Fragmenta
Marcellus of Ankara
Eusebius Werke, Volume 4. Klostermann, Erich, editor. Leipzig: J. C. Hinrichs, 1906.
Re 47 ἵν’ ἐν μὲν τῴ φῆσαι ἐν ἀρχῇ ἦν ὁ λόγος« δείξῃ δυνάμει ἐν τῆ, πατρὶ εἶναι τὸν λόγον ἀρχὴ γὰρ ἁπάντων τῶν γεγονότων ὁ θεὸς »ἐξ οὖ τὰ πάντα«) ἐν δὲ τῷ »καὶ ὁ λόγος ἦν πρὸς τὸν θεὸν« ἐνεργείᾳ πρὸς τὸν θεὸν εἶναι τὸν λόγον »πάντα« γὰρ »δι’ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἓν«), ἐν δὲ τῷ θεὸν εἶναι τὸν λόγον εἰρηκέναι μῆ διαιρεῖν τὴν θεότητα, ἐπειδὴ ὁ λόγος τε ἐν αὐτό καὶ αὐτὸς ἐν τῴ λόγῳ· »ἐν ἐμοὶ« γὰρ φησιν »ὁ πατὴρ, κἀγὼ ἐν τῷ πατρί«.
Re 48 τοίνυν τοίνυν τῆς συμφωνίας τοῦ ἁγίου πνεύματος, διὰ πολλῶν καὶ διαφόρων προσώπων τῇ τοῦ λόγου μαρτυρούσης ἀιδιότητι; καὶ διὰ τοῦτο ἂρχεται μὲν ἀπὸ τῆς ἀιδιότητος τοῦ λόγου, »ἐν ἀρχῇ ἦν ὁ λόγου λέγων »καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος«. τρισὶν ἐπαλλήλοις μαρτυρίαις χρώμενος τὴν ἀιδιότητα τοῦ λόγου δεικνύναι βούλεται.
Re 40 τί τοίνυν ἢν τὸ κατελθὸν τοῦτο πρὸ τοῦ ἐνανθρωπῆσαι; πάντως πού φησιν· πνεῦμα. εἰ γάρ τι παρὰ τοῦτο ἐθέλοι λέγειν, οὐ συγχωρήσει αὐτῷ ὁ πρὸς τὴν παρθένον εἰρηκὼς ἄγγελος πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σέ«. εἰ δὲ πνεῦμα εἶναι φήσει, ἀκουέτω τοῦ σωτῆρος λέγοντος πνεῦμα ὁ θεός‘.