Fragmentum [Sp.] (e cod. Paris. gr. 2448)
Diophantus Alexandrinus
Diophantus Alexandrinus, Fragmentum [Sp.] (e cod. Paris. gr. 2448), Diophanti Alexandrini opera omnia, vol. 2, Tannery, Teubner, 1895
Ἄλλως δὲ πάλιν ἡ διαγώνιος ἐπὶ τετραγώνου· ἐὰν ἔχῃ ἡ διάμετρος ιβ, λάμβανε πλευρὰν ὀκταγωνικήν, ὅ ἐστιν ἕ, λοιπὸν μένουσιν ζ· τούτων τὸ U+2220΄, U+222΄· ταῦτα ὑφαιρῶ ἀπὸ τῆς διαμέτρου τῶν ιβ, λοιπὸν μένουσιν η U+2220΄· ταῦτα δίς, γίνονται ιζ· τοσοῦτόν ἐστιν ἡ διαγώνιος τοῦ ἔξωθεν τετραγώνου.
[*](e)Eἰ δέ ἐστιν ἡ μία πλευρὰ τοῦ τετραγώνου μείζων, κοινοῦται καὶ λαμβάνω· ὧν U+2220΄· ἐκ τούτου δὲ καὶ εἰ ἔστι συγγών΄., εὑρίσκεται τῇ μεθόδῳ ταύτῃ.
[*](f)Ὅπως δὲ πάλιν εὐρίσκεταιτὸ ἐμβαδὸν τοῦ ὀκταγώνου. ποιῶ οὕτως· ἐὰν ἔχῃ τὴν διάμετρον ιβ, ταῦτα ἐφʼ ἑαυτά, γίνονται ρμδ· τούτων ὑφαιρῶ ἕκιον μέρος, γίνονται κδ· λοιπὸν μένουσιν ρκ· τοσοῦτον ἔσται τὸ ἐμβαδόν.
[*](g)Ἄλλως δὲ πάλιν μετρήσομεν· ἐὰν ἔστιν ἡ διάμετρος ιβ ᾖ, πλευρὰ ἡ μία ἔχει ε· νῦν ποιῶ τὴν πλευρὰν ἐπὶ τὴν διάμετρον τῶν ιβ, γίνονται ξ· ταῦτα δίς, γίνονται ὅ· τοσοῦτόν ἐστι τὸ ἐμβαδόν.
[*](h)Ὅπως μετρεῖται ὀκτάγωνος, μᾶλλον δὲ καὶ θεμελιοῦται. ποίησον οἶκον τετράγωνον, οὗ τὸ μῆκος καὶ τὸ πλάτος ιβ, καὶ λαβὼν τῆς διαγωνίου U+2220΄, ἀπότιθε ἀπὸ [*](18h. Cf Mens. 52 et Geep. 199.) [*](1 διάμετρον] διάλεκτον A. 3 ιβ] ιε A 5 ἐὰν] ἂν A. 12 Vix sanandus locus : pro κοινοῦται suspicor ποίει οὕτως et postea lacunam. 13 συγγών΄.] forsan legendum σύνεγγυς 〈τε- τράγωνος〉. 19 ἔστιν delevi. 20 ᾖ] ὄγδοον A; forsan ἡ πλευρὰ ἡ μία.)
Ἔχουσι τὰ ια τετράγωνα ιδ κύκλους.
ἔχουσι τὰ ιγ τετράγωνα λ τρίγωνα ἰσόπλευρα· ἔστι δὲ τὰ ιγ τῶν λ μέρος τρίτον 〈καὶ〉 δέκατον.
ἔχουσι τὰ ε τετράγωνα γ πεντάγωνα.
ἔχουσι τὰ ιγ τετράγωνα ε ἑξάγωνα.
ἔχουσι τὰ μγ τετράγωνα ιβ ἑπτάγωνα.
ἔχουσι τὰ κθ τετράγωνα Ϛ ὀκτάγωνα.
ἔχουσι τὰ να τετράγωνα η ἐννάγωνα.