Fragmentum [Sp.] (e cod. Paris. gr. 2448)
Diophantus Alexandrinus
Diophantus Alexandrinus, Fragmentum [Sp.] (e cod. Paris. gr. 2448), Diophanti Alexandrini opera omnia, vol. 2, Tannery, Teubner, 1895
Ἔστω ἑνδεκάγωνον καὶ ἐχέτω τὴν διάμετρον κβ· εὑρεῖν αὐτοῦ τὴν πλευράν. ποιῶ οὕτως· καθολικῶς τὴν διάμετρον τριπλασιάζω, γίνονται ξϚ· ἄρτι μερίζω· ὧν ἑνδέκατον, Ϛ. τοσοῦτον ἡ πλευρά.
Ἐὰν δὲ θέλῃς τὴν διάμετρον εὑρεῖν ἀπὸ τῆς πλευρᾶς, ποίει τὸ ἀνάπαλιν οὕτως· τὴν πλευρὰν ἑνδεκάκις, γίνονται ξϚ· καὶ μέριζε καθολικῶς· ὧν τρίτον, κβ. ἔστω ἡ διάμετρος τοσοῦτον.
[*](31 ═ Geep.154 — 32 ═ Geep. 155. — 33 ═ Geep. 156. — 34 Geep. 157. — 35 ═ Geep. 158. — 36 ═ Geep. 159.)[*](6 τριπλασίαζε] ultima litera in rasura. 18 τρισσἀκις] oportebat ὧν γʹ.)Ἔστω δωδεκάγωνον καὶ ἐχέτω τὴν διάμετρον κ· εὑρεῖν αὐτοῦ τὴν πλευράν. ποιῶ οὕτως· πάντοτε τὴν διάμετρον τρισσάκις, γίνονται ξ· ἄρτι καθολικῶς μερίζω· ὧν δωδέκατον, ε. τοσοῦτον ἡ πλευρά.
Ἐὰν δὲ θέλῃς τὴν διάμετρον εὑρεῖν ἀπὸ τῆς πλευρᾶς, ποίει τὸ ἀνάπαλιν οὕτως· τὴν πλευρὰν δωδεκάκις, γίνονται ξ· καὶ μερίζω καθολικῶς· ὧν τρίτον, κ. ἔστω τοσοῦτον ἡ διάμετρος.