Oratio II contra Arianos

Athanasius of Alexandria

Athanasius. The Orations of St. Athanasius against the Arians. Bright, William, editor. Oxford: Clarendon, 1884.

31. Οὐ μὲν τό γε τῆς ἀληθείας φρόνημα δεῖ σιωπᾷν, ἀλλὰ μάλιστα τοῦτο καὶ μεγαληγορεῖν πρέπει. Ὁ τοῦ Θεοῦ γὰρ Λόγος οὐ δι᾿ ἡμᾶς γέγονεν, ἀλλὰ μᾶλλον ἡμεῖς δι᾿ αὐτὸν γεγόναμεν, [*](Col. i. 16.) καὶ ‘ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα· οὐδὲ διὰ τὴν ἡμῶν ἀσθένειαν οὗτος, ὢν δυνατὸς, ὑπὸ μόνου τοῦ Πατρὸς γέγονεν, ἵνʼ ἡμᾶς διʼ αὐτοῦ ὡς διʼ ὀργάνου δημιουργήσῃ· μὴ γένοιτο· οὐκ ἔστιν οὕτως. Καὶ γὰρ καὶ εἰ δόξαν ἦν τῷ Θεῷ μὴ ποιῆσαι τὰ [*](John. i. 1.) γενητὰ, ἀλλʼ ἦν οὐδὲν ἧττον ὁ Λόγος ‘πρὸς τὸν Θεὸν,ʼ καὶ ἐν αὐτῷ ἦν ὁ Πατήρ. Τὰ μέντοι γενητὰ ἀδύνατον ἦν χωρὶς τοῦ Λόγου γενέσθαι· οὕτω γὰρ καὶ γέγονε διʼ αὐτοῦ, καὶ εἰκότως. Ἐπειδὴ γὰρ Λόγος ἐστὶν ἴδιος φύσει τῆς οὐσίας τοῦ Θεοῦ ὁ [*](Ib. x. 38.) Υἱὸς, ἐξ αὐτοῦ τέ ἐστι, καὶ ‘ἐν αὐτῷʼ ἐστιν, ὡς εἶπεν αὐτός· οὐκ ἠδύνατο μὴ διʼ αὐτοῦ γενέσθαι τὰ δημιουργήματα. Καθάπερ γὰρ τὸ φῶς τῷ ἀπαυγάσματι τὰ πάντα φωτίζει, καὶ ἄνευ τοῦ ἀπαυγάσματος οὐκ ἄν τι φωτισθείη, οὕτω καὶ ὁ Πατὴρ, ὡς διὰ [*](Cp. ii. 71.) χειρὸς, ἐν τῷ Λόγῳ εἰργάσατο τὰ πάντα, καὶ χωρὶς αὐτοῦ οὐδὲν [*](Gen. i. 3, 9, 11, 26.) ποιεῖ. Εἶπε γοῦν ὁ Θεὸς, ὡς καὶ Μωσῆς ἐμνημόνευσε, ‘Γενηθήτω φῶς,’ καὶ. ‘συναχθήτω τὸ ὕδωρ,ʼ καὶ, ‘ἐξαγαγέτω ἡ γῆ,’ καὶ, ‘ποιήσωμεν ἄνθρωπον·ʼ ὡς καὶ ὁ ἅγιος ψάλλει Δαυῒδ, [*](Ps. xxxii. (xxxiii.) 9.) ‘Αὐτὸς εἶπε, καὶ ἐγενήθησαν· αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν.’ Εἶπε δὲ οὐχ ἵνα ὡς ἐπὶ τῶν ἀνθρώπων ὑπουργός τις ἀκούσῃ, καὶ μαθὼν τὸ βούλημα τοῦ λέγοντος ἀπελθὼν ἐργάσηται. Τοῦτο γὰρ τῶν μὲν κτισμάτων ἴδιον, ἐπὶ δὲ τοῦ Λόγου τοῦτο νοεῖν ἢ λέγειν ἀπρεπές. Ἒστι γὰρ ὁ Λόγος τοῦ Θεοῦ δημιουργὸς, καὶ [*](Isa. ix. 6.) ποιητικὸς, καὶ αὐτός ἐστιν ἡ τοῦ Πατρὸς βουλή. Διὰ τοῦτο γοῦν οὐκ εἶπεν ἡ θεία γραφὴ, ὅτι ἤκουσε καὶ ἀπεκρίνατο ὁ ἀκούων, πῶς ἢ ποῖα βούλεται τὸ γινόμενα γενέσθαι· ἀλλὰ [*](Gen. i. 3, 7, 9, 11, 15.) μόνον εἶπεν ὁ Θεὸς, ‘Γενηθήτω·’ καὶ ἐπήγαγε, ‘καὶ ἐγένετο οὕτω.’ Τὸ γὰρ δόξαν καὶ βουληθὲν εὐθὺς ἐγίνετο τῷ Λόγῳ καὶ ἀπηρτίζετο. Ὅταν μὲν γὰρ ὁ Θεὸς ἄλλοις ἢ ἀγγέλοις ἐντέλληται, ἢ τῷ Μωσεῖ ὁμιλῇ, ἢ τῷ Ἀβραὰμ ἐπαγγέλληται· [*](Ib. xv. 8.) τότε ὁ ἀκούων ἀποκρίνεται· καὶ ὁ μὲν λέγει, ‘κατὰ τί γνώσομαι;’ [*](Exod. iv. 13.) ὁ δὲ, προχείρισαι ἄλλον·ʼ καὶ πάλιν, ‘ἐὰν ἐρωτήσωσί [*](Ib. iii. 13.) με, Τί ὄνομα αὐτῷ; τί ἐρῷ πρὸς αὐτούς;’ Καὶ ὁ ἄγγελος [*](Zech. i. 17.) τῷ μὲν Ζαχαρίᾳ ἔλεγε, ‘Τάδε λέγει Κύριος·’ τὸν δὲ Κύριον [*](Ib. 12.) ἠρώτα, ‘Κύριε παντόκρατορ, ἕως τίνος οὐ μὴ ἐλεήσῃς τὴν

101
Ἱερουσαλήμ;’ καὶ ἐκδέχεται ἀκοῦσαι λόγους καλοὺς καὶ παρακλητικούς.’ Ἔχει γὰρ τούτων ἕκαστος τὸν μεσίτην Λόγον, καὶ τὴν Σοφίαν τοῦ Θεοῦ τὴν γνωρίζουσαν τὸ βούλημα τοῦ Πατρός. Ὅταν δὲ ἐργάζηται αὐτὸς, καὶ κτίζῃ ὁ Λόγος, οὐκ ἔστιν ἐκεῖ ἐρώτησις καὶ ἀπόκρισις· ἐν αὐτῷ γάρ ἐστιν ὁ Πατὴρ, καὶ ὁ Λόγος ἐν τῷ Πατρί· ἀλλʼ ἀρκεῖ τὸ βούλεσθαι, καὶ τὸ ἔργον γίνεται· ἵνα τοῦ μὲν βουλήματος ᾖ γνώρισμα διʼ ἡμᾶς τὸ ‘εἶπε,ʼ τὸ δὲ ‘καὶ ἐγένετο οὕτω,ʼ τό τε ἔργον σημαίνηται τὸ διὰ τοῦ Λόγου καὶ τῆς Σοφίας, ἐν ᾗ καὶ ἡ βούλησίς ἐστι τοῦ Πατρός. Καὶ αὐτὸ δὲ τὸ ‘εἶπεν ὁ Θεὸς,ʼ ἐν τῷ λόγῳ γνωρίζεται· ‘πάντα γὰρ,’ φησὶν, ‘ἐν σοφίᾳ ἐποίησας·’ καὶ, ‘Τῷ [*](Ps. ciii. (civ.) 24.) Λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν,ʼ καὶ, ‘εἷς Κύριος Ἰησοῦς [*](Ib. xxxii. (xxxiii.) 6. 1 Cor. viii. 6) Χριστὸς, διʼ οὗ τὰ πάντα, καὶ ἡμεῖς δι᾿ αὐτοῦ.

32. Ἀπὸ δὴ τούτων ἔστι συνορᾷν, ὡς οὐ πρὸς ἡμᾶς ἔχουσιν τὴν μάχην οἱ Ἀρειανοὶ περὶ τῆς αἱρέσεως, ἀλλὰ σχηματίζονται μὲν πρὸς ἡμᾶς, πρὸς αὐτὴν δὲ τὴν θεότητα μάχονται. Εἰ μὲν γὰρ ἡμῶν ἦν ἡ φωνὴ ἡ λέγουσα, ‘Οὗτός ἐστιν ὁ Υἱός μου,ʼ [*](Matt. xvii. 5) μικρὰ ἧν αὐτοῖς ἡ παῤ ἡμῶν μέμψις· εἰ δὲ τοῦ Πατρός ἐστιν ἡ φωνὴ, καὶ οἱ μὲν μαθηταὶ ἤκουσαν, αὐτὸς δὲ ὁ Υἱὸς περὶ ἑαυτοῦ λέγει, ‘Πρὸ δὲ πάντων βουνῶν γεννᾷ με·’ πῶς οὐ κατὰ τοὺς [*](Prov. viii. 25) μυθευομένους γίγαντας καὶ αὐτοὶ νῦν θεομαχοῦσι, ‘τὴν γλῶττανʼ ἔχοντες, ὡς εἶπεν ὁ ψάλλων, ‘μάχαιραν ὀξεῖαν εἰς ἀσέβειαν; [*](Ps. Ivi.  (lvii. 4.) Οὔτε γὰρ τὴν φωνὴν τοῦ Πατρὸς ἐφοβήθησαν, οὔτε τοῦ Σωτῆρος ᾐδέσθησαν τὰ ῥήματα· ἀλλʼ οὐδὲ τοῖς ἁγίοις ἐπείσθησαν, τοῦ μὲν γράφοντος, ‘ὃς ὢν ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ [*](Heb. i. 3.) τῆς ὑποστάσεως αὐτοῦ·’ καὶ, ‘Χριστὸς Θεοῦ δύναμις, καὶ Θεοῦ [*](1 Cor. i. 24. Ps. xxxv. (xxxvi.) 9. Ib. ciii. (civ.) 24. Jer. ii. 1.) σοφία·’ τοῦ δὲ ψάλλοντος, ‘ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς, καὶ, ‘πάντα ἐν σοφίᾳ ἐποίησας· καὶ τῶν μὲν προφητῶν λεγόντων, ‘καὶ ἐγένετο Λόγος Κυρίου πρὸς μέ·’ τοῦ δὲ Ἰωάννου, ‘ἐν ἀρχῇ ἦν ὁ Λόγος·’ καὶ τοῦ Λουκᾶ, [*](Luke i. 2.) ‘καθὼς παρέδωκαν ἡμῖν οἱ ἀπʼ ἀρχῆς αὐτόπται καὶ ὑπηρέται γενόμενοι τοῦ Λόγου·ʼ ὡς καὶ πάλιν Δαυῒδ λέγει, ‘ἀπέστειλε [*](Ps. cvi. (cvii.) 20.) τὸν Λόγον αὐτοῦ, καὶ ἰάσατο αὐτούς.’ Ταῦτα γὰρ πάντα τὴν μὲν Ἀρειανὴν αἵρεσιν στηλιτεύει πανταχοῦ, τὴν δὲ τοῦ Λόγου ἀϊδιότητα σημαίνει, καὶ ὅτι οὐ ξένος, ἀλλʼ ἴδιος τῆς τοῦ Πατρὸς οὐσίας ἐστί. Πότε γὰρ εἶδέ τις φῶς χωρὶς τοῦ ἀπαυγάσματος;

102
Ἢ τίς τολμᾷ λέγειν ἀλλότριον εἶναι τὸν χαρακτῆρα τῆς ὑποστάσεως; ἢ πῶς οὐ μαίνεται πλέον ὁ κἂν ἐνθυμούμενος ἄλογον καὶ ἄσοφόν ποτε τὸν Θεόν; Τοιαῦτα γὰρ τὰ παραδείγματα καὶ τοιαύτας τὰς εἰκόνας ἔθηκεν ἡ γραφὴ, ἵνʼ ἐπειδὴ ἀδύνατός ἐστιν ἡ ἀνθρωπίνη φύσις περὶ Θεοῦ καταλαβεῖν, κἂν ἐκ τούτων ὀλιγοστῶς πως καὶ ἀμυδρῶς, ὡς ἐφικτόν ἐστι, διανοεῖσθαι δυνηθῶμεν. Καὶ ὥσπερ περὶ τοῦ εἶναι Θεὸν καὶ πρόνοιαν αὐτάρκης [*](Wisdom  xiii. 5.) ἡ κτίσις πρὸς τὴν γνῶσιν· ‘Ἐκ γὰρ μεγέθους καὶ καλλονῆς κτισμάτων ἀναλόγως ὁ γενεσιουργὸς αὐτῶν θεωρεῖται·’ καὶ οὐ φωνὰς ἀπαιτοῦντες παῤ αὐτῶν μανθάνομεν, ἀλλʼ ἀκούοντες μὲν τῶν γραφῶν πιστεύομεν, καὶ αὐτὴν δὲ τὴν τάξιν τῶν πάντων θεωροῦντες καὶ τὴν ἁρμονίαν, ἐπιγινώσκομεν τοῦτον εἶναι πάντων ποιητὴν καὶ Δεσπότην καὶ Θεὸν, τούτου τε τὴν εἰς πάντα πρόνοιάν τε θαυμαστὴν καὶ ἡγεμονίαν καταλαμβάνομεν· τὸν αὐτὸν τρόπον περὶ τῆς τοῦ Υἱοῦ θεότητος ἱκανῶν ὄντων τῶν προειρημένων ῥητῶν, περιττὸν, μᾶλλον δὲ καὶ μανίας πλέον [*](Arian. obj.) ἐστὶν ἀμφιβάλλειν, καὶ αἱρετικῶς πυνθάνεσθαι, ‘Πῶς οὖν δύναται ἀϊδίως εἶναι ὁ Υἱός; ἢ πῶς δύναται ἐκ τῆς οὐσίας εἶναι τοῦ Πατρὸς, καὶ μὴ μέρος εἶναι; τὸ γὰρ ἔκ τινος εἶναι λεγόμενον μέρος ἐστὶν αὐτοῦ· τὸ δὲ μεριζόμενον οὐκ ἔστιν ὁλόκληρον.ʼ