Fragmenta

Marcellus of Ankara

Eusebius Werke, Volume 4. Klostermann, Erich, editor. Leipzig: J. C. Hinrichs, 1906.

(Re lOU) δι’ ἣν αἰτίαν, ὥσπερ ἀρχὴν βασιλείας ἀπό τινος λαβόντος χρόνου τοῦ δεσπότου ἡμῶν Χριστοῦ, ἧ προφητεία φησὶν »ἐγὼ δὲ κατεστάθην βασιλεὺς ὑπ’ αὐτοὺς.

Re 100 διὰ τοῦτο γὰρ καὶ βασιλεύσει ἐν τῇ ἀνθρωπίνῃ σαρκὶ γενόμενος, βασιλεύς τε καταστὰς διὰ τοῦ λόγου ὁ ἀπατηθεὶς πρότερον ἄνθρωπος »πᾶσαν ἀρχὴν« τοῦ διαβόλου »καὶ δύναμιν καὶ ἐξουσίαν καταργήσει«. δεῖ γὰρ αὐτὸν βασιλεύειν« φησὶν »ἄχρι οὗ ἀν’ θῇ τοὺς ἐχθροὺς ὑπὸ τοὺς πόδας αὐτοῦ«. τῆς τοίνυν τοῦ δεσπότου ἡμῶν Χριστοῦ βασιλείας τοῦτο τέλος εἶναί φησιν ὁ ἱερὸς ἀπόστολος, τὸ πάντα ὑποταγῆναι τοῖς ποσὶν αὐτοῦ.

Re 101 μέγιστον ἡμῖν μυστήριον ἐνταῦθα ὁ ἀπόστολος ἀνακαλύπτει, τέλος μὲν ἔσεσθαι φάσκων τῆς Χριστοῦ βασιλείας· τίλος δὲ τότε, ὅταν πάντα ὑποταγῇ ὑπὸ τοὺς πόδας αὐτοῦ.