Fragmenta

Marcellus of Ankara

Eusebius Werke, Volume 4. Klostermann, Erich, editor. Leipzig: J. C. Hinrichs, 1906.

Re 60 εἰ τοίνυν ὁ λόγος φαίνοιτο ἐξ αὐτοῦ τοῦ πατρὸς ἐξελθὼν καὶ πρὸς ἧμάς ἐληλυθώς, τὸ δὲ πνεῦμα τὸ ἅγιον, ὡς καὶ Ἀστέριος ὁμολόγησεν παρὰ τοῦ πατρὸς ἐκπορεύεται, αὖθίς τε ὁ σωτήρ φησιν περὶ τοῦ πνεύματος ὅτι οὐκ ἀφ’ ἑαυτοῦ λαλήσει, ἀλλ’ ὅσα ἀκούσει λαλήσει, καὶ τὰ ἐρχόμενα ἀναγγελεῖ ὑμῖν. ἐκεῖνός με δοξάσει, ὅτι ἐκ τοῦ ἐμοῦ λήψεται καὶ ἀναγγελεῖ ύμῖνα, οὐ σαφῶς καὶ φαἔρως ἐνταῦθα ἀπορρήτῳ (δὲ) λόγῳ ἡ μονὰς φαίνεται, πλατυνομένη μὲν εἰς τριάδα, διαιρεῖσθαι δὲ μηδαμός ὑπομένουσα; εἰ γὰρ ὁ μὲν λόγος ἐκ τοῦ πατρὸς ἐκπορεύεται, τὸ δὲ πνεῦμα καὶ αὐτὸ ὁμολογεῖται ἐκ τοῦ πατρὸς ἐκπο- ρεύεσθαιι αὖθίς τε περὶ τοῦ πνεύματος τὸν σωτῆρα λέγειν ,,ἐκεῖνος ἐκ τοῦ ἐμοῦ [*](3—8 ΠΑ· Μο; ὅ (ὅτι) — 8 ’εο, 34—131, Ρ — 9—2’i 18, ΑέΛρ — 2θ— ρσ ’ὅr, 32—36 — ῥ͂Α 198, 14 158, 226) [*](5 Es. 3, 14 — 7 iJx. 3, 14 — 24 Eph. 1, 10 — 28f Job. 15ι 26 — 30 Job. 16. 13. 14 — 33 f Joh. 1δ, 26 — 35 Job. 16, 14) [*](1 f τοΙ· πατρός] καὶ πατρός?Μo \ 1 φἀσκειV Vl’i.lS Ι λέγων Ύ"^ 12?,, ΥΑ \ 9 α vgl. zu S. 18, 14; Conybeare bat inzwiscben seine Ansiebt geändert ZNTW 6, 2. 11) ὥσπερ V. corr. We 1 2() τοῦ θεοῦ Υ*, corr. Λ’2 Ι 31 δοξάζει V*. corr. 2 32 όΐ Μο)

198
λήψεται καὶ ἀναγγελεῖ ὑμῖν«, οὐκ ὄρα πρόδηλόν ἐστιν κεκρυμμένον ἀνακαλύπτεσθαί τι μυστήριον; πῶς γάρ, εἰ μὴ ἧ μονὰς ἀδιαίρετος οὖσα εἰς τριάδα πλατύνοιτο, ἐγχωρεῖ αὐτὸν περὶ τοῦ πνεύματος ποτὲ μὲν λέγειν ὅτι ἐκ τοῦ πατρὸς ἐκπορεύεται , ποτὲ δὲ λέγειν »ἐκεῖνος ἐκ τοῦ ἐμοῦ λήψεται καὶ ἀναγγελεῖ ὑμῖν«, αὖθίς τε ἐμφυσήσαντα τοῖς μαθηταῖς »λάβετε πνεῦμα ἃγιον« εἰρηκέναι; πῶς γὰρ εἰ ἐκ τοῦ πατρὸς ἐκπορεύεται παρὰ τοῦ υἱοῦ τὴν διακονίαν ταύτην λαμβάνειν ἐπαγγέλλεται; ἀνάγκη γὰρ εἰ δύο διαιρούμενα, ὃς Ἀστέριος ἔφη, πρόσωπα εἴη, ἧ τὸ πνεῦμα ἐκ τοῦ πατρὸς ἐκπορευόμενον μὴ δεῖσθαι τῆς παρὰ τοῦ υἱοῦ διακονίας πὰν γὰρ τὸ ἐκ πατρὸς ἐκπορευόμενον τέλειον εἶναι ἀνάγκη, μηδαμῶς προσδεόμενον τῆς παρ’ ἑτέρου βοηθείας), ἡ, εἰ παρὰ τοῦ υἱοῦ λαμβάνοι καὶ ἐκ τῆς ἐκείνου δυνάμεως διακονοίη τὴν χάριν, μηκέτι ἐκ τοῦ πατρὸς ἐκπορεύεσθαι.

Re 60 εἰ δὲ τὸ Εὐαγγέγγέλιον ὅτι ἐμφυσήσας τοῖς μαθηταῖς »λάβετε πνεῦμα ἃγιον« ἔφησεν, δῆλον ὅτι ἐκ τοῦ λόγου τὸ πνεῦμα ἐξῆλθεν. πῶς οὑν, εἰ ἐκ τοῦ λόγου τὸ πνεῦμα προῆλθεν, πόλιν τὸ αὐτὸ ἐκ τοῦ πατρὸς ἐκπορεύεται;

Re 60 οὐκ ὀρθῶς οὖν οὐδὲ προσηκόντως εἴρηκεν τρεῖς ὑποστάσεις εἶναι φήσας οὐχ ἅπαξ, ἀλλὰ καὶ δεύτερον.