Oratio III contra Arianos

Athanasius of Alexandria

Athanasius. The Orations of St. Athanasius against the Arians. Bright, William, editor. Oxford: Clarendon, 1884.

[*](John xvii. 3; xiv. 6.)

9. Ἐὰν τοίνυν καὶ ‘μόνος ἀληθινὸς Θεὸς’ ὁ Πατὴρ λέγηται, οὐκ εἰς ἀθέτησιν τοῦ λέγοντος, ‘Ἐγώ εἰμι ἡ ἀλήθεια,’ εἴρηται, ἀλλʼ εἰς ἀναίρεσιν πάλιν τῶν μὴ πεφυκότων εἶναι ἀληθινῶν, οἷός ἐστιν ὁ Πατὴρ καὶ ὁ τούτου Λόγος. Οὕτω γὰρ καὶ αὐτὸς ὁ Κύριος εὐθὺς συνῆψε, ‘καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν.’ Εἰ δὲ κτίσμα ἦν, οὐκ ἂν συνῆψε, καὶ συνηρίθμησεν ἑαυτὸν τῷ κτίσαντι αὐτόν· ποία γὰρ κοινωνία τῷ ἀληθινῷ καὶ τῷ μὴ ἀληθινῷ ; νῦν δὲ, συνάψας ἑαυτὸν τῷ Πατρὶ, ἔδειξεν ὅτι τῆς [*](Cp. c. 12, 25.) φύσεως τοῦ Πατρός ἐστι, καὶ ἔδωκεν ἡμῖν γινώσκειν ὅτι τοῦ ἀληθινοῦ Πατρὸς ἀληθινόν ἐστι γέννημα. Τοῦτο καὶ Ἰωάννης [*](1 John v. 20.) μαθὼν ἐδίδαξε, γράφων ἐν τῇ ἐπιστολῇ, ‘καί ἐσμεν ἐν τῷ ἀληθινῷ, ἐν τῷ Υἱῷ αὐτοῦ Ἰησοῦ Χριστῷ· οὖτός ἐστιν ὁ ἀληθινὸς Θεὸς, καὶ ζωὴ αἰώνιος.’ Καὶ τοῦ μὲν προφήτου περὶ [*](Job ix. 8.) τῆς κτίσεως λέγοντος, ‘ὁ τανύσας τὸν οὐρανὸν μόνος·’ τοῦ δὲ Θεοῦ, ‘Ἐγὼ μόνος τὸν οὐρανὸν ἐξέτεινα·’ παντὶ δῆλον γέγονεν ὅτι ἐν τῷ ‘μόνῳ’ καὶ ὁ τοῦ μόνου σημαίνεται Λόγος, ἐν ᾧ ‘τὰ πάντα ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν,’ Οὐκοῦν εἰ διὰ τοῦ Λόγου γέγονε, φησὶ δὲ, ‘Ἐγὼ μόνος,᾿  νοεῖται δὲ σὺν τῷ μόνῳ καὶ ὁ Υἱὸς, δι’ οὖ γέγονεν ὁ οὐρανός· οὕτως ἄρα καὶ ἐὰν λέγηται, ‘Εἶς Θεὸς,’ καὶ, ‘ Ἐγὼ μόνος,’ καὶ, ‘Ἐγὼ πρῶτος,’ ἐν τῷ ἑνὶ καὶ μόνῳ καὶ πρώτῳ συνὼν νοεῖται ὁ Λόγος, ὥσπερ

163
ἐν τῷ φωτὶ τὸ ἀπαύγασμα. Τοῦτο δὲ οὐκ ἂν ἐπὶ ἄλλου νοηθείη, εἰ μὴ ἐπὶ μόνου τοῦ Λόγου. Τὰ μὲν γὰρ ἄλλα πάντα ἐκ τοῦ μὴ ὄντος ὑπέστη διὰ τοῦ Υἱοῦ, καὶ πολλὴν ἔχει τῇ φύσει τὴν διάστασιν· αὐτὸς δὲ ὁ Υἱὸς ἐκ τοῦ Πατρός ἐστι φύσει καὶ ἀληθινὸν γέννημα· διὸ καὶ ὃ προφέρειν ἔδοξαν οἱ ἀνόητοι ῥητὸν, τὸ ‘Ἐγὼ πρῶτος,’ εἰς ἀπολογίαν τῆς αἱρέσεως αὐτῶν, τοῦτο μᾶλλον [*](Isa. xliv. 6.) ἐλέγχει αὐτῶν τὴν κακόνοιαν. Φησὶν ὁ Θεὸς, ‘Ἐγὼ πρῶτος, καὶ ἐγὼ μετὰ ταῦτα.’ Εἰ μὲν οὖν ὡς συναριθμούμενος τοῖς μετ’ αὐτὸν λέγεται τούτων ‘πρῶτος,’ ἵνα κἀκεῖνα δεύτερα τούτου ᾖ, ἔσται καθʼ ὑμᾶς τῶν ποιημάτων καὶ αὐτὸς μόνῳ τῷ χρόνῳ προάγων· ἀλλὰ τοῦτο μόνον πᾶσαν ἀσέβειαν ὑπερβάλλει. Εἰ δὲ εἰς ἀπόδειξιν τοῦ μὴ εἶναι αὐτὸν ἔκ τινος, μηδὲ πρὸ αὐτοῦ τινα, ἀλλʼ αὐτὸν εἶναι τῶν πάντων ἀρχὴν καὶ αἴτιον, καὶ εἰς ἀναίρεσιν τῶν παῤ Ἕλλησι μύθων εἴρηκεν, ‘Ἐγὼ πρῶτος·’ δῆλον ὅτι καὶ τὸ λέγεσθαι τὸν Υἱὸν πρωτότοκον,’ οὐ διὰ τὸ συναριθμεῖσθαι αὐτὸν τῇ κτίσει λέγεται πρωτότοκος, ἀλλʼ εἰς [*](Cp. ii. 62.) ἀπόδειξιν τῆς τῶν πάντων διὰ τοῦ Υἱοῦ δημιουργίας καὶ υἱοποιήσεως. Καὶ γὰρ ὥσπερ ὁ Πατὴρ ‘πρῶτός’ ἐστιν, οὕτω καὶ αὐτὸς πρῶτος μέν ἐστιν, ὡς εἰκὼν τοῦ πρώτου, καὶ ἐν αὐτῷ ὄντος τοῦ πρώτου, γέννημα δὲ ἐκ τοῦ Πατρός· καὶ ἐν αὐτῷ πᾶσα ἡ κτίσις κτίζεται καὶ υἱοποιεῖται.

[*](Cp. ii. 59.)

10. Ἀλλὰ καὶ πρὸς ταῦτα πάλιν ἐπιχειροῦσι φιλονεικεῖν ταῖς· ἰδίαις μυθοπλαστίαις, λέγοντες μὴ οὕτως εἶναι τὸν Υἱὸν καὶ τὸν Πατέρα ‘ἕν,ʼ μηδὲ ‘ὅμοιον,’ ὡς ἡ ἐκκλησία κηρύσσει, ἀλλʼ ὡς αὐτοὶ θέλουσι. Φασὶ γάρ· ‘Ἐπεὶ ἃ θέλει ὁ Πατὴρ, ταῦτα [*](Arian obj.) θέλει καὶ ὁ Υἱὸς, καὶ οὔτε τοῖς νοήμασιν οὔτε τοῖς κρίμασιν [*](Cp. de Syn. 45. Soc. ii. 40.) ἀντίκειται, ἀλλʼ ἐν πᾶσίν ἐστι σύμφωνος αὐτῷ, τὴν ταὐτότητα τῶν δογμάτων καὶ τὸν ἀκόλουθον καὶ συνηρτημένον τῇ τοῦ Πατρὸς διδασκαλίᾳ ἀποδιδοὺς λόγον, διὰ τοῦτο αὐτὸς καὶ ὁ Πατὴρ ἕν εἰσι.’ Ταῦτα γὰρ οὐ μόνον εἰπεῖν, ἀλλὰ καὶ γράψαι τινὲς ἐξ αὐτῶν τετολμήκασι. Τούτου δὲ τί ἄν τις ἀτοπώτερον [*](c. 2.) ἢ ἀλογώτερον εἴποι ; εἰ γὰρ διὰ ταῦτα ἕν εἰσιν ὁ Υἱὸς καὶ ὁ Πατὴρ, καὶ εἰ οὕτως ὅμοιός ἐστιν ὁ Λόγος τῷ Πατρὶ, ὥρα καὶ τοὺς ἀγγέλους, καὶ τὰ ἄλλα ἡμῶν τὰ ὑπερκείμενα, ἀρχάς τε καὶ ἐξουσίας, καὶ θρόνους καὶ κυριότητας, καὶ τὰ φαινόμενα, ἥλιόν τε καὶ σελήνην, καὶ τοὺς ἀστέρας εἶναι καὶ αὐτοὺς, ὡς τὸν Υἱὸν,

164
υἱοὺς, λέγεσθαι δὲ καὶ περὶ τούτων ὅτι αὐτοὶ καὶ ὁ Πατὴρ ‘ἕνʼ εἰσι, καὶ ἕκαστος εἰκὼν καὶ Λόγος ἐστι τοῦ Θεοῦ. Ἃ γὰρ θέλει ὁ Θεὸς, ταῦτα θέλουσι καὶ αὐτοί· καὶ οὔτε τοῖς κρίμασιν οὔτε τοῖς δόγμασι διαφωνοῦσιν, ἀλλʼ ἐν πᾶσίν εἰσιν ὑπήκοοι τῷ πεποιηκότι. Οὐκ ἂν γὰρ ἔμειναν ἐν τῇ ἰδίᾳ δόξῃ, εἰ μὴ ἅπερ ἤθελεν ὁ Πατὴρ, ταῦτα καὶ αὐτοὶ ἠβούλοντο. Ὁ γοῦν μὴ [*](Isa. xiv. 12.)  μείνας, ἀλλὰ παραφρονήσας, ἤκουσε· ‘Πῶς ἐξέπεσεν ἐκ τοῦ οὐρανοῦ ὁ ἑωσφόρος, ὁ πρωῒ ἀνατέλλων ;ʼ πῶς οὖν, τούτων οὕτως ὄντων, μόνος οὗτος Υἱὸς μονογενὴς καὶ Λόγος καὶ Σοφία ἐστίν ; ἢ πῶς, τοσούτων ὄντων ὁμοίων τῷ Πατρὶ, μόνος οὗτος εἰκών ἐστι ; καὶ γὰρ καὶ ἐν ἀνθρώποις εὑρεθήσονται πολλοὶ [*](c. 57.) ὅμοιοι τῷ Πατρὶ, πλεῖστοι μὲν μάρτυρες γενόμενοι, καὶ πρὸ αὐτῶν οἱ ἀπόστολοι καὶ προφῆται, καὶ πάλιν πρὸ τούτων οἱ πατριάρχαι· πολλοί τε καὶ νῦν ἐφύλαξαν τὴν τοῦ Σωτῆρος [*](Luke vi. 36.)  ἐντολὴν, γενόμενοι ‘οἰκτίρμονες, ὡς ὁ Πατὴρ ὁ ἐν τοῖς οὐρανοῖς,᾿  [*](Eph. v. 1, 2.) καὶ τηρήσαντες τὸ ‘Γίνεσθε οὖν μιμηταὶ τοῦ Θεοῦ, ὡς τέκνα ἀγαπητά· καὶ περιπατεῖτε ἐν ἀγάπῃ, καθὼς καὶ ὁ Χριστὸς [*](1 Cor. xi. 1.) ἠγάπησεν ἡμᾶς.’ ‘Μιμηταὶ δὲ γεγόνασιʼ κοί τοῦ Παύλου πολλοὶ, ὡς κἀκεῖνος ‘τοῦ Χριστοῦ·’ καὶ ὅμως οὐδεὶς τούτων οὔτε ‘Λόγος,’ οὔτε ‘Σοφία,’ οὔτε ‘μονογενὴς Υἱὸς,’ οὔτε ‘εἰκών’ ἐστιν, οὔτε [*](John x. 30 ; xiv. 10.)  τις τούτων ἀπετόλμησεν εἰπεῖν· ‘Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν,’ ἢ, ‘ἐγὼ ἐν τῷ Πατρὶ καὶ ὁ Πατὴρ ἐν ἐμοί.᾿  Ἁλλὰ περὶ μὲν [*](Exod. xv. 11. Ps. Ixxxviii. (Ixxxix.) 6.) πάντων εἴρηται, ‘Τίς ὅμοιός σοι ἐν θεοῖς, Κύριε ;’ καὶ, ‘Τίς ὁμοιωθήσεται τῷ Κυρίῳ ἐν υἱοῖς Θεοῦ ;’ περὶ δὲ αὐτοῦ, ὅτι μόνος εἰκὼν ἀληθινὴ καὶ φύσει τοῦ Πατρός ἐστιν. Εἰ γὰρ καὶ [*](1 Cor. xi. 7.) ‘κατʼ εἰκόνα’ γεγόναμεν, καὶ ‘εἰκὼν καὶ δόξα Θεοῦ’ ἐχρηματίσαμεν, ἀλλʼ οὐ δι᾿ ἑαυτοὺς πάλιν, ἀλλὰ διὰ τὴν ἐνοικήσασαν ἐν ἡμῖν εἰκόνα καὶ ἀληθῆ δόξαν τοῦ Θεοῦ, ἥτις ἐστὶν ὁ Λόγος αὐτοῦ, ὁ δι’ ἡμᾶς ὕστερον γενόμενος σὰρξ, ταύτην τῆς κλήσεως ἔχομεν τὴν χάριν.

11. Ἀπρεποῦς δὴ οὖν καὶ ἀλόγου καὶ τῆς τοιαύτης φρονήσεως ἐκείνων φαινομένης, ἀνάγκη τὴν ὁμοίωσιν καὶ τὴν ἑνότητα ἐπʼ αὐτὴν τὴν οὐσίαν τοῦ Υἱοῦ φέρειν· εἰ γὰρ μὴ οὕτω τις λάβοι, οὔτε πλέον τι τῶν γενητῶν ἔχων φανήσεται, ὥσπερ εἴρηται, οὔτε τοῦ Πατρὸς ὅμοιος ἔσται, ἀλλὰ τῶν τοῦ Πατρὸς ὅμοιος ἔσται δογμάτων· καὶ τοῦ Πατρὸς διαφέρει ὅτι ὁ μὲν Πατὴρ

165
Πατήρ ἐστι, τὰ δὲ δόγματα καὶ ἡ διδασκαλία τοῦ Πατρός ἐστιν. Εἰ τοίνυν κατὰ τὰ δόγματα καὶ τὴν διδασκαλίαν ὅμοιός ἐστιν ὁ Υἱὸς τῷ Πατρὶ, ὁ μὲν Πατὴρ κατʼ αὐτοὺς ὀνόματι μόνον Πατὴρ ἔσται· ὁ δὲ Υἱὸς οὐκ ἀπαράλλακτος εἰκὼν, μᾶλλον οὐδὲ ὅλως [*](c. 5.) ἰδιότητα ἢ ὁμοίωσίν τινα τοῦ Πατρὸς ἔχων φανήσεται. Ποία γὰρ ὁμοίωσις καὶ ἰδιότης τῷ παρεξηλλαγμένῳ παρὰ τὸν Πατέρα ; καὶ γὰρ καὶ ὁ Παῦλος, ὅμοια τῷ Σωτῆρι διδάσκων, οὐκ ἦν κατ’ οὐσίαν ὅμοιος αὐτῷ. κεῖνοι μὲν οὖν, τοιαῦτα φρονοῦντες, [*](Cp. i. 21.) ψεύδονται· ὁ δέ γε Υἱὸς καὶ ὁ Πατὴρ οὕτως εἰσὶν ἓν, καθάπερ εἴρηται· καὶ οὕτως ἐστὶν ὁ Υἱὸς ὅμοιος καὶ ἐξ αὐτοῦ τοῦ Πατρὸς, ὡς ἔστιν ἰδεῖν καὶ νοεῖν υἱὸν πρὸς πατέρα, καὶ ὡς ἔστιν ἰδεῖν τὸ ἀπαύγασμα πρὸς τὸν ἥλιον. Διὰ γὰρ τὸ οὕτως εἶναι τὸν Υἱὸν, ἐργαζομένου τοῦ Υἱοῦ, ὁ Πατήρ ἐστιν ὁ ἐργαζόμενος, καὶ ἐρχομένου τοῦ Υἱοῦ πρὸς τοὺς ἁγίους, ὁ Πατήρ ἐστιν ὁ ἐρχόμενος ἐν τῷ Υἱῷ, ὡς αὐτὸς ἐπηγγείλατο λέγων, ‘ἐλευσόμεθα ἐγὼ καὶ ὁ [*](John xiv. 23.) Πατὴρ, καὶ μονὴν παρ᾿  αὐτῷ ποιήσομεν.’ Ἐν γὰρ τῇ εἰκόνι θεωρεῖται ὁ Πατὴρ, καὶ ἐν τῷ ἀπαυγάσματί ἐστι τὸ φῶς. Διὰ τοῦτο, καθάπερ μικρῷ πρόσθεν εἴπομεν, καὶ διδόντος τοῦ Πατρὸς χάριν καὶ εἰρήνην, αὐτὴν καὶ ὁ Υἱὸς δίδωσιν, ὡς ὁ Παῦλος ἐπισημαίνεται διὰ πάσης ἐπιστολῆς γράφων· ‘Χάρις ὑμῖν καὶ [*](Rom. i. 7 ; 1 Cor. i. 3 ; 2 Cor. i. 2, etc.) εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ.’ Μία γὰρ καὶ ἡ αὐτὴ χάρις ἐστὶ παρὰ Πατρὸς ἐν Υἱῷ, ὡς ἔστιν ἓν τὸ φῶς τοῦ ἡλίου καὶ τοῦ ἀπαυγάσματος, καὶ τὸ φωτίζειν τοῦ ἡλίου διὰ τοῦ ἀπαυγάσματος γίνεται. Οὕτω γοῦν πάλιν ἐπευχόμενος Θεσσαλονικεῦσι, καὶ λέγων, ‘Ἀὐτὸς δὲ ὁ Θεὸς [*](1 Thess. iii.11.) καὶ Πατὴρ ἡμῶν, καὶ ὁ Κύριος Ἰησοῦς Χριστὸς κατευθύναι τὴν ὁδὸν ἡμῶν πρὸς ὑμᾶς,’ τὴν ἑνότητα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ ἐφύλαξεν· οὐ γὰρ εἷπε, ‘κατευθύνοιεν,’ ὡς παρὰ δύο διδομένης, παρὰ τούτου καὶ τούτου, διπλῆς χάριτος, ἀλλὰ ‘κατευθύναι,’ ἵνα δείξῃ ὅτι ὁ Πατὴρ δι᾿ Υἱοῦ δίδωσι ταύτην· ἐξ ὧν κἂν ἐρυθριᾷν οἱ ἀσεβεῖς δυνάμενοι, οὐ βούλονται.

12. Εἰ γὰρ μὴ ἦν ἑνότης, καὶ ἴδιον τῆς τοῦ Πατρὸς οὐσίας γέννημα ὁ Λόγος, ὡς τὸ ἀπαύγασμα τοῦ φωτὸς, ἀλλὰ διειστήκει τῇ φύσει ὁ Υἱὸς τοῦ Πατρὸς, ἤρκει τὸν Πατέρα δοῦναι μόνον, [*](c. 9, 16.) οὐδενὸς τῶν γενητῶν ἐπικοινωνοῦντος πρὸς τὸν πεποιηκότα ἐν τοῖς διδομένοις· νῦν δὲ ἡ τοιαύτη δόσις δείκνυσι τὴν ἑνότητα

166
τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ. Οὐκ ἂν γοῦν εὔξαιτό τις λαβεῖν παρὰ τοῦ Θεοῦ καὶ τῶν ἀγγέλων, ἢ παρά τινος τῶν ἄλλων κτισμάτων, οὐδʼ ἂν εἴποι τις, ‘Δῴη σοι ὁ Θεὸς καὶ ὁ ἄγγελος,’ ἀλλὰ παρὰ Πατρὸς κοὶ τοῦ Υἱοῦ διὰ τὴν ἑνότητα καὶ τὴν ἑνοειδῆ δόσιν. Διὰ γὰρ τοῦ Υἱοῦ δίδοται τὰ διδόμενα· οὐδὲν δέ ἐστιν, ὃ μὴ δι’ Υἱοῦ ἐνεργεῖ ὁ Πατήρ· οὕτω γὰρ καὶ ὁ λαβὼν ἀσφαλῆ τὴν χάριν ἔχει. Εἰ δὲ ὁ πατριάρχης Ἰακὼβ, εὐλογῶν τοὺς [*](Gen. xlviii. 15, 16.) ἐγγόνους Ἐφραῒμ καὶ Μανασσῆ, ἔλεγεν, ‘Ὁ Θεὸς ὁ τρέφων με ἐκ νεότητός μου ἕως τῆς ἡμέρας ταύτης, ὁ ἄγγελος ὁ ῥυόμενός με ἐκ πάντων τῶν κακῶν, εὐλογήσαι τὰ παιδία ταῦτα,’ οὐ τῶν κτισθέντων καὶ τὴν φύσιν ἀγγέλων ὄντων ἕνα συνῆπτε τῷ κτίσαντι αὐτοὺς Θεῷ· οὐδὲ ἀφεὶς τὸν τρέφοντα αὐτὸν Θεὸν, παῤ ἀγγέλου τὴν εὐλογίαν ᾔτει τοῖς ἐγγόνοις· ἀλλʼ εἰρηκὼς, ‘ὁ ῥυόμενός με ἐκ πάντων τῶν κακῶν.᾿  ἔδειξε μὴ τῶν κτισθέντων τινὰ ἀγγέλων, ἀλλὰ τὸν Λόγον εἶναι τοῦ Θεοῦ, ὃν τῷ Πατρὶ συνάπτων ηὔχετο· διʼ οὗ καὶ οὓς ἐὰν θέλῃ, ῥύεται ὁ Θεός. [*](Isa. ix. 6. Cp. c. 63.) Τοῦτον γὰρ καὶ μεγάλης βουλῆς ἄγγελον’ τοῦ Πατρὸς εἰδὼς καλούμενον, οὐκ ἄλλον ἢ αὐτὸν εἶναι τὸν εὐλογοῦντα, καὶ ῥυόμενον ἐκ τῶν κακῶν ἔλεγεν. Οὐ γὰρ αὐτὸς μὲν παρὰ Θεοῦ ἠξίου εὐλογεῖσθαι, τοὺς δὲ ἐκγόνους ἤθελε παῤ ἀγγέλου· ἀλλʼ [*](Gen. xxxii. 26, 30.) ὃν αὐτὸς παρεκάλει λέγων, Ὁὐ μή σε ἀποστείλω, ἐὰν μή με εὐλογήσῃς,’ (Θεὸς δὲ ἦν οὖτος, ὡς αὐτός φησιν· Ἑἶδον Θεὸν πρόσωπον πρὸς πρόσωπον᾿ ), τοῦτον εὐλογῆσαι καὶ τοὺς υἱοὺς τοῦ Ἰωσὴφ ηὔχετο. Ἀγγέλου μὲν οὖν ἴδιον τὸ διακονεῖν τῇ [*](Exod. xxiii. 23 ; xxxii. 34.) τοῦ Θεοῦ προστάξει· πολλάκις δὲ καὶ ‘προπορεύεται’ ἐκβάλλειν τὸν Ἀμοῤῥαῖον, καὶ πέμπεται φυλάξαι τὸν λαὸν ἐν τῇ ὁδῷ· ἀλλὰ καὶ ταῦτα οὐκ ἔστιν αὐτοῦ, τοῦ δὲ προστάξαντος καὶ ἀποστείλαντος αὐτὸν Θεοῦ, οὗ καὶ τὸ ῥύεσθαι ἔστιν, οὓς ἂν αὐτὸς θελήσῃ ῥύεσθαι· διὰ τοῦτο οὐκ ἄλλος ἢ αὐτὸς Κύριος ὁ Θεὸς ὁ [*](Gen. xxviii. 15.) ὀφθεὶς εἷπεν αὐτῷ· ‘Καὶ ἰδοὺ ἐγὼ μετὰ σοῦ, διαφυλάσσων σε ἐν τῇ ὁδῷ πάσῃ, οὗ ἂν πορευθῇς·’ καὶ οὐκ ἄλλος, ἀλλὰ πάλιν ὁ Θεὸς ὁ ὀφθεὶς ἐπέσχε τοῦ Λάβαν τὴν ἐπιβουλὴν, κελεύσας αὐτῷ [*](Ib. xxxi. 24.) ‘μὴ λαλῆσαι πονηρὰ τῷ Ἰακώβ·’ καὶ αὐτὸς δὲ οὐκ ἄλλον ἢ τὸν [*](Ib. xxxii. 11.) Θεὸν παρεκάλει λέγων· ‘Ἐξελοῦ με ἐκ χειρὸς τοῦ ἀδελφοῦ μου Ἠσαῦ, ὅτι φοβοῦμαι αὐτόν·’ καὶ γὰρ καὶ ταῖς γυναιξὶν ὁμιλῶν [*](Ib. xxxi. 7.) ἔλεγεν, ὅτι ‘οὐκ ἔδωκεν ὁ Θεὸς τῷ Λάβαν κακοποιῆσαί με.’