς ὄψεως τῶν ἀνθρώπων καὶ πάλιν κρίνας ἐπανελθεῖν πρὸς οὓς καταλέλοιπεν· Ἰησοῦ δὲ σταυρωθέντος ἐπὶ πάντων Ἰουδαίων καὶ καθαιρεθέντος αὐτοῦ τοῦ σώματος ἐν ὄψει τοῦ δήμου αὐτῶν, πῶς οἷόν τε τὸ παραπλήσιον πλάσασθαι λέγειν αὐτὸν αὐτὸν τοῖς ἱστορουμένοις ἥρωσιν εἰς ᾅδου καταβεβηκέναι κἀκεῖθεν ἀνεληλυθέναι; φαμὲν δ᾿ ὅτι μή ποτε πρὸς ἀπολογίαν τοῦ ἐσταυρῶσθαι τὸν Ἰησοῦν καὶ τοιοῦτον λέγοιτ᾿ ἂν, μάλιστα διὰ τὰ περὶ τῶν ἡρώων ἱστορηθέντα τῶν εἰς ᾅδου καταβεβηκέναι βίᾳ νομιζομένων, ὅτι εἰ καθ᾿ ὑπόθεσιν ὁ Ἰησοῦς ἐτεθνήκει ἀσήμῳ θανάτῳ, οὐχ ὥστε δῆλος εἶναι ἀποθανὼν ὅλῳ τῷ δήμῳ τῶν Ἰουδαίων, εἶτα μετὰ τοῦτ᾿ ἀληθῶς ἦν ἀναστὰς ἐκ νεκρῶν, χώραν εἶχεν ἂν τὸ ὑπονοηθὲν περὶ τῶν ἡρώων καὶ περὶ τούτου λεχθῆναι. μή ποτ᾿ οὖν πρὸς ἄλλοις αἰτίοις τοῦ σταυρωθῆναι τὸν Ἰησοῦν καὶ τοῦτο δύναται συμβάλλεσθαι τῷ αὐτὸν ἐπισήμως
431
ἐπὶ τοῦ σταυροῦ ἀποτεθνηκέναι, ἵνα μηδεὶς ἔχῃ λέγειν ὅτι ἑκὼν ὑπεξέστη τῆς ὄψεως τῶν ἀνθρώπων καὶ ἔδοξεν ἀποτεθνηκέναι οὐκ ἀποτέθνηκε δὲ (ἀλλ᾿), ὅτ᾿ ἐβουλήθη, πάλιν ἐπιφανεὶς ἐτερατεύσατο τὴν ἐκ νεκρῶν ἀνάστασιν; σαφὲς δ᾿ οἶμαι καὶ ἐναργὲς εἶναι τὸ ἐκ τῶν μαθητῶν αὐτοῦ ἐπιχείρημα, ἐπικινδύνῳ ὡς πρὸς τὸν
v.1.p.181
τῶν ἀνθρώπων βίον διδασκαλίᾳ ἑαυτοὺς ἐπιδεδωκότων, ἣν οὐκ ἂν πλασσόμενοι τὸ ἐγηγέρθαι
52
τὸν Ἰησοῦν ἐκ νεκρῶν οὕτως εὐτόνως ἐδίδαξαν, μετὰ τοῦ καὶ αὐτοὶ οὐ μόνον ἑτέρους παρασκευάζειν πρὸς τὸ θανάτου καταφρονεῖν ἀλλ᾿ αὐτοὶ πολὺ πρότερον τοῦτο ποιεῖν.

Πρόσχες δὲ εἰ μὴ πάνυ τυφλῶς ὁ παρὰ τῷ Κέλσῳ Ἰουδαῖος ὡς ἀδυνάτου ὄντος τοῦ ἀνίστασθαί τινα ἐκ νεκρῶν αὐτῷ σώματί φησιν· ἀλλ᾿ ἐκεῖνο σκεπτέον. εἴ τις ἀληθῶς ἀποθανὼν ἀνέστη ποτὲ αὐτῷ σώματι. οὐκ ἂν γὰρ εἶπεν ὁ Ἰουδαῖος ταῦτα. πιστεύων τοῖς ἐν τῇ τρίτῃ τῶν Βασιλειῶν ἀναγεγραμμένοις καὶ τῇ τετάρτῃ περὶ παιδαρίων, ὧν τὸ μὲν ἕτερον Ἠλίας ἀνέστησεν τὸ δὲ λοιπὸν ὁ Ἐλισσαῖος. διὰ τοῦτο δ᾿ οἶμαι καὶ τὸν Ἰησοῦν οὐκ ἄλλῳ ἔθνει ἢ Ἰουδαίοις ἐπιδεδημηκέναι, τοῖς ἐθάσι γενομένοις πρὸς τὰ παράδοξα. τῇ παραθέσει τῶν πεπιστευμένων πρὸς τὰ ὑπ᾿ αὐτοῦ γενόμενα καὶ περὶ αὐτοῦ ἱστορούμενα ὅπως παραδέξωνται ὅτι οὗτος, περὶ ὃν γέγονε μείζονα καὶ ὑφ᾿ οὗ ἐπετελέσθη παραδοξότερα, πάντων ἐκείνων μείζων ἦν.

Ἐπεὶ δὲ μεθ᾿ ἃς παρέθετο ὁ Ἰουδαῖος ἱστορίας Ἑλληνικὰς περὶ τῶν ὡσανεὶ τερατευσαμένων καὶ περὶ τῶν ὡς ἀναστάντων ἐκ νεκρῶν φησι πρὸς τοὺς ἀπὸ Ἰουδαίων τῷ Ἰησοῦ πιστεύοντας· ἢ οἴεσθε τὰ μὲν τῶν ἄλλων μύθους εἶναί τε καὶ δοκεῖν, ὑμῖν δὲ τὴν καταστροφὴν τοῦ δράματος εὐσχημόνως ἢ πιθανῶς ἐφευρῆσθαι, τὴν ἐπὶ τοῦ σκόλοπος αὐτοῦ φωνὴν, ὅτ᾿ ἀπέπνει; φήσομεν πρὸς τὸν Ἰουδαῖον ὅτι οὓς παρέθου μύθους εἶναι νενομίκαμεν. τὰ δὲ τῶν κοινῶν ἡμῶν πρὸς ὑμᾶς γραφῶν, ἐν αἷς οὐχ ὑμεῖς μόνοι ἀλλὰ καὶ ἡμεῖς σεμνυνόμεθα, οὐδαμῶς μύθους εἶναί φαμεν. διόπερ καὶ τοῖς περὶ τῶν ἐκεῖ ἀναστάντων ἐκ νεκρῶν γράψασι πιστεύομεν ὡς μὴ τερατευομένοις καὶ τῷ ἐνταῦθα ὡς καὶ προειπόντι καὶ προφητευθέντι καὶ ἀναστάντι. τούτῳ δὲ παραδοξότερος οὗτος ἐκ νεκρῶν ἀναστὰς παρ᾿ ἐκείνους, ὄτι ἐκείνους μὲν προφῆται ἀνέστησαν Ἠλίας καὶ Ἐλισσαῖος, τοῦτον δ᾿ οὐδεὶς τῶν

v.1.p.182
προφητῶν ἀλλ᾿ ὁ ἐν τοῖς οὐρανοῖς πατήρ. διόπερ καὶ μείζονα εἰργάσατο ἡ τούτου ἀνάστασις τῆς ἐκείνων ἀναστάσεως. τί γὰρ τηλικοῦτον τῷ κόσμῳ ἀπὸ τῶν ἀναστάντων παιδαρίων δι᾿ Ἠλίου καὶ Ἐλισσαίου γεγένηται, ὁποῖον διὰ
432
τῆς κηρυσσομένης ἀναστάσεως Ἰησοῦ. δυνάμει θείᾳ πεπιστευμένης;

Οἴεται δὲ τερατείαν εἶναι καὶ τὸν σεισμὸν καὶ τὸν σκότον· περὶ ὧν κατὰ τὸ δυνατὸν ἐν τοῖς ἀνωτέρω ἀπελογησάμεθα, παραθέμενοι τὸν Φλέγοντα ἱστορήσαντα κατὰ τὸν χρόνον τοῦ πάθους τοῦ σωτῆρος τοιαῦτα ἀπηντηκέναι. καὶ ὅτι ζῶν μὲν οὐκ ἐπήρκεσεν ἑαυτῷ, νεκρὸς δ᾿ ἀνέστη καὶ τὰ σημεῖα τῆς κολάσεως ἔδειξεν ὁ Ἰησοῦς καὶ τὰς χεῖρας ὡς ἦσαν πεπερονημέναι. καὶ πυνθανόμεθα αὐτοῦ, τί τὸ ἐπήρκεσεν ἑαυτῷ; εἰ μὲν γὰρ πρὸς ἀρετὴν. φήσομεν ὅτι καὶ πάνυ γε ἐπήρκεσεν· οὐδὲν γὰρ ἄτοπον οὔτ᾿ ἐφθέγξατο οὔτ᾿ ἐποίησεν, ἀλλ᾿ ἀληθῶς „ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη. καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείροντος ἄφωνος“· καὶ μαρτυρεῖ τὸ εὐαγγέλιον ὅτι „οὕτως οὐκ“ ἤνοιξε „τὸ

53
στόμα αὐτοῦ.“ εἰ δὲ τὸ ἐπήρκεσεν ἀπὸ τῶν μέσων καὶ σωματικῶν λαμβάνει, φαμὲν ὅτι ἀπεδείξαμεν ἐκ τῶν εὐαγγελίων ὅτι ἑκὼν ἐπὶ ταῦτ᾿ ἐλήλυθεν. εἶθ᾿ ἑξῆς τούτοις εἰπὼν τὰ ἀπὸ τοῦ εὐαγγελίου, ὅτι τὰ σημεῖα τῆς κολάσεως ἔδειξεν ἀναστὰς ἐκ νεκρῶν καὶ τὰς χεῖρας ὡς ἦσαν πεπερονημέναι, πυνθάνεται καὶ λέγει· τίς τοῦτο εἶδε: καὶ τὰ περὶ Μαρίας τῆς Μαγδαληνῆς διαβάλλων ἀναγραφομένης ἑωρακέναι εἶπε· γυνὴ πάροιστρος. ὥς φατε. καὶ ἐπεὶ μὴ μόνη αὕτη ἀναγέγραπται ἑωρακέναι ἀναστάντα τὸν Ἰησοῦν ἀλλὰ καὶ ἄλλοι. καὶ ταῦτα κακηγορῶν ὁ Κέλσου Ἰουδαῖός φησι· καὶ εἴ τις ἄλλος τῶν ἐκ τῆς αὐτῆς γοητείας.

Εἶτα ὡς δυναμένου τούτου συμβῆναι, λέγω δὴ τοῦ φαντασίαν τινὶ γίνεσθαι περὶ τοῦ τεθνηκότος ὡς ζῶντος. ἐπιφέρει ὡς Ἐπικούρειος καὶ λέγει κατά τινα διάθεσιν ὀνειρώξαντά τινα ἢ κατὰ τὴν αὐτοῦ βούλησιν δόξῃ πεπλανημένῃ φαντασιωθέντα

v.1.p.183
τὸ τοιοῦτον ἀπηγγελκέναι. ὅπερ. φησὶ. μυρίοις ἤδη συμβέβηκε. τοῦτο δὲ εἰ καὶ δεινότατα ἔδοξεν εἰρῆσθαι. οὐδὲν ἧττον κατασκευαστικόν ἐστιν ἀναγκαίου δόγματος. ὡς ἄρα ἡ ψυχὴ ὑφέστηκε τῶν ἀποθανόντων· καὶ οὐ μάτην πεπίστευκε περὶ τῆς ἀθανασίας αὐτῆς ἢ κἂν τῆς διαμονῆς ὁ τοῦτο τὸ δόγμα ἀνειληφώς· ὡς καὶ Πλάτων ἐν τῷ περὶ τῆς ψυχῆς λέγει „σκιοειδῆ φαντάσματα“ περὶ μνημεῖά τισι γεγονέναι τῶν ἤδη τεθνηκότων. τὰ μὲν οὖν γινόμενα περὶ ψυχῆς τεθνηκότων „φαντάσματα“ ἀπό τινος ὑποκειμένου γίνεται. τοῦ κατὰ τὴν ὑφεστηκυῖαν ἐν τῷ καλουμένῳ αὐγοειδεῖ σώματι ψυχήν. ὁ δὲ Κέλσος οὐ βουλόμενος τὸ τοιοῦτον θέλει καὶ ὕπαρ
433
ὀνειρώττειν τινὰς καὶ κατὰ τὴν ἑαυτῶν βούλησιν δόξῃ πεπλανημένῃ φαντασιοῦσθαι· ὅπερ ὄναρ μὲν πιστεύειν γίνεσθαι οὐκ ἄλογον. ὕπαρ δὲ ἐπὶ τῶν μὴ πάντῃ ἐκφρόνων καὶ φρενιτιζόντων ἢ μελαγχολώντων οὐ πιθανόν. καὶ τοῦτο δὲ προειδόμενος ὁ Κέλσος παροιστρῶσαν εἶπε τὴν γυναῖκα· ὅπερ οὐκ ἐμφαίνει ἡ ἀναγραφεῖσα ἱστορία, ὅθεν λαβὼν κατηγορεῖ τῶν πραγμάτων.