Fragmenta

Marcellus of Ankara

Eusebius Werke, Volume 4. Klostermann, Erich, editor. Leipzig: J. C. Hinrichs, 1906.

Re 89 ἄνθρωπον γὰρ τὸν σωτῆρα εἶναι βούλονται· δῆλον δὲ ἀφ’ ὧν πανούργως τά τοῦ ἀποστόλου ῥητὰ Εὐσέβιος πρὸς τὸ ἑαυτοῦ μετήνεγκεν βούλημα. ὡς γὰρ ἐκ παλαιᾶς τινος ὠδῖνος μεγίστην ἀποκυῆσαι βουλόμενος βλα- [*](5—9 Acacius bei Epiphanius haer. 72, 6. 9 (ed. Divdorf) vgl. 72, 10 — — 14 25, —26, 3 — —29 26, —27, 13 — —S. 207, 10 29, — 28) [*](6 vgl. S. 205, 31 — 16 Dan. 9, Θ΄? — 18f Tit. .8, 4 — 20 Ps. 54, 15 — 24 Matth. 28, 20 — 27 Ps. 54, 16 — 32 vgl. S. 203, 14) [*](1 καὶ] + ὁ V Ι δύναται] + ἔτι Acac. Ι 3 θεός2] + ὄντως Acac. | 4 καὶ1] + ὁ V | 5 οὑν < Ερ. 72, 9 Ι αὐτῶν Ερ. 72, 9 Ι προεῖπον Ερ. 72, 6 Ι πάν τὼς Ερ. 72, 6 | 6 λέγεις Ερ. 72, 9 Ι 6f οὐ δύναται αὐτοουσία Ep. 72, 6 Ι εἰκών1.2 < Ερ. 72, | 9 εἰκών < Ερ. 72, 6 | 16 τὸν V | 19 τὸν g τὸ V οὐ Μο Ι φιλανθρωπίας] + ἄλλα Μο Ι 20 εἰ] + ὁ üb. d. Ζ. V2 Ι 20 ἐπήγαγεν r ἐπήγαγον r Ι 29 ἐντυγχάνοντες V, corr. Μ0 Ι 30 βού- λεται m)

207
σφημίαν, »ἐξέχεεν ἀπὸ τοῦ ἰδίου θησαυροῦ‘‘ κατὰ τὴν τοῦ σωτῆρος ῥῆσιν »τὸ πονηρόν«. ἄνθρωπον γὰρ μόνον τὸν σωτῆρα δεῖξαι βουλόμενος, ὡς μέγιστον ἡμῖν ἀπόρρητον τοῦ ἀποστόλου ἀνακαλύπτων μυστήριον, οὕτως ἔφη· διὸ σαφέστατα καὶ ὁ θεῖος ἀπόστολος τὴν ἀπόρρητον ἧμίν καὶ μυστικὴν παραδιδοὺς θεολογίαν βοᾷ καὶ κέκραγεν »εἷς ὁ θεός«, εἶτα μετὰ τὸν ἵνα θεόν φησιν ’ρεῖς μεσίτης θεοῦ καὶ ἀνθρώπων, ἄνθρωπος Χριστὸς ᾿Ιησοῦς«. εἰ τοίνυν ἄνθρωπον αὐτὸν εἶναί φησιν τῇ κατὰ σάρκα αὐτοῦ μόνῃ προσέχων οἰκονομίᾳ, πάντως κἀκεῖνο συνομολογεῖ, τὸ μηδὲ ἔχειν ἐλπίδα ἐπ’ αὐτόν. »ἐπικατάρατος« γὰρ »ἄνθρωπος« ὁ προφήτης ῾Ιερεμίας ἔφη »ὕς τὴν ἐλπίδα ἔχει ἐπ’ ἄνθρωπον«.

Re 90 ἀλλ’ ὁ προειρημένος, βραχέα τῶν ἀγίων προφητῶν φροντίσας, ὅς ἀπόρρητόν τινα καὶ λανθάνουσαν τοῦ ἀποστόλου θεολογίαν ἐξηγούμενος, »εἷς θεὸς« ἔφη εἷς καὶ μεσίτης θεοῦ καὶ ἀνθρώπων, ἄνθρωπος Χριστὸς ᾿Ιησοῦς«. καὶ ὁ ταῦτα ταῦτα καὶ σφόδρα ἐπὶ τῷ μεμνῆσθαι τῶν γραφῶν μεγαλαυχῶν οὐκ ἐνενόησεν ὅτι ὁ τοῦτο γράψας ἁγιώτατος ἀπόστολος κἀκεῖνο γέγραφεν »ὃς ἐν μορφῇ θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῷ, ἀλλ’ ἐκένωσεν ἑαυτὸν, μορφὴν δούλου λαβών, ἐν ὁμοιώματι ἀνθρώπου γενόμενος καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος«. ὁρᾷς ὅπως (ὥσπερ προιδὼν τῴ πνεύματι τῆν’ τούτων κακουργίαν) ὁ ἱερὸς ἀπόστολος οὕτως ἐν ἑτέρῳ μέρει τὸ »ὡς ἄνθρωπος« ἔγραψεν καὶ »ἐν ὁμοιώματι ἀνθρώπου γενόμενος«, ἵνα παίσῃ αὐτῶν τὴν τοσαύτην βλασφημίαν.

Re 91 πῶς οὖν τούτοις μὴ προσχὼν Εὐσέβιος μόνον ἄνθρωπον τὸν σωτῆρα εἶναι βούλεται; οὐ φανερῶς μὲν τοῦτο λέγειν τολμῶν, τοῦτο δὲ βουλόμενος ὑπὸ τῶν ἰδίων ἐλέγχεται ῥήσεων.