Fragmenta

Marcellus of Ankara

Eusebius Werke, Volume 4. Klostermann, Erich, editor. Leipzig: J. C. Hinrichs, 1906.

Re 32 οὐκ εὐαγγελικῆς ὑπομιμνήσκων διδασκαλίας ταῦτ᾿ ἔγραψεν Παυλῖνος, ὁμολογῶν δὲ ἐνίους μὲν ἀφ’ ἑαυτῶν οὕτω κινεῖσθαι, ἐνίοις δὲ ἐκ τῶν ἀναγνωσμάτων τῶν προειρημένων ἀνδρῶν τοῦτον ἦχθαι τὸν τρόπον. εἶτα τέλος, ὥσπερ τινὰ κορωνίδα τῆς ἀποδείξεως ἐπάγων, ἐκ τόν ᾿Ωριγένους ῥητῶν τῇ ἑαυτοῦ ὑπέγραψεν ἐπιστολῇ ὡς μᾶλλον πεῖσαι δυναμένου παρὰ τοὺς εὐαγγελιστὰς καὶ τοὺς ἀποστόλους. ἔστιν δὲ τὰ ῥητὰ ταῦτα· ὥρα ἐπαναλαβόντα περὶ πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος, ὀλίγα τῶν τότε παραλελειμμένων διεξελθεῖν· περὶ πατρὸς ὡς ἀδιαίρετος ὢν καὶ ἀμέριστος υἱοῦ γίγνεται πατήρ, οὐ πρὸ βαλὼν αὐτόν, ὡς οἴονταί τινες. εἰ γὰρ πρόβλημά ἐστιν ὁ υἱὸς τοῦ πατρὸς καὶ γέννημα ἐξ αὐτοῦ, ὁποῖα τὰ τῶν ζῴων γεννήματα, ἀνάγκη σῶμα εἶναι τὸν προβαλόντα καὶ τὸν προβεβλημένον.

Re 32 ταῦτα Ὠριγένης γέγραφεν, μὴ παρὰ τῶν ἱερῶν προφητῶν τε καὶ ἀποστόλων περὶ τῆς ἀιδιότητος τοῦ λόγου μαθεῖν βουληθείς, ἀλλ’ ἑαυτῷ δεδωκὼς πλεῖον δευτέραν ὑπόθεσιν διηγήσασθαι τοῦ λόγου μάτην τολμᾷ.

Re 32 ὅτι τὰ τοιαῦτα γράφων Ὠριγένης ἰδίοις ἐχρῆτο δόγμασιν, δῆλον ἀφ’ ὦν καὶ τὰ ἑαυτοῦ ἀνατρέπει πολλάκις ἐν γοῦν ἑτέρῳ χωρίῳ ἅτινα περὶ θεοῦ λέγει, ἀκόλουθόν ἐστιν ὑπομνῆσαι. γράφει δὲ οὕτως· οὐ γὰρ ὁ θεὸς πατὴρ εἶναι ἤρξατο κωλυόμενος, ὡς οἱ γινόμενοι πατέρες ἄνθρωποι, ὑπὸ τοῦ μὴ δύνασθαί πω πατέρες εἶναι. εἰ γὰρ ἀεὶ τέλειος ὁ θεὸς, καὶ πάρεστιν αὐτῷ δύναμις τοῦ πατέρα αὐτὸν εἶναι, καὶ καλὸν αὐτὸν εἶναι πατέρα τοιούτου υἱοῦ, <τί> ἀναβάλλεται καὶ τοῦ καλοῦ στερίσκει καἰ, ὡς ἐστιν εἰπεῖν, ἐξ οὑ δύναται πατὴρ εἶναι, οὐ #x003C;; τὸ αύτὸ μέντοιγε καὶ περὶ τοῦ ἁγίου πνεύματος λεκτέον. πῶς οὖν ᾿Ωριγένους καὶ τοῦτο γράψαντος, ὁ μακάριος κατ’ αὐτὸν Παυλῖνος τοῦτο μὲν ἀποκρύψασθαι οὐκ ἀκίνδυνον ἐνόμισεν, χρήσασθαι δὲ εἰς κατασκευὴν τῶν ἑαυτῷ δοκούντων τοῖς ἐναντίοις, ὧν οὐδὲ αὐτὸν ἂν Ὠριγένη εἴποιμι τὸν λόγοι ἀποδοῦναι δυνατὸν εἶναι;