Oratio II contra Arianos
Athanasius of Alexandria
Athanasius. The Orations of St. Athanasius against the Arians. Bright, William, editor. Oxford: Clarendon, 1884.
25. Πῶς οὖν οὐκ ἄν τις αὐτῶν ἐκ τούτων τέλεον καταγνοίη τῆς ἀσεβείας, ἢν, μετὰ πολλῆς τῆς ἀφροσύνης ἑαυτοῖς κεράσαντες, οὐκ ἐρυθριῶσιν οὕτω καταμεθύοντες τῆς ἀληθείας. Εἰ μὲν γὰρ, διὰ τὸ κάμνειν τὸν Θεὸν πρὸς τὴν τῶν ἄλλων ἐργασίαν, φήσουσι μόνον αὐτὸν πεποιηκέναι τὸν Υἱὸν, καταβοήσει μὲν τούτων πᾶσα ἡ κτίσις, οὐκ ἄξια φθεγγομένων περὶ τοῦ Θεοῦ· [*](Isa. xl. 28.) ἐγγράφως δὲ ὁ Ἡσαΐας λέγων, ‘Θεὸς αἰώνιος, ὁ κατασκευάσας τὰ ἄκρα τῆς γῆς, οὐ πεινάσει, οὐδὲ κοπιάσει, οὐδέ ἐστιν ἐξεύρεσις τῆς φρονήσεως αὐτοῦ.’ Εἰ δὲ, ὡς ἀπαξιῶν ὁ Θεὸς τὰ ἄλλα ἐργάσασθαι, τὸν μὲν Υἱὸν μόνον εἰργάσατο, τὰ δὲ ἄλλα τῷ Υἱῷ ἐνεχείρισεν ὡς βοηθῷ, καὶ τοῦτο μὲν ἀνάξιον Θεοῦ, οὐκ ἔστι γὰρ ἐν Θεῷ τῦφος· ἐντρέψει δὲ αὐτοὺς ὅμως ὁ Κύριος λέγων, [*](Matt. x. 29.) ‘Οὐχὶ δύο στρουθία ἀσσαρίου πωλεῖται; καὶ ἓν ἐξ αὐτῶν οὐ πεσεῖται ἐπὶ τὴν γῆν ἄνευ τοῦ Πατρὸς ὑμῶν, τοῦ ἐν τοῖς οὐρανοῖς; [*](Ib. vi. 25–30.) καὶ πάλιν, ‘Μὴ μεριμνᾶτε τῇ ψυχῇ ὑμῶν, τί φάγητε, μηδὲ τῷ σώματι ὑμῶν, τί ἐνδύσησθε. Οὐχὶ ἡ ψυχὴ πλεῖόν ἐστι τῆς τροφῆς, καὶ τὸ σῶμα τοῦ ἐνδύματος; Ἐμβλέψατε εἰς τὰ πετεινὰ τοῦ οὐρανοῦ, ὅτι οὐ σπείρουσιν, οὐδὲ θερίζουσιν, οὐδὲ συνάγουσιν εἰς τὰς ἀποθήκας· καὶ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος τρέφει αὐτά. Οὐχ ὑμεῖς μᾶλλον διαφέρετε αὐτῶν; Τίς δὲ ἐξ ὑμῶν, μεριμνῶν, δύναται προσθεῖναι ἐπὶ τὴν ἡλικίαν αὐτοῦ πῆχυν ἕνα; Καὶ περὶ ἐνδύματος τί μεριμνᾶτε; Καταμάθετε τὰ κρίνα τοῦ ἀγροῦ, πῶς αὐξάνουσιν· οὐ κοπιῶσιν, οὐδὲ νήθουσι. Λέγω δὲ ὑμῖν, ὅτι οὐδὲ Σολομὼν ἐν πάσῃ τῇ δόξῃ αὐτοῦ περιεβάλετο, ὡς ἓν τούτων. Εἰ δὲ τὸν χόρτον τοῦ ἀγροῦ σήμερον ὄντα, καὶ αὔριον εἰς κλίβανον βαλλόμενον, ὁ Θεὸς οὕτως ἀμφιέννυσιν· οὐ πολλῷ μᾶλλον ὑμᾶς, ὀλιγόπιστοι; Εἰ γὰρ οὐκ ἀνάξιον Θεοῦ προνοεῖσθαι καὶ μέχρι τῶν οὕτω μικρῶν, τριχὸς κεφαλῆς, καὶ στρουθίου, καὶ τοῦ χόρτου τοῦ ἀγροῦ, οὐκ ἀνάξιον ἦν αὐτοῦ καὶ ταῦτα ἐργάσασθαι. Ὧν γὰρ τὴν πρόνοιαν ποιεῖται, τούτων καὶ ποιητής ἐστι διὰ τοῦ ἰδίου Λόγου.
26. Ἔπειτα δὲ κἀκείνως ἐλέγξειεν ἄν τις αὐτῶν τὴν ἄνοιαν. Εἰ καὶ ὁ Λόγος τῆς γενητῆς φύσεώς ἐστι, πῶς, ταύτης ἀδυνάτου τυγχανούσης χωρεῖν τὴν τοῦ Θεοῦ αὐτουργίαν, μόνος αὐτὸς ἐκ πάντων ἠδυνήθη παρὰ τῆς ἀγενήτου καὶ ἀκραιφνεστάτης οὐσίας τοῦ Θεοῦ γενέσθαι, ὡς ὑμεῖς λέγετε; Ἀνάγκη γὰρ ἢ, τούτου δυναμένου, καὶ πᾶσαν δύνασθαι· ἢ, πάσης ἀδυνάτου τυγχανούσης, μὴ δύνασθαι μηδὲ τὸν Λόγον, εἷς γάρ ἐστι τῶν γενητῶν καὶ οὗτος καθʼ ὑμᾶς. Πάλιν δὲ, εἰ, διὰ τὸ ἀδύνατον εἶναι τὴν γενητὴν φύσιν μετασχεῖν τῆς τοῦ Θεοῦ αὐτουργίας, μεσίτου χρεία γέγονεν, ἀνάγκη πᾶσα, γενητοῦ καὶ κτίσματος ὄντος τοῦ Λόγου, μέσου χρείαν εἶναι καὶ ἐπὶ τῆς τούτου δημιουργίας, διὰ τὸ εἶναι ἕνα καὶ αὐτὸν τῆς γενητῆς φύσεως, τῆς μὴ δυναμένης μετασχεῖν τῆς παρὰ τοῦ Θεοῦ ἐργασίας, ἀλλὰ μέσου δεομένης· κἂν ἐκείνου δέ τις εὑρεθῇ μέσος, πάλιν ἑτέρου χρεία μεσίτου διʼ ἐκεῖνον, καὶ οὕτω τις ἐπαναβαίνων καὶ διερευνῶν τῷ λογισμῷ. εὑρήσει πολὺν ὄχλον ἐπιῤῥεόντων μεσιτῶν, καὶ οὕτως ἀδύνατον ὑποστῆναι τὴν κτίσιν ἀεὶ τοῦ μεσίτου δεομένην, καὶ τοῦ μέσου μὴ δυναμένου γενέσθαι χωρὶς ἑτέρου μεσίτου, διὰ τὸ πάντας εἶναι τῆς γενητῆς φύσεως, τῆς μὴ δυναμένης μετασχεῖν τῆς παρὰ μόνου τοῦ Θεοῦ ἐργασίας, ὡς ὑμεῖς λέγετε. Πόσης τοίνυν ἀφροσύνης εἰσὶ πλήρεις, διʼ ἣν καὶ τὰ ἤδη γενόμενα νομίζουσιν ἀδύνατον εἷναι γενέσθαι; Ἢ τάχα οὐδὲ γεγενῆσθαι αὐτὰ φαντάζονται, ζητοῦντες ἔτι τὸν μεσίτην. Κατὰ γὰρ τὴν οὕτως ἀσεβῆ καὶ μωρὰν διάνοιαν αὐτῶν, οὐδʼ ἂν ὑπέστη τὰ ὄντα, μὴ εὑρισκομένου τοῦ μέσου.