Oratio II contra Arianos

Athanasius of Alexandria

Athanasius. The Orations of St. Athanasius against the Arians. Bright, William, editor. Oxford: Clarendon, 1884.

55. Διὰ τὸ μαρτυρῆσαι ἄρα, καὶ ὑπὲρ ἡμῶν ἀναδέξασθαι θάνατον, καὶ διὰ τὸ ἀναστῆσαι τοὺς ἀνθρώπους, καὶ ‘λῦσαι τὰ ἔργα τοῦ διαβόλουʼ ἐλήλυθεν ὁ Σωτὴρ, καὶ αὕτη ἐστὶν ἡ αἰτία τῆς ἐνσάρκου παρουσίας αὐτοῦ, Ἄλλως γὰρ ἀνάστασις οὐκ ἂν ἐγένετο, εἰ μὴ θάνατος ἐγεγόνει· θάνατος δὲ πῶς ἂν ἐγεγόνει, [*](i. 44.) εἰ μὴ τὸ ἀποθνῆσκον ἐσχήκει σῶμα; Τοῦτο παῤ αὐτοῦ μαθὼν [*](Heb. ii. 14, 15.) καὶ ὁ ἀπόστολος ἔλεγεν·  ‘Ἐπεὶ οὖν τὰ παιδία κεκοινώνηκεν αἵματος καὶ σαρκὸς, καὶ αὐτὸς παραπλησίως μετέσχε τῶν αὐτῶν, ἵνα διὰ τοῦ θανάτου καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, τὸν διάβολον, καὶ ἀπαλλάξῃ τούτους, ὅσοι φόβῳ θανάτου [*](1 Cor. xv. 21. )διὰ παντὸς τοῦ ζῆν ἔνοχοι ἦσαν δουλείας·᾿ καὶ, ‘Ἐπειδὴ γὰρ διʼ ἀνθρώπου ὁ θάνατος, καὶ διʼ ἀνθρώπου ἀνάστασις νεκρῶν·’ καὶ [*](Rom. viii. 3, 4.) πάλιν, ‘Τὸ γὰρ ἀδύνατον τοῦ νόμου, ἐν ᾧ ἠσθένει διὰ τῆς σαρκὸς, ὁ Θεὸς τὸν ἑαυτοῦ Υἱὸν πέμψας ἐν ὁμοιώματι σαρκὸς ἀμαρτίας, καὶ περὶ ἁμαρτίας κατέκρινε τὴν ἁμαρτίαν ἐν τῇ σαρκί· ἵνα τὸ δικαίωμα τοῦ νόμου πληρωθῇ ἐν ἡμῖν, τοῖς μὴ κατὰ σάρκα περιπατοῦσιν [*](John iii. 17.) ἀλλὰ κατὰ πνεῦμα.’ Καὶ ὁ δὲ Ἰωάννης φησὶν, ‘Οὐ γὰρ

125
ἀπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν αὐτοῦ εἰς τὸν κόσμον, ἵνα κρίνῃ τὸν κόσμον, ἀλλʼ ἵνα σωθῇ ὁ κόσμος διʼ αὐτοῦ, Πάλιν δὲ καὶ ὁ Σωτὴρ διʼ ἑαυτοῦ ἔλεγεν, ‘Εἰς κρῖμα ἐγὼ ἐλήλυθα εἰς τὸν [*](John ix. 39.) κόσμον τοῦτον, ἵνα οἱ μὴ βλέποντες βλέπωσι, καὶ οἱ βλέποντες τυφλοὶ γένωνται.᾿ Οὐ δι᾿ ἑαυτὸν ἄρα, ἀλλὰ διὰ τὴν ἡμετέραν σωτηρίαν, καὶ διὰ τὸ καταργηθῆναι τὸν θάνατον, καὶ διὰ τὸ κατακριθῆναι τὴν ἁμαρτίαν, καὶ διὰ τὸ ἀναβλέψαι τυφλοὺς, καὶ διὰ τὸ ἀναστῆναι πάντας ἐκ νεκρῶν ἐλήλυθεν. Εἰ δὲ μὴ διʼ ἑαυτὸν ἐλήλυθεν, ἀλλὰ δι᾿ ἡμᾶς, οὐ δι᾿ ἑαυτὸν ἄρα, ἀλλὰ δʼ ἡμᾶς ‘κτίζεται.’ Εἰ δὲ οὐ διʼ ἑαυτὸν κτίζεται, ἀλλὰ δι᾿ ἡμᾶς, οὐκ ἔστιν ἄρα αὐτὸς κτίσμα, ἀλλὰ τὴν ἡμῶν ἐνδυσάμενος σάρκα, ταῦτα λέγει. Καὶ ὅτι ταύτην τὴν διάνοιαν ἔχουσιν αἱ γραφαὶ, ἐξὸν παρὰ τοῦ ἀποστόλου μαθεῖν· φησὶ γὰρ ἐν τῇ πρὸς Ἐφεσίους, ‘τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας, τὴν ἔχθραν ἐν τῇ [*](Eph. ii. 14. 15.) σαρκὶ αὐτοῦ, τὸν νόμον τῶν ἐντολῶν ἐν δόγμασι καταργήσας, ἵνα τοὺς δύο κτίσῃ ἐν ἑαυτῷ εἰς ἕνα καινὸν ἄνθρωπον, ποιῶν εἰρήνην.᾿ Εἰ δὲ ἐν αὐτῷ κτίζονται οἱ δύο, καὶ οὗτοί εἰσιν ἐν τῷ [*](Cr. i 45.) σώματι αὐτοῦ, εἰκότως ἄρα, φορῶν τοὺς δύο ἐν αὐτῷ, ὡς αὐτός ἐστι κτισθείς· τοὺς γὰρ κτισθέντας ἐν ἑαυτῷ ἥνωσε, καὶ ἦν αὐτὸς ἐν αὐτοῖς, ὡς ἐκεῖνοι, Οὕτω δὲ τῶν δύο κτισθέντων ἐν αὐτῷ, ἁρμοζόντως ἂν λέγοι, ‘Κύριος ἕκτισέ με.᾿ Ὥσπερ γὰρ [*](Prov. viii. 22.) τὰς ἡμῶν ἀσθενείας δεχόμενος, λέγεται αὐτὸς ἀσθενεῖν, καίτοι [*](Cp, iii. 31.) μὴ ἀσθενῶν αὐτὸς, (δύναμις γάρ ἐστι τοῦ Θεοῦ,) ‘ἁμαρτία τε [*](1 Cor. i. 24. 2 Cor. v. 21 Gal. iii. 13.) ὑπὲρ ἡμῶν γέγονε καὶ κατάρα,ʼ καίτοι μὴ ἁμαρτήσας αὐτὸς, ἀλλ᾿ ὅτι τὰς ἁμαρτίας ἡμῶν καὶ τὴν κατάραν ἐβάστασεν αὐτὸς, οὕτως ἡμᾶς ἐν αὐτῷ κτίζων, λεγέτω ὅτι καὶ ‘ἔκτισέ με εἰς ἔργα,’ καίτοι κτίσμα μὴ ὢν αὐτός.

56. Ἐπεὶ εἰ κατʼ ἐκείνους, ὡς κτιστῆς οὔσης τῆς οὐσίας τοῦ Λόγου, λέγει, ‘Κύριος ἔκτισέ με,ʼ κτίσμα ὢν, οὐ διʼ ἡμᾶς ἐκτίσθη. Διʼ ἡμᾶς δὲ μὴ κτισθέντος αὐτοῦ, οὐκ ἐκτίσθημεν ‘ἐν αὐτῶ·’ μὴ κτισθέντες δὲ ἐν αὐτῷ, οὐκ εἴχομεν αὐτὸν ἐν ἑαυτοῖς, ἀλλʼ ἔξωθεν εἴχομεν, εἰ ἄρα παῤ αὐτοῦ τὴν μάθησιν ὡς παρὰ διδασκάλου ἐδεξάμεθα. Οὕτω δὲ ἡμῶν ὄντων, οὐδὲν ἧττον πάλιν ἡ ἁμαρτία τῆς σαρκὸς ‘ἐβασίλευσεν ἐμμένουσα, καὶ μὴ [*](Rom. vi. 12. Cp. c. 68.) ἐκβληθεῖσα ἐξ αὐτῆς. Ἀλλὰ ὁ ἀπόστολος ἐναντιοῦται τούτοις πρὸ ὀλίγων τούτων φάσκων· ‘Αὐτοῦ γάρ ἐσμεν ποίημα, [*](Eph. ii. 10.)

126
κτισθέντες ἐν Χριστῷ Ἰησοῦ.᾿ Εἰ δὲ ἐν Χριστῷ ἡμεῖς ἐκτίσθημεν, οὐκ ἔστιν ἄρα αὐτὸς ὁ κτιζόμενος, ἀλλʼ ἡμεῖς ἐσμεν ἐν αὐτῷ κτιζόμενοι· καὶ διʼ ἡμᾶς ἐστιν ἡ τοῦ ‘ἔκτισε φωνή. Διὰ γὰρ τὴν ἡμῶν χρείαν, καίτοι κτίστης ὢν ὁ Λόγος, ὑπέμεινε καὶ τὴν [*](Cp. c. 8.) τῶν κτιζομένων φωνήν· καὶ οὐκ ἔστιν αὐτοῦ, ᾗ Λόγος ἐστὶν, ἰδία ἡ φωνὴ, ἀλλʼ ἡμῶν τῶν ἐν αὐτῷ κτιζομένων ἐστὶ τὸ [*](Cp. i. 18.) ‘ἔκτισε.᾿ Καὶ ὥσπερ Πατρὸς ὄντος ἀεὶ, ἀεί ἐστι καὶ ὁ τούτου [*](Prov. viii. 30.) Λόγος, καὶ ὢν ἀεὶ, λέγει, ‘ἐγὼ ἤμην, ᾗ προσέχαιρε· καθ᾿ ἡμέραν [*](John xiv 10.) δὲ εὐφραινόμην ἐν προσώπῳ αὐτοῦ·᾿ καὶ, ‘ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί·᾿ οὕτως ὅτε διὰ τὴν ἡμῶν χρείαν γέγονεν ἄνθρωπος, ἀκολούθως τὰ ἡμῶν, ὡς ἡμεῖς, αὐτὸς λέγει, ‘Κύριος ἔκτισέ με·᾿ ἵνα, αὐτοῦ ἐνοικήσαντος ἐν τῇ σαρκὶ, τελείως ἡ [*](Cp. c. 68.) ἁμαρτία ἐξωσθῇ τῆς σαρκὸς, καὶ ἡμεῖς ἐλεύθερον ἔχωμεν τὸ φρόνημα. Τί δὲ ἔδει γενόμενον αὐτὸν ἄνθρωπον εἰπεῖν; ‘Ἐν ἀρχῇ ἤμην ἄνθρωπος;’ ἀλλʼ οὔτε γε ἥρμοζεν αὐτῷ τοῦτο, οὔτε ἀληθὲς ἦν· ὥσπερ δὲ τοῦτο οὐκ ἔπρεπεν εἰπεῖν, οὕτως οἰκεῖον καὶ ἴδιον ἐπʼ ἀνθρώπου ἐστὶ λέγειν τὸ ‘ἔκτισε,’ καὶ, ‘ἐποίησεν αὐτόν.’ Διὰ τοῦτο γοῦν καὶ ἡ αἰτία τοῦ ‘ἔκτισε’ πρόσκειται, ἥτις ἐστὶ τῶν ἔργων ἡ χρεία. Ἔνθα δὲ ἡ αἰτία πρόσκειται, αὐτὴ ἡ αἰτία πάντως διαλύει τὸ ἀνάγνωσμα καλῶς. Καὶ γὰρ καὶ ἐνταῦθα ἐν μὲν τῷ ‘ἔκτισε,’ τὴν αἰτίαν τίθησι ‘τὰ ἔργα·᾿ τὴν δὲ ἐκ τοῦ Πατρὸς γέννησιν ἀπολελυμένως σημαίνων, εὐθὺς [*](Prov. viii. 25.) ἐπήγαγε· ‘πρὸ δὲ πάντων βουνῶν γεννᾷ με·᾿ οὐ διὰ τί, ὤσπερ ἐπὶ τοῦ ‘ἔκτισέ με,᾿ προσέθηκε λέγων, ‘εἰς ἔργα,’ ἀλλὰ ἀπολελυμένως, ‘γεννᾷ μεʼ ὥσπερ τὸ ‘ἐν ἀρχῇ ἦν ὁ Λόγος.᾿  Καὶ γὰρ καὶ εἰ μὴ τὰ ἔργα ἔκτιστο, ἀλλʼ ἦν ὁ Λόγος τοῦ Θεοῦ, ‘καὶ Θεὸς ἦν ὁ Λόγος Τὸ δὲ γενέσθαι αὐτὸν ἄνθρωπον οὐκ ἂν ἐγένετο, εἰ μὴ τῶν ἀνθρώπων ἡ χρεία γέγονεν αἰτία. Οὐκ ἔστιν ἄρα κτίσμα ὁ Υἱός· εἰ γὰρ κτίσμα ἦν, οὐκ ἂν εἶπε, ‘γεννᾷ με·᾿ ὅτι τὰ μὲν [*](Cp. i. 26.) κτίσματα ἔξωθέν ἐστιν ἔργα τοῦ ποιοῦντος, τὸ δὲ γέννημα οὐκ ἔξωθεν, ὡς ἔργον, ἀλλʼ ἐκ τοῦ Πατρός ἐστιν ἴδιον τῆς οὐσίας. Διόπερ τὰ μὲν, κτίσματα· ὁ δὲ, Λόγος τοῦ Θεοῦ Υἱὸς μονογενής.