Oratio II contra Arianos

Athanasius of Alexandria

Athanasius. The Orations of St. Athanasius against the Arians. Bright, William, editor. Oxford: Clarendon, 1884.

41. Ἀλλʼ ἀκουέτωσαν μὲν αἱ ἄλλαι αἱρέσεις καὶ Μανιχαῖοι ὅτι εἷς ἐστιν ὁ τοῦ μὲν Χριστοῦ Πατὴρ, τῆς δὲ κτίσεως δεσπότης καὶ ποιητὴς διὰ τοῦ ἰδίου Λόγου· ἀκουέτωσαν δὲ ἰδίᾳ καὶ Ἀρειομανῖται ὅτι εἷς ἐστιν ὁ τοῦ Θεοῦ Λόγος, ὁ μόνος ἴδιος καὶ γνήσιος ἐκ τῆς οὐσίας αὐτοῦ ὢν Υἱὸς, καὶ ἀχώριστον ἔχων πρὸς τὸν Πατέρα ἑαυτοῦ τὴν ἑνότητα τῆς θεότητος, ὡς πολλάκις εἴπομεν, μαθόντες παῤ αὐτοῦ τοῦ Σωτῆρος. Ἐπεὶ εἰ μὴ [*](Col. i. 17.) οὕτως ἔχει, διὰ τί ‘δι’ αὐτοῦ κτίζειʼ ὁ Πατὴρ, καὶ ἐν αὐτῷ ‘ἀποκαλύπτεται’ [*](Matt. xi. 27.) οἷς ἐὰν θέλῃ, καὶ φωτίζει τούτους; ἢ διὰ τί καὶ ἐν [*](Cp. i. 34. iv. 21.) τῇ τελειώσει τοῦ βαπτίσματος συγκατονομάζεται τῷ Πατρὶ ὁ Υἱός; εἰ μὲν γὰρ αὐτάρκης οὐκ ἔστιν ὁ Πατὴρ, ἀσεβὴς ἡ φωνή· εἰ δὲ αὐτάρκης (τοῦτο γὰρ θέμις εἰπεῖν), τίς ἡ χρεία τοῦ Υἱοῦ ἢ εἰς τὴν δημιουργίαν ἢ εἰς τὸ ἅγιον λουτρόν; ποία γὰρ κοινωνία τῷ κτίσματι πρὸς τὸν κτίστην; ἢ διὰ τί τὸ πεποιημένον συναριθμεῖται τῷ ποιήσαντι εἰς τὴν τῶν πάντων τελείωσιν; ἢ διὰ τί καθʼ ὑμᾶς ἡ πίστις εἰς ἕνα κτίστην καὶ εἰς ἓν κτίσμα παραδίδοται; Εἰ μὲν γὰρ ἵνα συναφθῶμεν τῇ θεότητι, τίς χρεία τοῦ κτίσματος; εἰ δὲ ἵνα ἑνωθῶμεν τῷ Υἱῷ κτίσματι ὄντι, περιττὴ καθʼ ὑμᾶς ἡ ἐν τῷ βαπτίσματι τοῦ Υἱοῦ ὀνομασία· ὁ γὰρ αὐτὸν υἱοποιήσας Θεὸς ἱκανός ἐστι καὶ ἡμᾶς υἱοποιῆσαι. Ἄλλως τε εἰ κτίσμα ἐστὶν ὁ Υἱὸς, μιᾶς οὔσης τῆς φύσεως τῶν λογικῶν κτισμάτων, οὐδεμία παρὰ κτίσματος κτίσμασι [*](c. 41.) βοήθεια γενήσεται, διὰ τὸ πάντας δεῖσθαι τῆς παρὰ τοῦ Θεοῦ χάριτος. Ὀλίγα μὲν οὖν προλαβόντες εἴπομεν ὡς ἀκολούθως ‘διʼ αὐτοῦ γέγονε τὰ πάντα·’ ἐπειδὴ δὲ καὶ τοῦ ἁγίου βαπτίσματος ἡ ἀκολουθία πεποίηκεν ἡμᾶς μνημονεῦσαι, ἀναγκαῖον, ὥς γε νοῶ καὶ πεπίστευκα, λέγειν, οὐχ ὡς μὴ αὐτάρκους ὄντος τοῦ Πατρὸς, συνονομάζεται καὶ ὁ Υἱὸς, οὐδὲ ἀπλῶς καὶ ὡς

111
ἔτυχεν· ἀλλʼ ἐπειδὴ Λόγος ἐστὶ τοῦ Θεοῦ καὶ ἰδία Σοφία, ἀπαύγασμά τε ὢν αὐτοῦ, ἀεί ἐστι μετὰ τοῦ Πατρὸς, διὰ τοῦτο ἀδύνατον, παρέχοντος τοῦ Πατρὸς, μὴ ἐν τῷ Υἱῷ δίδοσθαι τὴν χάριν· ἐν τῷ Πατρὶ γάρ ἐστιν ὁ Υἱὸς, ὡς τὸ ἀπαύγασμα ἐν τῷ [*](iii. 3.) φωτί. Οὐ γὰρ ὡς ἐνδεὴς ὁ Θεὸς, ἀλλʼ ὡς Πατὴρ, ‘τῇ ἑαυτοῦ [*](Prov. iii. 19.) Σοφίᾳ τεθεμελίωκε τὴν γῆν,ʼ καὶ τῷ ἐξ αὐτοῦ ‘Λόγῳ τὰ πάντα [*](Wisd. ix. 1.) πεποίηκε,’ τό τε ἅγιον λουτρὸν ἐν τῷ Υἱῷ βεβαιοῖ. Ἔνθα γὰρ ὁ Πατὴρ, ἐκεῖ καὶ ὁ Υἱός ἐστιν· ὡς ἔνθα τὸ φῶς, ἐκεῖ καὶ τὸ ἀπαύγασμα. Καὶ ὥσπερ ἃ ὁ Πατὴρ ἐργάζεται, διὰ τοῦ Υἱοῦ ἐργάζεται, καὶ λέγει αὐτὸς ὁ Κύριος, ‘ἂ βλέπω τὸν Πατέρα [*](John v. 19.) ποιοῦντα, ταῦτα κἀγὼ ποιῶ·’ οὕτω καὶ τοῦ βαπτίσματος διδομένου, ὃν βαπτίζει ὁ Πατὴρ, τοῦτον ὁ Υἱὸς βαπτίζει· καὶ ὃν ὁ Υἱὸς βαπτίζει, οὗτος ἐν Πνεύματι ἁγίῳ τελειοῦται. Πάλιν τε ὥσπερ τοῦ ἡλίου φαίνοντος, λέγοι ἄν τις καὶ τὸ ἀπαύγασμα φωτίζειν· ἓν γάρ ἐστι τὸ φῶς, καὶ οὐκ ἔστι διελεῖν, οὐδὲ ἀποσχίσαι· οὕτως ἔνθα πάλιν ὁ Πατήρ ἐστιν ἢ ὀνομάζεται, ἐκεῖ πάντως καὶ ὁ Υἱὸς ὑπάρχει· ὀνομάζεται δὲ ἐν τῷ βαπτίσματι ὁ Πατήρ· ἀνάγκη καὶ τὸν Υἱὸν συγκατονομάζεσθαι.

42. Διὰ τοῦτο καὶ τοῖς ἀγίοις ἐπαγγελλόμενος, οὕτως ἔλεγεν· ‘ἐλευσόμεθα ἐγὼ καὶ ὁ Πατὴρ, καὶ μονὴν παῤ αὐτῷ ποιήσομεν·’ [*](Ib. xiv. 23.) καὶ πάλιν, ‘ἵνʼ ὡς ἐγὼ καὶ σὺ ἕν ἐσμεν, κἀκεῖνοι ἓν [*](Ib. xvii. 21.) ὦσιν ἐν ἡμῖν.’ Καὶ ἡ διδομένη δὲ χάρις μία ἐστὶ παρὰ τοῦ Πατρὸς ἐν Υἱῷ διδομένη, ὡς ὁ Παῦλος διὰ πάσης ἐπιστολῆς γράφει· ‘Χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν καὶ [*](Rom. i. 7; 1 Cor. i. 3; Eph. i. 2.) Κυρίου Ἰησοῦ Χριστοῦ.’ Δεῖ γὰρ τὸ φῶς εἶναι μετὰ τῆς αὐγῆς, καὶ τὸ ἀπαύγασμα συνορᾶσθαι μετὰ τοῦ ἰδίου φωτός. Ὅθεν [*](Cp. i. 14.) Ἰουδαῖοι μετὰ τούτων ‘ἀρνούμενοι τὸν Υἱὸν, οὐκ ἔχουσιν οὐδὲ [*](1 John ii. 23.) τὸν Πατέρα·᾿ ‘καταλείψαντες γὰρ τὴν πηγὴν τῆς σοφίας,ʼ ὡς ὀνειδίζων αὐτοὺς εἶπεν ὁ Βαροὺχ, ἀπέβαλον ἀφʼ ἑαυτῶν καὶ τὴν [*](Bar. iii. 12.) ἐκ ταύτης Σοφίαν τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν· ‘Χριστὸς γὰρ,ʼ φησὶν ὁ ἀπόστολος, ‘Θεοῦ δύναμις καὶ Θεοῦ Σοφία·ʼ [*](1 Cor. i. 24.) λέγοντες· ‘Οἰκ ἔχομεν βασιλέα εἰ μὴ Καίσαρα.’ Ἰουδαῖοι [*](John xix. 16.) μὲν οὖν ἔχουσι τῆς ἀρνήσεως τὰ ἐπίχειρα τῆς ἐπιτιμίας· ἀπώλεσαν γὰρ σὺν τῇ πόλει καὶ τὸν λογισμόν. Οὖτοι δὲ κινδυνεύουσι λοιπὸν καὶ περὶ αὐτὸ τὸ πλήρωμα τοῦ μυστηρίου· φημὶ δὴ τὸ βάπτισμα. Εἰ γὰρ εἰς ὄνομα Πατρὸς καὶ Υἱοῦ δίδοται ἡ

112
τελείωσις, οὐ λέγουσι δὲ Πατέρα ἀληθινὸν, διὰ τὸ ἀρνεῖσθαι τὸ [*](i. 20, 21, 26; iii. 26.) ἐξ αὐτοῦ καὶ ὅμοιον τῆς οὐσίας, ἀρνοῦνται δὲ καὶ τὸν ἀληθινὸν Υἱὸν, καὶ ἄλλον ἑαυτοῖς ἐξ οὐκ ὄντων κτιστὸν ἀναπλάττοντες ὀνομάζουσι, πῶς οὐ παντελῶς κενὸν καὶ ἀλυσιτελὲς τὸ παῤ αὐτῶν διδόμενόν ἐστι, προσποίησιν μὲν ἔχον, τῇ δὲ ἀληθείᾳ μηδὲν ἔχον πρὸς εὐσέβειαν βοήθημα; Οὐ γὰρ ‘εἰς Πατέρα καὶ Υἱὸν’ διδόασιν οἱ Ἀρειανοὶ, ἀλλʼ εἰς κτίστην καὶ κτίσμα, καὶ εἰς ποιητὴν καὶ ποίημα. Ὥσπερ δὲ ἄλλο ἐστὶ κτίσμα παρὰ τὸν Υἱὸν, οὕτως ἄλλο ἂν εἴη τῆς ἀληθείας τὸ παῤ αὐτῶν νομιζόμενον δίδοσθαι, κἂν τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ, διὰ τὸ γεγραμμένον, ὀνομάζειν προσποιῶνται. Οὐ γὰρ ὁ λέγων ἁπλῶς, [*](Cp. Matt. vii. 21.) ‘Κύριε,ʼ οὗτος καὶ δίδωσιν, ἀλλʼ ὁ μετὰ τοῦ ὀνόματος καὶ τὴν πίστιν ἔχων ὀρθήν. Διὰ τοῦτο γοῦν καὶ ὁ Σωτὴρ οὐχ ἀπλῶς [*](Ib. xxviii. 19.) ἐνετείλατο βαπτίζειν, ἀλλὰ πρῶτόν φησι, ‘μαθητεύσατε·’ εἶθʼ οὕτως· ‘βαπτίζετε εἰς ὄνομα Πατρὸς, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος·’ ἵνʼ ἐκ τῆς μαθήσεως ἡ πίστις ὀρθὴ γένηται, καὶ μετὰ πίστεως ἡ τοῦ βαπτίσματος τελείωσις προστεθῇ.

43. Πολλαὶ γοῦν καὶ ἄλλαι αἱρέσεις, λέγουσαι τὰ ὀνόματα μόνον, μὴ φρονοῦσαι δὲ ὀρθῶς, ὡς εἴρηται, μηδὲ τὴν πίστιν ὑγιαίνουσαν ἔχουσαι, ἀλυσιτελὲς ἔχουσι καὶ τὸ παῤ αὐτῶν διδόμενον ὕδωρ, λειπόμενον εὐσεβείᾳ· ὥστε καὶ τὸν ῥαντιζόμενον παῤ αὐτῶν ῥυπαίνεσθαι μᾶλλον ἐν ἀσεβείᾳ ἢ λυτροῦσθαι. Οὕτω καὶ Ἔλληνες, καίτοι Θεὸν διὰ χειλέων λέγοντες, ἀθεότητος ἔχουσιν ἔγκλημα, ὅτι τὸν ὄντως ὄντα καὶ ἀληθινὸν Θεὸν οὐ γινώσκουσι, τὸν Πατέρα τοῦ Κυρίου ἡμῶν Ἱησοῦ Χριστοῦ· οὕτω Μανιχαῖοι καὶ Φρύγες, καὶ οἱ τοῦ Σαμοσατέως μαθηταὶ, τὰ ὀνόματα λέγοντες, οὐδὲν ἧττόν εἰσιν αἱρετικοί οὕτω καθεξῆς λοιπὸν καὶ οἱ τὰ Ἀρείου φρονοῦντες, κἂν ἀναγινώσκωσι τὰ [*](Cp. Ep. ad Ep. Æg. 3.) γεγραμμένα, καὶ λέγωσι τὰ ὀνόματα, καὶ αὐτοὶ παίζουσι τοὺς λαμβάνοντας παῤ αὐτῶν, πλέον τῶν ἄλλων αἱρέσεων ἀσεβέστεροι τυγχάνοντες, καὶ κατʼ ὀλίγον ὑπερκείμενοι ταύτας, καὶ δικαιοῦντες αὐτὰς ἐκ τῆς ἑαυτῶν ἀθυρογλωττίας. Ἐκεῖναι μὲν γὰρ πλέον τι τῆς ἀληθείας καταψεύδονται, καὶ ἢ περὶ τὸ σῶμα [*](Cp. iii. 33; Ep. ad Epict. 7.) σφάλμα ἔχουσι, λέγοντες μὴ ἐκ Μαρίας ἐσχηκέναι σάρκα τὸν Κύριον, ἢ ὅτι ὅλως οὐ γέγονε θάνατος, οὐδὲ ὅλως ἄνθρωπος γέγονεν, ἀλλὰ μόνον ἐφάνη, καὶ οὐκ ἦν ἀληθῶς, καὶ ἐδόκει

113
σῶμα ἔχειν, μὴ ἔχων, καὶ ἐδόκει ἄνθρωπος φαίνεσθαι ὡς ἐν ὀνείρῳ φαντασίας· οὗτοι δὲ εἰς αὐτὸν τὸν Πατέρα φανερῶς ἀσεβοῦσι. Τὴν γὰρ θεότητα αὐτοῦ εἰς τὸν Υἱὸν ὡς ἐν εἰκόνι μαρτυρουμένην ἀκούοντες ἀπὸ τῶν γραφῶν, βλασφημοῦτι, λέγοντες αὐτὴν εἶναι κτίσμα, καὶ πανταχοῦ περὶ αὐτῆς τὸ ‘οὐκ ἦν,ʼ [*](Cp. i. 11.) ὡς ἐν πήρᾳ βόρβορον, τὸ λεξείδιον τοῦτο περιφέρουσι, καὶ ὡς ὄφις τὸν ἰὸν, τοῦτο προβάλλονται. Εἶτα, ἐπειδὴ ναυσηρὸν παρὰ πᾶσι τὸ παῤ αὐτοῖς ἐστι δόγμα, εὐθὺς ὥσπερ ἔρεισμα τῷ πτώματι τῆς αἱρέσεως, τὴν ἀνθρωπίνην προστασίαν ὑποτιθέασι, [*](Cp.  i. 10.) ἵνα ταύτην βλέπων ὁ ἁπλούστερος, ἢ καὶ δεδιὼς, μὴ κατανοῇ τὸ βλαβερὸν τῆς κακοφροσύνης αὐτῶν. Πῶς οὖν οὐκ ἄξιον οἰκτείρειν τοὺς παῤ αὐτῶν ἀπατωμένους; ἢ πῶς οὐκ ἐπὶ τούτοις δακρῦσαι καλὸν, ὅτι τῇ παραυτίκα διὰ τὰς ἡδονὰς φαντασίᾳ προδιδόασι τὸ ἑαυτοῖς συμφέρον, καὶ ἐκπίπτουσι τῆς μελλούσης ἐλπίδος; Εἰς γὰρ τὸν οὐκ ὄντα δοκοῦντες λαμβάνειν, οὐδὲν εἰληφότες ἔσονται· κτίσματί τε συντασσόμενοι, οὐδεμίαν παρὰ τῆς κτίσεως ἕξουσι βοήθειαν. Καὶ εἰς ἀνόμοιον δὲ καὶ ἀλλότριον [*](Cp. i. 6, 17.) κατʼ οὐσίαν τοῦ Πατρὸς πιστεύοντες, οὐ συναφθήσονται τῷ Πατρὶ, μὴ ἔχοντες τὸν ἴδιον καὶ ἐξ αὐτοῦ φύσει Υἱὸν, τὸν ‘ὄντα [*](Cp. iii. 3.) ἐν τῷ Πατρὶ, ἐν ᾧ καὶ ὁ Πατήρ ἐστιν,’ ὡς αὐτὸς εἴρηκεν· ἀλλὰ [*](John xiv. 10.) πλανηθέντες παρὰ τούτων, ἔρημοι καὶ γυμνοὶ λοιπὸν ἀπομένουσι τῆς θεότητος οἱ ἄθλιοι. Οὐδὲ γὰρ ἀκολουθήσει τούτοις ἀποθνήσκουσιν ἡ τῶν ἐπὶ γῆς φαντασία· οὐδʼ ὅταν ἴδωσιν, ὃν ἠρνήσαντο, Κύριον καθήμενον ἐπὶ τὸν θρόνον τοῦ Πατρὸς αὐτοῦ, καὶ κρίνοντα ζῶντας καὶ νεκροὺς, δυνήσεταί τις εἰς βοήθειαν ἐπικαλέσασθαί τινα τῶν νῦν ἀπατησάντων· κρινομένους γὰρ καὶ αὐτοὺς ὄψονται καὶ μεταμελομένους ἐφʼ οἷς ἠδίκησαν καὶ ἠσέβησαν.

44. Ταῦτα πρὸ τοῦ ῥητοῦ τῶν Παροιμιῶν τέως διελάβομεν, [*]((6.)) ἐνιστάμενοι πρὸς τὰς ἀλόγους ἐκ καρδίας αὐτῶν μυθοπλαστίας· ἵνα γνόντες ὡς οὐχ ἁρμόζει λέγειν ‘κτίσμαʼ τὸν Υἱὸν τοῦ Θεοῦ, [*](i. 9.) μάθωσι καλῶς ἀναγινώσκειν καὶ αὐτοὶ τὸ ἐν ταῖς Παροιμίαις ῥητὸν, ὀρθὴν ἔχον καὶ αὐτὸ τὴν διάνοιαν. Γέγραπται μὲν γάρ· ‘Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ·ʼ ἀλλʼ [*](Prov. viii. 22.) ἐπειδὴ παροιμίαι εἰσὶ, καὶ παροιμιωδῶς ἐλέχθη, οὐ δεῖ τὴν πρόχειρον λέξιν ἀπλῶς οὕτως ἐκλαμβάνειν, ἀλλὰ τὸ πρόσωπον

114
ζητεῖν, καὶ οὕτω μετʼ εὐσεβείας τὸν νοῦν ἐφαρμόζειν αὐτῷ. Τὰ γὰρ ἐν παροιμίαις λεγόμενα, οὐκ ἐκ φανεροῦ λέγεται, ἀλλὰ κεκρυμμένως ἀπαγγέλλεται, ὡς αὐτὸς ὁ Κύριος ἐδίδαξεν ἐν τῷ [*](John xvi. 25.) κατὰ Ἰωάννην εὐαγγελίῳ, λέγων, ‘Ταῦτα ἐν παροιμίαις λελάληκα ὑμῖν, ἀλλʼ ἔρχεται ὥρα, ὅτε οὐκέτι ἐν παροιμίαις λαλήσω ὑμῖν, ἀλλὰ παῤῥησίᾳ.’ Οὐκοῦν ἀποκαλύπτειν χρὴ τὸν νοῦν τοῦ ῥητοῦ, ὡς κεκρυμμένον τε τοῦτον ζητεῖν, καὶ μὴ ὡς ἐν παῤῥησίᾳ εἰρημένον ἀπλῶς ἐκλαμβάνειν, ἵνα μὴ παρεξηγούμενοι πλανηθῶμεν ἀπὸ τῆς ἀληθείας. Εἰ μὲν οὖν περὶ ἀγγέλου ἢ ἑτέρου τινὸς τῶν γενητῶν ἐστι τὸ γεγραμμένον, ὡς περὶ ἑνὸς ἡμῶν τῶν ποιημάτων, ἔστω λεγόμενον τὸ ‘ἔκτισέ με·’ εἰ δὲ ἡ Σοφία τοῦ Θεοῦ ἐστιν, ἐν ᾗ πάντα τὰ γενητὰ δεδημιούργηται, ἡ περὶ ἑαυτῆς λέγουσα· τί δεῖ νοεῖν ἢ ὅτι τὸ ‘ἔκτισεʼ φάσκουσα, οὐκ ἐναντίον τῷ ‘ἐγέννησεʼ λέγει; οὐδὲ ὡς ἐπιλαθομένη ὅτι κτίζουσά ἐστι καὶ δημιουργὸς, ἢ ἀγνοοῦσα τὴν διαφορὰν τοῦ κτίζοντος καὶ τῶν κτισμάτων, ἐν τοῖς κτίσμασιν ἑαυτὴν συναριθμεῖ· ἀλλά τινα νοῦν, ὡς ἐν παροιμίαις, οὐ παῤῥησίᾳ, κεκρυμμένον δὲ σημαίνει· ὃν τοῖς μὲν ἀγίοις ἐνέπνεε προφητεύειν, αὐτὴ δὲ μετʼ ὀλίγα ἐκ παραλλήλου τὸ ‘ἔκτισενʼ ἐν ἑτέραις λέξεσι σημαίνουσά φησιν· [*](Prov. ix. 1.) ‘Ἡ Σοφία ᾠκοδόμησεν ἑαυτῇ οἶκον.’ Δῆλον δέ ἐστιν οἶκον εἶναι τῆς Σοφίας τὸ ἡμέτερον σῶμα, ὅπερ ἀναλαβὼν γέγονεν [*](John i. 14.) ἄνθρωπος· καὶ εἰκότως παρὰ μὲν Ἰωάννου λέγεται, ‘ὁ Λόγος σὰρξ ἐγένετο·’ διὰ δὲ Σολομῶνος περὶ ἑαυτῆς ἡ Σοφία μετὰ παρατηρήσεώς φησιν, οὐχ ὅτι ‘κτίσμα εἰμὶ,ʼ ἀλλὰ μόνον ὅτι ‘Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ,’ ἀλλ᾿ οὐκ ‘εἰς τὸ εἶναί με ἔκτισεν,’ οὐδὲ ‘ὅτι κτίσματος ἀρχὴν καὶ γένεσιν ἔχω.’

45. Καὶ ἐνταῦθα γὰρ οὐ τὴν οὐσίαν τῆς θεότητος αὐτοῦ, [*](Cp. i. 14, 25.) οὐδὲ τὴν ἐκ Πατρὸς ἀΐδιον ἑαυτοῦ καὶ γνησίαν γέννησιν ὁ Λόγος σημαίνων, διὰ Σολομῶνος εἴρηκεν, ἀλλὰ πάλιν τὸ ἀνθρώπινον καὶ τὴν εἰς ἡμᾶς οἰκονομίαν αὐτοῦ, Διὸ καὶ, καθὼς προεῖπον, οὐκ εἶπε, ‘κτίσμα εἰμὶ,ʼ ἢ, ‘κτίσμα ἐγενόμην,ʼ ἀλλὰ μόνον, ‘ἔκτισε.’ Τὰ μὲν γὰρ ‘κτίσματα,ʼ κτιστὴν ἔχοντα τὴν οὐσίαν, τῶν γενητῶν ἐστι, καὶ λέγεται κτίζεσθαι, καὶ πάντως τὸ κτίσμα κτίζεται· ἡ δὲ τοῦ ‘ἔκτισεʼ μόνη λέξις λεγομένη οὐ πάντως τὴν οὐσίαν ἢ τὴν γέννησιν σημαίνει, ἀλλά τι ἕτερον δηλοῖ γίνεσθαι

115
περὶ ἐκεῖνον περὶ οὗ λέγει· καὶ οὐ πάντως τὸ λεγόμενον κτίζεσθαι ἤδη καὶ τῇ φύσει καὶ τῇ οὐσίᾳ κτίσμα ἐστί. Καὶ ταύτην τὴν διαφορὰν οἶδεν ἡ θεία γραφὴ, περὶ μὲν τῶν κτισμάτων λέγουσα, ‘ἐπληρώθη ἡ γῆ τῆς κτίσεώς σου·ʼ καὶ, ‘αὐτὴ ἡ κτίσις συστενάζει [*](Ps. ciii. (civ.) 24.) καὶ συνωδίνει·’ ἐν δὲ τῇ Ἀποκαλύψει φησὶ, ‘καὶ ἀπέθανε [*](Rom. viii. 22.) τὸ τρίτον μέρος τῶν κτισμάτων τῶν ἐν τῇ θαλάσσῃ, τὰ ἔχοντα [*](Rev. viii. 9.) ψυχάς·’ καθὼς καὶ ὁ Παῦλος λέγει, ‘πᾶν κτίσμα Θεοῦ καλὸν, [*](1 Tim. iv. 4.) καὶ οὐδὲν ἀπόβλητον μετὰ εὐχαριστίας λαμβανόμενον· ἐν δὲ τῇ. Σοφίᾳ γέγραπται· ‘Καὶ τῇ Σοφίᾳ σου κατεσκεύασας τὸν ἄνθρωπον, [*](Wisdom ix. 2.) ἵνα δεσπόζῃ τῶν ὑπὸ σοῦ γενομένων κτισμάτων.ʼ Καὶ ὅτι ταῦτα, κτίσματα ὄντα, λέγει κτίζεσθαι, οὕτω πάλιν ἔστιν ἀκοῦσαι τοῦ μὲν Κυρίου λέγοντος, ‘ἀπʼ ἀρχῆς δὲ ὁ κτίσας, ἄρσεν καὶ [*](Mark x. 6.) θῆλυ ἐποίησεν αὐτούς·’ Μωσέως δὲ ἐν τῇ ᾠδῇ γράφοντος, ‘Ἐπερωτήσατε ἡμέρας τὰς γενομένας προτέρας σου ἀπὸ τῆς [*](Deut. iv. 32.) ἡμέρας, ἧς ἔκτισεν ὁ Θεὸς ἄνθρωπον ἐπὶ τῆς γῆς, καὶ ἐπὶ τὸ ἄκρον τοῦ οὐρανοῦ·’ ὁ δὲ Παῦλος ἐν τῇ πρὸς Κολασσαεῖς φησιν, ὅς ἐστιν εἰκὼν τοῦ Θεοῦ τοῦ ἀοράτου, πρωτότοκος πάσης [*](Col. i. 15, 16.) κτίσεως· ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, τὰ ὁρατὰ καὶ τὰ ἀόρατα, εἴτε θρόνοι, εἴτε κυριότητες, εἴτε ἀρχαὶ, εἴτε ἐξουσίαι· τὰ πάντα διʼ αὐτοῦ καὶ εἰς αὐτὸν ἔκτισται, καὶ αὐτός ἐστι πρὸ πάντων.’

46. Ὅτι μὲν οὖν τὰ φύσει τὴν οὐσίαν ἔχοντα κτιστὴν κτίσματα λέγεται καὶ κτίζεται, ἀρκεῖ ταῦτα πρὸς ὑπόμνησιν εἰρῆσθαι, πλήρους οὔσης τῆς γραφῆς· ὅτι δὲ ἡ τοῦ ἔκτισεʼ μόνη λέξις λεγομένη οὐ πάντως τὴν οὐσίαν καὶ τὴν γένεσιν σημαίνει, ὁ μὲν Δαυῒδ ψάλλει, ‘Γραφήτω αὕτη εἰς γενεὰν ἑτέραν, καὶ [*](Ps. ci .(cii.) 18.) λαὸς ὁ κτιζόμενος αἰνέσει τὸν Κύριον·’ καὶ πάλιν, ‘Καρδίαν [*](Ib. ’I. (li.) 10.) καθαρὰν κτίσον ἐν ἐμοὶ, ὁ Θεός·’ ὁ δὲ Παῦλος ἐν τῇ πρὸς Ἐφεσίους φησὶ, ‘τὸν νόμον τῶν ἐντολῶν ἐν δόγμασι καταργήσας, [*](Eph. ii. 15.) ἵνα τοὺς δύο κτίσῃ ἐν ἑαυτῷ εἰς ἕνα καινὸν ἄνθρωπον·’ καὶ πάλιν· ἐνδύσασθε τὸν καινὸν ἄνθρωπον, τὸν κατὰ Θεὸν [*](Ib. iv. 24.) κτισθέντα ἐν δικαιοσύνῃ καὶ ὁσιότητι τῆς ἀληθείας.’ Οὔτε γὰρ ὁ Δαυῒδ λαόν τινα κατʼ οὐσίαν κτιζόμενον ἔλεγεν, οὔτε καρδίαν ἑτέραν ηὔχετο λαβεῖν, παῤ ἣν εἶχεν· ἀλλὰ τὴν κατὰ Θεὸν ἀνανέωσιν καὶ ἀνακαίνισιν ἐσήμαινεν. Οὔτε δὲ ὁ Παῦλος κατʼ οὐσίαν κτιζομένους ἐν τῷ Κυρίῳ δύο τινὰς ἐδήλου, ἀλλʼ οὐδὲ

116
ἄλλον τινὰ ἐνδύσασθαι ἡμᾶς ἄνθρωπον συνεβούλευεν· ἀλλὰ τὸν μὲν κατὰ Θεὸν ἄνθρωπον, τὸν κατʼ ἀρετὴν βίον ἔλεγε, τοὺς δὲ κτιζομένους ἐν Χριστῷ τοὺς ἀνακαινιζομένους ἐν αὐτῷ δύο λαοὺς ἐσήμαινε. Tοιοῦτόν ἐστι καὶ τὸ λεγόμενον παρὰ τῷ Ἱερεμίᾳ, [*](Jer. xxxi. 22.) ‘Ἔκτισε Κύριος σωτηρίαν καινὴν εἰς καταφύτευσιν, ἐν ᾗ σωτηρίᾳ [*](Cp. Ath. Exp. Fid. 3.) περιελεύσονται ἄνθρωποι·’ τοῦτο δὲ λέγων οὐκ οὐσίαν τινὰ κτίσματος σημαίνει, ἀλλὰ τὴν ἐν ἀνθρώποις ἀνακαινιζομένην σωτηρίαν προφητεύει, τὴν γενομένην ἐν Χριστῷ πρὸς ἡμᾶς. Τοιαύτης δὴ οὔσης καὶ τῆς διαφορᾶς, περί τε τῶν κτισμάτων καὶ τοῦ λεγομένου μόνον ‘ἔκτισεν,ʼ εἰ μὲν εὕρητέ που τὸν Κύριον λεγόμενον ἐν τῇ θείᾳ γραφῇ ‘κτίσμαʼ δείξατε καὶ μάχεσθε· εἰ δὲ μὴ γέγραπταί που κτίσμα εἶναι αὐτὸν, λέγει δὲ αὐτὸς περὶ ἑαυτοῦ ἐν Παροιμίαις, ‘Κύριος ἔκτισέ με,ʼ ἐντράπητε ὑπὸ τῆς προειρημένης διαφορᾶς, καὶ τῶν παροιμιωδῶς εἰρημένων· καὶ [*](Ad. Ep. Æg. 17.) λοιπὸν τὸ ‘ἔκτισεʼ μὴ κτίσμα ἀκούετε, ἀλλὰ τὸ περὶ αὐτὸν γενόμενον ἀνθρώπινον· τούτου γὰρ ἴδιόν ἐστι καὶ τὸ κτίζεσθαι. Ἐπεὶ πῶς οὐκ ἀδικεῖτε, ὅτι παρὰ μὲν τοῦ Δαυῒδ καὶ τοῦ Παύλου ἀκούοντες τὸ ‘ἔκτισεν’ οὐ τὴν οὐσίαν καὶ τὴν γένεσιν νοεῖτε, ἀλλὰ τὴν ἀνανέωσιν· παρὰ δὲ τοῦ Κυρίου ἀκούοντες τὸ ‘ἔκτισε,’ τὴν οὐσίαν αὐτοῦ τοῖς κτίσμασι συναριθμεῖτε; πάλιν τε ἀκούοντες, [*](Prov. ix. 1.) ‘Ἡ Σοφία ᾠκοδόμησεν ἑαυτῇ οἶκον, καὶ ὑπήρεισε στύλους ἑπτὰ,ʼ τὸν μὲν ‘οἶκον’ ἀλληγορεῖτε, τὸ δὲ ‘ἔκτισεν’ οὕτω λαμβάνοντες μεταποιεῖτε αὐτὸ εἰς κτίσμα· καὶ οὔτε τὸ εἶναι αὐτὸν δημιουργὸν ἐδυσώπησεν ὑμᾶς, οὔτε τὸ εἶναι αὐτὸν μόνον ἴδιον γέννημα τοῦ Πατρὸς ἐφοβήθητε· ἀλλὰ ἁπλῶς, ὡς πρὸς αὐτὸν ἀπογραψάμενοι, μάχεσθε, ἐλάττονά τε περὶ αὐτοῦ μᾶλλον ἢ περὶ ἀνθρώπων νοεῖτε.

47. Καὶ γὰρ καὶ αὐτὸ τὸ ῥητὸν δείκνυσιν ὑμῶν μόνον εὕρημα εἶναι τὸ λέγειν κτίσμα τὸν Κύριον. Τῆν γὰρ οὐσίαν ἑαυτοῦ γινώσκων ὁ Κύριος μονογενῆ Σοφίαν καὶ γέννημα τοῦ Πατρὸς, καὶ ἄλλην οὖσαν παρὰ τὰ γενητὰ καὶ τὰ φύσει κτίσματα, φιλανθρώπως νῦν λέγει, ‘Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ·’ ἴσον [*](Cp. Ps. xxxix. (xl.) 6.) τῷ εἰπεῖν, ‘Ὁ Πατὴρ σῶμά μοι κατηρτίσατο. καὶ εἰς ἀνθρώπους [*](Heb. x. 5.) με ἔκτισεν, ὑπὲρ τῆς τῶν ἀνθρώπων σωτηρίας.ʼ Καὶ γὰρ ὥσπερ [*](Cp. ad Epict. 8.) Ἰωάννου ἀκούοντες, ‘ὁ Λόγος σὰρξ ἐγένετο,ʼ οὐκ αὐτὸν ὅλον σάρκανοοῦμεν τὸν Λόγον, ἀλλὰ σάρκα ἐνδυσάμενον, καὶ γενόμενον

117
ἄνθρωπον· ἀκούοντές τε, ‘Χριστὸς γέγονεν ὑπὲρ ἡμῶν κατάρα,’ καὶ, [*](Gal. v. 18. 2 Cor. v. 21.) ‘τὸν μὴ γνόντα ἁμαρτίαν ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησεν,ʼ οὐκ αὐτὸ τοῦτο ὅλον κατάραν καὶ ἁμαρτίαν αὐτὸν νοοῦμεν γεγενῆσθαι, ἀλλʼ ὅτι τὴν μὲν καθʼ ἡμῶν κατάραν ἀνεδέξατο, ὡς εἶπεν ὁ ἀπόστολος, ἐξηγόρασεν ἡμᾶς ἐκ τῆς κατάρας·’ ‘τὰς δὲ ἁμαρτίας ἡμῶν,’ [*](Gal. iii. 13. Isa. liii. 4. 1 Pet. ii. 24.) ὡς μὲν ὁ Ἡσαΐας εἶπεν, ἐβάστασεν,’ ὡς δὲ ὁ Πέτρος ἔγραψεν. ‘ἀνήνεγκεν αὐτὰς τῷ σώματι ἐπὶ τὸ ξύλον.’ ὔτως ἐὰν ἀκούωμεν ἐν ταῖς Παροιμίαις τὸ ‘ἔκτισεν,ʼ οὐ δεῖ κτίσμα τῇ φύσει ὅλον νοεῖν τὸν Λόγον, ἀλλʼ ὅτι τὸ κτιστὸν ἐνδύσατο σῶμα, καὶ ὑπὲρ ἡμῶν ἔκτισεν αὐτὸν ὁ Θεὸς, εἰς ἡμᾶς τὸ κτιστὸν αὐτῷ καταρτίσας, ὡς γέγραπται, ‘σῶμα,ʼ ἵνʼ ἐν αὐτῷ ἀνακαινισθῆναι καὶ θεοποιηθῆναι δυνηθῶμεν. Τί τοίνυν ὑμᾶς ἠπάτησεν, ὦ ἀνόητοι, [*](Cp. iii. 33.) εἰπεῖν τὸν κτίστην ‘κτίσμα;ʼ ἢ πόθεν ἠγοράσατε ἑαυτοῖς τὸ καινὸν φρόνημα τοῦτο, καὶ ἐν αὐτῷ πομπεύετε; Αἱ γὰρ Παροιμίαι λέγουσι τὸ ‘ἔκτισεν·’ ἀλλʼ οὐ λέγουσι ‘κτίσμα’ τὸν Υἱὸν, ἀλλὰ γέννημα, καὶ κατὰ τὴν προειρημένην δὲ ἐκ τῶν Γραφῶν διαστολὴν, λέγω τοῦ ‘ἔκτισε’ καὶ τοῦ ‘κτίσματος,’ τὸ μὲν ἴδιον φύσει τοῦ Υἱοῦ μονογενῆ Σοφίαν αὐτὸν καὶ δημιουργὸν τῶν κτισμάτων γινώσκουσι· τὸ δὲ ‘ἔκτισε’ λέγουσαι, οὐκ ἐπὶ τῆς οὐσίας αὐτοῦ λέγουσιν, ἀλλὰ πολλῶν ‘ὁδῶν ἀρχὴνʼ αὐτὸν γίνεσθαι σημαίνουσιν, ὡς εἶναι ἐναντίον τὸ μὲν ‘ἔκτισε’ τῷ γεννήματι, τὸ λεγόμενον ‘ἀρχὴν ὁδῶνʼ τῷ εἶναι αὐτὸν μονογενῆ Λόγον.

48. Εἰ γὰρ γέννημά ἐστι, πῶς κτίσμα λέγετε αὐτόν; Οὐδεὶς [*](Cp. ad Ep. Æg. 14.) γὰρ, ἅπερ κτίζει, λέγει γεννᾷν, οὐδὲ τὰ ἴδια γεννήματα καλεῖ κτίσματα. Πάλιν τε εἰ μονογενής ἐστι, πῶς ‘ἀρχὴ τῶν ὁδῶνʼ αὐτὸς γίνεται; Ἀνάγκη γὰρ, αὐτὸν ἀρχὴν τῶν πάντων κτισθέντα, μηκέτι μόνον εἶναι, ἔχοντα τοὺς μετʼ αὐτὸν γενομένους. Καὶ γὰρ καὶ Ῥουβὴμ, ‘ἀρχὴ τῶν τέκνωνʼ γενόμενος, οὐκ ἦν μονογενὴς, [*](Gen. xlix. 3.) ἀλλὰ τῷ μὲν χρόνῳ πρῶτος, τῇ δὲ φύσει καὶ τῇ συγγενείᾳ εἷς ὢν τῶν μετʼ αὐτὸν ἐτύγχανεν. Οὐκοῦν εἰ καὶ ὁ Λόγος ‘ἀρχὴ τῶν ὁδῶν’ ἐστι, καὶ αὐτὸς ἂν εἴη οἷαι καὶ αἱ ὁδοὶ, αἵ τε ὁδοὶ τοιαῦται ἂν εἶεν οἷός ἐστι καὶ ὁ Λόγος, κἂν πρῶτος αὐτῶν τῷ χρόνῳ κτίζηται. Καὶ γὰρ καὶ πόλεως ἡ ἀρχὴ τοιαύτη ἐστὶν, οἷα καὶ τὰ ἄλλα μέρη τῆς πόλεώς ἐστι, αὐτά τε τὰ μέτη, συναπτόμενα τῇ ἀρχῇ, ὁλόκληρον καὶ μίαν τὴν πόλιν ἀποτελεῖ, ὡς ἑνὸς σώματος πολλὰ μέλη· καὶ οὐ τὸ μὲν αὐτῆς τῶν ποιούντων

118
ἐστὶ, τὸ δὲ τῶν γινομένων, καὶ ὑπόκειται τῷ ἑτέρῳ μέρει, ἀλλὰ πᾶσα παρὰ τοῦ πεποιηκότος ἐπίσης ἔχει τὴν ἐπιμέλειαν καὶ συνέστηκεν. Εἰ τοίνυν καὶ ὁ Κύριος οὕτως ἀρχὴ τῶν πάντων κτίζεται, ἀνάγκη μετὰ πάντων αὐτὸν μίαν τὴν κτίσιν ἀποτελεῖν, καὶ μήτε διαφέρειν τῶν ἄλλων, κἂν ἀρχὴ τῶν πάντων γένηται, μήτε Κύριον εἶναι τῶν ἄλλων μερῶν τῆς κτίσεως, κἂν τῷ χρόνῳ πρεσβύτερος ὢν τυγχάνῃ· μετὰ πάντων γὰρ καὶ αὐτὸς ἕνα τὸν τῆς δημιουργίας ἔχει λόγον καὶ δεσπότην. Πῶς δὲ ὅλως, εἰ κτίσμα καθʼ ὑμᾶς ἐστι, δύναται μόνος καὶ πρῶτος κτίζεσθαι, ὥστε καὶ ἀρχὴν εἶναι πάντων, δήλου ὄντος ἐκ τῶν προειρημένων, ὅτι ἐν τοῖς κτίσμασιν οὐδέν ἐστιν ἔμμονον καθʼ ἑαυτὸ καὶ πρῶτον γενόμενον, ἀλλὰ μετὰ πάντων ἅμα τὴν γένεσιν ἔχει, [*](1 Cor. xv. 41.) κἂν ‘τῇ δόξῃ διαφέρῃʼ τῶν ἄλλων; Οὐ γὰρ ἕκαστος τῶν ἀστέρων, οὐδὲ τῶν μεγάλων φωστήρων ὁ μὲν πρῶτος, ὁ δὲ δεύτερος ἐφάνη, ἀλλὰ μιᾷ ἡμέρᾳ καὶ τῷ αὐτῷ προστάγματι οἱ πάντες ἐκλήθησαν εἰς τὸ εἶναι, Οὕτω καὶ τῶν τετραπόδων καὶ πετεινῶν, καὶ νηκτῶν, καὶ κτηνῶν, καὶ τῶν φυτῶν ἡ γένεσις ἐπλάσθη· οὕτω καὶ τὸ κατʼ εἰκόνα γένος γέγονε τῶν ἀνθρώπων· εἰ γὰρ καὶ ὁ Ἀδὰμ ἐκ γῆς μόνος ἐπλάσθη, ἀλλʼ ἐν αὐτῷ ἦσαν οἱ λόγοι τῆς διαδοχῆς παντὸς τοῦ γένους.

[*](Rom. i. 20.)

49. Ἀπὸ δὲ τῆς φαινομένης κτίσεως τοῦ κόσμου ‘τὰ ἀόρατα αὐτοῦ τοῖς ποιήμασι νοούμενα καθορῶμεν,ʼ ὅτι κἀκεῖ οὐ καθʼ ἕνα ἕκαστον ὁρῶμεν· οὐδὲ τὸ μὲν πρῶτον, τὸ δὲ δεύτερον, ἀλλὰ ὁμοῦ πάντα κατὰ γένος συνέστη. Οὐ γὰρ ἕκαστον ἠρίθμησεν ὁ [*](Col. i. 16.) ἀπόστολος, ὥστε εἰπεῖν, ‘εἴτε ἄγγελος, εἴτε θρόνος, εἴτε κυριότης, καὶ ἐξουσία· ἀλλʼ ὁμοῦ πάντα κατὰ τὴν τάξιν λέγει, ‘εἴτε ἄγγελοι, εἴτε ἀρχάγγελοι, εἴτε ἀρχαί·ʼ τῶν γὰρ κτισμάτων τοιαύτη ἡ γένεσις. Εἴπερ οὖν, καθὰ προεῖπον, κτίσμα ἦν ὁ Λόγος, ἔδει μὴ πρῶτον, ἀλλὰ μετὰ τῶν ἄλλων δυνάμεων ἅμα γίνεσθαι, κἂν τῇ δόξῃ πλέον τῶν ἄλλων ὑπερέχῃ· οὕτω γὰρ καὶ ἐπὶ τῶν ἄλλων εὑρεῖν ἔστιν, ὅτι ἅμα μὲν γεγόνασι, καὶ οὐκ ἔστι πρῶτος ἢ δεύτερος, διαφέρουσι δὲ ἀλλήλων ἐν δόξῃ, καὶ οἱ μὲν ἐκ δεξιῶν, οἱ δὲ κύκλῳ, καὶ ἄλλοι ἐξ ἀριστερῶν, καὶ πάντες [*](i. 61.) ὑμνοῦσιν ἅμα, καὶ παρεστήκασι λειτουργοῦντες τῷ Κυρίῳ. Οὐκοῦν εἰ κτίσμα ἐστὶν ὁ Λόγος, οὐ πρῶτος ἂν εἴη, οὐδὲ ἀρχὴ [*](Col. i. 17.) τῶν ἄλλων· εἰ δὲ ‘πρὸ πάντωνʼ ἐστὶν, ὥσπερ οὖν καὶ ἔστι, καὶ

119
μόνος αὐτὸς πρῶτος καὶ Υἱός ἐστιν, οὐκ ἄρα οὐδὲ ‘ἀρχὴ τῶν πάντωνʼ τῇ οὐσίᾳ ἐστίν· ἐν γὰρ τοῖς πᾶσι καὶ ἡ ἀρχὴ τῶν πάντων συναριθμεῖται. Εἰ δὲ μὴ ἀρχή ἐστιν, οὐδὲ κτίσμα ἐστίν· ἀλλʼ εὔδηλον ἂν εἴη ὡς τῇ οὐσίᾳ καὶ τῇ φύσει τῶν μὲν κτισμάτων διέστηκε, καὶ ἄλλος ἐστὶν αὐτῶν· τοῦ δὲ μόνου καὶ ἀληθινοῦ Θεοῦ ὁμοίωσις καὶ εἰκών ἐστι, μόνος καὶ αὐτὸς ὑπάρχων. Διὰ τοῦτο γοῦν οὐδὲ τοῖς κτίσμασιν αὐτὸν συντάττουσιν αἱ γραφαί· ἀλλʼ ὁ μὲν Δαυῒδ ἐπιπλήττει τοῖς τοιοῦτον αὐτὸν κἂν ἐνθυμεῖσθαι τολμῶσι, λέγων, ‘Τίς ὅμοιός σοι ἐν θεοῖς, Κύριε;’ καὶ, [*](Ps. lxxxv. (lxxxvi.) 8.) ‘τίς ὁμοιωθήσεται τῷ Κυρίῳ ἐν υἱοῖς Θεοῦ;’ Ὁ δὲ Βαροὺχ, [*](Ib. lxxxviii. (lxxxix). 6. Bar. iii. 36.) ‘Oὗτος ὁ Θεὸς ἡμῶν, οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν.’ Ὁ μὲν γὰρ κτίζει, τὰ δὲ κτίζεται· καὶ ὁ μὲν τῆς τοῦ Πατρὸς οὐσίας ἴδιός ἐστι Λόγος καὶ Σοφία· τὰ δὲ γενόμενα, οὐκ ὄντα πρότερον, δι᾿ αὐτοῦ τοῦ Λόγου πεποίηται.

50. Τὸ ἄρα πολυθρύλλητον παρʼ ὑμῶν εἰρημένον, ‘Κτίσμα [*](i. 5.) ἐστὶν ὁ Υἰὸς,ʼ οὐκ ἔστιν ἀληθὲς, ἀλλʼ ὑμῶν φαντασία μόνη· καὶ κατηγορεῖσθε παρὰ τοῦ Σολομώνος, ὅτι πολλάκις αὐτοῦ κατεψεύσασθε. Οὐ γὰρ εἴρηκεν αὐτὸν κτίσμα, ἀλλὰ γέννημα καὶ Σοφίαν Θεοῦ, λέγων, ‘Ὁ Θεὸς τῇ σοφίᾳ ἐθεμελίωσε τὴν γῆν· καὶ, [*](Prov. iii. 19.) ‘Ἡ σοφία ᾠκοδόμησεν ἑαυτῇ οἶκον.’ Καὶ αὐτὸ δὲ τὸ ῥητὸν [*](Ib.ix. 1.) ἐξεταζόμενον ἐλέγχει τὴν δυσσέβειαν ὑμῶν· γέγραπται γὰρ, ‘Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ·’ Οὐκοῦν εἰ πρὸ πάντων ἐστὶν αὐτὸς, λέγει δὲ, ‘ἔκτισέ με,ʼ οὐχ ‘ἵνα ποιήσω τὰ ἔργα,’ ἀλλʼ ‘εἰς τὰ ἔργα,ʼ ἢ δεύτερόν ἐστιν αὐτοῦ τὸ ‘ἔκτισεν,’ ἢ φανήσεται δεύτερος αὐτὸς τῶν ἔργων, εὑρίσκων αὐτὰ κτιζόμενος ἤδη πρὸ αὐτοῦ ὑφεστῶτα, ἐφʼ ἃ καὶ γίνεται. Εἰ δὲ τοῦτο, πῶς ἔτι ‘πρὸ πάντωνʼ ἐστὶν αὐτός; Πῶς δὲ καὶ ‘πάντα διʼ αὐτοῦ ἐγένετο,ʼ καὶ ‘ἐν αὐτῷ συνέστηκεν;’ Ἰδοὺ [*](John i. 3. Col. i. 17.) γὰρ καθʼ ὑμᾶς καὶ πρὸ αὐτοῦ συνειστήκει τὰ ἔργα, εἰς ἃ κτίζεται καὶ ἀποστέλλεται. Ἀλλʼ οὐκ ἔστιν οὕτω· μὴ γένοιτο· ψευδής ἐστι τῶν αἱρετικῶν ἡ διάνοια. Οὐ γὰρ κτίσμα ἐστὶν, ἀλλὰ κτίστης μέν ἐστιν ὁ τοῦ Θεοῦ Λόγος· τότε δὲ λέγει παροιμιωδῶνς, ‘ἔκτισέ με,ʼ ὅτε τὴν κτιστὴν ἐνεδύσατο σάρκα. Καὶ τοῦτο πάλιν δυνατόν ἐστι καὶ ἐξ αὐτοῦ τοῦ ῥητοῦ διανοεῖσθαι. Υἱὸς γὰρ ὢν καὶ Πατέρα τὸν Θεὸν ἔχων, (αὐτοῦ γὰρ ἴδιόν ἐστι γέννημα,) ὅμως ‘Κύριονʼ νῦν ὀνομάζει τὸν Πατέρα· οὐχ ὅτι

120
[*](Phil. ii. 7.) δοῦλος ἦν, ἀλλʼ ὅτι ‘τὴν τοῦ δούλου μορφὴν ἀνέλαβεν.’ Ἔπρεπε γὰρ αὐτὸν, ὥσπερ ὄντα Λόγον ἐκ τοῦ Πατρὸς, ‘Πατέρα’ τὸν Θεὸν καλεῖν· τοῦτο γὰρ ἴδιον υἱοῦ πρὸς πατέρα· [*](John iv. 34.) οὕτως ἐλθόντα τελειῶσαι τὸ ἔργον,ʼ καὶ δούλου λαβόντα μορφὴν, ‘Κύριονʼ ὀνομάζειν τὸν Πατέρα. Καὶ ταύτην τὴν διαφορὰν αὐτὸς ἐδίδαξε μετὰ καλῆς τῆς διαστολῆς, λέγων ἐν τοῖς εὐαγγελίοις, ‘Ἐξομολογοῦμαί σοι, Πάτερ· εἶτα, ‘Κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς.’ Ἑαυτοῦ μὲν γὰρ εἶναι Πατέρα τὸν Θεὸν λέγει, τῶν δὲ κτισμάτων αὐτὸν ‘Κύριον’ ὀνομάζει· ὡς ἐκ τούτου δείκνυσθαι λευκῶς, ὅτι, ἡνίκα τὸ κτιστὸν ἐνεδύσατο, τότε τὸν Πατέρα καλεῖ ‘Κύριονʼ Καὶ γὰρ καὶ ἐν τῇ προσευχῇ τοῦ Δαυῒδ τὴν αὐτὴν διαφορὰν σημαίνει τὸ Πνεῦμα τὸ ἅγιον, διὰ [*](Ps. lxxxv. (lxxxvi.) 16.) τῶν ψαλμῶν λέγον, ‘δὸς τὸ κράτος σου τῷ παιδί σου, καὶ σῶσον τὸν υἱὸν τῆς παιδίσκης σου.’ Ἄλλος γάρ ἐστιν ὁ φύσει καὶ ἀληθινὸς παῖς τοῦ Θεοῦ, καὶ ἄλλα τὰ τῆς παιδίσκης τέκνα, ἥτις ἐστὶ τῶν γενητῶν ἡ φύσις. Διὸ καὶ ὁ μὲν, ὡς Υἱὸς, ἔχει τὸ πατρικὸν κράτος, τὰ δὲ σωτηρίας ἐστὶ δεόμενα.

51. Εἰ δ᾿ ὅτι ‘παῖς’ ἐκλήθη φλυαροῦσι, γινωσκέτωσαν ὅτι [*](Cp. Gen. xxi. 7.) καὶ Ἰσαὰκ παῖς ὠνομάσθη τοῦ’ Ἀβραὰμ, καὶ ὁ υἱὸς τῆς Σουμανίτιδος [*](4 Kings (2 K.) iv. 18. ) παιδάριον ἐκλήθη. Εἰδότως ἄρα, δούλων ἡμῶν ὄντων, ὅτε γέγονεν ὡς ἡμεῖς, ‘Κύριον’ τὸν Πατέρα καλεῖ καὶ αὐτὸς, ὡς ἡμεῖς· καὶ τοῦτο δὲ διλανθρωπευόμενος οὕτω πεποίηκεν, ἵνα καὶ [*](Gal. iv. 6.) ἡμεῖς, δοῦλοι κατὰ φύσιν ὄντες, καὶ δεξάμενοι τὸ Πνεῦμα τοῦ Υἱοῦ,ʼ θαῤῥήσωμεν τὸν φύσει Κύριον ἑαυτῶν, τοῦτον τῇ χάριτι [*](Cp. c. 59.) ‘Πατέραʼ καλεῖν. Ἀλλʼ ὥσπερ ἡμεῖς τὸν Κύριον ‘Πατέραʼ καλοῦντες, οὐκ ἀρνούμεθα τὴν κατὰ φύσιν δουλείαν· (αὐτοῦ γάρ [*](Ps. xcix. (c.) 3.) ἐσμεν ἔργα, καὶ   ‘αὐτὸς ἐποίησεν ἡμᾶς καὶ οὐχ ἡμεῖς·’) οὕτως ὅταν ὁ Υἱὸς τὴν τοῦ δούλου μορφὴν λαμβάνων λέγῃ, ‘Κύριος [*](Cp. i. 11.) ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ,’ μὴ ἀρνείσθωσαν τὴν ἀϊδιότητα τῆς τούτου θεότητος, καὶ ὅτι ‘ἐν ἀρχῇ μὲν ἦν ὁ Λόγος,’ καὶ ‘πάντα διʼ αὐτοῦ γέγονε καὶ ‘ἐν αὐτῷ τὰ πάντα ἐκτίσθη.’ Τὸ δὲ ἐν ταῖς Παροιμίαις ῥητὸν, καθὰ προεῖπον, οὐ τὴν οὐσίαν, ἀλλὰ τὸ ἀνθρώπινον τοῦ Λόγου σημαίνει· εἰ γὰρ ‘εἰς ἔργαʼ φησὶν ἐκτίσθαι, φαίνεται μὴ τὴν οὐσίαν ἑαυτοῦ σημᾶναι [*](Cp. c. 6.) θέλων, ἀλλὰ τὴν εἰς τὰ ἔργα αὐτοῦ οἰκονομίαν γενομένην, ὅπερ δεύτερόν ἐστι τοῦ εἶναι. Τὰ γὰρ γινόμενα καὶ κτιζόμενα

121
προηγουμένως ἔνεκα τοῦ εἶναι καὶ τοῦ ὑπάρχειν πεποίηται, καὶ δεύτερον ἔχουσι τὸ ποιεῖν, περὶ ὧν ἂν αὐτοῖς ὁ Λόγος προστάττῃ, ὡς ἐπὶ πάντων ἔστιν ἰδεῖν τὸ τοιοῦτον. Ἀδὰμ γὰρ ἐκτίσθη, οὐχ ἵνα ἐργάζηται, ἀλλʼ ἵνα πρῶτον ὑπάρχῃ ἄνθρωπος· μετὰ ταῦτα γὰρ ἔλαβε τὴν ἐντολὴν τοῦ ἐργάζεσθαι. Νῶε δὲ ἐκτίσθη οὐ διὰ τὴν κιβωτὸν, ἀλλʼ ἵνα πρῶτον ὑπάρχῃ καὶ ἄνθρωπος γένηται· μετὰ ταῦτα γὰρ ἔλαβεν ἐντολὴν κατασκευάσαι τὴν κιβωτόν· καὶ ἐφʼ ἑκάστου δὲ ζητῶν ταῦτα εὕροι τις. Καὶ γὰρ καὶ Μωσῆς ὁ μέγας πρῶτον ἄνθρωπος γέγονε, καὶ δεύτερον τὴν ἡγεμονίαν τοῦ λαοῦ πεπίστευται. Οὐκοῦν καὶ ἐνταῦθα τοῦτο νοεῖν ἔξεστιν· ὁρᾷς γὰρ, ὅτι οὐκ εἰς τὸ εἶναι κτίζεται, ἀλλ᾿ ‘ἐν ἀρχῇ μὲν ἦν ὁ Λόγος,’ μετὰ ταῦτα δὲ εἰς τὰ ἔργα πέμπεται, καὶ τὴν τούτων οἰκονομίαν· καὶ γὰρ πρὶν γενέσθαι τὰ ἔργα, ἦν μὲν ἀεὶ ὁ Υἱὸς, οὔπω δὲ χρεία ἦν αὐτὸν καὶ κτισθῆναι. Ὄτε δὲ ἐκτίσθη τὰ ἔργα, καὶ χρεία μετὰ ταῦτα γέγονε τῆς εἰς διόρθωσιν αὐτῶν οἰκονομίας, τότε δὴ καὶ ὁ Λόγος δέδωκεν ἑαυτὸν εἰς τὸ συγκαταβῆναι καὶ ὁμοιωθῆναι τοῖς ἔργοις· ὅπερ διὰ μὲν τῆς ‘ἔκτισεʼ λέξεως ἡμῖν δεδήλωκε, διὰ δὲ τοῦ προφήτου Ἡσαΐου τὸ ὅμοιον σημᾶναι θέλων, πάλιν λέγει, ‘Καὶ [*](Isa. xlix. 5.) νῦν οὕτω λέγει Κύριος, ὁ πλάσας με ἐκ κοιλίας δοῦλον ἑαυτῷ, τοῦ συναγαγεῖν τὸν Ἰακὼβ πρὸς αὐτὸν, καὶ Ἰσραήλ· συναχθήσομαι καὶ δοξασθήσομαι ἐναντίον Κυρίου.ʼ

52. Ἰδοὺ καὶ ἐνταῦθα οὐκ εἰς τὸ εἶναι πλάττεται, ἀλλʼ ἕνεκα τοῦ ‘συναγαγεῖν’ τὰς φυλὰς, τὰς καὶ πρὸ τοῦ πλασθῆναι τοῦτον ὑπαρχούσας. Ὥσπερ γὰρ ἐκεῖ τὸ ‘ἔκτισεν,’ οὕτως ὧδε τὸ ‘ἔπλασε·’ καὶ ὡς ἐκεῖ, ‘εἰς τὰ ἔργα οὕτως ὧδε, ‘ εἰς τὸ συναγαγεῖν·’ ὥστε πανταχόθεν φαίνεσθαι τοῦ εἶναι τὸν Λόγον δεύτερον λέγεσθαι τὸ ‘ἔκτισε,’ καὶ τὸ ‘ἔπλασε.’ Καὶ γὰρ ὥσπερ πρὸ τῆς πλάσεως ὑπῆρχον αἱ φυλαὶ δι᾿ ἃς καὶ ἐπλάσθη· οὕτως ὑπάρχειν καὶ τὰ ἔργα φαίνεται, εἰς ἃ καὶ ἐκτίσθη, Καὶ ὅτε μὲν ‘ἐν ἀρχῇ ἦν ὁ Λόγος οὔπω ἦν τὰ ἔργα, καθὰ προεῖπον· ὅτε δὲ τὰ ἔργα γέγονε, καὶ ἡ χρεία ἀπῄτησε, τότε τὸ ‘ἔκτισεν’ εἴρηται. Καὶ ὥσπερ ἂν εἴ τις υἱὸς, παραπολομένων κτημάτων καὶ παρὰ πολεμίοις ὄντων, ἐξ ἀμελείας αὐτῶν, χρείας τε καταλαβούσης, εἰ πέμποιτο παρὰ τοῦ πατρὸς συλλαβέσθαι καὶ συναγαυεῖν αὐτὰ, καὶ οὗτος ἀπερχόμενος, ἐπενδιδύσκοιτο τὴν ὁμοίαν

122
ἐκείνων ἐσθῆτα, καὶ σχηματίζοι ἑαυτὸν ὡς ἐκεῖνοι, ἵνα μὴ ὡς δεσπότην αὐτὸν ἐπιγνόντες οἱ κατέχοντες φύγωσι, καὶ κωλυθῇ κατελθεῖν καὶ πρὸς τοὺς ὑπὸ γῆν κρυπτομένους παῤ ἐκείνων· εἶτα εἴ τις πυνθάνοιτο τούτου, διὰ τί οὕτως; ὁ τοιοῦτος εἶπεν ἂν, ‘Ὁ πατὴρ οὕτω με ἔπλασε καὶ κατήρτισεν εἰς τὰ ἔργα αὐτοῦ·’ λέγων τε οὕτως, οὔτε δοῦλον ἑαυτὸν οὔτε ἕνα τῶν ἔργων εἶναι σημαίνει· οὔτε δὲ τὴν ἀρχὴν τῆς γενέσεως αὐτοῦ λέγει, ἀλλὰ τὴν ὕστερον αὐτῷ δοθεῖσαν εἰς τὰ ἔργα φροντίδα· τὸν αὐτὸν τρόπον καὶ ὁ Κύριος, ἐπενδυσάμενος τὴν ἡμετέραν σάρκα, [*](Phil. ii. 8.) καὶ ‘σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος,’ εἰ ἐρωτηθείη παρὰ τῶν οὕτως αὐτὸν ὁρώντων καὶ θαυμαζόντων, εἴποι ἂν, ‘Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ·’ καὶ, ‘ἔπλασέ με τοῦ συναγαγεῖν τὸν Ἰσραήλ.’ Τοῦτο δὲ πάλιν καὶ τὸ Πνεῦμα [*](Ps. viii. 6.) προσημαῖνον ἐν ψαλμοῖς ἔλεγε, ‘κατέστησας αὐτὸν ἐπὶ τὰ ἔργα τῶν χειρῶν σου·’ ὅπερ καὶ περὶ ἑαυτοῦ σημαίνων αὐτὸς ὁ [*](Ib. ii 6.) Κύριός φησιν, ‘ Ἐγὼ δὲ κατεστάθην βασιλεὺς ὑπʼ αὐτοῦ ἐπὶ Σιὼν ὄρος τὸ ἅγιον αὐτοῦ,’ Ὥσπερ δὲ, ὅτε ἐπέλαμψε σωματικῶς τῇ Σιὼν, οὐκ ἀρχὴν εἶχεν εἶναι οὐδὲ τοῦ βασιλεύειν· ἀλλὰ ὢν Λόγος τοῦ Θεοῦ καὶ ἀίδιος βασιλεὺς, κατηξίωσεν ἀνθρωπίνως ἐπιλάμψαι τὴν βασιλείαν ἑαυτοῦ καὶ ἐν τῇ Σιὼν, ἵνα ἀπὸ τῆς [*](Rom. v. 21.) ‘βασιλευούσης ἐν αὐτοῖς ἁμαρτίας λυτρωσάμενος αὐτούς τε καὶ ἡμᾶς, ποιήσῃ ὑπὸ τὴν πατρικὴν βασιλείαν ἑαυτοῦ· οὕτω καθιστάμενος ‘εἰς τὰ ἔργα,’ οὐκ εἰς τὰ μηδέπω ὄντα, ἀλλʼ εἰς τὰ ἤδη ὄντα καὶ δεόμενα διορθώσεως καθίσταται.

53. Τὸ ἄρα ‘ἔκτισε’ καὶ τὸ ‘ἔπλασεʼ καὶ τὸ ‘κατέστησε,’ τὴν αὐτὴν ἔχοντα διάνοιαν, οὐ τὴν ἀρχὴν τοῦ εἶναι αὐτὸν, οὐδὲ τὴν οὐσίαν αὐτοῦ κτιστὴν δείκνυσιν, ἀλλὰ τὴν εἰς ἡμᾶς αὐτοῦ κατʼ εὐεργεσίαν γενομένην ἀνανέωσιν. Ταῦτα γοῦν λέγων, ἐδίδασκεν ὅμως καὶ πρὸ τούτων ὑπάρχειν ἑαυτὸν, ὅτε ἔλεγε, [*](John viii. 58. Prov. viii. 27, 30.) ‘πρὶν Ἀβραὰμ γενέσθαι, ἐγώ εἰμι·’ καὶ, ‘ἡνίκα τὸν οὐρανὸν ἡτοίμαζε, συμπαρήμην αὐτῷ·’ καὶ, ‘ἤμην παῤ αὐτῷ ἁρμόζουσα.’ Ὥσπερ δὲ ἦν αὐτὸς ‘πρὶν Ἀβραὰμ γενέσθαι,’ ὁ δὲ Ἰσραὴλ μετὰ τὸν Ἀβραὰμ γέγονε, καὶ δῆλόν ἐστιν ὅτι προϋπάρχων ὕστερον ‘πλάττεται,’ καὶ ἡ πλάσις οὐ τὴν ἀρχὴν τοῦ εἶναι, ἀλλὰ τὴν ἐνανθρώπησιν σημαίνει, ἐν ᾗ καὶ ἐπισυνάγει τὰς φυλὰς τοῦ Ἰσραήλ· οὕτως ἄρα ἀεὶ συνὼν τῷ Πατρὶ, αὐτὸς τῆς

123
κτίσεως δημιουργός ἐστι, καὶ δῆλόν ἐστιν ὅτι δεύτερά ἐστιν αὐτοῦ τὰ ἔργα, καὶ τὸ ‘ἔκτισενʼ οὐκ ἀρχὴν τοῦ εἶναι αὐτὸν, ἀλλὰ τὴν εἰς τὰ ἔργα γενομένην οἰκονομίαν, ἣν ἐν τῇ σαρκὶ πεποίηκε, γνωρίζει. Ἔπρεπε γὰρ, ἄλλον αὐτὸν ὄντα τῶν ἔργων, καὶ μᾶλλον δημιουργὸν αὐτῶν ὄντα αὐτὸν, καὶ τὴν τούτων ἀνανέωσιν εἰς ἑαυτὸν ἀναδέξασθαι, ἵνα, αὐτοῦ κτιζομένου εἰς ἡμᾶς, τὰ πάντα εἰς ἑαυτὸν ἀνακτίσηται. Καὶ γὰρ λέγων ‘ἔκτισεν, εὐθὺς καὶ τὴν αἰτίαν ἐπήγαγε, λέγων, τὰ ἔργα,ʼ ἵνα τὸ ‘εἰς τὰ ἔργα κτίζεσθαιʼ τὸ γίνεσθαι ἄνθρωπον δηλώσῃ εἰς τὴν τούτων ἀνανέωσιν. Καὶ τοῦτο ἔθος ἐστὶ τῇ θείᾳ γραφῇ· ὅταν μὲν γὰρ σημαίνῃ τὴν κατὰ σάρκα γένεσιν τοῦ Λόγου, τίθησι καὶ τὴν αἰτίαν, διʼ ἣν γέγονεν ἄνθρωπος· ὅταν δὲ περὶ τῆς θεότητος αὐτοῦ αὐτός τε λέγῃ, καὶ οἱ τούτου θεράποντες ἐπαγγέλλωσι, πάντα ἁπλῇ τῇ λέξει, ἀπολελυμένῃ τε τῇ διανοίᾳ, καὶ οὐδὲν μετὰ συμπεπλεγμένης αἰτίας λέγεται. Τοῦ γὰρ Πατρός ἐστιν ἀπαύγασμα· ὥσπερ δὲ ὁ Πατὴρ οὐ διά τινα αἰτίαν ἐστὶν, οὕτως οὐδὲ τοῦ ἀπαυγάσματος τούτου χρὴ ζητεῖν τὴν αἰτίαν. ‘Ἐν ἀρχῇ οὖν ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος γέγραπται· καὶ οὐκ ἔχει τὸ διὰ τί ὅτε δὲ ‘ὁ Λόγος σὰρξ ἐγένετο,’ τότε καὶ τὴν αἰτίαν τίθησι, δι᾿  ἣν γέγονε, λέγων ‘καὶ ἐσκήνωσεν ἐν ἡμῖν,ʼ Πάλιν τε ὁ ἀπόστολος [*](Phil. ii. 6.) λέγων, ‘ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων,ʼ οὐκ ἔθηκε τὴν αἰτίαν εἰ μὴ ὅτε ‘τὴν μορφὴν ἔλαβε τοῦ δούλου·᾿ τότε γὰρ ἐπιφέρει λέγων, ‘ἐταπείνωσεν ἑαυτὸν μέχρι θανάτου, θανάτου δὲ σταυποῦ᾿ διὰ ταῦτα γὰρ καὶ σὰρξ γέγονε καὶ μορφὴν ἔλαβε δούλου.

54. Αὐτός τε ὁ Κύριος πολλὰ μὲν ἐν παροιμίαις λελάληκε· περὶ δὲ αὐτοῦ σημαίνων, ἀπολελυμένως εἴρηκεν, ‘ἐγὼ ἐν τῷ [*](John xiv. 10.) Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί·᾿ καὶ, ‘ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν·’ [*](Ib. x. 30.) καὶ, ‘ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα·’ καὶ, ἐγώ εἰμι τὸ [*](Ib. xiv. 9. Ib. viii. 12. Ib. xiv. 6.) φῶς τοῦ κόσμου· καὶ, ‘Ἐγώ εἰμι ἡ ἀλήθεια·’ οὐ τιθεὶς ἐφʼ ἑκάστου τὴν αἰτίαν, οὐδὲ τὸ διὰ τί, ἵνα μὴ δεύτερος ἐκείνων εἶναι φαίνηται, ὧν χάριν καὶ γέγονεν. Ἀνάγκη γὰρ προηγεῖσθαι τὴν αἰτίαν τούτου, ἧς ἄνευ οὐκ ἂν οὐδʼ αὐτὸς ἐγεγόνει. Παῦλος γοῦν ‘ἀφωρισμένος ἀπόστολος εἰς εὐαγγέλιον, ὃ προεπηγγείλατο [*](Rom. i 1.) ὁ Κύριος διὰ τῶν προφητῶν εἶχε πρὸ ἑαυτοῦ τὸ εὐαγγέλιον, οὗ καὶ γέγονε ‘διάκονος·’ καὶ ὁ Ἰωάννης μὲν, προχειρισθεὶς [*](Eph. iii. 7.)

124
εἰς τὸ προοδεῦσαι τοῦ Κυρίου, πρὸ ἑαυτοῦ εἶχε τὸν Κύριον· ὁ δὲ Κύριος οὐκ ἔχων πρὸ ἑαυτοῦ αἰτίαν τοῦ εἶναι Λόγος, ἢ μόνον ὅτι τοῦ Πατρός ἐστι γέννημα καὶ Σοφία μονογενὴς, ὅταν ἄνθρωπος γίνεται, τότε καὶ τὴν αἰτίαν τίθησι, διʼ ἣν μέλλει σάρκα φορεῖν· [*](Cp. i. 49.) προηγεῖται γὰρ τοῦ γενέσθαι αὐτὸν ἄνθρωπον ἡ τῶν ἀνθρώπων χρεία, ἧς ἄνευ οὐκ ἂν ἐνεδύσατο σάρκα. Τίς δὲ ἡ χρεία, δι᾿ ἧν γέγονεν ἄνθρωπος, αὐτὸς μὲν ὁ Κύριος σημαίνων ταύτην ἔλεγε, [*](John vi. 38—40.) ‘καταβέβηκα ἐκ τοῦ οὐρανοῦ, οὐχ ἵνα ποιήσω τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με. Τοῦτο δέ ἐστι τὸ θέλημα τοῦ πέμψαντός με, ἵνα πᾶν, ὃ δέδωκέ μοι, μὴ ἀπολέσω ἐξ αὐτοῦ, ἀλλὰ ἀναστήσω αὐτὸ ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ· τοῦτο γάρ ἐστι τὸ θέλημα τοῦ Πατρός μου, ἵνα πᾶς ὁ θεωρῶν τὸν Υἱὸν καὶ πιστεύων εἰς αὐτὸν ἔχῃ ζωὴν αἰώνιον, καὶ ἐγὼ ἀναστήσω αὐτὸν [*](Ib. xii. 46.) ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ Καὶ πάλιν, ‘ Ἐγὼ φῶς εἰς τὸν κόσμον ἐλήλυθα, ἵνα πᾶς ὁ πιστεύων εἰς ἐμὲ ἐν τῇ σκοτίᾳ μὴ μείνῃ.’ [*](Ib. xviii. 37.) Καὶ πάλιν φησὶν, ‘Ἐγὼ εἰς τοῦτο γεγέννημαι, καὶ εἰς τοῦτο ἐλήλυθα εἰς τὸν κόσμον, ἵνα μαρτυρήσω τῇ ἀληθείᾳ.’ Ὁ δὲ [*](1 John iii. 8.) Ἰωάννης ἔγραψεν, ‘εἰς τοῦτο ἐφανερώθη ὁ Υἱδς τοῦ Θεοῦ, ἵνα λύσῃ τὰ ἔργα τοῦ διαβόλου.’

55. Διὰ τὸ μαρτυρῆσαι ἄρα, καὶ ὑπὲρ ἡμῶν ἀναδέξασθαι θάνατον, καὶ διὰ τὸ ἀναστῆσαι τοὺς ἀνθρώπους, καὶ ‘λῦσαι τὰ ἔργα τοῦ διαβόλουʼ ἐλήλυθεν ὁ Σωτὴρ, καὶ αὕτη ἐστὶν ἡ αἰτία τῆς ἐνσάρκου παρουσίας αὐτοῦ, Ἄλλως γὰρ ἀνάστασις οὐκ ἂν ἐγένετο, εἰ μὴ θάνατος ἐγεγόνει· θάνατος δὲ πῶς ἂν ἐγεγόνει, [*](i. 44.) εἰ μὴ τὸ ἀποθνῆσκον ἐσχήκει σῶμα; Τοῦτο παῤ αὐτοῦ μαθὼν [*](Heb. ii. 14, 15.) καὶ ὁ ἀπόστολος ἔλεγεν·  ‘Ἐπεὶ οὖν τὰ παιδία κεκοινώνηκεν αἵματος καὶ σαρκὸς, καὶ αὐτὸς παραπλησίως μετέσχε τῶν αὐτῶν, ἵνα διὰ τοῦ θανάτου καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, τὸν διάβολον, καὶ ἀπαλλάξῃ τούτους, ὅσοι φόβῳ θανάτου [*](1 Cor. xv. 21. )διὰ παντὸς τοῦ ζῆν ἔνοχοι ἦσαν δουλείας·᾿ καὶ, ‘Ἐπειδὴ γὰρ διʼ ἀνθρώπου ὁ θάνατος, καὶ διʼ ἀνθρώπου ἀνάστασις νεκρῶν·’ καὶ [*](Rom. viii. 3, 4.) πάλιν, ‘Τὸ γὰρ ἀδύνατον τοῦ νόμου, ἐν ᾧ ἠσθένει διὰ τῆς σαρκὸς, ὁ Θεὸς τὸν ἑαυτοῦ Υἱὸν πέμψας ἐν ὁμοιώματι σαρκὸς ἀμαρτίας, καὶ περὶ ἁμαρτίας κατέκρινε τὴν ἁμαρτίαν ἐν τῇ σαρκί· ἵνα τὸ δικαίωμα τοῦ νόμου πληρωθῇ ἐν ἡμῖν, τοῖς μὴ κατὰ σάρκα περιπατοῦσιν [*](John iii. 17.) ἀλλὰ κατὰ πνεῦμα.’ Καὶ ὁ δὲ Ἰωάννης φησὶν, ‘Οὐ γὰρ

125
ἀπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν αὐτοῦ εἰς τὸν κόσμον, ἵνα κρίνῃ τὸν κόσμον, ἀλλʼ ἵνα σωθῇ ὁ κόσμος διʼ αὐτοῦ, Πάλιν δὲ καὶ ὁ Σωτὴρ διʼ ἑαυτοῦ ἔλεγεν, ‘Εἰς κρῖμα ἐγὼ ἐλήλυθα εἰς τὸν [*](John ix. 39.) κόσμον τοῦτον, ἵνα οἱ μὴ βλέποντες βλέπωσι, καὶ οἱ βλέποντες τυφλοὶ γένωνται.᾿ Οὐ δι᾿ ἑαυτὸν ἄρα, ἀλλὰ διὰ τὴν ἡμετέραν σωτηρίαν, καὶ διὰ τὸ καταργηθῆναι τὸν θάνατον, καὶ διὰ τὸ κατακριθῆναι τὴν ἁμαρτίαν, καὶ διὰ τὸ ἀναβλέψαι τυφλοὺς, καὶ διὰ τὸ ἀναστῆναι πάντας ἐκ νεκρῶν ἐλήλυθεν. Εἰ δὲ μὴ διʼ ἑαυτὸν ἐλήλυθεν, ἀλλὰ δι᾿ ἡμᾶς, οὐ δι᾿ ἑαυτὸν ἄρα, ἀλλὰ δʼ ἡμᾶς ‘κτίζεται.’ Εἰ δὲ οὐ διʼ ἑαυτὸν κτίζεται, ἀλλὰ δι᾿ ἡμᾶς, οὐκ ἔστιν ἄρα αὐτὸς κτίσμα, ἀλλὰ τὴν ἡμῶν ἐνδυσάμενος σάρκα, ταῦτα λέγει. Καὶ ὅτι ταύτην τὴν διάνοιαν ἔχουσιν αἱ γραφαὶ, ἐξὸν παρὰ τοῦ ἀποστόλου μαθεῖν· φησὶ γὰρ ἐν τῇ πρὸς Ἐφεσίους, ‘τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας, τὴν ἔχθραν ἐν τῇ [*](Eph. ii. 14. 15.) σαρκὶ αὐτοῦ, τὸν νόμον τῶν ἐντολῶν ἐν δόγμασι καταργήσας, ἵνα τοὺς δύο κτίσῃ ἐν ἑαυτῷ εἰς ἕνα καινὸν ἄνθρωπον, ποιῶν εἰρήνην.᾿ Εἰ δὲ ἐν αὐτῷ κτίζονται οἱ δύο, καὶ οὗτοί εἰσιν ἐν τῷ [*](Cr. i 45.) σώματι αὐτοῦ, εἰκότως ἄρα, φορῶν τοὺς δύο ἐν αὐτῷ, ὡς αὐτός ἐστι κτισθείς· τοὺς γὰρ κτισθέντας ἐν ἑαυτῷ ἥνωσε, καὶ ἦν αὐτὸς ἐν αὐτοῖς, ὡς ἐκεῖνοι, Οὕτω δὲ τῶν δύο κτισθέντων ἐν αὐτῷ, ἁρμοζόντως ἂν λέγοι, ‘Κύριος ἕκτισέ με.᾿ Ὥσπερ γὰρ [*](Prov. viii. 22.) τὰς ἡμῶν ἀσθενείας δεχόμενος, λέγεται αὐτὸς ἀσθενεῖν, καίτοι [*](Cp, iii. 31.) μὴ ἀσθενῶν αὐτὸς, (δύναμις γάρ ἐστι τοῦ Θεοῦ,) ‘ἁμαρτία τε [*](1 Cor. i. 24. 2 Cor. v. 21 Gal. iii. 13.) ὑπὲρ ἡμῶν γέγονε καὶ κατάρα,ʼ καίτοι μὴ ἁμαρτήσας αὐτὸς, ἀλλ᾿ ὅτι τὰς ἁμαρτίας ἡμῶν καὶ τὴν κατάραν ἐβάστασεν αὐτὸς, οὕτως ἡμᾶς ἐν αὐτῷ κτίζων, λεγέτω ὅτι καὶ ‘ἔκτισέ με εἰς ἔργα,’ καίτοι κτίσμα μὴ ὢν αὐτός.

56. Ἐπεὶ εἰ κατʼ ἐκείνους, ὡς κτιστῆς οὔσης τῆς οὐσίας τοῦ Λόγου, λέγει, ‘Κύριος ἔκτισέ με,ʼ κτίσμα ὢν, οὐ διʼ ἡμᾶς ἐκτίσθη. Διʼ ἡμᾶς δὲ μὴ κτισθέντος αὐτοῦ, οὐκ ἐκτίσθημεν ‘ἐν αὐτῶ·’ μὴ κτισθέντες δὲ ἐν αὐτῷ, οὐκ εἴχομεν αὐτὸν ἐν ἑαυτοῖς, ἀλλʼ ἔξωθεν εἴχομεν, εἰ ἄρα παῤ αὐτοῦ τὴν μάθησιν ὡς παρὰ διδασκάλου ἐδεξάμεθα. Οὕτω δὲ ἡμῶν ὄντων, οὐδὲν ἧττον πάλιν ἡ ἁμαρτία τῆς σαρκὸς ‘ἐβασίλευσεν ἐμμένουσα, καὶ μὴ [*](Rom. vi. 12. Cp. c. 68.) ἐκβληθεῖσα ἐξ αὐτῆς. Ἀλλὰ ὁ ἀπόστολος ἐναντιοῦται τούτοις πρὸ ὀλίγων τούτων φάσκων· ‘Αὐτοῦ γάρ ἐσμεν ποίημα, [*](Eph. ii. 10.)

126
κτισθέντες ἐν Χριστῷ Ἰησοῦ.᾿ Εἰ δὲ ἐν Χριστῷ ἡμεῖς ἐκτίσθημεν, οὐκ ἔστιν ἄρα αὐτὸς ὁ κτιζόμενος, ἀλλʼ ἡμεῖς ἐσμεν ἐν αὐτῷ κτιζόμενοι· καὶ διʼ ἡμᾶς ἐστιν ἡ τοῦ ‘ἔκτισε φωνή. Διὰ γὰρ τὴν ἡμῶν χρείαν, καίτοι κτίστης ὢν ὁ Λόγος, ὑπέμεινε καὶ τὴν [*](Cp. c. 8.) τῶν κτιζομένων φωνήν· καὶ οὐκ ἔστιν αὐτοῦ, ᾗ Λόγος ἐστὶν, ἰδία ἡ φωνὴ, ἀλλʼ ἡμῶν τῶν ἐν αὐτῷ κτιζομένων ἐστὶ τὸ [*](Cp. i. 18.) ‘ἔκτισε.᾿ Καὶ ὥσπερ Πατρὸς ὄντος ἀεὶ, ἀεί ἐστι καὶ ὁ τούτου [*](Prov. viii. 30.) Λόγος, καὶ ὢν ἀεὶ, λέγει, ‘ἐγὼ ἤμην, ᾗ προσέχαιρε· καθ᾿ ἡμέραν [*](John xiv 10.) δὲ εὐφραινόμην ἐν προσώπῳ αὐτοῦ·᾿ καὶ, ‘ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί·᾿ οὕτως ὅτε διὰ τὴν ἡμῶν χρείαν γέγονεν ἄνθρωπος, ἀκολούθως τὰ ἡμῶν, ὡς ἡμεῖς, αὐτὸς λέγει, ‘Κύριος ἔκτισέ με·᾿ ἵνα, αὐτοῦ ἐνοικήσαντος ἐν τῇ σαρκὶ, τελείως ἡ [*](Cp. c. 68.) ἁμαρτία ἐξωσθῇ τῆς σαρκὸς, καὶ ἡμεῖς ἐλεύθερον ἔχωμεν τὸ φρόνημα. Τί δὲ ἔδει γενόμενον αὐτὸν ἄνθρωπον εἰπεῖν; ‘Ἐν ἀρχῇ ἤμην ἄνθρωπος;’ ἀλλʼ οὔτε γε ἥρμοζεν αὐτῷ τοῦτο, οὔτε ἀληθὲς ἦν· ὥσπερ δὲ τοῦτο οὐκ ἔπρεπεν εἰπεῖν, οὕτως οἰκεῖον καὶ ἴδιον ἐπʼ ἀνθρώπου ἐστὶ λέγειν τὸ ‘ἔκτισε,’ καὶ, ‘ἐποίησεν αὐτόν.’ Διὰ τοῦτο γοῦν καὶ ἡ αἰτία τοῦ ‘ἔκτισε’ πρόσκειται, ἥτις ἐστὶ τῶν ἔργων ἡ χρεία. Ἔνθα δὲ ἡ αἰτία πρόσκειται, αὐτὴ ἡ αἰτία πάντως διαλύει τὸ ἀνάγνωσμα καλῶς. Καὶ γὰρ καὶ ἐνταῦθα ἐν μὲν τῷ ‘ἔκτισε,’ τὴν αἰτίαν τίθησι ‘τὰ ἔργα·᾿ τὴν δὲ ἐκ τοῦ Πατρὸς γέννησιν ἀπολελυμένως σημαίνων, εὐθὺς [*](Prov. viii. 25.) ἐπήγαγε· ‘πρὸ δὲ πάντων βουνῶν γεννᾷ με·᾿ οὐ διὰ τί, ὤσπερ ἐπὶ τοῦ ‘ἔκτισέ με,᾿ προσέθηκε λέγων, ‘εἰς ἔργα,’ ἀλλὰ ἀπολελυμένως, ‘γεννᾷ μεʼ ὥσπερ τὸ ‘ἐν ἀρχῇ ἦν ὁ Λόγος.᾿  Καὶ γὰρ καὶ εἰ μὴ τὰ ἔργα ἔκτιστο, ἀλλʼ ἦν ὁ Λόγος τοῦ Θεοῦ, ‘καὶ Θεὸς ἦν ὁ Λόγος Τὸ δὲ γενέσθαι αὐτὸν ἄνθρωπον οὐκ ἂν ἐγένετο, εἰ μὴ τῶν ἀνθρώπων ἡ χρεία γέγονεν αἰτία. Οὐκ ἔστιν ἄρα κτίσμα ὁ Υἱός· εἰ γὰρ κτίσμα ἦν, οὐκ ἂν εἶπε, ‘γεννᾷ με·᾿ ὅτι τὰ μὲν [*](Cp. i. 26.) κτίσματα ἔξωθέν ἐστιν ἔργα τοῦ ποιοῦντος, τὸ δὲ γέννημα οὐκ ἔξωθεν, ὡς ἔργον, ἀλλʼ ἐκ τοῦ Πατρός ἐστιν ἴδιον τῆς οὐσίας. Διόπερ τὰ μὲν, κτίσματα· ὁ δὲ, Λόγος τοῦ Θεοῦ Υἱὸς μονογενής.

57. Ἀμέλει ἐπὶ μὲν τῆς κτίσεως οὐκ εἴρηκε Μωσῆς· ‘Ἐν [*](Gen. i. 1.) ἀρκῇ ἐγέννησεν,᾿ οὐδὲ, ‘Ἐν ἀρχῇ ἦν·᾿ ἀλλ᾿ ‘Ἐν ἀρχῇ ἐποίησεν [*](Ps. xcviii.(xcix.) 73.) ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν·᾿ οὐδὲ ὁ Δαβὶδ ἔψαλεν· ‘Αἱ χεῖρές σου ἐγέννησάν με, ἀλλʼ ‘ἐποίησάν με καὶ

127
ἔπλασάν με,’ πανταχοῦ τὸ ‘ἐποίησεν,᾿ ἐπὶ τῶν κτισμάτων λέγων· ἐπὶ δὲ τοῦ Υἱοῦ τὸ ἔμπαλιν· οὐ γὰρ εἴρηκεν ‘ἐποίησα,᾿ [*](Ps. ii. 7; cix. (cx.) 3. Ib. xliv. (xlv.) 1. Gen, i. 1. John i. 1.) ησα,᾿ ἀλλ᾿, ‘ἐγέννησα,᾿ καὶ, ‘γεννᾷ με,᾿ καὶ, ‘ἐξηρεύξατο ἡ καρδία μου Λόγον ἀγαθόν καὶ ἐπὶ μὲν τῆς κτίσεως, ‘ἐν ἀρχῇ ἐποίησεν ἐπὶ δὲ τοῦ Υἱοῦ, ‘ἐν ἀρχῇ ἦν ὁ Λόγος.᾿ Διαφέρει δὲ τοῦτο, ὅτι τὰ μὲν κτίσματα ὑπὸ τὴν ἀρχὴν πεποίηται, καὶ διαστηματικὴν ἀρχὴν τοῦ εἶναι ἔχει· διόπερ καὶ τὸ λεγόμενον ἐπʼ αὐτῶν, ‘ἐν ἀρχῇ ἐποίησεν ἴσον ἐστὶ τῷ εἰπεῖν πάλιν ἐπʼ αὐτῶν τὸ ‘ἀπʼ ἀρχῆς ἐποίησεν,᾿ ὥσπερ ὁ Κύριος, εἰδὼς ὅπερ ἐποίησεν, ἐδίδαξεν, ὅτε τοὺς Φαρισαίους ἐνέτρεπε λέγων, ‘ἀπ᾿ ἀρχῆς δὲ ὁ κτίσας αὐτοὺς, ἄρσεν καὶ θῆλυ ἐποίησεν [*](Matt. xix. 4.) ησεν αὐτούς.᾿ Ἀπὸ γὰρ ἀρχῆς τινος τοῦ μὴ εἶναί ποτε γέγονε καὶ ἐκτίσθη τὰ γενητά. Τοῦτο καὶ τὸ Πνεῦμα τὸ ἅγιον ἐσήμαινεν ἐν ψαλμοῖς, λέγον, ‘Καὶ σὺ κατʼ ἀρχὰς, Κύριε, τὴν γῆν [*](Ps. ci. (cii.) 25. Ps. lxxiiii. (lxxiv.) 2.) ἐθεμελίωσας· καὶ πάλιν, ‘Μνήσθητι τῆς συναγωγῆς σου, ἧς ἐκτήσω ἀπʼ ἀρχῆς Δῆλον δέ ἐστιν ὅτι τὸ ‘κατʼ ἀρχὰς’ γινόμενον ἀρχὴν ἔχει τοῦ κτίζεσθαι, καὶ ὅτι τὴν συναγωγὴν ἀπό τινος ἀρχῆς ἐκτήσατο ὁ Θεός. Ὅτι δὲ τὸ ‘ἐν ἀρχῇ ἐποίησεν,᾿ ἐκ τοῦ λέγειν ‘ἐποίησεν᾿ τὸ ‘ἤρξατο ποιεῖν᾿ ἐστιν, αὐτὸς Μωσῆς τοῦτο δηλοῖ μετὰ τὴν τῶν πάντων τελεσιουργίαν λέγων· ‘Καὶ [*](Gen. ii. 3.) εὐλόγησεν ὁ Θεὸς τὴν ἡμέραν τὴν ἑβδόμην, καὶ ἡγίασεν αὐτὴν, ὅτι ἐν αὐτῇ κατέπαυσεν ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ, ὧν ἤρξατο ὁ Θεὸς ποιῆσαι.᾿ Οὐκοῦν τὰ μὲν κτίσματα ἤρξατο γίνεσθαι· ὁ δὲ τοῦ Θεοῦ Λόγος, οὐκ ἔχων ἀρχὴν τοῦ εἶναι, εἰκότως οὐκ ἤρξατο τοῦ εἶναι, οὐδὲ ἤρξατο γίνεσθαι, ἀλλʼ ἦν ἀεί. Καὶ τὰ μὲν ἔργα ἀρχὴν ἐν τῷ ποιεῖσθαι ἔχει, καὶ προάγει τῶν γινομένων ἡ ἀρχή· ὁ δὲ Λόγος, οὐκ ὢν τῶν γινομένων, μᾶλλον τῶν ἀρχὴν ἐχόντων αὐτὸς δημιουργὸς γίνεται. Καὶ τῶν μὲν γενητῶν τὸ εἶναι ἐν τῷ γίνεσθαι μετρεῖται, καὶ ἀπό τινος ἀρχῆς ἄρχεται ταῦτα διὰ τοῦ Λόγου ποιεῖν ὁ Θεὸς, ἵνα καὶ τὸ μὴ εἶναι, πρὶν γενέσθαι, ταῦτα γινώσκηται· ὁ δὲ Λόγος τὸ εἷναι οὐκ ἐν ἄλλῃ ἀρχῇ ἔχει, ἀλλʼ ἐν τῷ Πατρὶ, τῷ καὶ κατʼ ἐκείνους ἀνάρχῳ, ἵνα καὶ αὐτὸς ἀνάρχως ὑπάρχῃ ἐν τῷ Πατρὶ, γέννημα καὶ οὐ κτίσμα τυγχάνων αὐτοῦ.

58. Οὕτως ἄρα ἡ θεία γραφὴ τὴν διαφορὰν τοῦ γεννήματος οἶδε καὶ τῶν ποιημάτων, καὶ τὸ μὲν γέννημα ‘Υἱὸν,᾿ οὐκ ἀπό

128
τινος ἀρχῆς ἀρξάμενον, ἀλλʼ ἀΐδιον δείκνυσι· τὸ δὲ ποίημα, ὡς ἔξωθεν ἔργον τοῦ πεποιηκότος τυγχάνον, ἀρξάμενον τοῦ γίνεσθαι σημαίνει. Οὕτω γὰρ καὶ ὁ Ἰωάννης, περὶ τοῦ Υἱοῦ θεολογῶν, καὶ γινώσκων τὴν τῶν λέξεων διαφορὰν, οὐκ εἶπεν· ‘Ἐν ἀρχῇ γέγονεν, ἢ πεποίηται,᾿ ἀλλ᾿, ‘Ἐν ἀρχῇ ἦν ὁ Λόγος·᾿ ἵνα τὸ γέννημα τῷ ‘ἦν᾿ συνεξακούηται, καὶ μὴ ἐν διαστάσει τις λογίσηται, ἀλλʼ ἀεὶ καὶ ἀϊδίως ὑπάρχοντα τὸν Υἱὸν πιστεύῃ. Τούτων δὲ οὕτω δεικνυμένων, πῶς, ὦ Ἀρειανοὶ, μὴ νοήσαντες τὰ ἐν τῷ Δευτερονομίῳ ῥητὰ, καὶ ἐν τούτῳ πάλιν ἀσεβεῖν εἰς τὸν Κύριον ἐτολμήσατε λέγοντες, ‘ποίημα,᾿ ἢ ‘κτίσμα,᾿  ἤτοι ‘γέννημα εἶναι αὐτόν; Ταὐτὸν γὰρ τὸ γέννημα καὶ τὸ ποίημα σημαίνειν φάσκετε· καὶ [*]((7.)) ἐντεῦθεν γὰρ οὐδὲν ἧττον ἀπαίδευτοι καὶ ἀσεβεῖς γνωσθήσεσθε. [*](Deut. xxxii. 6.) Τὸ μὲν γὰρ πρῶτον ῥητόν ἐστι τοῦτο· ‘Οὐκ αὐτὸς οὗτός σου Πατὴρ ἐκτήσατό σε, καὶ ἐποίησέ σε, καὶ ἔκτισέ σε;’ καὶ μετʼ [*](Ib. 18.) ὀλίγα ἐν τῇ αὐτῇ ᾠδῇ φησι, ‘Θεὸν τὸν γεννήσαντά σε ἐγκατέλιπες, καὶ ἐπελάθου Θεοῦ τοῦ τρέφοντός σε.᾿ Ἡ δὲ διάνοια πάνυ θαυμαστὴ τυγχάνει οὖσα. Οὐ γὰρ εἴρηκε πρῶτον τὸ ‘ἐγέννησεν,᾿ ἵνα μὴ ἀδιάφορος ἡ λέξις ᾖ πρὸς τὸ ‘ἐποίησε,᾿ καὶ πρόφασιν εὕρωσιν οὗτοι λέγειν, ‘Μωσῆς ἐξ ἀρχῆς μὲν εἶπεν [*](Gen. i. 26.) εἰρηκέναι τὸν Θεὸν, “Ποιήσωμεν ἄνθρωπον,” αὐτὸς δὲ μετὰ [*](Deut. xxxii. 18.) ταῦτα ἔφησε, “Θεὸν τὸν γεννήσαντά σε ἐγκατέλιπες·” ὡς ἀδιαφόρων τῶν λέξεων οὐσῶν· ταὐτὸν γὰρ τὸ γέννημα καὶ ποίημά ἐστιν.᾿ Ἀλλὰ μετὰ τὸ ‘ἐκτήσατο,᾿ καὶ ‘ἐποίησε,᾿ λοιπὸν ὕστερον τὸ ‘ἐγέννησεν᾿ ἐπήγαγε, ἵνα καὶ ἑρμηνείαν ὁ λόγος ἔχων φανῇ. Ἐν μὲν γὰρ τῷ ‘ἐποίησεν,’ ἀληθῶς σημαίνει τῶν ἀνθρώπων τὸ κατὰ φύσιν, ὅτι ἔργα τέ ἐστι καὶ ποιήματα· ἐν δὲ τῷ ἐγέννησε, δηλοῖ τὴν τοῦ Θεοῦ γενομένην εἰς ἀνθρώπους μετὰ τὸ κτίσαι αὐτοὺς φιλανθρωπίαν· καὶ ἐπειδὴ ἀχάριστοι γεγόνασιν ἐπὶ ταύτῃ, λοιπὸν Μωσῆς ὀνειδίζων αὐτοὺς πρῶτον [*](Ib. 6.) μέν φησι, ‘Ταῦτα Κυρίῳ ἀνταποδίδοτε;ʼ εἶτα ἐπάγει, ‘Οὐκ αὐτὸς οὗτός σου Πατὴρ ἐκτήσατό σε, καὶ ἐποίησέ σε, καὶ ἔκτισέ [*](Ib. 17, 18.) σε;ʼ Καὶ δεύτερον πάλιν λέγει, ‘Ἔθυσαν δαιμονίοις καὶ οὐ Θεῷ, θεοῖς οἷς οὐκ ᾔδεισαν· καινοὶ πρόσφατοι ἥκασιν, οὓς οὐκ ᾔδεισαν οἱ πατέρες αὐτῶν· Θεὸν τὸν γεννήσαντά σε ἐγκατέλιπες.᾿

59. Ὁ μὲν γὰρ Θεὸς οὐ μόνον ἀνθρώπους αὐτοὺς ἔκτισεν,

129
ἀλλὰ καὶ ‘υἱοὺς’ ἐκάλεσεν, ὡς γεννήσας αὐτούς. Τοῦ γὰρ ‘υἱὸςʼ καὶ ὧδε σημαντικόν ἐστι τὸ ‘ἐγέννησεν·᾿ ὡς καὶ διὰ τοῦ προφήτου φησὶν, ‘Υἱοὺς ἐγέννησα καὶ ὕψωσα·᾿ καὶ ὅλως ὅτε ἡ [*](Isa. i. 2.) γραφὴ υἱόν σημᾶναι βούλεται, οὐ διὰ τῆς ‘ἔκτισα,᾿ ἀλλὰ πάντως διὰ τῆς ἐγέννησα,᾿  λέξεως σημαίνει. Καὶ τοῦτο πάλιν Ἰωάννης φαίνεται λέγων, ‘ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι [*](John i. 12, 13.) τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλʼ ἐκ Θεοῦ ἐγεννήθησαν·᾿ πάνυ καλῶς ἐχούσης καὶ ἐνταῦθα τῆς παρατηρήσεως. Τὸ μὲν γὰρ ‘γενέσθαι,᾿ διὰ τὸ μὴ φύσει, ἀλλὰ θέσει [*](Cp. de Syn. 54.) αὐτοὺς λέγεσθαι υἱούς φησι τὸ δὲ ‘ἐγεννήθησαν,᾿ διὰ τὸ ὅλως ὄνομα υἱοῦ καὶ αὐτοὺς εἰληφέναι, εἴρηκεν. Ἀλλʼ ὁ λαὸς, ὡς ὁ προφήτης φησὶν, ‘ἠθέτησαν τὸν εὐεργέτην. Αὕτη δὲ τοῦ Θεοῦ φιλανθρωπία ἐστὶν, ὅτι ὧν ἐστι ποιητὴς, τούτων καὶ πατὴρ κατὰ χάριν ὕστερον γίνεται· γίνεται δὲ, ὅταν οἱ κτισθέντες ἄνθρωποι, ὡς εἶπεν ὁ ἀπόστολος, λάβωσιν ‘εἰς τὰς καρδίας ἑαυτῶν τὸ [*](Gal. iv. 6.) Πνεῦμα τοῦ Υἱοῦ αὐτοῦ, κρᾶζον, Ἀββᾶ, ὁ Πατήρ.᾿ Οὗτοι δέ [*](c. 51.) εἰσιν ὅσοι, δεξάμενοι τὸν Λόγον, ἔλαβον ἐξουσίαν παῤ αὐτοῦ [*](iii. 9; iv. 22.) τέκνα Θεοῦ γενέσθαι· ἄλλως γὰρ οὐκ ἂν γένοιντο υἱοὶ, ὄντες φύσει κτίσματα, εἰ μὴ τοῦ ὄντος φύσει καὶ ἀληθινοῦ Υἱοῦ τὸ Πνεῦμα ὑποδέξονται. Διὸ, ἵνα τοῦτο γένηται, ‘ὁ Λόγος σὰρξ [*](John i. 14.) ἐγένετο,᾿ ἵνα τὸν ἄνθρωπον δεκτικὸν θεότητος ποιήσῃ. Ταύτην τὴν διάνοιαν καὶ παρὰ Μαλαχίου τοῦ προφήτου μαθεῖν ἔξεστι λέγοντος· ‘Οὐχὶ Θεὸς εἷς ἔκτισεν ὑμᾶς; οὐχὶ πάντων ὑμῶν εἷς [*](Mal. ii. 10.) πατήρ;’ Καὶ ἐνταῦθα γὰρ πάλιν πρῶτον τὸ ‘ἔκτισε καὶ δεύτερον τὸ ‘πατὴρ’ ἔθηκεν, ἵνα δείξῃ καὶ αὐτὸς, ὅτι ἐξ ἀρχῆς μὲν κατὰ φύσιν ἐσμὲν κτίσματα, καὶ κτίστης ἡμῶν ἐστιν ὁ Θεὸς διὰ τοῦ Λόγου, ὕστερον δὲ υἱοποιούμεθα, καὶ λοιπὸν ὁ κτίστης Θεὸς [*](Cp. iii. 9.) γίνεται καὶ πατὴρ ἡμῶν. Οὐκοῦν τὸ ‘Πατὴρ τοῦ Υἱοῦ ἐστιν ἴδιον, καὶ οὐ τὸ κτίσμα ἀλλὰ τὸ ‘Υἱὸς’ τοῦ Πατρός ἐστιν ἴδιον. Ὥστε καὶ ἐκ τούτου δείκνυσθαι μὴ εἶναι ἡμᾶς φύσει υἱοὺς, ἀλλὰ τὸν ἐν ἡμῖν Υἱόν· καὶ μὴ εἶναι πάλιν ἡμῶν φύσει πατέρα τὸν Θεὸν, ἀλλὰ τοῦ ἐν ἡμῖν Λόγου, ἐν ᾧ καὶ δι᾿ ὃν κράζομεν, ‘Ἀββᾶ, ὁ Πατήρ.᾿ Ὥσπερ δὲ τοῦτο, οὕτως ὁ Πατὴρ ἐν οἷς ἐὰν βλέπῃ τὸν ἑαυτοῦ Υἱὸν, τούτους καὶ αὐτὸς ‘υἱοὺς᾿ καλεῖ, καὶ λέγει, ‘ἐγέννησα·᾿ ἐπειδήπερ τὸ μὲν ‘γεννῷν,᾿ σημαντικόν
130
ἐστιν υἱοῦ, τὸ δὲ ‘ποιεῖν᾿ δηλωτικόν ἐστι τῶν ἔργων. Διὰ τοῦτο γοῦν ἡμεῖς οὐ πρῶτον γεννώμεθα, ἀλλὰ ποιούμεθα· γέγραπται [*](Gen. i. 26.) γὰρ, ‘Ποιήσωμεν ἄνθρωπον· ὕστερον δὲ, δεξάμενοι τὴν τοῦ Πνεύματος χάριν, λεγόμεθα τό τε λοιπὸν καὶ γεννᾶσθαι. Ἀμέλει καὶ ἐν τῇ ᾠδῇ Μωσῆς ὁ μέγας μετὰ διανοίας καλῆς πρῶτον τὸ ‘ἐκτήσατο,ʼ καὶ ὕστερον τὸ ‘ἐγέννησεν’ εἴρηκεν, ὑπὲρ τοῦ μὴ, ἀκούσαντας τὸ ‘ἐγέννησεν,ʼ ἐπιλαθέσθαι αὐτοὺς τῆς ἐξ ἀρχῆς ἑαυτῶν φύσεως, ἀλλʼ ἵνα γινώσκωσιν, ὅτι ἐξ ἀρχῆς μέν εἰσι κτίσματα, ὅταν δὲ κατὰ χάριν λέγωνται ‘γεννᾶσθαι,ʼ ὡς υἱοὶ, ἀλλʼ οὐδὲν ἧττόν εἰσι πάλιν οἱ ἄνθρωποι ποιήματα κατὰ φύσιν.

60. Ὅτι δὲ οὐ ταὐτόν ἐστι κτίσμα καὶ γέννημα, ἀλλὰ διεστήκασιν ἀλλήλων τῇ τε φύσει καὶ τῇ ἐκ τῶν λέξεων σημασίᾳ, αὐτὸς ὁ Κύριος ἐν αὐταῖς ταῖς Παροιμίαις δείκνυσιν. Εἰρηκὼς [*](Prov. viii. 22, 25.) γὰρ τὸ ‘Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ,᾿ ἐπήγαγε, ‘πρὸ δὲ πάντων βουνῶν γεννᾷ με.᾿ Εἰ μὲν οὖν ἦν φύσει καὶ τῇ οὐσίᾳ κτίσμα ὁ Λόγος, καὶ μὴ διαφορὰ ἦν τοῦ γεννήματος πρὸς τὸ κτίσμα, οὐκ ἂν ἐπήγαγε τὸ ‘γεεννᾷ με,᾿ ἀλλ᾿ ἠρκεῖτο τῷ ‘ἔκτισεν,᾿ ὡς τῆς λέξεως ταύτης σημαινούσης τὸ ‘ἐγέννησε·᾿ νῦν δὲ εἰρηκὼς, ‘ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ,ʼ ἐπήγαγεν οὐχ ἀπλῶς τὸ ‘γεννᾷ με,᾿ ἀλλὰ μετὰ συμπλοκῆς τοῦ ‘δὲ συνδέσμου, ὡς ἀσφαλιζόμενος ἐν τούτῳ τὴν τοῦ ‘ἔκτισε᾿ λέξιν, λέγων· ‘πρὸ δὲ πάντων βουνῶν γεννᾷ με.᾿  Τὸ γὰρ γεννᾶ με, τῷ ‘ἔκτισε᾿ συμπεπλεγμένως ἐπιφερόμενον, μίαν ποιεῖ τὴν διάνοιαν, καὶ δείκνυσιν ὅτι τὸ μὲν ‘ἔκτισε᾿ διά τι εἴρηται· τὸ δὲ ‘γεννᾷ με πρὸ τοῦ ‘ἔκτισεν,᾿ ἐστίν. Ὥσπερ γὰρ εἰ ἔμπαλιν εἰρήκει, ‘Κύριος γεννᾷ με,’ καὶ ἐπέφερε, ‘πρὸ δὲ πάντων βουνῶν ἔκτισέ με,᾿ πάντως προηγεῖτο τοῦ ‘ἐγέννησεʼ τὸ ‘ἔκτισεν οὕτως εἰρηκὼς πρῶτον, ‘ἔκτισεν,ʼ εἶτα ἐπαγαγὼν, πρὸ δὲ πάντων γεννᾷ με,᾿ ἐξ ἀνάγκης δείκνυσι προηγεῖσθαι τὸ ‘ἐγέννησε᾿ τοῦ ‘ἔκτισε.᾿ Καὶ γὰρ καὶ λέγων, ‘πρὸ πάντων γεννᾷ με,’ ἄλλον ἑαυτὸν εἶναι τῶν πάντων σημαίνει, δειξάσης [*](Cp. c. 48.) ἐν τοῖς πρὸ τούτων τῆς ἀληθείας, ὅτι περὶ τῶν κτισμάτων οὐδὲν ἕτερον τοῦ ἑτέρου προγέγονεν, ἀλλʼ ἀθρόως ἃμα πάντα τὰ γενητὰ ἑνὶ καὶ τῷ αὐτῷ προστάγματι ὑπέστη. Διὰ τοῦτο γοῦν οὐδὲ τὰ ἐπὶ τοῦ ‘ἔκτισε, ταῦτα καὶ ἐπὶ τοῦ ‘γεννᾷ μεʼ κεῖται· ἀλλʼ ἐπὶ

131
μὲν τοῦ ‘ἔκτισε,ʼ κεῖται ‘ἀρχὴν ὁδῶν·’ ἐπὶ δὲ τοῦ ‘γεννᾷ μεʼ οὐκ εἷπεν, ‘ἀρχὴν γεννᾷ με,᾿ ἀλλὰ, ‘πρὸ πάντων γεννᾷ με.᾿ Ὁ δὲ πρὸ πάντων ὢν οὐκ ἔστιν ἀρχὴ τῶν πάντων, ἀλλʼ ἄλλος ἐστὶ τῶν πάντων. Εἰ δὲ ἄλλος ἐστὶ τῶν πάντων, ἐν οἷς καὶ ἡ ἀρχὴ τῶν πάντων σημαίνεται, δῆλον ὅτι ἄλλος ἐστὶ τῶν κτισμάτων· καὶ συνίσταται φανερῶς, ὅτι ἄλλος ὢν ὁ Λόγος τῶν πάντων καὶ πρὸ πάντων ὢν, ὕστερον κτίζεται  ‘ἀρχὴ τῶν ὁδῶν εἰς ἔργα’ διὰ τὴν ἐνανθρώπησιν, ἵνα, ὡς εἶπεν ὁ ἀπόστολος, ‘ὅς ἐστιν ἀρχὴ. [*](Col. i. 18.) πρωτότοκος ἐκ τῶν νεκρῶν, ἵνα γένηται ἐν πάσιν αὐτὸς πρωτεύων.᾿