Oratio III contra Arianos

Athanasius of Alexandria

Athanasius. The Orations of St. Athanasius against the Arians. Bright, William, editor. Oxford: Clarendon, 1884.

19. Ἐπὶ δὲ τῶν θείων πάλιν εἰκόνας τοῖς ἀνθρώποις λαμβάνων, φησὶν ὁ Σωτήρ· ‘Γίνεσθε οἰκτίρμονες, ὡς ὁ Πατὴρ [*](Luke vi. 36.) ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς οἰκτίρμων ἐστὶ,’ καὶ, ‘Ἔσεσθε ὑμεῖς [*](Matt. v. 48.) τέλειοι, ὡς ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος τέλειός ἐστιν.’ Ἔλεγε δὲ καὶ τοῦτο, οὐχ ἵνα γινώμεθα πάλιν ὡς ὁ Πατήρ· γενέσθαι γὰρ ἡμᾶς ὡς ὁ Πατὴρ ἀδύνατον, κτίσμα ὄντας, καὶ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι γενομένους· ἀλλʼ ὥσπερ οὐχ ἵνα μὴ γενώμεθα κτήνη παρήγγειλε, ‘Μὴ γίνεσθε ὡς ἵππος,ʼ ἵνα δὲ μὴ τὸ ἄλογον ἐκείνων μιμησώμεθα, οὕτως οὐχ ἵνα γενώμεθα ὡς ὁ Θεὸς, ἔλεγε, [*](Cp. ad Afros, 7.) ‘Γίνεσθε οἰκτίρμονες ὡς ὁ Πατὴρ,’ ἀλλʼ ἵνα πρὸς τὰς εὐεργεσίας ἐκείνου βλέποντες, ἃ ποιοῦμεν καλὰ, μὴ διʼ ἀνθρώπους, ἀλλὰ δι᾿ αὐτὸν ποιῶμεν, ὥστε παῤ αὐτοῦ, καὶ μὴ παῤ ἀνθρώπων τὸν μισθὸν ἔχειν. Ὡς γὰρ ἑνὸς ὄντος Υἱοῦ φύσει, καὶ ἀληθινοῦ, καὶ μονογενοῦς, γινόμεθα καὶ ἡμεῖς ‘υἱοὶ,ʼ οὐχ ὡς ἐκεῖνος φύσει καὶ ἀληθείᾳ, ἀλλὰ κατὰ χάριν τοῦ καλέσαντος· καὶ ἄνθρωποι [*](ii. 59.) τυγχάνοντες ἀπὸ γῆς, ‘θεοὶ’ χρηματίζομεν, οὐχ ὡς ὁ ἀληθινὸς [*](John x. 35.) Θεὸς, ἢ ὁ τούτου Λόγος, ἀλλʼ ὡς ἠθέλησεν ὁ τοῦτο χαρισάμενος Θεός· οὕτω καὶ ὡς ὁ Θεὸς οἰκτίρμονες γινόμεθα, οὐκ ἐξισούμενοι

174
τῷ Θεῷ, οὐδὲ φύσει καὶ ἀληθινοὶ εὐεργέται γινόμενοι· (οὐ γὰρ ἡμῶν εὕρεμα τὸ εὐεργετεῖν, ἀλλὰ τοῦ Θεοῦ) ἵνα δὲ τὰ παῤ αὐτοῦ τοῦ Θεοῦ κατὰ χάριν εἰς ἡμᾶς γενόμενα, ταῦτα καὶ ἡμεῖς [*](Cp. Rom. xii. 8.) μεταδιδῶμεν εἰς ἑτέρους, μὴ διακρινόμενοι, ἁπλῶς δὲ εἰς πάντας ἐκτείνοντες τὴν εὐποιίαν· κατὰ τοῦτο γὰρ μόνον δυνάμεθά πως αὐτοῦ μιμηταὶ γενέσθαι, καὶ οὐκ ἄλλως, ὅτι τὰ παῤ αὐτοῦ διακονοῦμεν ἀλλήλοις. Ὥσπερ δὲ ταῦτα καλῶς καὶ ὀρθῶς διανοούμεθα, οὕτω καὶ τὸ κατὰ Ἰωάννην ἀνάγνωσμα τὴν αὐτὴν ἔχει διάνοιαν. Οὐ γὰρ ὡς ἔστιν ὁ Υἱὸς ἐν τῷ Πατρὶ, οὕτως ἵνα καὶ ἡμεῖς γενώμεθά φησι· πόθεν, ὅπου γε ὁ μὲν Λόγος καὶ Σοφία τοῦ Θεοῦ ἐστιν, ἡμεῖς δὲ ἐκ γῆς ἐπλάσθημεν· καὶ ὁ μὲν φύσει καὶ τῇ οὐσίᾳ Λόγος καὶ Θεὸς ἀληθινός ἐστιν, (οὕτω γὰρ καὶ ὁ [*](1 John v. 20.) Ἰωάννης φησίν· ‘οἴδαμεν ὅτι ὁ Υἱὸς τοῦ Θεοῦ ἥκει, καὶ ἔδωκεν ἡμῖν διάνοιαν, ἵνα γινώσκωμεν τὸν ἀληθινὸν Θεόν· καί ἐσμεν ἐν τῷ ἀληθινῷ, ἐν τῷ Υἱῷ αὐτοῦ, Ἰησοῦ Χριστῷ· οὗτός ἐστιν ὁ [*](ii. 50.) ἀληθινὸς Θεὸς, καὶ ἡ ζωὴ ἡ αἰώνιος·’) ἡμεῖς δὲ θέσει καὶ χάριτι υἱοποιούμεθα δι᾿ αὐτοῦ, μετέχοντες τοῦ Πνεύματος αὐτοῦ; [*](John i. 12.) ‘ὅσοι’ γὰρ, φησὶν, ‘ἔλαβον αὐτὸν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ,’ [*](Ib. xiv. 6.) Διὸ καὶ αὐτὸς μὲν ἔστιν ἡ ἀλήθεια, λέγων, ‘Ἐγώ εἰμι ἡ ἀλήθεια·’ [*](Ib. xvii. 17.) ὅτε καὶ τῷ Πατρὶ αὐτοῦ προσομιλῶν ἔλεγεν, ‘Ἁγίασον αὐτοὺς ἐν τῇ ἀληθείᾳ σου· ὁ Λόγος ὁ σὸς ἀλήθειά ἐστιν·’ ἡμεῖς δὲ κατὰ μίμησιν γινόμεθα ἐνάρετοι καὶ υἱοί.

[*](Ib. 21.)

20. Οὐκοῦν οὐχ ἵνα ὡς αὐτὸς γινώμεθα, ἔλεγεν, ‘ἵνα ὦσιν ἓν, καθὼς καὶ ἡμεῖς,’ ἀλλ᾿ ἵνα ὥσπερ ἐκεῖνος, Λόγος ὢν, ἔστιν ἐν [*](Ib. v. 18.) τῷ ‘ἰδίῳ Πατρὶ,’ οὕτως ἵνα καὶ ἡμεῖς, τύπον τινὰ λαβόντες, καὶ εἰς ἐκεῖνον βλέποντες, ‘γενώμεθα ἓν’ πρὸς ἀλλήλους τῃ ὁμοψυχίᾳ [*](1 Cor. i. 11.) Χίᾳ καὶ τῇ τοῦ πνεύματος ἑνότητι, μὴ διαφωνῶμέν τε, ὡς οἱ [*](Acts iv. 4, 32.) Κορίνθιοι, τὸ αὐτὸ δὲ φρονῶμεν, ὡς οἱ ἐν ταῖς Πράξεσι πεντακισχίλιοι, οἵτινες ὡς εἶς ἐτύγχανον ὄντες. Ὡς γὰρ ‘υἱοὶ,ʼ οὐχ ὡς ὁ Υἱός· καὶ θεοὶ, οὐχ ὡς αὐτός· καὶ ‘οἰκτίρμονες ὡς ὁ Πατὴρ οὐχ ‘ὡς ὁ Πατήρ Ἀλλʼ ὥσπερ εἴρηται, οὕτω γινόμενοι ἓν, καθὼς ὁ Πατὴρ καὶ ὁ Υὁὸς, οὐχ οὕτως ἐσόμεθα ὡς ἔστι φύσει ὁ Πατὴρ ἐν τῷ Υἱῷ, καὶ ὁ Υἱὸς ἐν τῷ Πατρὶ, ἀλλ’ ὡς ἔχομεν φύσεως, καὶ δυνατὸν ἡμῖν ἐστιν ἐκεῖθεν τυπωθῆναι, καὶ μαθεῖν πῶς ὀφείλομεν ἓν γενέσθαι, ὥσπερ καὶ τὸ οἰκτείρειν ἐμάθομεν.

175
Τὰ γὰρ ὅμοια πρὸς τὰ ὅμοια πέφυκε τὴν ἕνωσιν ἔχειν· ἐπειδὴ καὶ πᾶσα σὰρξ κατὰ γένος συνάγεται. Ἡμῶν μὲν οὖν ἀνόμοιός ἐστιν ὁ Λόγος, τοῦ δὲ Πατρὸς ὅμοιος· διὰ τοῦτο ἐκεῖνος μὲν ἔστι φύσει καὶ ἀληθείᾳ ἓν μετὰ τοῦ ἑαυτοῦ Πατρός· ἡμεῖς δὲ ἀλλήλων ὄντες ὁμογενεῖς (ἐκ γὰρ ἑνὸς οἱ πάντες γεγόναμεν, καὶ μία πάντων ἀνθρώπων ἡ φύσις), ἓν πρὸς ἀλλήλους τῇ διαθέσει γινόμεθα, ἔχοντες ὑπογραμμὸν τὴν τοῦ Υἱοῦ πρὸς τὸν Πατέρα φυσικὴν ἑνότητα· καθάπερ γὰρ τὴν πραότητα ἐξ ἑαυτοῦ ἐδίδασκε, λέγων, ‘μάθετε ἀπʼ ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς [*](Matt. xi. 29.) τῇ καρδίᾳ·’ οὐχ ἵνα ἐξισωθῶμεν αὐτῷ· (ἀδύνατον γάρ·) ἀλλʼ ἵνα βλέποντες εἰς ἐκεῖνον διαμείνωμεν πρᾶοι διὰ παντός· οὕτω καὶ ἐνταῦθα, θέλων ἡμᾶς ἀληθῇ καὶ βεβαίαν καὶ ἀδιάλυτον τὴν διάθεσιν ἔχειν πρὸς ἀλλήλους, ἐξ ἑαυτοῦ λαμβάνει τὸ παράδειγμα, καί φησιν· ‘ἵνα ὦσιν ἓν, καθὼς καὶ ἡμεῖς· ἀδιαίρετος δέ ἐστιν ἡ ἐν ἡμῖν ἑνότης· οὕτως ἵνα καὶ αὐτοὶ μαθόντες ἐξ ἡμῶν τὴν ἀδιαίρετον φύσιν, οὕτω καὶ τὴν πρὸς ἀλλήλους συμφωνίαν διαφυλάττωσιν.’ Ἀσφαλεστέρα δὲ ἡ μίμησις ἐκ τῶν κατὰ φύσιν λαμβάνεται τοῖς ἀνθρώποις, ὥσπερ εἴρηται· ἐπειδὴ γὰρ ταῦτα μὲν μένει, καὶ οὔποτε μεταβάλλεται, ὁ δὲ τῶν ἀνθρώπων τρόπος εὐμετάβλητος τυγχάνει· δύναται, πρὸς τὸ ἀμετάβλητον τῇ φύσει βλέπων, τὰ μὲν φαῦλα φεύγειν, ἐν δὲ τοῖς βελτίστοις ἑαυτὸν ἀνατυποῦν, Καὶ γὰρ οὕτω καὶ τὸ λεγόμενον, ‘ἵνα καὶ αὐτοὶ ἐν ἡμῖν ἓν ὦσιν,’ ὀρθὴν πάλιν ἔχει τὴν διάνοιαν.

21. Εἰ γοῦν δυνατὸν ἦν γενέσθαι ἡμᾶς ὡς ὁ Υἱὸς ἐν τῷ Πατρὶ, ἔδει λέγειν, ‘ἵνα καὶ αὐτοὶ ἐν σοὶ ἓν ὦσιν,’ ὥσπερ ἐστὶν ὁ Υἱὸς ἐν τῷ Πατρί· νῦν δὲ τοῦτο μὲν οὐκ εἴρηκε· λέγων δὲ τὸ ‘ἐν ἡμῖν,’ ἔδειξε τὴν διάστασιν καὶ τὴν διαφοράν· ὅτι αὐτὸς μὲν μόνος ἐν μόνῳ τῷ Πατρί ἐστιν, ὡς μόνος Λόγος καὶ Σοφία, ἡμεῖς δὲ ἐν Υἱῷ, καὶ δι᾿ αὐτοῦ τῷ Πατρί. Τοῦτο δὲ λέγων, οὐδὲν ἕτερον ἐσήμανεν ἢ ὅτι ‘τῇ ἡμῶν ἑνότητι γένοιντο καὶ αὐτοὶ ἓν πρὸς ἀλλήλους οὕτως, ὡς ἡμεῖς ἕν ἐσμεν φύσει καὶ ἀληθείᾳ· ἄλλως δὲ οὐκ ἂν γένοιντο ἓν, εἰ μὴ ἐν ἡμῖν μάθωσι τὴν ἑνότητα.’ Καὶ ὅτι τὸ ‘ἐν ἡμῖν’ ταύτην ἔχει τὴν σημασίαν, ἀκοῦσαι Παύλου λέγοντος ἔστι· ‘Ταῦτα δὲ μετεσχημάτισα εἰς [*](1 Cor. iv. 6.) ἐμαυτὸν καὶ Ἀπολλὼ, ἵνα ἐν ἡμῖν μάθητε τὸ μὴ ὑπὲρ ἃ γέγραπται φυσιοῦσθαι.’ Τὸ ἄρα ἐν ἡμῖν οὐκ ἔστιν ‘ἐν τῷ Πατρὶ, ὡς

176
ἔστιν ὁ Υἱὸς ἐν αὐτῷ,’ ἀλλὰ παράδειγμα καὶ εἰκὼν, ἀντὶ τοῦ εἰπεῖν ‘ἐξ ἡμῶν μαθέτωσαν.’ Ὡς γὰρ ὁ Παῦλος τοῖς Κορινθίοις, οὕτως ἡ τοῦ Υἱοῦ καὶ τοῦ Πατρὸς ἑνότης τοῖς πᾶσιν ὑπογραμμὸς καὶ μάθησίς ἐστι, καθʼ ἣν δύνανται μανθάνειν, βλέποντες εἰς τὴν κατὰ φύσιν ἑνότητα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ, πῶς καὶ αὐτοὶ ὀφείλουσιν ‘ἕν’ πρὸς ἀλλήλους γίνεσθαι τῷ φρονήματι. Εἰ δὲ δεῖ καὶ ἑτέρως ἀπολογήσασθαι περὶ τοῦ ῥητοῦ, δύναται πάλιν τὸ ‘ἐν ἡμῖν’ ἴσον εἶναι τῷ λέγειν, ‘τῇ [*](1 Cor. i. 10.) δυνάμει τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ,’ ἵνα ἓν γένωνται, ‘τὸ αὐτὸ λέγοντες·’ ἄνευ γὰρ Θεοῦ τοῦτο γενέσθαι ἀδύνατον· καὶ τοῦτο [*](Ps. lix. (Ix.) 12. Ib. xliii. (xliv.) 5.) πάλιν ἔστιν εὑρεῖν ἐν τοῖς θείοις λόγοις, ὡς τὸ ‘ἐν τῷ Θεῷ ποιήσομεν δύναμιν,’ καὶ, ‘ἐν σοὶ τοὺς ἐχθροὺς ἡμῶν κερατιοῦμεν.’ Οὐκοῦν δῆλον ὅτι ἐν ὀνόματι Πατρὸς καὶ Υἱοῦ δυνάμεθα, [*](Eph. iv. 3.) τὸ ἓν γενόμενοι, βέβαιον ἔχειν τῆς ἀγάπης ‘τὸν σύνδεσμον.’ Πάλιν γὰρ, τὴν αὐτὴν διάνοιαν ἐπεκτείνων. φησὶν ὁ Κύριος· [*](Joh xvii. 22.) ‘Κἀγὼ τὴν δόξαν, ἣν δέδωκάς μοι, δέδωκα αὐτοῖς, ἵνα ὦσιν ἓν, καθὼς ἡμεῖς ἕν.’ Καλῶς καὶ ἐνταῦθα οὐκ εἶπεν, ‘ἵνα ὦσιν ἐν σοὶ, ὡς κἀγώ εἰμι·’ ἀλλὰ, ‘καθὼς ἡμεῖς,’ εἶπεν· ὁ δὲ λέγων ‘καθὼς’ οὐ ταυτότητα δείκνυσιν, ἀλλ’ εἰκόνα καὶ παράδειγμα τοῦ λεγομένου.

[*](c. 9, 12.)

22. Ὁ μὲν οὖν Λόγος τὴν ὄντως καὶ ἀληθῶς ταυτότητα τῆς φύσεως τῷ Πατρὶ ἔχει· ἡμῖν δὲ ἄρα τὸ μιμεῖσθαι πρόσεστιν, [*](John xvii. 23.) ὥσπερ εἴρηται· καὶ γὰρ εὐθὺς ἐπήγαγε, λέγων, ‘ἐγὼ ἐν αὐτοῖς, καὶ σὺ ἐν ἐμοὶ, ἵνα ὦσι τετελειωμένοι εἰς ἕν.’ Ἐνταῦθα λοιπὸν μεῖζόν τι καὶ τελειότερον περὶ ἡμῶν ὁ Κύριος αἰτεῖ· δῆλον γὰρ ὡς ἐν ἡμῖν γέγονεν ὁ Λόγος· τὸ γὰρ ἡμέτερον ἐνεδύσατο σῶμα. ‘Καὶ σὺ δὲ ἐν ἐμοὶ, Πάτερ· σοῦ γάρ εἰμι Λόγος, καὶ ἐπειδὴ σὺ μὲν ἐν ἐμοὶ, ὅτι σοῦ Λόγος εἰμὶ, ἐγὼ δὲ ἐν αὐτοῖς διὰ τὸ σῶμα, καὶ διὰ σὲ τετελείωται ἐν ἐμοὶ τῶν ἀνθρώπων ἡ σωτηρία, ἐρωτῶ ἵνα καὶ αὐτοὶ γένωνται ἓν, κατὰ τὸ ἐν ἐμοὶ σῶμα, καὶ κατὰ τὴν αὐτοῦ τελείωσιν· ἵνα καὶ αὐτοὶ γένωνται τέλειοι, ἕχοντες πρὸς τοῦτο τὴν ἑνότητα, καὶ εἰς αὐτὸ ἓν γενόμενοι· ἵνα, ὡς ἂν πάντες φορεσθέντες παῤ ἐμοῦ, [*](Eph. iv. 4, 13.) πάντες ὦσιν “ἓν σῶμα καὶ ἓν πνεῦμα,” καὶ “εἰς ἄνδρα τέλειον καταντήσωσιν.”’ Οἱ γὰρ πάντες, ἐκ τοῦ αὐτοῦ μεταλαμβάνοντες, [*](1 Cor. x. 17) ‘ἓν’ γινόμεθα ‘σῶμα,’ τὸν ἕνα Κύριον ἔχοντες ἐν ἑαυτοῖς.

177
Ταύτην ἔχοντος τοῦ ῥητοῦ τὴν διάνοιαν, μᾶλλον ἐλέγχεται ἡ ἀλλοδοξία τῶν Χριστομάχων· πάλιν γὰρ ἐπαναλαμβάνων φημί. Εἰ μὲν ἁπλῶς καὶ ἀπολελυμένως εἴρηκεν, ‘ἵνα ὦσιν ἐν σοὶ ἓν,’ ἢ, ‘ἵνα αὐτοὶ κἀγὼ ἐν σοὶ ἓν ὦμεν,’ εἶχον κἂν ἀναίσχυντον πρόφασιν οἱ θεομάχοι· νῦν δὲ οὐχ ἁπλῶς εἶπεν, ἀλλὰ, ‘καθὼς σὺ, Πάτερ, ἐν ἐμοὶ, κἀγὼ ἐν σοὶ, ἵνα πάντες ἓν ὦσι.’ Λέγων δὲ πάλιν ‘καθὼς,’ πόῤῥωθεν δείκνυσι τοὺς γινομένους, ὡς αὐτός ἐστιν ἐν τῷ Πατρὶ, ‘πόῤῥωθεν’ δέ ἐστιν, οὐ τόπῳ, ἀλλὰ τῇ φύσει· οὐδὲν γὰρ τόπῳ μακρὰν τοῦ Θεοῦ, ἀλλὰ μόνῃ τῇ φύσει πάντα μακράν ἐστιν αὐτοῦ· καὶ, καθὰ προεῖπον, οὐ ταυτότητα, οὐδὲ ἰσότητα δείκνυσιν ὁ λέγων τὸ ‘καθὼς’ ἐπίῤῥημα, ἀλλὰ παράδειγμα τοῦ λεγομένου κατά τι θεωρούμενον.

23. Καὶ τοῦτο πάλιν παῤ αὐτοῦ τοῦ Σωτῆρός ἐστι μαθεῖν λέγοντος· ‘Καθὼς γὰρ ἦν Ἰωνᾶς ἐν τῇ κοιλίᾳ τοῦ κήτους τρεῖς ἡμέρας [*](Matt. xii. 40.) ρας καὶ τρεῖς νύκτας, οὕτως ἔσται καὶ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ καρδίᾳ τῆς γῆς. Οὔτε δὲ Ἰωνᾶς ἦν ὥσπερ ὁ Σωτὴρ, οὔτε Ἰωνᾶς εἰς τὸν ᾅδην κατῆλθεν· οὔτε τὸ κῆτος ἦν ὁ ᾅδης· ἀλλʼ οὐδὲ καταποθεὶς ὁ Ἰωνᾶς, ἀνήγαγε τοὺς προκαταποθέντας ὑπὸ τοῦ κήτους, [*](Cp. c. 56.) ἀλλὰ μόνος προσταχθέντος τοῦ κήτους ἐξῆλθεν. Οὐκοῦν οὐδεμία ταυτότης οὐδὲ ἰσότης ἐν τῇ ‘καθὼς’ λέξει σημαίνεται, ἀλλὰ ἄλλο μὲν καὶ ἄλλο· ὁμοιότητα δέ πως δείκνυσι τοῦ Ἰωνᾶ διὰ τὸ τριήμερον. Οὕτως ἄρα καὶ ἡμεῖς, λέγοντος τοῦ Κυρίου, ‘καθὼς,’ οὔτε ὡς ὁ Υἱὸς γινόμεθα ἐν τῷ Πατρὶ, οὔτε ὡς ὁ Πατήρ ἐστιν ἐν τῷ Υἱῷ, οὕτω γινόμεθα. Ἡμεῖς μὲν γὰρ, καθὼς ὁ Πατὴρ καὶ ὁ Υἱὸς, οὕτω γινόμεθα ἓν τῷ φρονήματι καὶ τῇ τοῦ πνεύματος συμφωνίᾳ· ὁ δὲ Σωτὴρ, καθὼς Ἰωνᾶς, ἔσται ἐν τῇ γῇ· ὥσπερ δὲ οὐκ ἔστιν Ἰωνᾶς ὁ Σωτὴρ, οὐδὲ ὡς ἐκεῖνος κατεπόθη, οὕτω καὶ ὁ Κύριος κατῆλθεν εἰς τὸν ᾅδην· ἀλλὰ ἄλλο καὶ ἄλλο ἐστίν. Οὕτως ἐὰν καὶ ἡμεῖς γενώμεθα ἓν, καθὼς ὁ Υἱὸς ἐν τῷ Πατρὶ, οὐκ ἐσόμεθα ὥσπερ ὁ Υἱὸς, οὐδὲ ἴσοι αὐτῷ· ἄλλο γὰρ καὶ ἄλλο ἐσμέν· διὰ τοῦτο γὰρ ἐφ’ ἡμῶν τὸ ‘καθὼς πρόκειται, ἐπεὶ τὰ μὴ κατὰ φύσιν ὄντα πρὸς ἄλλο τι βλέποντα γίνεται ὥσπερ ἐκεῖνα. Ὅθεν αὐτὸς μὲν ὁ Υἱὸς, ἁπλῶς καὶ χωρὶς συμπλοκῆς τινός ἐστιν ἐν τῷ Πατρί· φύσει γὰρ ὑπάρχει τοῦτʼ αὐτῷ· ἡμεῖς δὲ, οὐκ ἔχοντες τὸ κατὰ φύσιν, δεόμεθα εἰκόνος καὶ παραδείγματος, ἵνα περὶ ἡμῶν εἴπῃ· καθὼς σὺ ἐν ἐμοὶ, [*](John xvii. 21.)

178
κἀγὼ ἐν σοί, Ὅταν δέ,᾿ φησιν, οὖτοι τελειωθῶσιν οὕτως, τότε γινώσκει ὁ κόσμος, ὅτι σύ με ἀπέστειλας· εἰ γὰρ μὴ ἤμην ἐλθὼν καὶ φορέσας τὸ τούτων σῶμα, οὐδεὶς ἂν αὐτῶν ἐτελειώθη, ἀλλʼ [*](i. 43.) ἔμενον οἱ πάντες φθαρτοί. Ἐνέργησον τοίνυν ἐν αὐτοῖς, Πάτερ· καὶ ὥσπερ δέδωκάς μοι τοῦτο φορέσαι, δὸς αὐτοῖς τὸ Πνεῦμά σου, ἵνα καὶ οὗτοι ἐν τούτῳ ἓν γένωνται, καὶ τελειωθῶσιν ἐν ἐμοί. Ἡ γὰρ τούτων τελείωσις δείκνυσιν ἐπιδημίαν γεγενῆσθαι τοῦ σοῦ Λόγου· καὶ ὁ κόσμος δὲ, βλέπων τούτους τελείους καὶ θεοφορουμένους, πιστεύσει πάντως, ὅτι σύ με ἀπέστειλας, καὶ ἐπεδήμησα. Πόθεν γὰρ τούτοις ἡ τελείωσις, εἰ μὴ ἐγὼ ὁ σὸς Λόγος, τὸ σῶμα τούτων λαβὼν, ἐγενόμην ἄνθρωπος, καὶ ἐτελείωσα τὸ ἔργον ὃ δέδωκάς μοι, Πάτερ; τετελείωται δὲ τὸ ἔργον, ὅτι, λυτρωθέντες ἀπὸ τῆς ἁμαρτίας οἱ ἄνθρωποι, οὐκέτι [*](ii. 70.) μένουσι νεκροί· ἀλλὰ καὶ θεοποιηθέντες ἔχουσιν, ἐν ἡμῖν βλέποντες, ἐν ἀλλήλοις τὸν σύνδεσμον τῆς ἀγάπης.’

24. Ἡμεῖς μὲν οὖν, ὅσον αὐτὰς τὰς λέξεις τοῦ ῥητοῦ δυνατὸν ἦν ἁπλούστερον θεωρῆσαι, ταῦτα διὰ πολλῶν εἰρήκαμεν· ὁ δὲ μακάριος Ἰωάννης ἐκ τῆς ἐπιστολῆς ἐν ὀλίγοις καὶ τελειώτερον μᾶλλον ἡμῶν δείξει τῶν γεγραμμένων τὸν νοῦν, καὶ διελέγξει μὲν τὴν τῶν ἀσεβῶν διάνοιαν, διδάξει δὲ πῶς τε ἡμεῖς ἐν τῷ Θεῷ γινόμεθα, καὶ ὁ Θεὸς ἐν ἡμῖν· καὶ πῶς πάλιν ἡμεῖς μὲν ἐν αὐτῷ γινόμεθα ἓν, πόσον δὲ διέστηκε τὴν φύσιν ὁ Υἱὸς ἀφʼ ἡμῶν· καὶ παύσει λοιπὸν τοὺς Ἀρειανοὺς μηκέτι νομίζειν ἑαυτοὺς [*](Ezek. xxviii. 2.) ἔσεσθαι ὡς τὸν Υἱὸν, ἵνα μὴ καὶ αὐτοὶ ἀκούσωσι, ‘σὺ δὲ [*](Prov. xxiii. 4.) εἶ ἄνθρωπος καὶ οὐ Θεός·’ καὶ, ‘Μὴ συμπαρεκτείνου πένης ὢν [*](1 John iv. 13.) πλουσίῳ.’ Γράφει τοίνυν ὁ Ἰωάννης οὕτω λέγων· ‘ἐν τούτῳ γινώσκομεν ὅτι ἐν αὐτῷ μένομεν, καὶ αὐτὸς ἐν ἡμῖν, ὅτι ἐκ τοῦ Πνεύματος αὐτοῦ δέδωκεν ἡμῖν.’ Οὐκοῦν διὰ τὴν δεδομένην ἡμῖν τοῦ Πνεύματος χάριν ἡμεῖς τε ἐν αὐτῷ γινόμεθα, καὶ αὐτὸς ἐν ἡμῖν· καὶ ἐπειδὴ τὸ Πνεῦμα τοῦ Θεοῦ ἐστι, διὰ τούτου γινομένου ἐν ἡμῖν εἰκότως καὶ ἡμεῖς, ἔχοντες τὸ Πνεῦμα, νομιζόμεθα ἐν τῷ Θεῷ γενέσθαι· καὶ οὕτως ἐστὶν ὁ Θεὸς ἐν ἡμῖν. Οὐκ ἄρα ὡς ἔστιν ὁ Υἱὸς ἐν τῷ Πατρὶ, οὕτω καὶ ἡμεῖς γινόμεθα ἐν τῷ Πατρί· οὐ γὰρ [*](i. 15.) καὶ ὁ Υἱὸς μετέχων ἐστὶ τοῦ Πνεύματος, ἵνα διὰ τοῦτο καὶ ἐν τῷ Πατρὶ γένηται· οὐδὲ λαμβάνων ἐστὶ τὸ Πνεῦμα, ἀλλὰ μᾶλλον [*](i. 48, 50.) αὐτὸς τοῖς πᾶσι τοῦτο χορηγεῖ· καὶ οὐ τὸ Πνεῦμα τὸν Λόγον

179
συνάπτει τῷ Πατρὶ, ἀλλὰ μᾶλλον τὸ Πνεῦμα παρὰ τοῦ Λόγου [*](c. 44.) λαμβάνει. Καὶ ὁ μὲν Υἱὸς ἐν τῷ Πατρί ἐστιν, ὡς Λόγος ἴδιος καὶ ἀπαύγασμα αὐτοῦ· ἡμεῖς δὲ χωρὶς μὲν τοῦ Πνεύματος ξένοι καὶ μακράν ἐσμεν τοῦ Θεοῦ, τῇ δὲ τοῦ Πνεύματος μετοχῇ [*](Ath. ad Serap i. 25.) συναπτόμεθα τῇ θεότητι· ὥστε τὸ εἶναι ἡμᾶς ἐν τῷ Πατρὶ μὴ ἡμέτερον εἶναι, ἀλλὰ τοῦ Πνεύματος τοῦ ἐν ἡμῖν ὄντος καὶ ἐν ἡμῖν μένοντος, ἕως αὐτὸ τῇ ὁμολογίᾳ φυλάττομεν ἐν ἡμῖν, λέγοντος πάλιν τοῦ Ἰωάννου· ‘ὃς ἂν ὁμολογήσῃ ὅτι Ἰησοῦς [*](1 john iv. 13.) ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ, ὁ Θεὸς ἐν αὐτῷ μένει, καὶ αὐτὸς ἐν τῷ Θεῷ.’ Ποία τοίνυν ὁμοιότης καὶ ποία ἰσότης ἡμῶν πρὸς τὸν Υἱόν; ἢ πῶς οὐκ ἐλέγχονται πανταχόθεν οἱ Ἀρειανοὶ, καὶ μάλιστα παρὰ τοῦ Ἰωάννου, ὅτι ἄλλως μὲν ὁ Υἱός ἐστιν ἐν τῷ Πατρὶ, ἄλλως δὲ ἡμεῖς ἐν αὐτῷ γινόμεθα· καὶ οὔτε ἡμεῖς ὡς ἐκεῖνος ἐσόμεθά ποτε, οὔτε ὁ Λόγος ὡς ἡμεῖς τυγχάνει ὢν, εἰ μὴ ἄρα τολμήσουσιν, ὡς ἐν πᾶσι, καὶ νῦν εἰπεῖν, ὅτι καὶ ὁ Υἱὸς μετοχῇ τοῦ Πνεύματος καὶ βελτιώσει πράξεως γέγονε καὶ αὐτὸς [*](i. 37.) ἐν τῷ Πατρί. Ἀλλὰ καὶ τοῦτο πάλιν ὑπερλίαν ἐστὶν ἀσεβὲς κἂν ὅλως εἰς ἐνθύμησιν λαβεῖν. Αὐτὸς γὰρ, ὥσπερ εἴρηται, τῷ Πνεύματι δίδωσι· καὶ ὅσα ἔχει τὸ Πνεῦμα, παρὰ τοῦ Λόγου ἔχει.

25. Οὐκοῦν ὁ Σωτὴρ λέγων περὶ ἡμῶν τὸ ‘καθὼς σὺ, [*](John xvii. 21.) Πάτερ, ἐν ἐμοὶ, κἀγὼ ἐν σοὶ, ἵνα καὶ αὐτοὶ ἐν ἡμῖν ἓν ὦσιν,’ οὐ τὴν ταυτότητα ἡμᾶς αὐτῷ μέλλοντας ἔχειν σημαίνει· ἐδείχθη γὰρ ἐκ τοῦ κατὰ τὸν Ἰωνᾶν παραδείγματος καὶ τοῦτο ἀλλὰ ἀξίωσίς ἐστι πρὸς τὸν Πατέρα, ὡς ὁ Ἰωάννης ἔγραψεν, ἵνα τὸ Πνεῦμα χαρίσηται διʼ αὐτοῦ τοῖς πιστεύουσι, δι᾿ οὗ καὶ δοκοῦμεν ἐν τῷ Θεῷ γίνεσθαι, καὶ κατὰ τοῦτο συνάπτεσθαι ἐν αὐτῷ. Ἐπειδὴ γὰρ ὁ Λόγος ἐστὶν ἐν τῷ Πατρὶ, τὸ δὲ Πνεῦμα ἐκ τοῦ Λόγου δίδοται, θέλει λαβεῖν ἡμᾶς τὸ Πνεῦμα, ἵνα, ὅταν [*](Ad serap. i. 20; iv. 4.) ἐκεῖνο λάβωμεν, τότε ἔχοντες τὸ Πνεῦμα τοῦ Λόγου τοῦ ὄντος ἐν τῷ Πατρὶ, δόξωμεν καὶ ἡμεῖς διὰ τὸ Πνεῦμα ἓν γίνεσθαι ἐν τῷ λόγῳ, καὶ δι᾿ αὐτοῦ τῷ Πατρί. Τὸ δὲ ‘ὡς ἡμεῖς’ ἐὰν λέγῃ, οὐδὲν ἕτερον πάλιν ἐστὶν, ἢ ἵνα ἡ γινομένη τοιαύτη τοῦ Πνεύματος χάρις εἰς τοὺς μαθητὰς ἀδιάπτωτος καὶ ἀμεταμέλητος γένηται. Τὸ γὰρ κατὰ φύσιν, ὡς προεῖπον, ὑπάρχον τῷ Λόγῳ ἐν τῷ Πατρὶ, τοῦτο ἡμῖν ἀμεταμελήτως διὰ τοῦ Πνεύματος δοθῆναι βούλεται· ὅπερ ὁ ἀπόστολος γινώσκων, ἔλεγε, ‘Τίς [*](Rom. viii. 35.)

180
[*](Rom. xi. 29.) ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ;’ ‘ἀμεταμέλητα γὰρ τὰ χαρίσματα τοῦ Θεοῦ καὶ ἡ χάρις τῆς κλήσεως.’ Τὸ ἄρα Πνεῦμά ἐστι τὸ ἐν τῷ Θεῷ τυγχάνον, καὶ οὐχ ἡμεῖς καθʼ ἑαυτούς· [*](i. 39; ii. 59.) καὶ ὥσπερ υἱοὶ καὶ θεοὶ διὰ τὸν ἐν ἡμῖν Λόγον, οὕτως ἐν τῷ Υἱῷ καὶ ἐν τῷ Πατρὶ ἐσόμεθα, καὶ νομισθησόμεθα ἐν Υἱῷ καὶ ἐν Πατρὶ ἓν γεγενῆσθαι διὰ τὸ ἐν ἡμῖν εἶναι Πνεῦμα, ὅπερ ἐστὶν ἐν τῷ λόγῳ τῷ ὄντι ἐν τῷ Πατρί. Ὅτε γοῦν ἐκπίπτει τις ἀπὸ τοῦ Πνεύματος διά τινα κακίαν, ἡ μὲν χάρις ἀμεταμέλητος διαμένει τοῖς βουλομένοις, κἄν τις ἐκπεσὼν μετανοῇ· οὐκέτι δὲ ἐν τῷ Θεῷ ἐστιν ἐκεῖνος ὁ πεσὼν, διὰ τὸ ἀποστῆναι ἀπʼ αὐτοῦ τὸ ἐν τῷ Θεῷ ἅγιον καὶ παράκλητον Πνεῦμα, ἀλλʼ ἐν ἐκείνῳ ἔσται ᾦ ἑαυτὸν ὑπέταξεν ὁ ἁμαρτάνων, [*](1 Kings (1 Sam.) xvi. 14.) ὡς ἐπὶ τοῦ Σαοὺλ γέγονεν· ‘ἀπέστη γὰρ ἀπʼ αὐτοῦ τὸ Πνεῦμα’ τοῦ Θεοῦ, καὶ ἔθλιβεν ‘αὐτὸν πνεῦμα πονηρόν.’ Ταῦτα ἀκούοντας τοὺς θεομάχους ἔδει λοιπὸν ἐντρέπεσθαι, καὶ μηκέτι ἑαυτοὺς [*](Prov. xxix. 7.) ἀναπλάπτειν ἴσα Θεῷ. Οὔτε δὲ νοοῦσιν· ‘ὁ γὰρ ἀσεβής,’ φησιν, ‘οὐ νοεῖ γνῶσιν·’ οὔτε λόγων εὐσεβῶν ἀνέχονται· βαρεῖς γὰρ αὐτοῖς εἰσι καὶ λεγόμενοι.