Oratio II contra Arianos

Athanasius of Alexandria

Athanasius. The Orations of St. Athanasius against the Arians. Bright, William, editor. Oxford: Clarendon, 1884.

5. Ἰδοὺ πάλιν τοὺς γεννηθέντας, ὡς γενομένους καὶ ποιηθέντας εἰρήκασιν, εἰδότες ὅτι ἕως ὁμολογοῦνται υἱοὶ κἂν λέγῃ τις, ἐγένοντο,ʼ ἢ ‘ἐκτησάμην,ʼ ἢ ‘ἐποίησα,ʼ οὐδὲν διαφέρει. Ἡ γὰρ φύσις καὶ ἡ ἀλήθεια ἕλκει τὴν διάνοιαν εἰς ἑαυτήν. Διὸ καὶ πρὸς τοὺς ζητοῦντας, εἰ κτίσμα καὶ ποίημά ἐστιν ὁ Κύριος, χρὴ πρότερον ζητεῖν εἰ Υἱός ἐστι, καὶ Λόγος, καὶ Σοφία. Τούτων γὰρ ἀποδεικνυμένων, ἐκβάλλεται εὐθὺς καὶ παύεται ἡ περὶ τοῦ ποιήματος καὶ κτίσματος ὑπόνοια· οὔτε γὰρ τὸ ποίημα Υἱὸς καὶ Λόγος ἂν εἴη, οὔτε ὁ Υἱὸς ποίημα ἂν εἴη. Τούτων δὲ πάλιν οὕτως ὄντων, φανερὰ πᾶσιν ἀπόδειξις, ὡς ἡ λέξις ἡ λέγουσα, ‘τῷ ποιήσαντι αὐτὸν,ʼ οὐκ εἰς ὄνησίν ἐστι τῇ αἱρέσει αὐτῶν, ἀλλὰ μᾶλλον εἰς κατάγνωσιν. Δέδεικται γὰρ ὅτι ἡ τοῦ, ‘ἐποίησε,’ λέξις, καὶ ἐπὶ τῶν γνησίων καὶ φύσει τέκνων ἐν τῇ θείᾳ κεῖται Γραφῇ· ὅθεν τοῦ Κυρίου ἀποδεικνυμένου φύσει καὶ γνησίου Υἱοῦ, Λόγου, καὶ Σοφίας τοῦ Πατρὸς, κἂν λέγηται ἐπʼ αὐτοῦ τὸ ‘ἐποίησεν,’ ἢ τὸ ‘ἐγένετο,ʼ οὐχ ὡς ποιήματος ὄντος αὐτοῦ λέγεται, ἀλλʼ ἀδιαφόρως τῇ λέξει χρῶνται οἱ ἅγιοι, ὡς ἐπὶ τοῦ Σολομῶνος, καὶ τῶν Ἐζεχίου τέκνων. Καὶ γὰρ καὶ αὐτῶν γεννησάντων ἐξ ἑαυτῶν, γέγραπται· ‘ἐποίησα,’ καὶ ‘ἐκτησάμην,’ καὶ, ‘ἐγένετο,’ Οὐκοῦν τὰ τοιαῦτα λεξείδια πολλάκις προφασισάμενοι οἱ θεομάχοι, ὀφείλουσι κἂν ὄψέ ποτε ἐκ τῶν εἰρημένων ἀποθέσθαι τὴν ἀσεβῇ φρόνησιν, καὶ φρονῆσαι περὶ τοῦ Κύριου ὅτι Υἱός ἐστιν ἀληθινὸς, Λόγος καὶ Σοφία τοῦ Πατρὸς, οὐ ποίημα, οὐ κτίσμα. Εἰ γὰρ ποίημά ἐστιν ὁ Υἱὸς, ἐν ποίῳ ᾆρα λόγῳ καὶ ἐν ποίᾳ σοφίᾳ γέγονεν αὐτός; Πάντα γὰρ τὰ ποιήματα διὰ τοῦ Λόγου καὶ τῆς Σὀρίας, γέγονε, καθὼς γέγραπται· ‘Πάντα ἐν σοφίᾳ ἐποίησας·’ καὶ, ‘πάντα δι᾿ αὐτοῦ ἐγένετο, [*](Ps. ciii. (civ.) 24.) καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν.ʼ Εἰ δὲ αὐτός ἐστιν ὁ [*](John i. 3.) Λόγος καὶ ἡ Σοφία, ἐν ᾗ πάντα γίνεται, οὐκ ἄρα τῶν ποιουμένων ἐστὶν, οὐδὲ ὅλως τῶν γενητῶν, ἀλλὰ τοῦ Πατρὸς γέννημα.

6. Σκοπεῖτε γὰρ ὁπόσον ἔχει πτῶμα τὸ λέγειν ποίημα τὸν τοῦ Θεοῦ Λόγον. Λέγει που Σολομὼν ἐν τῷ Ἐκκλησιαστῇ, ὅτι ‘σύμπαν [*](Eccl. xii. 14.) τὸ ποίημα ἄξει ὁ Θεὸς εἰς κρίσιν, ἐν παντὶ παρεωρωμένῳ,

74
ἐὰν ἀγαθὸν, καὶ ἐὰν πονηρόν.᾿ Οὐκοῦν εἰ ποίημά ἐστιν ὁ Λόγος, ἀχθήσεται καθʼ ὑμᾶς καὶ αὐτὸς εἰς κρίσιν; Καί που λοιπὸν ἡ κρίσις, κρινομένου τοῦ κριτοῦ;   τίς δὲ τοῖς μὲν δικαίοις τὰς εὐλογίας δώσει, τοῖς δὲ ἀναξίοις τὰ ἐπιτιμίας, ἑστηκότος τοῦ Κυρίου καθʼ ὑμᾶς μετὰ πάντων ἐν κρίσει; ποίῳ δὲ καὶ νόμῳ κριθήσεται αὐτὸς ὁ νομοθέτης; Ταῦτα τῶν ποιημάτων ἴδιά ἐστι, τὸ κρίνεσθαι, τὸ παρὰ τοῦ Υἱοῦ εὐλογεῖσθαι καὶ ἐπιτιμᾶσθαι. Φοβήθητε λοιπὸν τὸν κριτὴν, καὶ πείσθητε τῷ Σολομῶνι λέγοντι. Εἰ γὰρ σύμπαν τὸ ποίημα ἄξει ὁ Θεὸς εἰς κρίσιν, ὁ δὲ Υἱὸς οὐκ ἔστι τῶν κρινομένων, ἀλλὰ καὶ μᾶλλον συμπάντων τῶν ποιημάτων αὐτός ἐστιν ὁ κριτής· πῶς οὐ λαμπρότερον ἡλίου δείκνυται μὴ ποίημα ὢν ὁ Υἱὸς, ἀλλὰ τοῦ Πατρὸς Λόγος, ἐν ᾧ τὰ [*](Heb. iii. 2.) ποιήματα γίνεταί τε καὶ κρίνεται; εἰ δʼ, ὅτι γέγραπται, ‘πιστὸν ὄντα,ʼ πάλιν ταράττει αὐτοὺς νομίζοντας ὡς ἐπὶ πάντων λέγεσθαι καὶ ἐπʼ αὐτοῦ τὸ ‘πιστὸν,ʼ ὅτι πιστεύων ἐκδέχεται τῆς πίστεως τὸν μισθόν· ὥρα καὶ διὰ τοῦτο πάλιν αὐτοὺς ἐγκαλεῖν [*](Deut. xxxii. 4.) Μωσεῖ μὲν λέγοντι, ‘ὁ Θεὸς πιστὸς καὶ ἀληθινός·’ τῷ δὲ [*](1 Cor. x. 13.) Παύλῳ γράφοντι, ‘πιστὸς ὁ Θεὸς, ὃς οὐκ ἐάσει ὑμᾶς πειρασθῆναι ὑπὲρ ὃ δύνασθε,ʼ Ἀλλὰ ταῦτα λέγοντες οἱ ἅγιοι, οὐκ ἀνθρώπινα περὶ τοῦ Θεοῦ διενοοῦντο· ἀλλʼ ἐγίνωσκον διπλοῦν εἶναι τὸν νοῦν ἐν τῇ γραφῇ περὶ ‘τοῦ πιστοῦ·’ τὸ μὲν ὡς πιστεύον, τὸ δὲ, ὡς ἀξιόπιστον· καὶ τὸ μὲν ἐπʼ ἀνθρώπων, τὸ δὲ ἐπὶ Θεοῦ ἁρμόζειν. Πιστὸς γοῦν ὁ Ἀβραὰμ, ὅτι τῷ λαλοῦντι πεπίστευκε Θεῷ· πιστὸς δὲ ὁ Θεὸς, ὅτι, καθὼς ψάλλει [*](Ps. cxliv. (cxlv.) 13.) Δαβὶδ, ‘πιστός ἐστιν ἐν πᾶσι τοῖς λόγοις αὑτοῦ ὁ Κύριος,’ καὶ [*](Heb. i. 18.) ἀξιόπιστός ἐστι, καὶ ‘ἀδύνατόν ἐστιν αὐτὸν ψεύσασθαι.’ Καὶ, [*](1 Tim. v. 16.) ‘εἴ τίς ἐστι πιστὴ χήρας ἔχουσα,ʼ διὰ τὸ καλῶς πιστεύειν, [*](Ib. iii. 1.) πιστὴ καλεῖται. ‘Πιστὸς δὲ ὁ λόγος,ʼ ὅτι ὃ εἴρηκεν, ὀφείλει πιστεύεσθαι· ἀληθὲς γάρ ἐστι, καὶ οὐκ ἔστιν ἄλλως. Καὶ τὸ γεγράφθαι τοίνυν, ‘πιστὸν ὄντα τῷ ποιήσαντι αὐτὸν,’ οὐ πρὸς ἄλλους ἔχει τὴν ὁμοιότητα, οὐδʼ ὅτι πιστεύων, εὐάρεστος γέγονεν, ἀλλʼ ὅτι Υἱὸς ὢν τοῦ ἀληθινοῦ Θεοῦ, πιστός ἐστι καὶ αὐτὸς ὀφείλων πιστεύεσθαι, ἐν οἷς ἂν λέγῃ καὶ ποιῇ, αὐτὸς ἄτρεπτος μένων, καὶ μὴ ἀλλοιούμενος ἐν τῇ ἀνθρωπίνῃ οἰκονομίᾳ καὶ τῇ ἐνσάρκῳ παρουσίᾳ.