Contra Celsum

Origen

Origenes. Origenes Werke Vol 1-2. Koetschau, Paul, editor. Leipzig: Hinrichs, 1899.

Παρέῤῥιψε δ᾿ ὁ Κέλσος καὶ τό· θεὸν δὲ καὶ θεοῦ υἱὸν οὐδεὶς ἐκ τοιούτων συμβόλων καὶ παρακουσμάτων οὐδ᾿ ἐξ οὕτως ἀγεννῶν τεκμηρίων συνίστησιν. ἐχρῆν δὲ αὐτὸν τὰ παρακούσματα ἐκθέμενον ἐλέγξαι καὶ τὰ ἀγεννῆ τεκμήρια λόγῳ παραστῆσαι· ἵν᾿ εἴ τι πιθανὸν ἐδόκει λέγειν ὁ Χριστιανὸς. ἀγωνίσασθαι πρὸς αὐτὸ πειραθῇ καὶ ἀνατρέψαι τὸν λόγον. ὅπερ δὲ εἶπε περὶ τοῦ Ἰησοῦ ἀπήντησε μὲν ὡς περὶ μεγάλου, οὐκ ἐβουλήθη δὲ ἰδεῖν ὅτι τοῦτ᾿ ἀπήντησεν. ὡς ἡ ἐνάργεια παρίστησι περὶ τοῦ Ἰησοῦ. ὡς γὰρ ὁ ἥλιος, φησὶ. πάντα τὰ ἄλλα φωτίζων πρῶτον αὑτὸν

v.1.p.158
δεικνύει. οὕτως ἐχρῆν πεποιηκέναι τὸν υἱὸν τοῦ θεοῦ. εἴποιμεν ἂν οὖν ὅτι καὶ πεποίηκεν· „ἀνέτειλε“ γὰρ „ἐν ταῖς ἡμέραις αὐτοῦ δικαιοσύνη, καὶ πλῆθος εἰρήνης“ γέγονεν ἀρξάμενον ἀπὸ τῆς γενέσεως αὐτοῦ, εὐτρεπίζοντος τοῦ θεοῦ τῇ διδασκαλίᾳ αὐτοῦ τὰ ἔθνη, ἵν᾿ ὑπὸ ἕνα γένηται τῶν Ῥωμαίων βασιλέα, καὶ μὴ διὰ τὸ προφάσει τῶν πολλῶν βασιλειῶν ἄμικτον τῶν ἐθνῶν πρὸς ἄλληλα χαλεπώτερον γένηται τοῖς ἀποστόλοις τοῦ Ἰησοῦ τὸ ποιῆσαι ὅπερ προσέταξεν αὐτοῖς ὁ Ἰησοῦς εἰπών· „πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη.“ καὶ σαφές γε ὅτι κατὰ τὴν Αὐγούστου βασιλείαν ὁ Ἰησοῦς γεγέννηται, τοῦ. ἵν᾿ οὕτως ὀνομάσω, ὁμαλίσαντος διὰ μιᾶς βασιλείας τοὺς πολλοὺς τῶν ἐπὶ γῆς. ἦν δ᾿ ἂν ἐμπόδιον τοῦ νεμηθῆναι τὴν Ἰησοῦ διδασκαλίαν εἰς πᾶσαν τὴν οἰκουμένην τὸ πολλὰς εἶναι βασιλείας οὐ μόνον διὰ τὰ προειρημένα ἀλλὰ καὶ διὰ τὸ ἀναγκάζεσθαι στρατεύεσθαι καὶ ὑπὲρ τῶν πατρίδων πολεμεῖν τοὺς πανταχοῦ· ὅ τε ἐγίνετο πρὸ τῶν Αὐγούστου χρόνων καὶ ἔτι γε ἀνωτέρω, ὅτε γε χρεία ἦν ὡς Πελοποννσίων καὶ Ἀθηναίων εἶναι πόλεμον οὕτω καὶ ἑτέρων πρὸς ἑτέρους. πῶς οὖν οἷόν τε ἦν τὴν εἰρηνικὴν ταύτην διδασκαλίαν καὶ μηδὲ ἐχθροὺς ἐπιτρέπουσαν ἀμύνεσθαι κρατῆσαι, εἰ μὴ τὰ τῆς οἰκουμένης τῇ
413
Ἰησοῦ ἐπιδημίᾳ μετεβέβλητο πανταχοῦ ἐπὶ τὸ ἡμερώτερον;

Μετὰ ταῦτα Χριστιανοῖς ἐγκαλεῖ ὡς σοφιζομένοις ἐν τῷ λέγειν τὸν υἱὸν τοῦ

45
θεοῦ εἶναι αὐτολόγον, καὶ οἴεταί γε κρατύνειν τὸ ἔγκλημα, ἐπεὶ λόγον ἐπαγγελλόμενοι υἱὸν εἶναι τοῦ θεοῦ ἀποδείκνυμεν οὐ λόγον καθαρὸν καὶ ἅγιον ἀλλὰ ἄνθρωπον ἀτιμότατα ἀπαχθέντα καὶ ἀποτυμπανισθέντα. καὶ περὶ τούτου δ᾿ ἐν τοῖς ἀνωτέρω ὡς ἐν ἐπιτομῇ πρὸς τὰς Κέλσου κατηγορίας εἴρηται· ἐν οἷς ἀπεδείκνυτο ὁ „πάσης κτίσεως“ „πρωτότοκος“ ἀνειληφὼς σῶμα καὶ ψυχὴν ἀνθρωπίνην, καὶ ὅτι ὁ θεὸς ἐνετείλατο περὶ τῶν τοσούτων ἐν κόσμῳ, καὶ ἐκτίσθη. καὶ ὅτι ὁ τὴν ἐντολὴν λαβὼν ὁ θεὸς λόγος ἦν. καὶ ἐπεὶ Ἰουδαῖός ἐστιν ὁ παρὰ τῷ Κέλσῳ ταῦτα λέγων, οὐκ ἀτόπως χρησόμεθα τῷ· „ἐξαπέστειλε τὸν λόγον αὐτοῦ καὶ ἰάσατο αὐτοὺς, καὶ ἐῤῥύσατο αὐτοὺς ἐκ τῶν διαφθορῶν
v.1.p.159
αὐτῶν“· ου καὶ ἀνωτέρω ἐμνήσθημεν. ἐγὼ δὲ καὶ πολλοῖς Ἰουδαίοις καὶ σοφοῖς γε ἐπαγγελλομένοις εἶναι συμβαλὼν οὐδενὸς ἀκήκοα ἐπαινοῦντος τὸ λόγον εἶναι τὸν υἱὸν τοῦ θεοῦ, ὡς ὁ Κέλσος εἴρηκε, καὶ τοῦτο περιάπτων τῷ τοῦ Ἰουδαίου προσώπῳ λέγοντος· ὡς εἴ γε ὁ λόγος ἐστὶν ὑμῖν υἱὸς τοῦ θεοῦ, καὶ ἡμεῖς ἐπαινοῦμεν.

Προείρηται δ᾿ ἡμῖν ὅτι οὔτ᾿ ἀλαζὼν οὔτε γόης δύναται εἶναι ὁ Ἰησοῦς· διὸ οὐκ ἀναγκαῖον ἐπαναλαμβάνειν τὰ εἰρημένα, ἱνα μὴ πρὸς τὰς ταυτολογίας Κέλσου καὶ ἡμεῖς ταυτολογῶμεν. ἐγκαλῶν δὲ τῇ γενεαλογίᾳ τὰ μὲν καὶ παρὰ Χριστιανοῖς ζητούμενα καὶ ὑπό τινων ὡς ἐγκλήματα προσαγόμενα τῇ διαφωνίᾳ τῶν γενεαλογιῶν οὐδαμῶς ὠνόμασεν. οὐ γὰρ ᾔδει ὁ ὡς ἀληθῶς ἀλαζὼν Κέλσος καὶ ἐπαγγελλόμενος εἰδέναι πάντα τὰ Χριστιανῶν φρονίμως ἐπαπορῆσαι τῇ γραφῇ. φησὶ δὲ ἀπηυθαδῆσθαι τοὺς γενεαλογήσαντας ἀπὸ τοῦ πρώτου φύντος καὶ τῶν ἐν Ἰουδαίοις βασιλέων τὸν Ἰησοῦν. καὶ οἴεταί τι εἰσφέρειν γενναῖον, ὅτι οὐκ ἂν ἡ τοῦ τέκτονος γυνὴ τηλικούτου γένους τυγχάνουσα ἠγνόει. τί γὰρ τοῦτο πρὸς τὸν λόγον; ἔστω ὅτι οὐκ ἠγνόει· τί λυπεῖ τὰ προκείμενα; ἀλλὰ ἀγνοείτω· πόθεν, ὅτι ἠγνόει, οὐκ ἦν ἀπὸ τοῦ πρώτου ἀνθρώπου καὶ οὐκ ἀνήγετο αὐτῆς τὸ γένος ἐπὶ τοὺς ἐν Ἰουδαίοις βασιλεύσαντας; ἢ ἀναγκαῖον οἴεται ὁ Κέλσος τοὺς πενεστέρους ἐκ πάντων πενεστέρων προγόνων γεγονέναι ἢ τοὺς βασιλεῖς ἐκ βασιλέων; διατρίβειν οὖν περὶ τὸν λόγον δοκεῖ μοι εἶναι μάταιον, φανεροῦ ὄντος ὅτι καὶ κατὰ τοὺς ἡμετέρους χρόνους ἐκ πλουσίων καὶ ἐνδόξων γεγόνασί τινες τῆς Μαρίας πενέστεροι καὶ ἐξ ἀσημοτάτων ἡγούμενοι ἐθνῶν καὶ βασιλεῖς.

Τί δὲ, φησὶ, καὶ γενναῖον ἔδρασεν οἷον θεὸς, καταφρονῶν ἀνθρώπων καὶ διαγελῶν καὶ παίζων τὸ συμβαῖνον

414
ὁ Ἰησοῦς; πυνθανομένῳ δὴ αὐτῷ πόθεν ἂν ἀποκρινοίμεθα. κἂν ἔχωμεν παριστάνειν τὸ γενναῖον καὶ τὸ παράδοξον ἐπὶ τοῖς συμβεβηκόσιν αὐτῷ. ἢ ἀπὸ τῶν εὐαγγελίων. ὅτι „ἡ γῆ ἐσείσθη καὶ αἱ πέτραι ἐσχίσθησαν καὶ τὰ μνημεῖα ἠνεῴχθη“ „καὶ τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη ἀπὸ ἄνωθεν ἕως κάτω“ „καὶ σκοτία ἐγένετο“ ἐν καιρῷ ἡμέρας „τοῦ ἡλίου ἐκλιπόντος“; ἀλλ᾿ ἐὰν πιστεύῃ μὲν τοῖς εὐαγγελίοις
v.1.p.160
ὁ Κέλσος, ὅπου κατηγορεῖν καὶ Χριστιανῶν οἴεται. ἀπιστῇ δὲ ἐπὶ τῶν συνιστάντων τὴν ἐν Ἰησοῦ θεότητα, φήσομεν αὐτῷ· ὦ οὗτος, ἢ πᾶσιν ἀπίστει καὶ μηδ᾿ ἐγκαλεῖν νόμιζε. ἢ πιστεύων πᾶσι θαύμαζε θεοῦ λόγον ἐνανθρωπήσαντα καὶ ὅλον τὸ τῶν ἀνθρώπων γένος ὠφελῆσαι βουληθέντα. γενναῖον δ᾿ ἔργον τοῦ Ἰησοῦ τὸ μέχρι σήμερον θεραπεύεσθαι τῷ ὀνόματι
46
αὐτοῦ οὓς ὁ θεὸς βούλεται. περὶ δὲ τῆς ἐπὶ Τιβερίου Καίσαρος ἐκλείψεως, οὗ βασιλεύοντος καὶ ὁ Ἰησοῦς ἔοικεν ἐσταυρῶσθαι. καὶ περὶ τῶν μεγάλων τότε γενομένων σεισμῶν τῆς γῆς ἀνέγραψε καὶ Φλέγων ἐν τῷ τρισκαιδεκάτῳ ἢ τῷ τεσσαρεσκαιδεκάτῳ οἶμαι τῶν Χρονικῶν.

Παίζων δ᾿, ὡς οἴεται, τὸν Ἰησοῦν ὁ παρὰ τῷ Κέλσῳ Ἰουδαῖος εἰδέναι ἀναγέγραπται τὸν Εὐριπίδου Βάκχον λέγοντα· λύσει μ᾿ ὁ δαίμων αὐτὸς, ὅταν ἐγὼ θέλω. οὐ πάνυ μὲν οὖν Ἰουδαῖοι τὰ Ἑλλήνων φιλολογοῦσιν. ἀλλ᾿ ἔστω τινὰ τῶν Ἰουδαίων καὶ φιλόλογον οὕτω γεγονέναι· πῶς οὖν ὁ Ἰησοῦς, ἐπεὶ μὴ ἔλυσεν αὑτὸν δεδεμένον. οὐδὲ ἐδύνατο λῦσαι; ἦ γὰρ ἐκ τῶν ἐμῶν γραφῶν πιστευέτω ὅτι καὶ Πέτρος δεδεμένος ἐν φυλακῇ ἀγγέλου λύσαντος τοὺς δεσμοὺς ἐξῆλθε, καὶ Παῦλος μετὰ τοῦ Σίλα ἐν Φιλίπποις τῆς Μακεδονίας ὑπὸ „ξύλον“ δεδεμένος ἐλύθη θείᾳ δυνάμει, ὅτε καὶ „θύραι“ τῆς φυλακῆς „ἠνοίχθησαν“. ἀλλ᾿ εἰκὸς ὅτι ταῦτα γελᾷ ὁ Κέλσος ἢ καὶ οὐδαμῶς ἀνέγνω τὴν ἱστορίαν· ἔδοξε γὰρ ἂν λέγειν πρὸς αὐτὴν ὅτι καὶ γόητές τινες ἐπῳδαῖς δεσμοὺς λύουσι καὶ θύρας ἀνοίγουσιν, ἵνα

415
κοινοποιήσῃ τὰ τῶν γοήτων πρὸς τὰ παρ᾿ ἡμῖν ἱστορούμενα.

ἀλλ᾿ οὐδ᾿ ὁ καταδικάσας. φησὶν. αὐτὸν ἔπαθέ τι. οἷον ὁ Πενθεὺς μανεὶς ἢ σπαραχθείς. οὐκ εἶδε δ᾿ ὅτι οὐχ οὕτω Πιλᾶτος ἦν καταδικάσας αὐτὸν, ὅς γε „ᾔδει ὅτι διὰ φθόνον παρέδωκαν αὐτὸν“ οἱ Ἰουδαῖοι, ὡς τὸ Ἰουδαίων ἔθνος· ὅπερ καταδεδίκασται ὑπὸ θεοῦ σπαραχθὲν καὶ εἰς πᾶσαν τὴν γῆν ὑπὲρ τὸν Πενθέως σπαραγμὸν διασπαρέν. διὰ τί δὲ καὶ ἑκὼν παρεπέμψατο τὰ περὶ τῆς γυναικὸς Πιλάτου. ἑωρακυίας ὄναρ καὶ οὕτω κεκινημένης ὑπ᾿ αὐτοῦ,

v.1.p.161
ὡς προσπέμψαι τῷ ἀνδρὶ καὶ λέγειν· „μηδέν σοι καὶ τῷ ἀνθρώπῳ τούτῳ τῷ δικαίῳ· σήμερον γὰρ κατ᾿ ὄναρ πολλὰ ἔπαθον δι᾿ αὐτόν“;

πάλιν τε αὖ σιωπῶν τὰ ἐμφαίνοντα τὴν τοῦ Ἰησοῦ θειότητα ὁ Κέλσος ὀνειδίζει ἐκ τῶν γεγραμμένων ἐν τῷ εὐαγγελίῳ περὶ τοῦ Ἰησοῦ. παρατιθέμενος τοὺς ἐμπαίξαντας αὐτῷ καὶ φοινικίδα περιθέντας καὶ τὸν ἐξ ἀκανθῶν στέφανον καὶ τὸν ἐν τῇ χειρὶ κάλαμον. πόθεν οὖν. ὦ Κέλσε. ταῦτα μεμάθηκας ἢ ἀπὸ τῶν εὐαγγελίων; ἆρ᾿ οὖν σὺ μὲν ἑώρας ταῦτα ὀνειδισμοῦ ἄξια, οἱ δ᾿ ἀναγράφοντες αὐτὰ οὐ κατενόουν ὅτι σὺ μὲν καταγελάσῃ καὶ οἱ σοὶ παραπλήσιοι ἄλλοι δὲ παράδειγμα λήψονται τοῦ καταφρονεῖν γελώντων καὶ χλευαζόντων ἐπὶ εὐσεβείᾳ τὸν δι᾿ αὐτὴν ἑτοίμως ἀποθανόντα; μᾶλλον οὖν θαύμαζε αὐτῶν τὸ φιλάληθες καὶ τοῦ ταῦτα ἑκουσίως παθόντος ὑπὲρ ἀνθρώπων καὶ μετὰ πάσης ἀνεξικακίας καὶ μακροθυμίας αὐτὰ ὑπομείναντος· οὐ γὰρ ἀνεγέγραπτο ὅτι ὠδύρατο ἤ τι ἀγεννὲς ἐκ τοῦ καταδεδικάσθαι ἐνομίσθη (ἢ) ἀνεφθέγξατο.

Πρὸς δὲ τό· τί οὐκ εἰ μὴ πρόσθεν ἀλλὰ νῦν γοῦν θεῖόν τι ἐπιδείκνυται καὶ τῆς αἰσχύνης ταύτης ἑαυτὸν ῥύεται καὶ τοὺς ὑβρίζοντας εἰς ἑαυτόν τε καὶ τὸν πατέρα δικαιοῖ; λεκτέον ὅτι τὸ παραπλήσιον ἔστιν εἰπεῖν καὶ πρὸς Ἕλληνας. πρόνοιαν εἰσάγοντας καὶ θεοσημίας παραδεχομένους γενέσθαι. τί δή ποτε τοὺς ὑβρίζοντας τὸ θεῖον καὶ ἀναιροῦντας πρόνοιαν οὐ κολάζει ὁ θεός; ὡς γὰρ ἐὰν ἀπολογήσωνται πρὸς ταῦτα Ἕλληνες, καὶ ἡμεῖς τὰ ὅμοια ἢ καὶ κρείττονα ἐροῦμεν. γέγονε δὲ καὶ θεοσημία τις ἐξ οὐρανοῦ. ὁ

46
ἐκλιπὼν ἥλιος, καὶ τὰ λοιπὰ παράδοξα. ἐμφανίζοντα ὅτι θεῖόν τι καὶ πλεῖον τῶν πολλῶν εἶχεν ὁ σταυρωθείς.

416
Εἶτά φησιν ὁ Κέλσος· τί φησι καὶ ἀνασκολοπιζομένου τοῦ σώματος; ποῖος ἰχὼρ, οἷός περ τε ῥέει μακάρεσσι θεοῖσιν;
v.1.p.162
ἐκεῖνος μὲν οὖν παίζει, ἡμεῖς δ᾿ ἀπὸ τῶν σπουδαίων εὐαγγελίων, κἂν μὴ Κέλσος βούληται, παραστήσομεν ὅτι ἰχὼρ μὲν ὁ μυθικὸς καὶ Ὁμηρικὸς οὐκ ἔῤῥευσεν αὐτοῦ ἀπὸ τοῦ σώματος· ἤδη δ᾿ αὐτοῦ ἀποθανόντος „εἷς τῶν στρατιωτῶν λόγχῃ τὴν πλευρὰν ἔνυξε, καὶ ἐξῆλθεν αἷμα καὶ ὕδωρ. καὶ ὁ ἑωρακὼς μεμαρτύρηκε, καὶ ἀληθινὴ αὐτοῦ ἐστιν ἡ μαρτυρία. κἀκεῖνος οἶδεν ὅτι ἀληθῆ λέγει.“ τῶν μὲν οὖν ἄλλων νεκρῶν σωμάτων τὸ „αἷμα“ πήγνυται καὶ „ὕδωρ“ καθαρὸν οὐκ ἀποῤῥεῖ, τοῦ δὲ κατὰ τὸν Ἰησοῦν νεκροῦ σώματος τὸ παράδοξον καὶ περὶ τὸ νεκρὸν σῶμα ἦν „αἷμα καὶ ὕδωρ“ ἀπὸ τῶν πλευρῶν προχυθέν. εἰ δ᾿ εἰς μὲν τὸ κατηγορεῖν Ἰησοῦ καὶ Χριστιανῶν φέρων ἀπὸ τοῦ εὐαγγελίου οὐδὲ καλῶς ἑρμηνευομένας λέξεις. σιωπῶν δὲ τὰ παριστάντα τὴν θεότητα τοῦ Ἰησοῦ ἀκούειν βούλεται τὰς θεοσημίας. ἀναγνώτω τὸ εὐαγγέλιον καὶ ὁράτω ὅτι καὶ „ὁ ἑκατοντάρχης καὶ οἱ μετ᾿ αὐτοῦ τηροῦντες τὸν Ἰησοῦν ἰδόντες τὸν σεισμὸν καὶ τὰ γινόμενα ἐφοβήθησαν σφόδρα, λέγοντες· θεοῦ υἱὸς ἦν οὗτος.“

Μετὰ ταῦθ᾿ ὁ ἀπὸ τοῦ εὐαγγελίου ἐκλαβὼν λέξεις, ὧν κατηγορεῖν νομίζει, τὸ ὄξος καὶ τὴν χολὴν ὀνειδίζει τῷ Ἰησοῦ ὡς χανδὸν ἐπὶ τὸ πιεῖν ὡρμημένῳ καὶ μὴ διακαρτερήσαντι τὴν δίψαν, ὡς καὶ ὁ τυχὼν ἄνθρωπος πολλάκις διακαρτερεῖ. καὶ τοῦτο ἰδίᾳ μὲν ἐν τῇ τροπολογίᾳ τυγχάνει διηγήσεως· νῦν δὲ κοινοτέρας ἂν τοιαύτης ἀποκρίσεως πρὸς τὰ ἐπηπορημένα ἔχοιτο τὸ λεγόμενον, ὅτι καὶ περὶ τούτου προφῆται προεῖπον. γέγραπται γὰρ ἐν ἑξηκοστῷ (καὶ) ὀγδόῳ ψαλμῷ ἐκ προσώπου τοῦ Χριστοῦ· „καὶ ἔδωκαν εἰς τὸ βρῶμά μου χολὴν. καὶ εἰς τὴν δίψαν μου ἐπότισάν με ὄξος.“ ἢ λεγέτωσαν Ἰουδαῖοι. τίς ἐστιν ὁ ἐν τῷ προφήτῃ ταῦτα λέγων, καὶ παραστησάτωσαν ἀπὸ τῆς ἱστορίας τὸν ἀνειληφότα „εἰς τὸ βρῶμα“ ἑαυτοῦ „χολὴν“ καὶ ποτισθέντα „ὄξος“· ἢ κἂν τολμησάτωσαν λέγειν ὃν οἴονται ἐπιδημήσειν Χριστὸν μέλλειν ἐν τούτοις γίνεσθαι. ἵν᾿ ἡμεῖς εἴπωμεν· τί οὖν λυπεῖ ἤδη γεγονέναι τὸ προφητευθέν; ὅπερ καὶ αὐτὸ πρὸ τοσούτων λεχθὲν χρόνων ἱκανόν ἐστι μετὰ τῶν ἄλλων προφητικῶν προγνώσεων κινῆσαι τὸν εὐγνωμόνως ὅλα τὰ πράγματα ἐξετάζοντα πρὸς τὸ συγκαταθέσθαι ὡς Χριστῷ προφητευθέντι καὶ υἱῷ τοῦ θεοῦ τῷ Ἰησοῦ.

Μετὰ ταῦτά φησιν ἔτι πρὸς ἡμᾶς ὁ Ἰουδαῖος· ταῦτ᾿

v.1.p.163
ουν ἡμῖν ἐγκαλεῖτε, ὦ πιστότατοι, διότι τοῦτον οὐ νομίζομεν θεὸν οὐδὲ συντιθέμεθα ὑμῖν ὅτι ἐπ᾿ ἀνθρώπων ὠφελείᾳ ταῦτα ὑπέμεινεν, ἵνα καὶ ἡμεῖς κολάσεων καταφρονῶμεν; καὶ πρὸς ταῦτα δὲ
417
φήσομεν ὅτι ἐγκαλοῦμεν Ἰουδαίοις, ἐντραφεῖσι νόμῳ καὶ προφήταις τοῖς Χριστὸν προκαταγγέλλουσιν, ἐπεὶ μήτε τὰ προσαγόμενα αὐτοῖς ὑφ᾿ ἡμῶν εἰς ἀπόδειξιν περὶ τοῦ τοῦτον εἶναι τὸν Χριστὸν λύουσιν. ἀπολογίαν ποριζόμενοι τοῦ μὴ πιστεύειν τὴν λύσιν, μήτε ὡς μὴ λύοντες πιστεύουσι τῷ προφητευθέντι, ἐναργῶς παραστήσαντι ἐν τοῖς μαθητεύσασιν αὐτῷ καὶ μετὰ τὸν χρόνον τῆς ἐνσωματώσεως ἑαυτοῦ ὅτι ἐπ᾿ ἀνθρώπων ὠφελείᾳ ταῦθ᾿ ὑπέμεινε. σκοπὸν ἔχων τῆς πρώτης ἐπιδημίας οὐχὶ κρίνειν τὰ ἀνθρώπων καὶ πρὸ τοῦ
47
διδάξαι καὶ μαρτύρασθαι περὶ τῶν πρακτέων καὶ μὴ τοὺς μὲν πονηροὺς κολάζειν τοὺς δ᾿ ἀγαθοὺς σῴζειν. ἀλλὰ σπεῖραι παραδόξως τὸν ἑαυτοῦ λόγον καὶ μετά τινος δυνάμεως θειοτέρας παντὶ τῷ ἀνθρώπων γένει, ὡς οἱ προφῆται καὶ ταῦτα παρέστησαν. ἔτι δ᾿ ἐγκαλοῦμεν αὐτοῖς, ἐπεὶ τὴν ὑπάρχουσαν δύναμιν ἐπιδεικνυμένῳ οὐκ ἐπίστευσαν ἀλλ᾿ „ἐν Βεελζεβοὺλ, τῷ ἄρχοντι τῶν δαιμονίων.“ εἰρήκασι τοὺς δαίμονας αὐτὸν ἀποβεβληκέναι τῆς τῶν ἀνθρώπων ψυχῆς. ἐγκαλοῦμεν δ᾿ ὅτι καὶ τὸ φιλάνθρωπον αὐτοῦ, μὴ ὑπερορῶντος οὐ μόνον πόλιν ἀλλ᾿ οὐδὲ κώμην τινὰ τῆς Ἰουδαίας, ἵνα πανταχοῦ ἀπαγγείλῃ τὴν βασιλείαν τοῦ θεοῦ, διαβάλλοντες πλάνην κατηγοροῦσιν αὐτοῦ ὡς ἀλωμένου καὶ ἀλύοντος ἐν ἀγεννεῖ σώματι· οὐ γὰρ ἀγεννὲς τὸ τοσούτους ὑπομεῖναν ὑπὲρ ὠφελείας τῶν πανταχοῦ ἀκούειν δυναμένων πόνους.

Πῶς δ᾿ οὐκ ἄντικρυς ψεῦδος τὸ ὑπὸ τοῦ παρὰ τῷ Κέλσῳ Ἰουδαίου λεγόμενον, ὅτι μηδένα πείσας μέχρι ἔζη ὅ γε μηδὲ τοὺς ἑαυτοῦ μαθητὰς ἐκολάσθη καὶ τοιαῦτα ὑπέμεινε; πόθεν γὰρ ὁ φθόνος ὑπὸ τῶν παρὰ Ἰουδαίοις ἀρχιερέων καὶ πρεσβυτέρων καὶ γραμματέων ἐκινήθη κατ᾿ αὐτοῦ ἢ ἐκ τοῦ πλήθη πειθόμενα ἀκολουθεῖν αὐτῷ καὶ εἰς τὰς ἐρημίας, κρατούμενα οὐ μόνον ὑπὸ τῆς τῶν λόγων αὐτοῦ ἀκολουθίας ἁρμόζοντα τοῖς ἀκούουσιν

v.1.p.164
ἀεὶ λέγοντος, ἀλλὰ καὶ ταῖς δυνάμεσιν ἐκπλήττοντος τοὺς μὴ τῇ τοῦ λόγου αὐτοῦ ἀκολουθίᾳ πιστεύοντας; πῶς δ᾿ οὐκ ἄντικρυς ψεῦδος ὅτι οὐδὲ τοὺς ἑαυτοῦ ἔπεισε μαθητὰς, τοὺς παθόντας μὲν ἀνθρώπινόν τι ἀπὸ δειλίας τότε (οὐδέπω γὰρ ἦσαν πρὸς ἀνδρίαν ἠκονημένοι) οὐ μὴν τὰ κριθέντα αὐτοῖς ὡς περὶ Χριστοῦ ἀποθεμένους; ὁ μὲν γὰρ Πέτρος μετὰ τὸ ἀρνήσασθαι συναισθόμενος οἷ γέγονε κακῶν „ἐξελθὼν ἔξω ἔκλαυσε πικρῶς“· οἱ δὲ λοιποὶ πεπληγότες ὑπὸ τῆς ἐπ᾿ αὐτῷ ἀθυμίας (ἔτι γὰρ αὐτὸν ἐθαύμαζον) ἐβεβαιώθησαν διὰ τῆς ἐπιφανείας αὐτοῦ πρὸς τὸ πιστεύειν ἔτι μᾶλλον καὶ βεβαιότερον παρὰ τὸ πρότερον ὅτι υἱὸς ἦν τοῦ θεοῦ.

418
Καὶ ἀφιλόσοφον δέ τι παθὼν ὁ Κέλσος τὴν ἐν ἀνθρώποις ὑπεροχὴν οὐκ ἐν λόγῳ σωτηρίῳ καὶ ἤθει καθαρῷ φαντάζεται εἶναι. ἀλλὰ ἐν τῷ παρὰ τὴν ὑπόθεσιν οὗ ἀνείληφε προσώπου ποιῆσαι καὶ ἀνειληφότα τὸ θνητὸν μὴ ἀποθανεῖν, ἢ ἀποθανεῖν μὲν οὐχὶ δὲ θάνατον τὸν δυνάμενον παράδειγμα γενέσθαι τοῖς καὶ ἀπ᾿ αὐτοῦ τοῦ ἔργου εἰσομένοις ὑπὲρ εὐσεβείας ἀποθνῄσκειν καὶ παῤῥησιάζεσθαι ἐν αὐτῇ πρὸς τοὺς ἐσφαλμένους ἐν τῷ περὶ εὐσεβείας καὶ ἀσεβείας τόπῳ καὶ νομίζοντας τοὺς μὲν εὐσεβεῖς εἶναι ἀσεβεστάτους τοὺς δὲ πλανωμένους περὶ θεοῦ καὶ παντὶ μᾶλλον ἢ θεῷ ἐφαρμόζοντας τὴν περὶ αὐτοῦ ἀδιάστροφον ἔννοιαν ὑπολαμβάνοντας εἶναι εὐσεβεστάτους· καὶ μάλιστα ὅτε καὶ ἐπὶ τὸ ἀναιρεῖν ὁρμῶσι τοὺς τῇ ἐναργείᾳ τοῦ ἑνὸς καὶ ἐπὶ πᾶσι θεοῦ ἑαυτοὺς ὅλῃ ψυχῇ „μέχρι θανάτου“ ἐπιδεδωκότας.

Ἔτι δ᾿ ἐγκαλεῖ τῷ Ἰησοῦ ὁ Κέλσος διὰ τοῦ Ἰουδαϊκοῦ προσώπου, ὡς μὴ δείξαντι ἑαυτὸν πάντων δὴ κακῶν καθαρεύοντα. ποίων δὴ κακῶν, λεγέτω ὁ Κέλσου λόγος, οὐκ ἔδειξεν ἑαυτὸν καθαρεύοντα ὁ Ἰησοῦς; εἰ μὲν γὰρ τῶν κυρίως κακῶν λέγει αὐτὸν μὴ κεκαθαρευκέναι, παραστησάτω ἐναργῶς κακίας ἔργον ἐν αὐτῷ· εἰ δὲ κακὰ

47
νομίζει πενίαν καὶ σταυρὸν καὶ τὴν ἀπὸ τῶν ἀτόπων ἀνθρώπων ἐπιβουλὴν, δῆλον ὅτι καὶ Σωκράτει φησὶ κακὰ συμβεβηκέναι, μὴ δυνηθέντι ἑαυτὸν ἀποδεῖξαι καθαρὸν ἀπὸ τῶν κακῶν. ὅσος δὲ καὶ ἄλλος χορὸς πενήτων ἐστὶ παρ᾿ Ἕλλησι φιλοσοφησάντων καὶ ἑκούσιον πενίαν ἀναδεξαμένων, καὶ οἱ πολλοὶ Ἑλλήνων
v.1.p.165
ἴσασιν ἐκ τῶν ἀναγραφέντων περὶ μὲν Δημοκρίτου, μηλόβοτον ἐάσαντος τὴν οὐσίαν, περὶ δὲ Κράτητος, ἑαυτὸν ἐλευθερώσαντος διὰ τοῦ τοῖς Θηβαίοις χαρίσασθαι τὸ ὑπὲρ πάσης τῆς κτήσεως πραθείσης δοθὲν αὐτῷ ἀργύριον· ἀλλὰ καὶ Διογένης δι᾿ ὑπερβάλλουσαν εὐτέλειαν πίθον ᾤκει, καὶ παρ᾿ οὐδενὶ τῶν νοῦν ἐχόντων κἂν μέτριον τούτου γε χάριν Διογένης ἐν κακοῖς ἦν.

Ἔτι δ᾿ ἐπεὶ βούλεται μηδὲ ἀνεπίληπτον γεγονέναι τὸν Ἰησοῦν ὁ Κέλσος, παραστησάτω. τίς τῶν ἀρεσκομένων τῷ λόγῳ αὐτοῦ τὸ ἀληθῶς ἐπίληπτον τοῦ Ἰησοῦ ἀνέγραψεν· ἢ, εἰ μὴ ἀπὸ τούτων αὐτοῦ κατηγορεῖ ὡς ἐπιλήπτου, δεικνύτω, πόθεν μαθὼν οὐκ ἀνεπίληπτον αὐτὸν εἴρηκεν. ἐποίησε μὲν οὖν ἃ ἐπηγγείλατο πιστὰ δι᾿ ὧν ὠφέλησε τοὺς προσέχοντας αὐτῷ ὁ Ἰησοῦς. καὶ ἀεὶ ὁρῶντες πληρούμενα τὰ εἰρημένα ὑπ᾿ αὐτοῦ, πρὶν γένηται, τὸ „κηρυχθῆναι τὸ εὐαγγέλιον“ ἐν ὅλῳ τῷ κόσμῳ, καὶ πορευθέντας αὐτοῦ τοὺς μαθητὰς εἰς „πάντα τὰ ἔθνη“ τὸν λόγον αὐτοῦ κατηγγελκέναι, ἔτι δὲ περὶ τοῦ „ἐπὶ ἡγεμόνας καὶ βασιλεῖς“ ἀχθήσεσθαι μέλλειν δι᾿

419
οὐδεμίαν ἄλλην αἰτίαν ἢ τὴν διδασκαλίαν αὐτοῦ, τεθήπαμεν αὐτὸν καὶ ὁσημέραι βεβαιοῦμεν τὴν εἰς αὐτὸν πίστιν. οὐκ οἶδα δ᾿ ἀπὸ ποίων μειζόνων καὶ ἐναργεστέρων ἐβούλετο αὐτὸν πιστὰ ποιῆσαι τὰ προειρημένα ὁ Κέλσος· εἰ μὴ ἄρα. ὡς φαίνεται. μὴ ἐπιστάμενος τὸν λόγον τὸν Ἰησοῦν ἄνθρωπον γενόμενον ἐβούλετο μηδὲν ἀνθρώπινον παθεῖν μηδὲ γενέσθαι ἀνθρώποις παράδειγμα γενναῖον περὶ τοῦ φέρειν τὰ συμβαίνοντα. κἂν οἴκτιστα τῷ Κέλσῳ ταῦτ᾿ εἶναι δοκῇ καὶ ἐπονειδιστότατα. ἐπεὶ πόνον μὲν τὸ μέγιστον οἶδε τῶν κακῶν ἡδονὴν δὲ τὸ τέλειον ἀγαθὸν, ὅπερ οὐδεὶς τῶν πρόνοιαν εἰσαγόντων φιλοσόφων καὶ ἀνδρίαν ὁμολογούντων εἶναι ἀρετὴν καὶ καρτερίαν καὶ μεγαλοψυχίαν παρεδέξατο· οὐ διέβαλεν οὖν τὴν εἰς αὐτὸν πίστιν ὁ Ἰησοῦς δι᾿ ὧν ὑπέμεινεν, ἀλλὰ μᾶλλον ἐν τοῖς ἀνδρίαν ἀποδέξασθαι βουλομένοις ἐκράτυνε καὶ ἐν τοῖς διδαχθεῖσιν ὑπ᾿ αὐτοῦ τὸ μὲν κυρίως καὶ ἀληθῶς ζῆν τὸ μακάριον οὐκ εἶναι ἐνταῦθα ἀλλ᾿ „ἐν τῷ“ καλουμένῳ
v.1.p.166
κατὰ τοὺς λόγους αὐτοῦ „μέλλοντι αἰῶνι,“ τὸ δ᾿ ἐν τῷ ἐνεστῶτι αἰῶνι λεγομένῳ ζῆν συμφορὰν εἶναι ἢ ἀγῶνα τὸν πρῶτον καὶ μέγιστον τῆς ψυχῆς.

Μετὰ δὲ ταῦτα λέγει πρὸς ἡμᾶς ὅτι οὐ δή που φήσετε περὶ αὐτοῦ ὅτι μὴ πείσας τοὺς ὧδε ὄντας ἐστέλλετο εἰς ᾅδου πείσων τοὺς ἐκεῖ. κἂν μὴ βούληται οὖν, τοῦτό φαμεν, ὅτι καὶ ἐν σώματι ὢν οὐκ ὀλίγους ἔπεισεν ἀλλὰ τοσούτους. ὡς διὰ τὸ πλῆθος τῶν πειθομένων ἐπιβουλευθῆναι αὐτὸν, καὶ γυμνὴ σώματος γενόμενος ψυχὴ ταῖς γυμναῖς σωμάτων ὡμίλει ψυχαῖς, ἐπιστρέφων κἀκείνων τὰς βουλομένας πρὸς αὐτὸν ἢ ἃς ἑώρα δι᾿ οὓς ᾔδει αὐτὸς λόγους ἐπιτηδειοτέρας.

420
Ἑξῆς δὲ τούτοις οὐκ οἶδ᾿ ὅπως σφόδρα εὔηθες λέγει ὅτι, εἴπερ ἀτόπους ἀπολογίας εὑρίσκοντες, ἐφ᾿ αἷς καταγελάστως
48
ἐξηπατήθητε, οἴεσθε ἀληθῶς ἀπολογεῖσθαι, τί κωλύει καὶ ἄλλους, ὅσοι καταγνωσθέντες κακοδαιμονέστερον ἀπήλλαξαν, μείζονας νομίζειν εἶναι καὶ θειοτέρους τούτους ἀγγέλους; ὅτι δ᾿ ἄντικρυς καὶ σαφῶς οὐδὲν ὅμοιον ἔχει ὁ παθὼν τὰ ἀναγεγραμμένα Ἰησοῦς τοῖς κακοδαιμονέστερον ἀπαλλάξασι διὰ γοητείαν ἢ ὁτιδήποτε ἔγκλημα ἄλλο, παντί τῳ δῆλον. οὐδὲ γὰρ δύναταί τις παραστῆσαι γοήτων ἔργον ἐπιστρέψαν ψυχὰς ἀπὸ τῶν πολλῶν ἐν ἀνθρώποις ἁμαρτημάτων καὶ τῆς κατὰ τὴν κακίαν χύσεως.

ἐπεὶ δὲ καὶ λῃσταῖς αὐτὸν παραβαλὼν ὁ παρὰ τῷ Κέλσῳ Ἰουδαῖός φησιν ὅτι δύναιτο ἄν τις ὁμοίως ἀναισχυντῶν καὶ περὶ λῃστοῦ καὶ ἀνδροφόνου κολασθέντος εἰπεῖν ὅτι οὗτός γε οὐχὶ λῃστὴς ἀλλὰ θεὸς ἦν· προεῖπε γὰρ τοῖς συλλῄσταις ὅτι πείσεται τοιαῦτα, οἷα δὴ πέπονθε· λέγοιτ᾿ ἂν πρῶτον μὲν ὅτι οὐ παρὰ τὸ προειρηκέναι αὐτὸν ταῦτα πείσεσθαι τοιαῦτα ὑπολαμβάνομεν περὶ τοῦ Ἰησοῦ, ὁποῖα καὶ φρονοῦντες παῤῥησιαζόμεθα ἐν αὐτῷ ὡς ἀπὸ θεοῦ ἡμῖν κατεληλυθότι· δεύτερον δὲ καὶ ταῦτα λέγομεν ἐν τοῖς εὐαγγελίοις προειρῆσθαί πως, ἐπεὶ „μετὰ ἀνόμων ἐλογίσθη“ ὁ θεὸς παρὰ τοῖς ἀνόμοις, λῃστὴν μᾶλλον τὸν „διὰ στάσιν“

v.1.p.167
„καὶ φόνον“ βληθέντα εἰς φυλακὴν βουλομένοις ἀπολυθῆναι τὸν δ᾿ Ἰησοῦν σταυρῶσαι, καὶ σταυρώσασιν αὐτὸν μεταξὺ λῃστῶν δύο. καὶ ἀεὶ δ᾿ ἐν τοῖς γνησίοις μαθηταῖς καὶ μαρτυροῦσι τῇ ἀληθείᾳ ὁ Ἰησοῦς συσταυροῦται λῃσταῖς καὶ τὴν αὐτὴν αὐτοῖς παρὰ ἀνθρώποις καταδίκην πάσχει. καί φαμεν ὅτι, εἴπερ οὗτοι ὅμοιόν τι λῃσταῖς ἔχουσιν οἱ διὰ τὴν εἰς τὸν δημιουργὸν εὐσέβειαν, ἵνα αὐτὴν εἰλικρινῆ καὶ καθαρὰν διαφυλάξωσι κατὰ τὴν τοῦ Ἰησοῦ διδασκαλίαν, πᾶσαν αἰκίαν καὶ πάντας θανάτους ἀναδεχόμενοι, δῆλον ὅτι καὶ ὁ Ἰησοῦς, ὁ πατὴρ τῆς τοιαύτης διδασκαλίας, εὐλόγως ὑπὸ τοῦ Κέλσου λῃστάρχαις παραβάλλεται. ἀλλ᾿ οὔτ᾿ ἐκεῖνος κατὰ τὸ κοινωνικὸν ἀποθνῄσκων οὔθ᾿ οὗτοι δι᾿ εὐσέβειαν ταῦτα πάσχοντες καὶ μόνοι πάντων ἀνθρώπων διὰ τὴν φανεῖσαν αὐτοῖς ὁδὸν τῆς εἰς τὸ θεῖον τιμῆς ἐπιβουλευόμενοι οὐκ ἀδίκως ἀναιροῦνται, οὔθ᾿ ὁ Ἰησοῦς οὐκ ἀσεβῶς ἐπεβουλεύθη.

Πρόσχες δὲ καὶ τῷ ἐπιπολαίῳ τοῦ περὶ τῶν τότε μαθητῶν Ἰησοῦ λόγου, ἐν ᾧ φησιν· εἶτα οἱ μὲν τότε ζῶντι αὐτῷ συνόντες καὶ τῆς φωνῆς ἐπακούοντες αὐτοῦ καὶ διδασκάλῳ χρώμενοι κολαζόμενον καὶ ἀποθνῄσκοντα ὁρῶντες οὔτε συναπέθανον οὔτε ὑπεραπέθανον αὐτοῦ οὐδὲ κολάσεων καταφρονεῖν ἐπείσθησαν, ἀλλὰ καὶ ἠρνήσαντο εἶναι μαθηταί· νῦν δὲ ὑμεῖς αὐτῷ συναποθνῄσκετε. καὶ ἐν τούτοις δὲ τὸ μὲν ἔτι εἰσαγομένοις τοῖς μαθηταῖς καὶ ἀτελεστέροις

421
οὖσιν ἁμαρτηθὲν καὶ γεγραμμένον ἐν τοῖς εὐαγγελίοις πιστεύει γεγονέναι, ἵν᾿ ἐγκαλῇ τῷ λόγῳ, τὸ δὲ μετὰ τὴν ἁμαρτίαν αὐτοῖς κατορθωθὲν παῤῥησιασαμένοις ἐπὶ Ἰουδαίων καὶ μυρία ὅσα πεπονθόσιν ὑπ᾿ ἐκείνων καὶ τὸ τελευταῖον ἀποθανοῦσιν ὑπὲρ τῆς Ἰησοῦ διδασκαλίας παρασιωπᾷ. οὔτε γὰρ Ἰησοῦ ἐβουλήθη ἀκοῦσαι προλέγοντος τῷ Πέτρῳ· „ὅταν δὲ γηράσῃς, ἐκτενεῖς τὰς χεῖράς σου“ καὶ τὸ ἑξῆς, ᾧ ἐπιφέρει
v.1.p.168
ἡ γραφή· „τοῦτο δ᾿ εἶπε σημαίνων, ποίῳ θανάτῳ δοξάσει τὸν θεόν“ οὔθ᾿ ὅτι Ἰάκωβος ὁ ἀδελφὸς Ἰωάννου, ἀπόστολος ἀποστόλου ἀδελφὸς, ἀνῃρέθη ὑπὸ τοῦ Ἡρώδου διὰ τὸν λόγον Χριστοῦ „μαχαίρᾳ“·
48
ἀλλ᾿ οὐδ᾿ ὅσα παῤῥησιαζόμενοι ἐπὶ τῷ λόγῳ πεποιήκασιν ὁ Πέτρος καὶ οἱ λοιποὶ ἀπόστολοι, καὶ ὡς „ἀπὸ προσώπου τοῦ συνεδρίου“ ἐξῆλθον μετὰ τὸ μαστιγωθῆναι „χαίροντες,“ „ὅτι κατηξιώθησαν ὑπὲρ τοῦ ὀνόματος ἀτιμασθῆναι,“ καὶ ὑπεραίροντες πολλὰ τῶν παρ᾿ Ἕλλησιν ἱστορουμένων ἐπὶ τῇ καρτερίᾳ καὶ ἀνδρίᾳ τῶν φιλοσοφησάντων. ἀρχῆθεν οὖν τοῦτο μάλιστα τοῦ Ἰησοῦ μάθημα ἐκρατύνετο παρὰ τοῖς ἀκούουσιν αὐτοῦ, διδάσκον καταφρονεῖσθαι μὲν τὸ ὑπὸ τῶν πολλῶν περιεπόμενον ζῆν, σπουδάζεσθαι δὲ τὸ παραπλήσιον τῷ ζῆν τοῦ θεοῦ ζῆν.

Πῶς δ᾿ οὐ ψεύδεται ὁ λέγων παρὰ τῷ Κέλσῳ Ἰουδαῖος ὅτι παρὼν δέκα ναύτας καὶ τελώνας τοὺς ἐξωλεστάτους μόνους εἷλε καὶ οὐδὲ τούτους ἅπαντας; σαφὲς γὰρ ὅτι καὶ Ἰουδαῖοι ὁμολογήσαιεν ἂν ὅτι οὐ δέκα μόνους εἷλεν οὐδὲ ἑκατὸν οὐδὲ χιλίους, ἀλλ᾿ ἀθρόως ὁτὲ μὲν πέντε χιλιάδας ὁτὲ δὲ τέσσαρας χιλιάδας· καὶ ἐπὶ τοσοῦτόν γε εἷλεν, ὥστε καὶ εἰς τὰς ἐρημίας αὐτῷ ἀκολουθεῖν, τὰς μόνον χωρούσας ἀθρόον τι πλῆθος τῶν πιστευόντων τῷ θεῷ διὰ τοῦ Ἰησοῦ, ἐν αἷς οὐ μόνον λόγους ἀλλὰ καὶ ἔργα αὐτοῖς ἐπεδείκνυτο. ἀναγκάζει δ᾿ ἡμᾶς ταυτολογῶν τὸ παραπλήσιον αὐτῷ ποιεῖν, ἐπεὶ φυλασσόμεθα ὑπολαμβάνεσθαι ὑπερβαίνειν τινὰ τῶν παρ᾿ αὐτῷ λεγομένων ἐγκλημάτων. καὶ ἐν τῷ προκειμένῳ τοίνυν λόγῳ καθ᾿ ἣν ἔχομεν τάξιν τῆς γραφῆς φησιν· εἰ ζῶν μὲν αὐτὸς μηδένα ἔπεισεν, ἀποθανόντος δ᾿ αὐτοῦ πείθουσιν οἱ βουλόμενοι τοσούτους, πῶς τοῦτο οὐχ ὑπεράτοπόν ἐστι; δέον λέγειν ἀκολουθίαν σῴζοντα ὅτι, εἴπερ ἀποθανόντος αὐτοῦ πείθουσιν οὐχ ἁπαξαπλῶς οἱ βουλόμενοι ἀλλ᾿ οἱ βουλόμενοι καὶ δυνάμενοι τοὺς τοσούτους, πόσῳ μᾶλλον εὔλογον αὐτὸν, ἡνίκα τῷ βίῳ ἐπεδήμει, πολλαπλασίους καὶ δυνατωτέρῳ λόγῳ καὶ πράξεσι πεπεικέναι;

Ἑαυτῷ δὲ λαμβάνει ὡς ἡμετέραν ἀπόκρισιν πρὸς πεῦσιν αὐτοῦ λεγομένην φήσαντος· τίνι προσήχθητε λογισμῷ τοῦτον

v.1.p.169
νομίζειν υἱὸν θεοῦ; πεποίηκε
422
γὰρ ἡμᾶς ἀποκρινομένους ὅτι τούτῳ προσήχθημεν, (ἐπ)εὶ καὶ ἴσμεν τὴν κόλασιν αὐτοῦ ὑπὲρ καθαιρέσεως τοῦ πατρὸς τῆς κακίας γεγονυῖαν. ἄλλοις γὰρ μυρίοις προσήχθημεν, ὧν πολλοστημόριον ἐν τοῖς πρὸ τούτων ἐξεθέμεθα καὶ θεοῦ διδόντος ἐκθησόμεθα οὐ μόνον ἐν τοῖς πρὸς τὸν νομιζόμενον Κέλσου ἀληθῆ λόγον πραγματευόμενοι ἀλλὰ καὶ ἐν ἄλλοις μυρίοις. καὶ ὡς ἡμῶν γε λεγόντων ὅτι υἱὸν αὐτὸν νομίζομεν θεοῦ, ἐπεὶ ἐκολάσθη, φησί· τί οὖν; οὐχὶ καὶ ἄλλοι πολλοὶ ἐκολάσθησαν, καὶ οὐχ ἧττον ἀγεννῶς; ὅμοιον δ᾿ ἐν τούτῳ ποιεῖ ὁ Κέλσος τοῖς ἀνδραποδωδεστάτοις τῶν ἐχθρῶν τοῦ λόγου καὶ οἰομένοις ὅτι ἀκολουθεῖ τῇ περὶ τὸν Ἰησοῦν ἱστορίᾳ σταυρωθέντα τὸ σέβειν ἡμᾶς τοὺς ἐσταυρωμένους.

Πολλάκις δ᾿ ὁ Κέλσος ἤδη μὴ δυνάμενος ἀντιβλέπειν αἷς ἀναγέγραπται πεποιηκέναι δυνάμεσιν ὁ Ἰησοῦς διαβάλλει αὐτὰς ὡς γοητείας· καὶ πολλάκις τῷ λόγῳ κατὰ τὸ δυνατὸν ἡμῖν ἀντείπομεν. καὶ νῦν δέ φησιν οἱονεὶ ἡμᾶς ἀποκρίνασθαι ὅτι διὰ τοῦτ᾿ ἐνομίσαμεν αὐτὸν εἶναι υἱὸν θεοῦ, ἐπεὶ χωλοὺς καὶ τυφλοὺς ἐθεράπευσε. προστίθησι δὲ καὶ τό· ὡς ὑμεῖς φατε, ἀνίστη νεκρούς. ὅτι μὲν οὖν χωλοὺς καὶ τυφλοὺς ἐθεράπευσε, διόπερ Χριστὸν αὐτὸν καὶ υἱὸν θεοῦ νομίζομεν, δῆλον ἡμῖν ἐστιν ἐκ τοῦ καὶ ἐν προφητείαις γεγράφθαι· „τότε ἀνοιχθήσονται ὀφθαλμοὶ τυφλῶν, καὶ ὦτα κωφῶν ἀκούσονται· τότε ἁλεῖται ὡς ἔλαφος ὁ χωλός.“ ὅτι δὲ καὶ νεκροὺς ἀνίστη καὶ οὐκ ἔστι πλάσμα τῶν τὰ εὐαγγέλια γραψάντων, παρί

49
σταται ἐκ τοῦ, εἰ μὲν πλάσμα ἦν, πολλοὺς (ἂν) ἀναγεγράφθαι τοὺς ἀναστάντας, καὶ τοὺς ἤδη χρόνους ἔχοντας πλείονας ἐν τοῖς μνημείοις· ἐπεὶ δ᾿ οὐκ ἔστι πλάσμα. πάνυ εὐαριθμήτους λελέχθαι, τήν τε τοῦ ἀρχισυναγώγου θυγατέρα (περὶ ἧς οὐκ οἶδ᾿ ὅπως εἶπεν· „οὐκ ἀπέθανεν ἀλλὰ καθεύδει,“ λέγων τι περὶ αὐτῆς, (ὃ) οὐ πᾶσι τοῖς ἀποθανοῦσι προσῆν,) καὶ τὸν μονογενῆ τῆς χήρας υἱὸν, ἐφ᾿ ᾧ σπλαγχνισθεὶς ἀνέστησεν αὐτὸν, στήσας τοὺς
v.1.p.170
φέροντας τὸν νεκρὸν, καὶ τρίτον Λάζαρον τετάρτην ἡμέραν ἐν τῷ μνημείῳ ἔχοντα.

καὶ φήσομεν γ᾿ ἔτι (περὶ) τούτων τοῖς εὐγνωμονεστέροις καὶ μάλιστα τῷ Ἰουδαίῳ ὅτι, ὥσπερ „πολλοὶ λεπροὶ ἦσαν ἐν ἡμέραις Ἐλισσαίου τοῦ προφήτου, καὶ οὐδεὶς αὐτῶν ἐκαθαρίσθη εἰ μὴ Ναιμὰν ὁ Σύρος,“ καὶ „πολλαὶ χῆραι ἦσαν ἐν ταῖς ἡμέραις Ἠλίου“ τοῦ προφήτου, „καὶ πρὸς οὐδεμίαν αὐτῶν ἐπέμφθη χήραν ὁ Ἠλίας εἰ μὴ εἰς Σαραφθὰ τῆς Σιδωνίας“· ἀξία γὰρ ἐγεγόνει τοῦ ὑπὸ τοῦ προφήτου γεγενημένου τεραστίου ἐν τοῖς ἄρτοις κατά τινα θείαν κρίσιν· οὕτω πολλοὶ νεκροὶ ἦσαν ἐν ταῖς ἡμέραις Ἰησοῦ, ἀλλὰ μόνοι ἀνέστησαν, οὓς ἔγνω ὁ λόγος ἐπιτηδείους πρὸς τὴν ἀνάστασιν, ἵνα μὴ μόνον

423
σύμβολά τινων ᾖ τὰ γενόμενα ὑπὸ τοῦ κυρίου, ἀλλὰ καὶ αὐτόθεν προσαγάγῃ πολλοὺς τῇ θαυμασίᾳ τοῦ εὐαγγελίου διδασκαλίᾳ. ἐγὼ δ᾿ εἴποιμ᾿ ἂν ὅτι κατὰ τὴν Ἰησοῦ ἐπαγγελίαν οἱ μαθηταὶ καὶ „μείζονα“ πεποιήκασιν ὧν Ἰησοῦς αἰσθητῶν πεποίηκεν. ἀεὶ γὰρ ἀνοίγονται ὀφθαλμοὶ τυφλῶν τὴν ψυχὴν, καὶ ὦτα τῶν ἐκκεκωφημένων πρὸς λόγους ἀρετῆς ἀκούει προθύμως περὶ θεοῦ καὶ τῆς παρ᾿ αὐτῷ μακαρίας ζωῆς. πολλοὶ δὲ καὶ χωλοὶ τὰς βάσεις τοῦ, ὡς ἡ γραφὴ ὠνόμασεν, „ἔσω“ ἀνθρώπου, νῦν τοῦ λόγου ἰασαμένου αὐτοὺς, οὐχ ἁπλῶς ἅλλονται ἀλλ᾿ „ὡς ἔλαφος,“ πολέμιον τῶν ὄφεων ζῷον καὶ κρεῖττον παντὸς ἰοῦ τῶν ἐχιδνῶν. καὶ οὗτοί γε οἱ θεραπευθέντες χωλοὶ λαμβάνουσιν ἀπὸ Ἰησοῦ „ἐξουσίαν πατεῖν“ τοῖς ποσὶν, οἷς πρότερον ἦσαν χωλοὶ, „ἐπάνω“ τῶν τῆς κακίας „ὄφεων καὶ σκορπίων“ καὶ ἁπαξαπλῶς „ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ, καὶ πατοῦντες οὐκ ἀδικοῦνται· κρείττους γὰρ καὶ αὐτοὶ γεγόνασι τοῦ πάσης κακίας καὶ τῶν δαιμόνων ἰοῦ.

Ὁ μὲν οὖν Ἰησοῦς ἐπιστρέφων τοὺς μαθητὰς οὐχὶ ἀπὸ τοῦ [μὴ] προσέχειν ἁπαξαπλῶς γόησι καὶ τοῖς ἐπαγγελλομένοις δι᾿

v.1.p.171
οἱασδήποτε ὁδοῦ ποιεῖν τεράστια (οὐ γὰρ ἐδέοντο τούτου οἱ μαθηταὶ αὐτοῦ) ἀλλ᾿ ἀπὸ τοῦ τοῖς ἀναγορεύουσιν ἑαυτοὺς εἶναι τὸν Χριστὸν τοῦ θεοῦ καὶ πειρωμένοις διά τινων φαντασιῶν πρὸς ἑαυτοὺς ἐπιστρέφειν τοὺς Ἰησοῦ μαθητὰς ὅπου μὲν εἶπε· „τότε ἐάν τις ὑμῖν εἴπῃ· ἰδοὺ ὧδε ὁ Χριστὸς ἢ ὧδε, μὴ πιστεύετε. ἐγερθήσονται γὰρ ψευδόχριστοι καὶ ψευδοπροφῆται καὶ δώσουσι σημεῖα καὶ τέρατα μεγάλα. ὥστε πλανᾶσθαι εἰ δυνατὸν καὶ τοὺς ἐκλεκτούς. ἰδοὺ προείρηκα ὑμῖν. ἐὰν οὖν εἴπωσιν ὑμῖν· ἰδοὺ ἐν τῇ ἐρήμῳ ἐστὶ, μὴ ἐξέλθητε· ἰδοὺ ἐν τοῖς ταμείοις, μὴ πιστεύσητε. ὥσπερ γὰρ ἡ ἀστραπὴ ἐξέρχεται ἀπ᾿ ἀνατολῶν καὶ φαίνεται ἕως δυσμῶν, οὕτως ἔσται ἡ παρουσία τοῦ υἱοῦ τοῦ ἀνθρώπου“· ὅπου δέ· „πολλοὶ ἐροῦσί μοι ἐν ἐκείνῃ τῇ ἡμέρᾳ· κύριε, κύριε, οὐ τῷ ὀνόματί σου ἐφάγομεν καὶ τῷ ὀνόματί σου ἐπίομεν καὶ τῷ ὀνόματί σου δαιμόνια ἐξεβάλομεν καὶ δυνάμεις πολλὰς ἐποιήσαμεν; καὶ ἐρῶ αὐτοῖς· ἀποχωρεῖτε ἀπ᾿ ἐμοῦ. ὅτι ἐστὲ ἐργάται ἀδικίας.“ ὁ δὲ Κέλσος κοινοποιῆσαι βουλόμενος τὰ τεράστια τοῦ Ἰησοῦ
49
πρὸς τὴν ἐν ἀνθρώποις γοητείαν φησὶν αὐταῖς λέξεσιν· ὦ φῶς καὶ ἀλήθεια, τῇ αὐτοῦ φωνῇ διαῤῥήδην ἐξαγορεύει, καθὰ καὶ ὑμεῖς συγγεγράφατε, διότι παρέσονται ὑμῖν καὶ ἕτεροι δυνάμεσιν ὁμοίαις χρώμενοι, κακοὶ καὶ γόητες, καὶ σατανᾶν τινα τοιαῦτα παραμηχανώμενον ὀνομάζει· ᾥστ᾿ οὐδὲ αὐτὸς ἔξαρνός ἐστιν, ὡς ταῦτά γε οὐδὲν θεῖον ἀλλὰ πονηρῶν ἐστιν ἔργα. βιαζόμενος δὲ ὑπὸ τῆς
424
ἀληθείας ὁμοῦ καὶ τὰ τῶν ἄλλων ἀπεκάλυψε καὶ τὰ καθ᾿ αὑτὸν ἤλεγξε. πῶς οὖν οὐ σχέτλιον ἀπὸ τῶν αὐτῶν ἔργων τὸν μὲν θεὸν τοὺς δὲ γόητας ἡγεῖσθαι; τί γὰρ μᾶλλον ἀπό γε τούτων τοὺς ἄλλους πονηροὺς ἢ τοῦτον νομιστέον αὐτῷ χρωμένους μάρτυρι; ταῦτα μέν γε καὶ αὐτὸς ὡμολόγησεν οὐχὶ θείας φύσεως ἀλλ᾿ ἀπατεώνων τινῶν καὶ παμπονήρων εἶναι γνωρίσματα. ὅρα δὴ εἰ μὴ ἐν τούτοις σαφῶς ὁ Κέλσος ἐλέγχεται κακουργῶν τὸν λόγον, ἄλλο μὲν τοῦ Ἰησοῦ
v.1.p.172
λέγοντος περὶ τῶν ποιησόντων „σημεῖα καὶ τέρατα,“ ἄλλο δὲ τοῦ παρὰ τῷ Κέλσῳ Ἰουδαίου φάσκοντος. καὶ γὰρ εἰ μὲν ἁπλῶς τοῖς μαθηταῖς ἔλεγεν Ἰησοῦς φυλάσσεσθαι τοὺς τὰ τεράστια ἐπαγγελλομένους οὐ παρατιθέμενος, τί φήσουσιν ἑαυτοὺς εἶναι, τάχα χώραν εἶχεν ἂν ἡ ὑπόνοια αὐτοῦ· ἐπεὶ δ᾿ ἀφ᾿ ὧν θέλει ἡμᾶς φυλάσσεσθαι ὁ Ἰησοῦς ἐπαγγέλλονται εἶναι „ὁ Χριστὸς,“ ὅπερ οὐ ποιοῦσιν οἱ γόητες, ἀλλὰ καὶ ἐν τῷ ὀνόματι Ἰησοῦ βιοῦντας κακῶς φησι τινὰς δυνάμεις ποιήσειν καὶ δαίμονας ἀποβαλεῖν ἀνθρώπων· μᾶλλον δ᾿, εἰ δεῖ οὕτως εἰπεῖν, ἀποκηρύσσεται μὲν τῶν κατὰ τὸν τόπον ἡ γοητεία καὶ πᾶσα ἡ κατ᾿ αὐτῶν ὑπόνοια, εἰσάγεται δὲ ἡ θειότης τοῦ Χριστοῦ καὶ θειότης τῶν μαθητῶν αὐτοῦ, ὅτι δυνατόν τινα τῷ ὀνόματι αὐτοῦ χρησάμενον καὶ οὐκ οἶδ᾿ ὅπως ἐνεργηθέντα ὑπό τινος δυνάμεως πρὸς τὸ προσποιήσασθαι, ὅτι αὐτὸς εἴη ὁ Χριστὸς, δοκεῖν τὰ παραπλήσια ἐπιτελεῖν τῷ Χριστῷ καὶ ἄλλους τῷ ὀνόματι τοῦ Ἰησοῦ τὰ ὡσπερεὶ παραπλήσια τοῖς γνησίοις αὐτοῦ μαθηταῖς.