Fragmenta
Marcellus of Ankara
Eusebius Werke, Volume 4. Klostermann, Erich, editor. Leipzig: J. C. Hinrichs, 1906.
Re 12 οὕτος γὰρ ἧμίν τοῖς δικαίως πολιτεύεσθαι μέλλουσιν θεοσεβείας ὀδὸς γέγονεν· ἀρχὴ πασῶν τῶν μετὰ ταῦτα ὁδῶν.
Re 12 »ἀρχὴν» δὲ »ὁδῶν« διά τοῦτο εἰκότως εἴρηκεν τὸν δεσπότην ἠμῶν τὸν σωτῆρα, διότι καὶ τῶν ἑτέρων, ὧν ἐσχήκαμεν, ὁδῶν μετὰ τὴν πρώτην ὁδὸν ἀρχὴ γέγονεν, τὰς διὰ τῶν ἱερῶν ἀποστόλων δηλῶν παραδόσεις τῶν »μετὰ ὑψηλοῦ« κατὰ τὴν προφητείαν »κηρύγματος« κηρυξάντων ἡμῖν τὸ καινὸν τοῦτο μυστήριον.
Re 13 »ἐκτισεν οὖν μὺ φησὶν ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα ἔργα αὐτοῦ«. ποῖα δὲ ἔργα φησίν; περὶ ὧν ὁ σωτὴρ λέγει ὁ πατήρ μου ἕως ἂρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι« καὶ αὖθις »τὸ ἔργον« φησὶν »ἐτελείωσα ὃ δέδωκάς μοι«.