Fragmenta

Marcellus of Ankara

Eusebius Werke, Volume 4. Klostermann, Erich, editor. Leipzig: J. C. Hinrichs, 1906.

Re 67 εἰ δὲ καὶ βούλει καὶ ἑτέρας ἀκοῦσαι τοῦ αὐτοῦ προφητείας ἓνα ἡμῖν θεὸν βεβαιούσης, »ἐγὼ θεὸς« φησὶν »πρῶτος, καὶ εἰς τὰ ἐπερχόμενα ἐγώ εὶμι«· τὸ γὰρ ἐγὼ ἑνὸς προσώπου δεικτικόν ἐστιν, αἱ γὰρ δύο ῥήσεις ἒν ἡμῖν πρόσωπον σημαίνουσιν. »ἐγὼ« γάρ εἰπὼν ἐπάγει καὶ τὸ »εἰμί« ὥστε διὰ τῶν δύο τοῦ λόγου μερῶν, ἀντωνυμίας τε καὶ ῥήματος, τὴν τῆς θεότητος μαρτυρεῖσθαι μονάδα. εἰ δὲ δέοιτο καὶ ἑτέρας μαρτυρίας, αὖθις τὸν αὐτὸν αὐτῷ παρέζομαι προφήτην λέγοντα ἐγὼ πρῶτος καὶ ἐγὼ μετὰ ταῦτα, καὶ πλὴν ἐμοῦ οὐκ ἔστιν θεός«. εἰ ὑποστάσει διῃρημένον τὸν ὺἱὸν τοῦ πατρὸς ὡς υἱὸν ἀνθρώπου Ἀστέριος εἶναι οἴεται ἀπὸ τῆς ἀνθρωπίνης σαρκὸς ἣν δι’ ἡμᾶς ἀνέλαβεν σκανδαλιζόμενος, δεικνύτω ἡμῖν τὸν ταῦτα λέγοντα· ἑνὸς γάρ ἐστιν κἀνταῦθα προσώπου ἡ λεγομένη ῥῆσίς. τίς οὖν ἔστιν ὁ λέγων οὐκ ἔστιν πλὴν ἐμοῦ θεός« ; ἀκουέτω δὲ καὶ ἑτέρας προφητείας λεγούσης »οὐκ ἔστιν πλὴν ἐμοῦ δίκαιος καὶ σωτήρ‘‘. εἰ δύο θεοὺς εἶναι νομίζοι, ἀνάγκη αὐτὸν τὸν ἕτερον μὴ δίκαιον ὁμολογεῖν εἶναι μηδὲ σωτῆρα. εἰ δὲ οὐ δίκαιος οὐδὲ σωτὴρ, πῶς ἔτι θεὸς εἶναι δύναται; ἵνα γὰρ ἀποφαίνεται δίκαιον καὶ σωτῆρα εἶναι. καὶ. αὖθις »ἒμπροσθέν μου« [*](15—22 123, 23—31 — 23—S. 201, 18) [*](1 Job. 10, 30 — 2 Joh. 10, 30 — 5 Job. 10, 30 — 9 Job. 10, 30 — 10 Job. 14, it — 15 Job. 10, 38 — 17 Epb. 4, 5. 6 — 20 Epb. 4, 5. 6 — 24 Jes.41,4 — 26 Jes. 41, 4 — 29 Jes. 44, — 33 Jes. 44, — 34 Jes. 45, 21 — 37 Jes. 43, 10. 11) [*](3 ἐσμεν ἔφη V1 a. R. Ι οὐκοῦν εἰ in Ras. V1 Ι 5 ἓν V1 üb. d. Z. Ι λέγει V Ι 11 πατέρα] + ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν) πατέρα r, wobl mit Recbt | 16 τοῦτο οὐχ V2 τοῦτο V* | 18 θεὸς ἐφ’ V*, corr. V2 | πατήρ] + πάντων NT Ι 35 δίκαιον Μο δοκεῖν V Ι 36 ἔτι V2 ἔτι V*)

201
φησὶν »οὐκ ἐγένετο ἂλλος, καὶ μετ’ ἐμὲ οὐκ έσται, ἐγὼ θεός, καὶ οὐκ ἔσται παρὲξ ἐμοῦ σῴζων«. εἰ δὲ βούλεται καὶ ἑτέρου προφητικοῦ ἀκοῦσαι ῥητοῦ, τάχα που πρὸς αὐτὸν καὶ τοὺς ὁμοίως περὶ θεότητος αὐτῷ διακειμένους λεχθέν<λεχθέν> ἀκουέτω αὐτοῦ Ἠσαίου λέγοντος »μετανοήσατε, οἱ πλανώμενοι, ἐπιστρέψατε τῇ καρδίᾳ, καὶ μνήσθητε τὰ πρότερα ἀπὸ τοῦ αἰῶνος, ὅτι ἐγὼ ὁ θεὸς καὶ οὐκ ἔστιν πλὴν ἐμοῦ«. οὐκ εἶπεν· ἐγὼ θεὸς ἵνα καὶ διὰ τῆς τοῖ· ἄρθρου προσθήκης ἵνα θεὸν ὄντα σαφῶς ἐπιδείξῃ. τί δὲ καὶ ῾Ωσηὲ ὁ προφήτης; οὐ καὶ αὐτὸς τά αὐτὰ μαρτυρεῖ, »ἐγὼ ἀνήγαγόν σε ἐξ Αἰγύπτου« λέγων »καὶ θεὸν πλὴν ἐμοῦ οὐ γνώσῃ, καὶ σῴζων οὐκ ἔστιν παρὲξ ἐμοῦ«; αὖθίς τε ὁ Μαλαχίας »οὐχὶ θεὸς εἶς ἔκτισεν ὑμᾶς;« φησὶν »οὐχὶ πατὴρ εἴς πάντων ὑμῶν;« ἀλλὰ τὸν Δαυὶδ φήσει που Ἀστέριος μηδὲν εἰρηκέναι περὶ τούτου, καίτοι πρεσβύτατον παρὰ Μωσέα τῶν ἄλλων προφητῶν ὄτα, καὶ διὰ τοῦτο ἀμφιγνοεῖν, εἴτε δύο θεοὺς ὑποστάσει διῃρημένους νομίζειν εἶναι προσήκει εἴτε καὶ μὴ. οὐκοῦν ἵνα μὴ τοῦτο λέγῃ, ἀκόλουθον ἡγοῦμαι καὶ αὐτὸν ἐπιδεῖξαι αὐτῷ τὰ αὐτὰ τοῖς προειρημένοις ἀγίοις λέγοντα· »ἄκουσον,« φησὶν »λαός μου, καὶ λαλήσω σοι· ᾿Ισραήλ, καὶ διαμαρτύρομαί σοι. ἐάν ἀκούσῃς μου, οὐκ ἔσται ἐν σοὶ θεὸς πρόσφατος, οὐδὲ προσκυνήσεις θεῷ ἀλλοτρίῳ. ἐγὼ γάρ εἰμι κύριος ὁ θεός σου«. ὁ αὑτὸν ἐπιδεικνὺς καὶ λέγων »ἐγώ εἰμι«, οὐ δῆλός ἐστιν ἵνα θεὸν μόνον εἶναι λέγων, τουτέστιν ἑαυτόν;

Re 68 τί οὖν; εἰ μὴ τῴ πνεύματι προσέχοντες δυνάμει ἀδιαίρετον τὴν μονάδα εἶναι νομίζοιμεν, ἆρα οὐχ ἁμαρτησόμεθα, σαφῶς τοῦ λόγου διδάσκοντος ἡμᾶς »κύριον τὸν θεόν σου προσκυνήσεις καὶ αὐτῷ μόνῳ λατρεύσεις«. τὸ αὐτὸ δὲ καὶ διὰ τοῦ κατὰ Μᾶρκον Εὐαγγελίου κηρύττει· ἑνὸς γὰρ τινος γραμματέως προσελθόντος αὐτῷ καὶ πυνθανομένου, τίς εἴη πρώτη τῶν ἐντολῶν, ἀπεκρίνατο πρὸς αὐτόν οὕτως εἰπὼν »πάντων πρῶτον· ἄκουε, »Ισραήλ, κύριος ὁ θεὸς ἡμῶν κύριος εἷς ἐστιν, καὶ ἀγαπήσεις κύριον τὸν θεόν σου ἐξ ὅλης τῆς ψυχῆς σου καὶ ἐς ὅλης τῆς ἰσχύος σου. αὕτη πρώτη· καὶ δευτέρα ὁμοία ταύτῃ· ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν. μείζων τούτων ἄλλη ἐντολὴ οὐκ ἔστιν. καὶ εἶπεν αὐτῷ ὁ γραμματεύς· καλῶς, διδάσκαλε, ἐπ’ ἀληθείας εἶπας ὅτι εἷς ἐστιν ὁ θεὸς καὶ οὐκ ἔστιν πλὴν αὐτοῦ«. ἀλλ’ ὁ μὲν γραμματεὺς διὰ τοῦ νόμου τὴν θεοσέβειαν μεμαθηκέναι δοκῶν, ἐπαινῶν τὸ τοῖ σωτῆρος ῥητὸν φαίνεται φαίνεται »ἄκουε, ᾿Ισραήλ«, λέγοντος κύριος ὁ θεός σου εἷς ἐστιν« καὶ ὅρκῳ καλῶς εἰρῆσθαι πιστούμενος· »ἐπάληθείας« γάρ φησιν »εἶπας ὅτι εἷς ἐστιν ὁ θεὸς καὶ οὐκ ἔστιν ἄλλος πλὴν αἰ·τοῦ‘ οἱ δὲ τὰ τῆς νέας διαθήκης αὐχοῦντες εἰδέναι μυστήρια, οὗτοι καὶ δεύτερον ἀναπλάττειν θεὸν βούλονται ὑποστάσει καὶ δυνάμει χωριζόμενον τοῦ πατρός.

Re 68 ὅτι δὲ τὴν μονάδα κύριον καὶ θεὸν οἶδεν καλεῖν ἧ θεία γραφή, ἡδῆ καὶ ἐκ τῶν προειρημένων δῆλον γέγονεν , δι’ ὧν πρὸς τὸν ἑαυτοῦ [*](19—34 124, —21 — —S. 202, 19 124, —125, 17) [*](4 Jes. 40, 8. 9 — 8 Hos. 13, — 9 Mal. 2, 10 — 15 Ps. 80, —11 — 18 Ps. 80, 11 — 21 Matth, 4, 10. Luk. 4, 8 — 22 ff Mark. 12, 28. 29 — 24 Mark. 12, —32 — 30 Mark. 12, 29 — 32 Mark. 12, 32) [*](1 ἄλλο V2 Ι 3 λεχθέν,τος g | 5 ἔστιν] + ἔτι LXX Ι 6 θεός] + ἀλλ’ „ἐγὼ ὁ θεὸς“ We Ι 8 ἐξ] ἐκ γῆς LXX 1 9 ἐμοῦ m ὅμου V Ι 17 αὐτὸν V | 19 μή] μὲν mr Ι 25 ὑμῶν V2 | ὅλης] + τῆς καρδίας σου καὶ ἐς ὃλης NT 26 ὅλης] + τῆς διανοίας σου καὶ ἐξ ὅλης NT (< DH usw.) | 27 ἑαυτὸν corr. V2 Ι 31 λέγων V, corr. Kl Ι πιστούμενος r vgl. S. 136, 12. 29 πιστευόμενος V)

202
θεράποντα Μωσέα ὁ θεὸς ἔφη εἶπεν δὲ ὁ θεὸς πόλιν πρὸς Μωσέα· οὕτως ἐρεῖς τοῖς υἱοῖς ᾿Ισραήλ· κύριος ὁ θεὸς τῶν πατέρων ὑμῶν , ὁ θεὸς ᾿Αβραὰμ καὶ ὁ θεὸς ᾿Ισαὰκ καὶ ὁ θεὸς ᾿Ιακώβ, ἀπέσταλκέν με πρὸς ὑμᾶς«. ὁρῷς ὅπως ἒν ἐπιδεικνὺς ἡμῖν ἐνταῦθα πρόσωπον τὸ αὐτὸ κύριον καὶ θεὸν προσαγορεύει. αὖθίς τε ὁμοίως ἧ γραφὴ λέγει »καὶ ἐλάλησεν κύριος πάντας τοὺς λόγους τούτους λέγων· ἐγὼ κύριος ὁ θεός σου, ὁ ἐξαγαγών σε ἐκ γῆς Αἰγύπτου, ἐξ οἴκου δουλείας. οὐκ ἔσονται σοι θεοὶ ἓτεροι πλὴν ἐμοῦ«· ἀκούεις ὅπως διὰ τῆς ἀντωνυμίας ἕνα εἶναι θεὸν μόνον ἀποφαίνεται καὶ αὔεις μικρὸν ὕστερον »ἐγώ εἰμι κύριος ὁ θεὸς σου« φησίν, ἑαυτὸν κύριον καὶ θεὸν εἶναι λέγων. τί δὲ καὶ δι’ ἑτέρας γραφῆς μανθάνομεν; »καὶ γνώσῃ σήμερον« φησὶν »καὶ οὐ διαστραφήσῃ τῇ διανοία, ὅτι κύριος ὁ θεός σου, οὗτος θεὸς ἐν τῷ οὐρανῷ 〈ἄνω〉 καὶ ἐπὶ τῆς γῆς κάτω, καὶ οὐκ ἔστι πλὴν αὐτοῦ‘‘ καὶ αὖθις ἐν τῷ αὐτῷ Δευτερονομίῳ »ἄκουε, ᾿Ισραήλ« φησὶν »κύριος ὁ θεὸς ἡμῶν κύριος εἷς ἐστιν· καὶ ἀγαπήσεις κύριον τὸν θεόν σου ἐξ ὅλης καρδίας σου καὶ ἐξ ὅλης ψυχῆς σου καὶ ἐξ ὅλης διανοίας«. καὶ πόλιν ἐν τῷ αὐτῷ »ἴδετε ἴδετε ὅτι ἐγώ εἰμι, καὶ οὐκ ἔστιν θεὸς πλὴν ἐμοῦ· ἐγὼ ἀποκτενῶ καὶ ζῆν ποιήσω· πατάξω καὶ ἰάσομαι«. πῶς οὖν Ἀστέριος ταῖς ἁγίαις γραφαῖς ἁπλῶς καὶ ἐμφόβως προσποιούμενος προσποιούμενος οὐκ ἔγνω τὸ μέρος τοῦτο λέγον »κύριος ὁ θεὸς σου, οὕτος θεὸς ἐν τῴ οὐρανῷ ἄνω καὶ ἐπὶ τῆς γῆς κάτω, καὶ οὐκ ἔστιν ἔτι πλὴν αὐτοῦ‘‘, καὶ ὅτι »εἷς ἐστιν« καὶ »πλὴν αὐτοῦ ἕτερος οὐκ ἔστιν«;