Fragmentum [Sp.] (e cod. Paris. gr. 2448)

Diophantus Alexandrinus

Diophantus Alexandrinus, Fragmentum [Sp.] (e cod. Paris. gr. 2448), Diophanti Alexandrini opera omnia, vol. 2, Tannery, Teubner, 1895

Ἐὰν δὲ θέλῃς τὴν διάμετρον εὑρεῖν ἀπὸ τῆς πλευρᾶς, [*](25 ═ Geep.148. — 26 ═ Geep. 149. — 27 ═ Geep.150. — 28 ═ Geep. 151. — 29 ═ Geep. 152 De diametro circuli in- scripti hÎc agitur. — 30 ═ Geep. 153.) [*](14 πολύγωνον] πολυγώνου ὀνομασίαν coni. Hultsch. 18 ξ] μθ A. 19 κ] ιϚ A (ac si latus datum foret 7).)

26
ποίει τὸ ἀνάπαλιν· πάντοτε τὴν πλευρὰν δωοδεκάκις, γίνονται ρ· καὶ μερίζω καθολικῶς, ὡς προεῖπον· ὧν εʹ, γίνονται κ. τοσοῦτον ἡ διάμετρος τοῦ ὀκταγώνου. Ἔστωο ἐννάγωνον καὶ ἐχέτω τὴν διάμετρον κ· εὑρεῖν αὐτοῦ τὴν πλευράν. ποίει οὕτως· πάντοτε τὴν διάμετρον τριπλασίαζε, γίνονται ξ· ἄρτι μερίζω· ὧν θʹ, γίνονται Ϛ ??. τοσοῦτον ἡ πλευρά.

Ἐὰν δὲ θέλῃς τὴν διάμετρον εὑρεῖν ἀπὸ τοῦ αὐτοῦ, ποίει τὸ ἀνάπαλιν· τὴν πλευρὰν ἐννάκις, γίνονται ξ· ἄρτι μερίζω καθολικῶς· ὧν τρίτον, κ. τοσοῦτον ἔστω ἡ διάμετρος.

Ἔστω δεκάγωνον καὶ ἐχέτω τὴν διάμετρον κ· εὑρεῖν αὐτοῦ τὴν πλευράν. πάντοτε τὴν διάμετρον τριπλασίαζε, γίνονται ξ· ἄρτι μερίζω· ὧν δέκατον, γίνονται ϛ. τοσοῦτον ἔσται ἡ πλευρά.

Ἐὰν δὲ θέλῃς τὴν διάμετρον εὑρεῖν ἀπὸ τῆς πλευρᾶς τοῦ αὐτοῦ, ποίει οὕτως τὸ ἀνάπαλιν· τὴν πλευρὰν δεκάκις, γίνονται ξ· ἄρτι μερίζω καθολικῶς τρισσάκις, γίνονται κ. τοσοῦτον ἡ διάμετρος.

Ἔστω ἑνδεκάγωνον καὶ ἐχέτω τὴν διάμετρον κβ· εὑρεῖν αὐτοῦ τὴν πλευράν. ποιῶ οὕτως· καθολικῶς τὴν διάμετρον τριπλασιάζω, γίνονται ξϚ· ἄρτι μερίζω· ὧν ἑνδέκατον, Ϛ. τοσοῦτον ἡ πλευρά.

Ἐὰν δὲ θέλῃς τὴν διάμετρον εὑρεῖν ἀπὸ τῆς πλευρᾶς, ποίει τὸ ἀνάπαλιν οὕτως· τὴν πλευρὰν ἑνδεκάκις, γίνονται ξϚ· καὶ μέριζε καθολικῶς· ὧν τρίτον, κβ. ἔστω ἡ διάμετρος τοσοῦτον.

[*](31 ═ Geep.154 — 32 ═ Geep. 155. — 33 ═ Geep. 156. — 34 Geep. 157. — 35 ═ Geep. 158. — 36 ═ Geep. 159.)[*](6 τριπλασίαζε] ultima litera in rasura. 18 τρισσἀκις] oportebat ὧν γʹ.)
27

Ἔστω δωδεκάγωνον καὶ ἐχέτω τὴν διάμετρον κ· εὑρεῖν αὐτοῦ τὴν πλευράν. ποιῶ οὕτως· πάντοτε τὴν διάμετρον τρισσάκις, γίνονται ξ· ἄρτι καθολικῶς μερίζω· ὧν δωδέκατον, ε. τοσοῦτον ἡ πλευρά.

Ἐὰν δὲ θέλῃς τὴν διάμετρον εὑρεῖν ἀπὸ τῆς πλευρᾶς, ποίει τὸ ἀνάπαλιν οὕτως· τὴν πλευρὰν δωδεκάκις, γίνονται ξ· καὶ μερίζω καθολικῶς· ὧν τρίτον, κ. ἔστω τοσοῦτον ἡ διάμετρος.