Oratio II contra Arianos

Athanasius of Alexandria

Athanasius. The Orations of St. Athanasius against the Arians. Bright, William, editor. Oxford: Clarendon, 1884.

63. Οὐ διὰ τὸ ἐκ Πατρὸς ἄρα ‘πρωτότοκος᾿ ἐκλήθη, ἀλλὰ διὰ τὸ ἐν αὐτῷ γεγενῆσθαι τὴν κτίσιν. Καὶ ὥσπερ πρὸ τῆς κτίσεως ἦν αὐτὸς ὁ Υἱὸς, διʼ οὗ γέγονεν ἡ κτίσις, οὕτω καὶ πρὸ τοῦ κληθῆναι ‘πρωτότοκος πάσης τῆς κτίσεως,᾿ ἦν οὐδὲν ἧττον αὐτὸς [*](John i. 1.) ‘ὁ Λόγος πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος. Ἀλλὰ καὶ τοῦτο μὴ νοήσαντες οἱ δυσσεβεῖς, περιέρχονται λέγοντες· ‘Εἰ [*](Arian obj.) πρωτότοκός ἐστι πάσης κτίσεως, δῆλον ὅτι καὶ αὐτὸς εἰς ἐστι τῆς κτίσεως. Ἄφροωες· εἰ ὅλως πάσης τῆς κτίσεως πρωτότοκὸς ἐστιν, ἄρα πάσης τῆς κτίσεως ἄλλος ἐστίν. Οὐ γὰρ εἴρηκε, ‘πρωτότοκός ἐστι τῶν ἄλλων κτισμάτων,᾿ ἵνα μὴ ὡς εἷς τῶν κτισμάτων εἶναι νομισθῇ· ἀλλὰ πάσης τῆς κτίσεως᾿ γέγραπται, ἵνα ἄλλος τῆς κτίσεως εἶναι δειχθῇ. Ὁ γοῦν Ῥουβὴν οὐκ εἴρηται πρωτότοκος πάντων τῶν τέκνων τοῦ [*](Gen. xxxv. 23.) Ἰακὼβ, ἀλλʼ αὐτοῦ τοῦ Ἰακὼβ καὶ τῶν ἀδελφῶν, ἵνα μὴ ἄλλος παρὰ τὰ τέκνα τοῦ Ἰακὼβ εἶναι νομισθῇ. Ἀλλὰ καὶ περὶ αὐτοῦ τοῦ Κυρίου ὁ ἀπόστολος οὐκ εἴρηκεν, ‘ἵνα γένηται πρωτότοκος πάντων,ʼ ἵνα μὴ ἄλλο παρὰ τὸ ἡμῶν σῶμα φορεῖν νομισθῇ, ἀλλʼ ‘ἐν πολλοῖς ἀδελφοῖς διὰ τὴν ὁμοιότητα τῆς σαρκός. Εἰ [*](Rom. viii. 29.) τοίνυν καὶ ὁ Λόγος εἰς ἦν τῶν κτισμάτων, εἶπεν ἂν ἡ γραφὴ καὶ περὶ αὐτοῦ, ὅτι ‘πρωτότοκος τῶν ἄλλων κτισμάτων ἐστί·᾿ νῦν δὲ, λεγόντων τῶν ἀγίων ὅτι ‘πρωτότοκός ἐστι πάσης τῆς κτίσεως,᾿ ἄντικρυς δείκνυται ἄλλος ὢν πάσης τῆς κτίσεως, καὶ μὴ κτίσμα, ὁ τοῦ Θεοῦ Υἱός. Εἰ γὰρ κτίσμα ἐστὶν, ἔσται καὶ αὐτὸς ἑαυτοῦ πρωτότοκος. Πῶς οὖν δύναται, Ἀρειανοὶ, καὶ πρῶτος ἑαυτοῦ καὶ δεύτερος εἶναι; Ἔπειτα εἰ κτίσμα ἐστὶ, καὶ πᾶσα ἡ κτίσις διʼ αὐτοῦ γέγονε, καὶ ἐν αὐτῷ συνέστηκε, πῶς δύναται καὶ κτίζειν τὴν κτίσιν, καὶ εἰς εἶναι τῶν ἐν αὐτῷ συνεστηκότων; Ἀτόπου δὲ τῆς τοιαύτης αὐτῶν ἐπινοίας φαινομένης, ἐλέγχονται

134
παρὰ τῆς ἀληθείας, ὅτι ‘πρωτότοκος μὲν ἐν πολλοῖς ἀδελφοῖς᾿ ἐκλήθη, διὰ τὴν τῆς σαρκὸς συγγένειαν· ‘πρωτότοκος δὲ ἐκ τῶν νεκρῶν διὰ τὸ ἐξ αὐτοῦ καὶ μετʼ αὐτὸν εἶναι τὴν τῶν νεκρῶν ἀνάστασιν·  ‘πρωτότοκος δὲ πάσης κτίσεως᾿ διὰ τὴν φιλανθρωπίαν τοῦ Πατρὸς, διʼ ἣν ἐν τῷ Λόγῳ αὐτοῦ οὐ μόνον τὰ πάντα συνέστηκεν, ἀλλʼ ὅτι καὶ αὐτὴ ἡ κτίσις, περὶ ἧς εἶπεν ὁ ἀπόστολος, [*](Rom. viii. 19, 21.) ‘ἀπεκδεχομένη τὴν ἀποκάλυψιν τῶν υἱῶν τοῦ Θεοῦ, ἐλεευθερωθήσεταί ποτε ἀπὸ τῆς δουλείας τῆς φθορᾶς εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ Θεοῦ.᾿ Οὕτω δὲ αὐτῆς ἐλευθερωθείσης, ἔσται καὶ αὐτῆς μετὰ καὶ πάντων τῶν τεκνοποιηθέντων πρωτότοκος ὁ Κύριοις, ἵν᾿, ἐν τῷ λέγεσθαι ‘Πρῶτον αὐτὸν, τὰ μετ᾿ αὐτὸν διαμείνῃ, ὥσπερ ἔκ τινος ἀρχῆς τοῦ Λόγου συνημμένα.

64. Ἡγοῦμαι δὲ καὶ τοὺς ἀσεβεῖς αὐτοὺς ἐντραπήσεσθαι ἐκ τῆς τοιαύτης διανοίας· εἰ γὰρ μὴ οὕτως ἔχοι, ὥσπερ εἴπομεν, ἀλλʼ ὡς τῇ οὐσίᾳ κτίσμα ἐν κτίσμασι πρωτότοκον αὐτὸν θελήσουσιν εἶναι πάσης τῆς κτίσεως,᾿ σκοπείτωσαν, ὅτι καὶ τῶν ἀλόγων καὶ τῶν ἀψύχων αὐτὸν ἀδελφὸν καὶ ὅμοιον ὑπονοήσουσιν εἶναι. Πάσης γὰρ τῆς κτίσεως καὶ ταῦτα μέρη τυγχάνει ὄντα· ἀνάγκη δὲ τὸν πρωτότοκον μόνῳ μὲν τῷ χρόνῳ πρῶτον εἶναι, τῷ δὲ γένει καὶ τῇ ὁμοιότητι τὸν αὐτὸν εἶναι πρὸς πάντας. Πῶς οὖν, καὶ τοῦτο λέγοντες, οὐ πᾶσαν ἀσέβειαν ὑπερβάλλουσιν; ἢ τίς ἀνέξεται τούτων ταῦτα λεγόντων; ἢ πῶς καὶ μόνον αὐτοὺς ἐνθυμουμένους τοιαῦτα οὐ μισήσειεν ἄν τις; πᾶσι γάρ ἐστι δῆλον ὅτι οὔτε διʼ ἑαυτὸν, ὡς κτίσμα ὢν, οὔτε διὰ τὸ συγγένειάν τινα κατʼ οὐσίαν πρὸς πᾶσαν τὴν κτίσιν ἔχειν, ‘πρωτότοκος αὐτῆς ἐκλήθη· ἀλλʼ ὅτι καὶ κατʼ ἀρχὴν μὲν δημιουργῶν ὁ λόγος τὰ κτίσματα, συγκαταβέβηκε τοῖς γενητοῖς, ἵνα γενέσθαι ταῦτα δυνηθῇ. Οὐκ ἂν γὰρ ἤνεγκεν αὐτοῦ τὴν φύσιν ἄκρατον καὶ πατρικὴν οὖσαν λαμπρότητα, εἰ μὴ φιλανθρωπίᾳ πατρικῇ συγκαταβὰς ἀντελάβετο, καὶ κρατήσας αὐτὰ εἰς οὐσίαν ἤνεγκε. Καὶ δεύτερον δὲ πάλιν, ὅτι καὶ συγκαταβάντος τοῦ Λόγου, υἱοποιεῖται καὶ αὐτὴ ἡ κτίσις διʼ αὐτοῦ· ἵνα καὶ αὐτῆς, καθάπερ εἴρηται, ‘πρωτότοκος᾿ κατὰ πάντα γένηται, ἔν τε τῷ κτίζειν, καὶ ἐν τῷ εἰσάγεσθαι ὑπὲρ πάντων εἰς αὐτὴν τὴν οἰκουμένην. Οὕτω γὰρ [*](Heb. i. 6.) γέγραπται· ‘ὅταν δὲ εἰσαγάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην, λέγει· Καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι

135
Θεοῦ.’ Ἀκουέτωσαν οἱ Χριστομάχοι, καὶ σπαραττέτωσαν ἑαυτοὺς, ὅτι τὸ εἰσελθεῖν αὐτὸν εἰς τὴν οἰκουμένην ἐποίησε καὶ ‘πρωτότοκον’ πάντων κληθῆναι· ὥστε τοῦ μὲν Πατρὸς εἶναι μονογενῆ τὸν Υἱὸν, διὰ τὸ ἐξ αὐτοῦ μόνον αὐτὸν εἶναι, τῆς δὲ κτίσεως ‘πρωτότοκον’ διὰ τὴν τῶν πάντων υἱοποίησιν, Ὡς δὲ ἐν ἀδελφοῖς πρωτότοκος, καὶ ἐκ νεκρῶν ‘ἀπαρχὴ τῶν κεκοιμημένων᾿ [*](1 Cor. xv. 20.) μένων᾿ ἀνέστη· οὕτως, ἐπειδήπερ ἔπρεπεν ‘ἐν πᾶσιν αὐτὸν πρωτεύειν,᾿ [*](Col. i. 18.) τεύειν,᾿ διὰ τοῦτο καὶ ‘ἀρχὴ ὁδῶν κτίζεται·’ ἵνα, ταύτης ἐπιβάντες καὶ εἰσελθόντες διʼ αὐτοῦ λέγοντος, ‘Ἐγώ εἰμι ἡ ὁδὸς καὶ ἡ θύρα,ʼ [*](John xiv. 6; x. 7.) μεταλαβόντες τε τῆς περὶ τοῦ Πατρὸς γνώσεως, ἀκούσωμεν καὶ ἡμεῖς· ‘Μακάριοι οἱ ἄμωμοι ἐν ὁδῷ,᾿ καὶ, ‘Μακάριοι οἱ καθαροὶ [*](Ps. cxviii. (cxix.) 1. Matt. v. 8.) τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται.’