Acta Thomae

Acta Thomae

Acta Philippi et Acta Thomae accedunt Acta Barnabae. Bonnet, Maximilian, editor. Leipzig: Hermannus Mendelssohn, 1903.

Ταῦτα εἰπὼν ὁ ἀπόστολος ἐπέστη ταῖς γυναιξὶ λέγων· Κύριέ μου καὶ θεέ μου, οὐ διαιροῦμαι ἀπὸ σοῦ οὐδὲ ἀπιστῶν ἐπικαλοῦμαί σε, πάντοτε ὄντα ἡμῶν βοηθὸν καὶ ἐπίκουρον καὶ ἐπανορθωτήν· ὁ τὴν ἑαυτοῦ δύναμιν ἐμπνέων ἡμῖν καὶ παραθαρσύνων ἡμᾶς καὶ παρέχων παρρησίαν ἐν ἀγάπῃ τοῖς ἰδίοις σου δούλοις· δέομαί σου, ἰαθεῖσαι αἱ ψυχαὶ ἀναστήτωσαν καὶ γενέσθωσαν οἷαι ἦσαν πρὸ τοῦ πληγῆναι ὑπὸ τῶν δαιμόνων. Ταῦτα δὲ αὐτοῦ εἰπόντος στραφεῖσαι αἱ γυναῖκες

ἐκαθέσθησαν. καὶ παρεκελεύσατο τῷ στρατηλάτῃ ὁ ἀπόστολος ἵνα οἱ τούτου θεράποντες λαβόντες αὐτὰς εἰσαγάγωσιν. αὐτῶν δὲ εἰσελθόντων εἶπεν τοῖς ὀνάγροις ὁ ἀπόστολος· Ἀκολουθήσατέ μοι. Καὶ εἰπόντος αὐτοὶ ἕως ἔξω τῶν πυλῶν· ἐξελθόντων δὲ αὐτῶν εἶπεν αὐτοῖς· Ἀπέλθετε μετ᾽ εἰρήνης ἐπὶ τὰς νομὰς ὑμῶν. Ἀπῄεσαν οὖν οἱ ὄναγροι προθύμως· ἑστὼς δὲ ὁ ἀπόστολος προσεῖχεν αὐτοῖς ἵνα μὴ ὑπό τινος ἀδικηθῶσιν, ἕως ὅτε πόρρω γενόμενοι ἀφανεῖς ἐγένοντο· ὑπέστρεψεν δὲ ὁ ἀπόστολος σὺν τῷ ὄχλῳ εἰς τὴν οἰκίαν τοῦ στρατηλάτου.

Ἔτυχεν δὲ γυναῖκά τινα, Χαρισίου τοῦ ἔγγιστα τοῦ βασιλέως, ᾗ ὄνομα Μυγδονία, ἐλθεῖν ἐπὶ τὸ θεάσασθαι καὶ ἰδεῖν ὄνομα νέον καὶ θεὸν νέον καταγγελλόμενον καὶ νέον ἀπόστολον ἐπιδημήσαντα τῇ αὐτῶν χώρᾳ· ἐφέρετο δὲ ὑπὸ τῶν ἰδίων δούλων· καὶ διὰ τὸν πολὺν ὄχλον καὶ τὴν στενοχωρίαν οὐκ ἠδύναντο αὐτὴν εἰσαγαγεῖν πρὸς αὐτόν. ἔπεμψεν δὲ πρὸς τὸν ἴδιον ἄνδρα ἵνα πέμψῃ αὐτῇ πλείονας τοὺς αὐτῇ ἐξυπηρετουμένους· ἦλθον δὲ καὶ προσῆλθον αὐτῇ θλίβοντες

καὶδέροντες τοὺς ἀνθρώπους. ἰδὼν δὲ ὁ ἀπόστολος εἶπεν αὐτοῖς· Τίνος ἕνεκεν καταστρέφετε τοὺς ἐρχομένους ἀκοῦσαι τὸν λόγον, οἳ καὶ προθυμίαν ἔχουσιν; ὑμεῖς δὲ βούλεσθε παρ᾽ ἐμοὶ μὲν εἶναι, πόρρω τυγχάνοντες· καθὼς εἴρηται ἐπὶ τοῦ ὄχλου τοῦ ἐρχομένου πρὸς τὸν κύριον, ὅτι Ὀφθαλμοὺς μὲν ἔχοντες οὐ βλέπετε, καὶ ὦτα ἔχοντες οὐκ ἀκούετε. Καὶ ἔλεγεν πρὸς τοὺς ὄχλους· Ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω · Καί· Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς.

Ἀπιδὼν δὲ πρὸς τοὺς βαστάζοντας αὐτὴν εἶπεν αὐτοῖς· Οὗτος ὁ μακαρισμὸς καὶ ἡ παραίνεσις[*](Text follows sources used in M. R. James translation.) ὁ ἐκείνοις ἐπαγγελθεὶς ὑμῖν περὶ ὑμῶν εἴρηται, οἵτινες αὐτοῖς ἐστιν τοῖς ἐπιφορτισμένοις νῦν. ὑμεῖς ἐστε οἱ τὰ δυσβάστακτα φορτία βαστάζοντες καὶ αὐτῆς κελεύσει, παραφερόμενοι· καὶ ἀνθρώποις ὑμῖν οὖσιν ὡσπερ τοῖς ἀλόγοις ζῴοις ἐπιτιθέασιν ὑμῖν φόρτους, τοῦτο νομίζοντες οἱ

τὴν ἐξουσίαν καθ᾽ ὑμῶν ἔχοντες ὅτι οὐκ ἐστὲ ἄνθρωποι οἷοι καὶ αὐτοί εἰσιν, εἴτε δοῦλοι εἴτε ἐλεύθεροι· οὔτε γὰρ τοὺς πλουσίους ἡ κτῆσις ὀφειλήσει τι, οὔτε τοὺς πένητας ἡ πενία ῥύσεται ἀπὸ τῆς δίκης· οὔτε εἰλήφαμεν ἐντολὴν ἣν οὐ δυνάμεθα ποιῆσαι· οὔτε φορτία δυσβάστακτα ἡμῖν ἐπέθηκεν ἃ οὐ δυνάμεθα βαστάσαι· οὔτε οἰκοδομὴν τοιαύτην ἣν οἱ ἄνθρωποι κτίζουσιν· οὔτε λίθους λατομῆσαι καὶ οἴκους κατασκευάσαι ὡς οἱ τεχνῖται ὑμῶν διὰ τῆς ἰδίας ἐπιστήμης ποιοῦσιν. ταύτην δὲ τὴν ἐντολὴν εἰλήφαμεν παρὰ τοῦ κυρίου ἵνα ὃ οὐκ ἀρέσκει ἡμῖν ὑπὸ ἄλλου γινόμενον τοῦτο ἄλλῳ τινὶ μὴ ποιοῦμεν.

ἀπέχεσθε οὖν πρῶτον τῆς μοιχείας· πάντων γὰρ τῶν κακῶν αὕτη ἐστὶν ἀφορμή·

ἔπειτακαὶ κλοπῆς, ἥτις Ἰούδαν Ἰσκαριώτην δελεάσασα εἰς ἀγχόνην ἤγαγεν· ὅσοι γὰρ τῇ πλεονεξίᾳ οἰκοῦσιν οὐχ ὁρῶσιν τὰ ὑπ᾽ αὐτῶν γινόμενα· καὶ ἀπὸ τῆς ἀλαζονείας καὶ ἀπὸ πάντων τῶν αἰσχρῶν πράξεων, μάλιστα τῶν σωματικῶν, ἐν ᾧ κατάκρισις αἰωνία γίνεται. ἔστιν γὰρ αὕτη ἡ μητρόπολις τῶν κακῶν ἁπάντων· ὁμοίως δὲ καὶ τοὺς ὑψαυχενοῦντας ἄγει εἰς τυραννίδα, κατασπῶσα αὐτοὺς εἰς βάθος καὶ χειρουμένη αὐτοὺς ὑπὸ τὰς αὐτῆς χεῖρας, ἵνα μὴ θεάσωνται ἃ πράττουσιν· ὅθεν τὰ διαπραττόμενα ὑπ᾽ αὐτῶν ἄδηλα αὐτοῖς ἐστιν.

ἀλλ᾽ ὑμεῖς πάντων τῶν ἀγαθῶν εὐάρεστοι γίνεσθε τῷ θεῷ ἐν πρᾳότητι καὶ ἡσυχίᾳ· τούτων γὰρ φείδεται ὁ θεός, καὶ ζωὴν αἰωνίαν παρέχει καὶ τὸν θάνατον ἐξουθενεῖ· καὶ ἐν ἐπιεικείᾳ, πᾶσιν τοῖς ἀγαθοῖς ἐπακολουθεῖ, ἡ πάντας τοὺς ἐχθροὺς καταγωνιζομένη καὶ τὸν στέφανον τῆς νίκης μόνη λαβοῦσα· ἐν ἡσυχίᾳ καὶ τῷ

διὰχειρὸς ὀρέγοντι τοῖς πένησιν καὶ πληροῦντι τὸ ἐνδεὲς τῶν λειπομένων, κομίζουσα καὶ μεταδιδοῦσα τοῖς δεομένοις· μάλιστα τοῖς ἐν ἁγιωσύνῃ πολιτευομένοις· αὕτη γὰρ ἐπίλεκτός ἐστιν παρὰ τῷ θεῷ καὶ εἰσάγουσα εἰς τὴν αἰώνιον ζωήν· αὕτη γὰρ μητρόπολίς ἐστιν παρὰ τῷ θεῷ τῶν ἀγαθῶν ἁπάντων· οἱ γὰρ μὴ ἀγωνιζόμενοι ἐν τῷ σταδίῳ τοῦ Χριστοῦ οὐ μὴ τύχωσιν τῆς ἁγιωσύνης. ἡ δὲ ἁγιωσύνη ὤφθη ἐκ τοῦ θεοῦ, καταργοῦσα τὴν πορνείαν, καταστρέφουσα τὸν ἐχθρόν, εὐαρεστοῦσα τῷ θεῷ. ἀθλητὴς γὰρ ἀήττητός ἐστιν, ἔχουσα ἀξίωμα τοῦ θεοῦ, παρὰ πολλῶν δοξαζομένη. πρεσβευτής ἐστιν εἰρήνης, καταγγέλλουσα εἰρήνην. εἴ τις κτήσεται αὐτήν, ἀφορόντιστος μένει, τῷ κυρίῳ εὐαρεστῶν, προσδεχόμενος τὸν καιρὸν τῆς ἀπολυτρώσεως. οὐδὲν γὰρ παράτοπον διαπράττεται, παρέχουσα ζωὴν καὶ ἀνάπαυσιν καὶ χαρὰν πᾶσιν τοῖς αὐτὴν κτωμένοις.

ἡ δὲ πρᾳότης τόν θάνατον ὑπέταξεν, ὑπ᾽ ἐξουσίαν αὐτὸν ποιήσασα· ἡ πρᾳότης

τὸνἐχθρὸν κατεδουλώσατο· τὸν ἡ πρᾳότης ζυγός ἐστιν ἀγαθός· ἡ πρᾳότης οὐδένα φοβεῖται καὶ τοῖς πολλοῖς οὐκ ἐναντιοιῦται· ἡ πρᾳότης εἰρήνη ἐστὶν καὶ χαρὰ καὶ ἀγαλλίασις τῆς ἀναπαύσεως· μείνατε οὖν ἐν τῇ ἁγιωσύνῃ καὶ δέξασθε τὴν ἀμεριμνίαν καὶ ἐγγὺς γίνεσθε τῆς πρᾳότητος· ἐν γὰρ τούτοις τοῖς τρισὶν κεφαλαίοις εἰκονογραφεῖται ὁ Χριστὸς ὃν ἐγὼ καταγγέλλω ὑμῖν. ἡ ἁγιωσύνη ναός ἐστιν τοῦ Χριστοῦ, καὶ ὁ οἰκῶν ἐν αὐτῇ οἰκητήριον αὐτὴν κτᾶται· τεσσαράκοντα γὰρ ἡμέρας καὶ τεσσαράκοντα νύκτας ἐνήστευσεν οὐδενὸς γευσάμενος· καὶ ὁ ταύτην φυλάττων ἐν αὐτῇ οἰκήσει ὡς ἐν ὄρει. ἡ δὲ πρᾳότης καύχημα αὐτοῦ ἐστιν· εἶπεν γὰρ Πέτρῳ τῷ συναποστόλῳ ἡμῶν· Ἀπόστρεψον τὴν μάχαιράν σου εἰς τὰ ὀπίσω καὶ ἀποκατάστησον εἰς τὴν θήκην αὐτῆς· εἰ γὰρ ἤθελον τοῦτο ποιῆσαι, μὴ οὐκ ἠδυνάμην πλέον ἣ δώδεκα λεγεῶνας παρὰ τοῦ πατρός μου παραστῆσαι ἀγγέλων;

Ταῦτα εἰπόντος τοῦ ἀποστόλου παντὸς τοῦ ὄχλου ἀκούοντος ἀλλήλους συνεπάτουν θλίβοντες· ἡ δὲ γυνὴ Χαρισίου τοῦ συγγενοῦς τοῦ βασιλέως ἐκπηδήσασα ἐκ τοῦ δίφρου καὶ ἑαυτὴν ῥίψασα ἐπὶ τῆς γῆς ἔμπροσθεν τοῦ ἀποστόλου καὶ τῶν ποδῶν αὐτοῦ ἁπτομένη καὶ δεομένη ἔλεγεν· Μαθητὰ τοῦ θεοῦ τοῦ ζῶντος, εἰσῆλθες εἰς χώραν ἔρημον· ἐν ἐρημίᾳ γὰρ οἰκοῦμεν, ἐοικότες ζῴοις ἀλόγοις ἐν τῇ ἀναστροφῇ ἡμῶν· νῦν δὲ διὰ τῶν σῶν χειρῶν σωθησόμεθα· δέομαι οὖν σου, φρόντισόν μου καὶ εὖξαι ὑπὲρ ἐμοῦ, ἵνα ἡ εὐσπλαγχνία τοῦ ὑπὸ σοῦ καταγγελλομένου θεοῦ γένηται ἐπ᾽ ἐμέ, κἀγὼ γένωμαι

αὐτοῦοἰκητήριον, καὶ καταλλαγῶ ἐν τῇ εὐχῇ καὶ τῇ ἐλπίδι καὶ τῇ πίστει αὐτοῦ, καὶ δέξωμαι κἀγὼ σφραγῖδα, καὶ γένωμαι ναὸς ἅγιος, καὶ κατοικήσῃ ἐν ἐμοὶ αὐτός.

Καὶ ὁ ἀπόστολος εἶπεν· Εὔχομαι καὶ δέομαι ὑπὲρ ὑμῶν πάντων ἀδελφοὶ τῶν εἰς τὸν κύριον πιστευόντων καὶ ὑμῶν τῶν ἀδελφιδῶν τῶν εἰς τὸν Χριστὸν ἐλπιζουσῶν ἵνα εἰς πάντας κατασκηνώσῃ ὁ λόγος τοῦ θεοῦ καὶ ἐν αὐτοῖς ἐνσκηνώσῃ· ἡμεῖς γὰρ αὐτῶν ἐξουσίαν οὐκ ἔχομεν. Καὶ ἤρξατο λέγειν πρὸς τὴν γυναῖκα Μυγδονίαν· Ἀνάστα ἀπὸ τῆς γῆς καὶ ἀναπόλησον σεαυτήν· οὐδὲν γάρ σε ὠφελήσει ὁ ἐπίθετος κόσμος οὗτος, οὐδὲ τὸ κάλλος τοῦ σώματός σου, οὐδὲ τὰ ἀμφιάσματά σου· ἀλλ᾽ οὔτε ἡ φήμη τοῦ περὶ σὲ ἀξιώματος, οὔτε ἡ ἐξουσία τοῦ κόσμου τούτου, οὔτε ἡ κοινωνία ἡ ῥυπαρὰ ἡ πρὸς τὸν ἄνδρα σου αὕτη ὀνήσει σε στερηθεῖσαν ἀπὸ τῆς κοινωνίας τῆς ἀληθινῆς· ἡ γὰρ φαντασία τοῦ καλλωπισμοῦ καταργεῖται, καὶ τὸ σῶμα γηράσκει καὶ ἀλλάσσεται, καὶ τὰ ἐνδύματα παλαιοῦται, καὶ ἡ ἐξουσία καὶ ἡ δεσποτεία παρέρχεται μετ᾽ αὐτῶν καὶ ὑπόδικον εἶναι, ἐν ᾧ ἤδη πολλοὶ ἐπολιτεύσαντο. παρέρχεται δὲ καὶ ἡ κοινωνία τῆς παιδοποιίας ὡς δὴ κατάγνωσις οὖσα. Ἰησοῦς μόνος μένει ἀεὶ καὶ οἱ εἰς αὐτὸν ἐλπίζοντες. Ταῦτα εἰπὼν λέγει πρὸς τὴν γυναῖκα ·

Ἄπελθεμετ᾽ εἰρήνης, καὶ ὁ κύριος τῶν ἰδίων μυστηρίων ἀξίαν σε ποιήσει. Ἣ δὲ εἶπεν· Φοβοῦμαι ἀπελθεῖν, μή με ἄρα καταλείψας ἀπέλθῃς εἰς ἄλλο ἔθνος. Ὁ δὲ ἀπόστολος εἶπεν αὐτῇ· Κὰν ἐγὼ πορευθῶ, οὐ καταλείψω σε μόνην, ἀλλὰ Ἰησοῦς διὰ τὴν εὐσπλαγχνίαν αὐτοῦ μετὰ σοῦ. Ἣ δὲ πεσοῦσα προσεκύνησεν αὐτὸν καὶ ἀπῆλθεν εἰς τὸν οἶκον αὐτῆς.

Χαρίσιος δὲ ὁ συγγενὴς Μισδαίου τοῦ βασιλέως λουσάμενος ἀνῆλθεν καὶ ἀνεκλίθη δειπνῆσαι. ἐξήταζεν δὲ περὶ τῆς ἰδίας γαμετῆς ποῦ ἐστιν· οὐ γὰρ ἐληλύθει εἰς άπάντησιν αὐτοῦ ἀπὸ τοῦ ἰδίου κοιτῶνος ὡς ἔθος εἶχεν· αἱ δὲ θεραπαινίδαι αὐτῆς εἶπον αὐτῷ· Ἀνωμάλως ἔχει. Ὃ δὲ εἰσπηδήσας εἰσῆλθεν εἰς τὸν κοιτῶνα καὶ εὗρεν αὐτὴν κατακειμένην εἰς τὴν κοίτην καὶ ἐσκεπασμένην· καὶ ἀνακαλύψας αὐτὴν κατεφίλησεν αὐτὴν λέγων· Τίνος ἕνεκεν σήμερον περίλυπος εἶ; Ἣ δὲ εἶπεν· Ἀνωμάλως ἔχω. Ὃ δὲ λέγει πρὸς αὐτήν· Διὰ τί γάρ σχῆμα οὐκ ἐποίησας τῆς σῆς ἐλευθερίας καὶ ἔμεινας ἐν τῷ οἴκῳ σου, ἀλλ᾽ ἀπελθοῦσα κατήκουσας λόγων ματαίων καὶ ἔργα μαγικὰ ἐθεάσω; ἀλλὰ ἀνάστα, συνδείπνησόν μοι· ἄνευ γὰρ σοῦ οὐ δύναμαι δειπνῆσαι. Ἣ δὲ εἶπεν πρὸς αὐτόν · Σήμερον παραιτοῦμαι· πάνυ γὰρ πεφόβημαι.

Ταῦτα ἀκούσας ὁ Χαρίσιος παρὰ τῆς Μυγδονίας οὐκ ἠβουλήθη ἐξελθεῖν ἐπὶ τὸ δεῖπνον, ἀλλὰ παρεκελεύσατο τοῖς οἰκείοις αὐτοῦ ἵνα προσαγάγωσιν αὐτὴν συνδειπνῆσαι

αὐτῷ· εἰσαγαγόντων οὖν ἠξίουν αὐτὴν συνδειπνῆσαι αὐτῷ· ἣ δὲ παρῃτεῖτο. μὴ βουληθείσης οὖν αὐτῆς μόνος ἐδείπνησεν λέγων αὐτῇ· Διὰ σὲ παρῃτησάμην δειπνῆσαι παρὰ τῷ βασιλεῖ Μισδαίῳ, καὶ σὺ οὐκ ἠβουλήθης συνδειπνῆσαί μοι; Ἣ δὲ ἔφη· Διὰ τὸ ἀνωμάλως με ἔχειν. Ἀναστὰς οὖν ὁ Χαρίσιος κατὰ τὸ εἰωθὸς ἐβούλετο συγκαθεύδειν αὐτῇ· ἣ δὲ ἔφη· Οὐκ εἶπόν σοι τὴν σήμερον παραιτήσασθαι;