Oratio II contra Arianos

Athanasius of Alexandria

Athanasius. The Orations of St. Athanasius against the Arians. Bright, William, editor. Oxford: Clarendon, 1884.

1. ἘΓΩ μὲν ᾤμην τοὺς τῆς Ἀρείου μανίας ὑποκριτὰς ἐπὶ τοῖς προειρημένοις πρὸ τούτου κατʼ αὐτῶν ἐλέγχοις, καὶ ταῖς περὶ τῆς ἀληθείας ἀποδείξεσιν ἀρκεῖσθαι, καὶ παυομένους λοιπὸν, μεταγινώσκειν ἐφʼ οἷς ἐφρόνησάν τε καὶ ἐλάλησαν κακῶς περὶ τοῦ Σωτῆρος· αὐτοὶ δὲ, οὐκ οἶδ’ ὅπως, οὐδὲ οὕτως καταδύονται· [*](2 Pet. ii. 22.) ἀλλʼ ὡς χοῖροι καὶ κύνες περὶ ‘τὰ ἵδια ἐξεράματα’ καὶ τὸν ἑαυτῶν ‘βόρβορον κυλιόμενοι,ʼ ‘μᾶλλον ἐφευρίσκουσιν ἑαυτοῖς ἐπινοίας εἰς ἀσέβειαν. Μὴ νοοῦντες γοῦν μήτε τὸ ἐν ταῖς Παροιμίαις [*](Prov. viii, 22.) γεγραμμένον, ‘Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα [*](Heb. iii. 2.) αὐτοῦ,ʼ μήτε τὸ παρὰ τοῦ ἀποστόλου εἰρημένον, ‘πιστὸν ὄντα τῷ ποιήσαντι αὐτὸν,ʼ φιλονεικοῦσιν ἁπλῶς, λέγοντες ‘ποίημα καὶ κτίσμαʼ εἶναι τὸν τοῦ Θεοῦ Υἱόν. Καὶ ἤρκει μὲν ἀπὸ τῶν προειρημένων αὐτοὺς συνιδεῖν, εἰ μὴ τέλεον καὶ τὰς αἰσθήσεις ἀπώλεσαν, ὡς τῆς ἀληθείας μαρτυρησάσης, μὴ εἶναι ἐξ οὐκ ὄντων μηδὲ ὅλως τῶν γενητῶν τὸν Υἱόν· Θεὸς γὰρ ὢν, οὐδʼ ἂν εἴη ποίημα, οὐδὲ θέμις λέγειν αὐτὸν κτίσμα. Κτισμάτων γὰρ καὶ ποιημάτων ἴδιον τὸ λέγεσθαι ‘ἐξ οὐκ ὄντων,ʼ καὶ ‘οὐκ ἦν πρὶν γεννηθῇ·ʼ ἀλλʼ ἐπειδὴ, ὥσπερ δεδιότες ἀποστῆναι τῆς ἰδίας μυθοπλαστίας, προφασίζονται συνήθως τὰ προειρημένα ῥητὰ τῶν θείων γραφῶν, τὰ καλῶς μὲν γεγραμμένα, ῥᾳδιουργηθέντα δὲ παῤ αὐτῶν· φέρε, πάλιν ἐπαναλαβόντες τὸν νοῦν τῶν προειρημένων, τοὺς μὲν πιστοὺς ὑπομνήσωμεν, τούτους δὲ δείξωμεν καὶ ἐξ ἑκάστου τούτων, μηδʼ ὅλως εἰδέναι τὸν Χριστιανισμόν. Εἰ [*](Rom. xi. 32.) γὰρ ἐγίνωσκον, οὐκ ἂν ἑαυτοὺς ‘συνέκλειον’ εἰς τὴν τῶν νῦν

69
Ἰουδαίων ἀπιστίαν, ἀλλʼ ἐρωτῶντες ἐμάνθανον, ὅτι ‘ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ [*](John i. 1.) Λόγος·᾿  ὅτε δὲ εὐδοκήσαντος τοῦ Πατρὸς ὁ Λόγος αὐτὸς γέγονεν ἄνθρωπος, τότε εἰκότως εἴρηται περὶ αὐτοῦ παρὰ μὲν τοῦ Ἰωάννου τὸ ‘ὁ Λόγος σὰρξ ἐγένετο·ʼ παρὰ δὲ τοῦ Πέτρου, ‘Κύριον [*](Ib. 14. Acts ii. 36.) καὶ Χριστὸν αὐτὸν ἐποίησε·’ καὶ διὰ μὲν Σολομῶνος, ὡς παῤ αὐτοῦ·᾿ τοῦ Κυρίου, ‘Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα [*](Prov. viii. 22.) αὐτοῦ·᾿ παρὰ δὲ τοῦ Παύλου, ‘τοσούτῳ κρείττων γενόμενος [*](Heb. i. 4.) τῶν ἀγγέλων·᾿ καὶ πάλιν, ‘ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου [*](Phil. ii. 7.) λαβών·᾿ καὶ αὖθις, ‘Ὅθεν, ἀδελφοὶ ἅγιοι, κλήσεως ἐπουρανίου [*](Heb. iii. 1, 2.) μέτοχοι, κατανοήσατε τὸν ἀπόστολον καὶ ἀρχιερέα τῆς ὁμολογίας ἡμῶν Ἰησοῦν πιστὸν ὄντα τῷ ποιήσαντι αὐτόν·᾿ τὰ τοιαῦτα γὰρ πάντα ῥητὰ τὴν αὐτὴν ἔχει δύναμιν καὶ διάνοιαν βλέπουσαν εἰς εὐσέβειαν, καὶ δεικνύουσαν τὴν θεότητα τοῦ Λόγου, καὶ τὰ ἀνθρωπίνως λεγόμενα περὶ αὐτοῦ, διὰ τὸ γεγενῆσθαι αὐτὸν καὶ υἱὸν ἀνθρώπου. Καὶ εἰ καὶ αὐτάρκη ταῦτα πρὸς ἀπόδειξιν κατʼ αὐτῶν, ὅμως ἐπειδὴ μὴ νοοῦντες τὸ παρὰ τοῦ ἀποστόλου λεγόμενον, [*]((4.)) (ἵνα τούτου πρῶτον μνησθῶ,) νομίζουσιν ἓν τῶν ποιημάτων εἶναι τὸν τοῦ Θεοῦ Λόγον, διὰ τὸ γεγράφθαι, ‘πιστὸν ὄντα τῷ ποιήσαντι αὐτὸν,ʼ ἀναγκαῖον ἡγησάμην τοῦτο πάλιν λέγοντας αὐτοὺς ἐντρέπειν, ὥσπερ καὶ ἐν τοῖς πρὸ τούτων ἐλέγομεν, λαμβάνοντες παῤ αὐτῶν τὸ λῆμμα.

2. Εἰ μὲν οὖν οὐκ ἔστιν Υἱὸς, λεγέσθω καὶ ποίημα· πάντα τε τὰ ἐπὶ τῶν ποιημάτων κατηγορείσθω καὶ ἐπʼ αὐτοῦ· καὶ μόνος μὴ λεγέσθω Υἱὸς, μὴ Λόγος, μὴ Σοφία· καὶ αὐτὸς δὲ ὁ Θεὸς μὴ λεγέσθω Πατὴρ, ἀλλὰ μόνον δημιουργὸς καὶ κτίστης τῶν γινομένων ὑπʼ αὐτοῦ. Καὶ ἔστω ἡ μὲν κτίσις εἰκὼν καὶ χαρακτὴρ τῆς δημιουργικῆς βουλήσεως αὐτοῦ· αὐτὸς δὲ κατʼ ἐκείνους μὴ ἔστω γεννητικῆς φύσεως· ὥστε τῆς ἰδίας οὐσίας αὐτοῦ μὴ εἶναι λόγον, μὴ Σοφίαν, μηδʼ ὅλως εἰκόνα. Εἰ γὰρ μή ἐστιν Υἱὸς, οὐδὲ εἰκών. Μὴ ὄντος δὲ Υἱοῦ, πῶς ἄρα τὸν Θεὸν κτίστην εἶναι λέγετε, εἴ γε ‘διὰ Λόγουʼ καὶ ‘ἐν σοφίᾳʼ πάντα τὰ γινόμενα γίνεται, χωρίς τε τούτου οὐκ ἄν τι γένοιτο, οὐκ ἔχει δὲ καθʼ ὑμᾶς ἐν ᾧ καὶ διʼ οὗ τὰ πάντα ποιεῖ; εἰ δὲ μὴ καρπογόνος ἐστὶν αὐτὴ ἡ θεία οὐσία, ἀλλʼ ἔρημος, κατʼ αὐτοὺς, ὡς φῶς μὴ φωτίζον, καὶ πηγὴ ξηρὰ, πῶς δημιουργικὴν ἐνέργειαν ἔχειν αὐτὸν [*](i. 14.)

70
λέγοντες οὐκ αἰσχύνονται; καὶ ἀναιροῦντες δὲ τὸ κατὰ φύσιν, πῶς τὸ κατὰ βούλησιν προηγεῖσθαι θέλοντες οὐκ ἐρυθριῶσιν; Εἰ δὲ τὰ ἐκτὸς καὶ οὐκ ὄντα πρότερον, βουλόμενος δὲ αὐτὰ εἶναι, δημιουργεῖ, καὶ γίνεται τούτων ποιητὴς, πολλῷ πρότερον εἴη ἂν πατὴρ γεννήματος ἐκ τῆς ἰδίας οὐσίας. Εἰ γὰρ τὸ βούλεσθαι περὶ τῶν μὴ ὄντων διδόασι τῷ Θεῷ, διὰ τί μὴ τὸ ὑπερκείμενον τῆς βουλήσεως οὐκ ἐπιγινώσκουσι τοῦ Θεοῦ; ὑπεραναβέβηκε δὲ τῆς βουλήσεως τὸ πεφυκέναι καὶ εἶναι αὐτὸν Πατέρα τοῦ [*](iii. 62.) ἰδίου Λόγου. Εἰ τοίνυν τὸ πρότερον, ὅπερ ἐστὶ κατὰ φύσιν, οὐχ ὑπῆρξε κατὰ τὴν ἐκείνων ἄνοιαν, πῶς τὸ δεύτερον, ὅπερ ἐστὶ κατὰ βούλησιν, γένοιτʼ ἄν; πρότερον δέ ἐστιν ὁ Λόγος, καὶ δεύτερον ἡ κτίσις. Ἀλλʼ ἔστιν ὁ Λόγος, κἂν πλείονα τολμῶσιν [*](John i. 3.) οἱ ἀσεβεῖς· ‘διʼ αὐτοῦ γὰρ γέγονεν ἡ κτίσις· καὶ δῆλον ἂν εἴη ὅτι, ποιητὴς ὢν, ὁ Θεὸς ἔχει καὶ τὸν δημιουργικὸν Λόγον οὐκ ἔξωθεν, ἀλλʼ ἴδιον ἑαυτοῦ· πάλιν γὰρ τὸ αὐτὸ ῥητέον. Εἰ τὸ βούλεσθαι ἔχει, καὶ τὸ βούλημα αὐτοῦ ποιητικόν ἐστι, καὶ ἀρκεῖ τὸ βούλημα αὐτοῦ πρὸς σύστασιν τῶν γινομένων· ὁ δὲ Λόγος ἐστὶν αὐτοῦ ποιητικὸς, καὶ δημιουργός· οὐκ ἀμφίβολον [*](Cp. iv. 1.) ὅτι αὐτός ἐστιν ἡ τοῦ Πατρὸς ζῶσα βουλὴ, καὶ ἐνούσιος ἐνέργεια,  καὶ Λόγος ἀληθινὸς, ἐν ᾧ καὶ συνέστηκε καὶ διοικεῖται τὰ πάντα καλῶς. Οὐδεὶς δὲ οὐδὲ διστάξειεν ὡς ὁ ἁρμόζων τῆς ἁρμονίας καὶ τῶν ἁρμοζομένων πρόεστι. Καὶ δεύτερόν ἐστι, καθὰ προεῖπον, τὸ δημιουργεῖν τοῦ γεννᾷν τὸν Θεάν. Τὸ μὲν [*](Cp. i. 14.) γὰρ ‘Υἱὸς’ ἴδιον καὶ ἀληθῶς ἐκ τῆς μακαρίας ἐκείνης καὶ ἀεὶ οὔσης οὐσίας ἐστί· τὰ δὲ ἐκ βουλήσεως αὐτῆς ἔξωθεν συνιστάμενα γίνεται, καὶ δημιουργεῖται διὰ τοῦ ἰδίου καὶ ἐξ αὐτῆς γεννήματος.

3. Οὐκοῦν τοῦ λόγου δεικνύντος πολλὴν ἀτοπίαν κατὰ τῶν λεγόντων μὴ εἶναι Υἱὸν Θεοῦ, ἀλλὰ ποίημα ἀνάγκη λοιπὸν ἡμᾶς συνομολογεῖν Υἱὸν εἶναι τὸν Κύριον. Εἱ δὲ Υἱός ἐστιν, ὥσπερ οὖν καὶ ἔστιν, ὡμολόγηται δὲ ὁ υἱὸς οὐκ ἔξωθεν, ἀλλʼ ἐκ τοῦ γεννῶντος εἶναι, μὴ διαφερέσθωσαν ταῖς λέξεσι, καθὰ προεῖπον, ἐὰν καὶ ἐπʼ αὐτοῦ τοῦ Λόγου ἀντὶ τοῦ ‘τῷ γεννήσαντι,’ ‘τῷ ποιήσαντιʼ ὀνομάζουσιν οἱ ἅγιοι, ὡς ἀδιαφόρου τοῦ ῥήματος ὄντος ἐπὶ τῶν τοιούτων, ἕως τὸ κατὰ φύσιν ὁμολογεῖται. Οὐ γὰρ αἱ λέξεις τὴν φύσιν παραιροῦνται· ἀλλὰ μᾶλλον ἡ φύσις

71
τὰς λέξεις εἰς ἑαυτὴν ἕλκουσα μεταβάλλει. Καὶ γὰρ οὐ πρότεραι τῶν οὐσιῶν αἱ λέξεις, ἀλλʼ αἱ οὐσίαι πρῶται, καὶ δεύτεραι τούτων αἱ λέξεις. Διὸ καὶ ὅταν ἡ οὐσία ποίημα ἢ κτίσμα ᾖ, τότε τὸ ‘ἐποίησε,ʼ καὶ τὸ ‘ἐγένετο,’ καὶ τὸ ‘ἔκτισε,ʼ κυρίως ἐπʼ αὐτῶν λέγεταί τε καὶ σημαίνει τὸ ποίημα. Ὅταν δὲ ἡ οὐσία γέννημα ᾖ καὶ υἱὸς, τότε τὸ ‘ἐποίησε,ʼ καὶ τὸ ‘ἐγένετο’ καὶ τὸ ‘ἔκτισεν, οὐκ ἔτι κυρίως ἐπʼ αὐτοῦ κεῖται, οὐδὲ ποίημα σημαίνει· ἀλλʼ ἀντὶ τοῦ ‘ἐγέννησε,ʼ τῷ ‘ἐποίησεν,’ ἀδιαφόρως τις κέχρηται ῥήματι. Πολλάκις γοῦν πατέρες τοὺς ἐξ αὐτῶν φύντας υἱοὺς ‘δούλουςʼ ἑαυτῶν ὀνομάζουσι, καὶ οὐκ ἀρνοῦνται τὸ γνήσιον τῆς φύσεως· καὶ πολλάκις τοὺς ἰδίους δούλους φιλοφρονούμενοι ‘τέκναʼ καλοῦσι, καὶ οὐ κρύπτουσι τὴν ἐξ ἀρχῆς αὐτῶν κτῆσιν· τὸ μὲν γὰρ ἐπʼ ἐξουσίας, ὡς πατέρες, λέγουσι· τὸ δὲ φιλανθρώπως ὀνομάζουσι. Σάῤῥα γοῦν ‘τὸν Ἀβραὰμ [*](1 Pet. iii. 6.) κύριον ἐκάλει,ʼ καίτοι μὴ δούλη, ἀλλὰ σύζυγος οὖσα· καὶ ὁ μὲν ἀπόστολος Φιλήμονι τῷ κτησαμένῳ συνῆπτεν ὡς ‘ἀδελφὸν’ [*](Philem. 10.) Ὠνήσιμον τὸν δοῦλον· ἡ δὲ Βηρσαβεὲ, καίτοι μήτηρ οὖσα, τὸν υἱὸν ἐκάλει ‘δοῦλον,ʼ λέγουσα τῷ πατρὶ, ‘τὸν δοῦλόν σου [*](3 Kings (1 K. 1. 19.) Σολομῶνα·’ εἶτα καὶ Νάθαν ὁ προφήτης, εἰσελθὼν, τὰ αὐτὰ ἐκείνῃ ἔλεγε τῷ Δαβὶδ, ὅτι ‘Σολομῶνα τὸν δοῦλόν σου· καὶ [*](Ib. 26.) οὐκ ἔμελεν αὐτοῖς τὸν υἱὸν εἰπεῖν ‘δοῦλον, ἀκούων γὰρ κἀκεῖνος ἐπεγίνωσκε τὴν φύσιν, καὶ οὗτοι δὲ λέγοντες οὕτως οὐκ ἠγνόουν τὸ γνήσιον. Κληρονόμον γοῦν ἠξίουν αὐτὸν τοῦ πατρὸς γενέσθαι, ὃν ὡς δοῦλον ἐκάλουν· ἦν γὰρ υἱὸς τῇ φύσει τοῦ Δαβίδ.

4. Ὥσπερ τοίνυν ἀναγινώσκοντες ταῦτα διανοούμεθα καλῶς, καὶ ἀκούοντες ‘δοῦλον’ τὸν Σολομῶνα, οὐ νομίζομεν αὐτὸν εἶναι δοῦλον, ἀλλὰ φύσει καὶ γνήσιον υἱὸν, οὕτως ἐὰν καὶ περὶ τοῦ Σωτῆρος τοῦ ἀληθῶς ὁμολογουμένου Υἱοῦ, καὶ φύσει Λόγου ὄντος, λέγωσιν οἱ ἅγιοι, ‘πιστὸν ὄντα τῷ ποιήσαντι αὐτόν·ʼ ἢ [*](Heb. iii. 2.) αὐτὸς περὶ ἑαυτοῦ ἐὰν λέγῃ, ‘Κύριος ἔκτισέ μέ·’ καὶ ‘ἐγὼ [*](Ps. cxv. (cxvi.) 16.) δοῦλος σὸς, καὶ υἱὸς τῆς παιδίσκης σου·ʼ καὶ ὅσα τοιαῦτα· μὴ διὰ τοῦτο ἀρνείσθωσάν τινες τὴν ἐκ τοῦ Πατρὸς αὐτοῦ ἰδιότητα· ἀλλʼ, ὡς ἐπὶ Σολομῶνος καὶ τοῦ Δαβὶδ, διανοείσθωσαν ὀρθῶς περὶ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ. Ἐπεὶ, εἰ ἀκούοντες Σολομῶνα ‘δοῦλον,’ ὁμολογοῦσιν υἱὸν,  πῶς οὐ πολλάκις ἀπολωλέναι δίκαιοί

72
εἰσιν, ὅτι τὴν αὐτὴν ἐπὶ τοῦ Κυρίου διάνοιαν οὐ σώζουσιν, ἀλλʼ ὅταν μὲν ἀκούωσι ‘γέννημα, καὶ Λόγον, καὶ Σοφίαν,ʼ βιάζονται παρερμηνεύειν, καὶ ἀρνεῖσθαι τὴν φύσει καὶ γνησίαν γέννησιν τὴν ἐκ τοῦ Πατρὸς τοῦ Υἱοῦ· ἀκούοντες δὲ ‘ποιήματος’ φωνὰς καὶ λέξεις, εὐθὺς εἰς τὸ νομίζειν φύσει ποίημα τὸν Υἱὸν καταφέρονται, καὶ ἀρνοῦνται τὸν Λόγον· καίτοι δυνάμενοι, διὰ τὸ γεγενῆσθαι αὐτὸν ἄνθρωπον, πάσας τὰς τοιαύτας λέξεις ἐπιῤῥίπτειν ἐπὶ τὸ ἀνθρώπινον αὐτοῦ; Πῶς οὖν καὶ οὗτοι οὐ [*](Prov. xx.  23.) ‘βδελυκτοὶʼ παρὰ τῷ Κυρίῳ δείκνυνται, ‘δισσὰ στάθμιαʼ παῤ ἑαυτοῖς ἔχοντες, καὶ τῷ μὲν ἐκεῖνα λογιζόμενοι, τῷ δὲ τὸν Κύριον βλασφημοῦντες; Ἀλλʼ ἴσως τὸ μὲν ‘δοῦλος’ ὡς κατὰ διάθεσιν λεγόμενον συντίθενται, τὸ δὲ ‘τῷ ποιήσαντι’ κατέχουσιν, ὡς μέγα τι βοήθημα τῆς αἱρέσεως αὐτῶν. Ἔστι δὲ αὐτοῖς καὶ [*](Cp. Isa. xxxvi. 6.) τοῦτο κάλαμος τεθλασμένος τὸ ἔρεισμα· καταγνώσονται γὰρ εὐθὺς ἑαυτῶν, εἰ μάθοιεν τὸ τῆς γραφῆς ἰδίωμα. Καὶ γὰρ ὥσπερ ‘δοῦλος’ λέγεται ὁ Σολομῶν, καίπερ ὢν υἱὸς, οὕτως, ἵνα τὰ ἐν τοῖς προτέροις εἰρημένα πάλιν εἴπωμεν, εἰ καὶ ‘ποιουμένους καὶ κτιζομένους καὶ γινομένουςʼ τοὺς ἐξ ἑαυτῶν φυομένους υἱοὺς λέγοιεν οἱ γονεῖς, οὐδὲν ἧττον οὐκ ἀρνοῦνται τὴν φύσιν. Ὁ γοῦν Ἐζεχίας, ὡς ἐν τῷ Ἡσαΐᾳ γέγραπται, εὐχόμενος ἔλεγεν· [*](Isa. xxxviii. 19.) ‘Ἀπὸ γὰρ τῆς σήμερον παιδία ποιήσω, ἃ ἀναγγελοῦσι τὴν δικαιοσύνην σου, Κύριε τῆς σωτηρίας μου᾿. Καὶ αὐτὸς μὲν ἔλεγε, ‘ποιήσω·’ ὁ δὲ προφήτης ἔν τε αὐτῷ τῷ βιβλίῳ, καὶ τῇ [*](Ib. xxxix. 7; 4 Kings (2 K.) xx.18.) τετάρτῃ τῶν Βασιλειῶν οὕτω φησί· ‘καὶ οἱ υἱοί σου, οἳ ἐξελεύσονται ἐκ σοῦ.’ Ἀντὶ τοῦ ‘γεννᾷνʼ ἄρα τὸ ‘ποιήσω’ εἴρηκε· καὶ τοὺς ἐξ αὐτοῦ φυομένους, ὡς ποιουμένους φησί. Καὶ οὐ διαφέρεταί τις, ὡς περὶ τοῦ φύσει γεννήματός ἐστιν ἡ λέξις. [*](Gen. iv. 1.) Καὶ Εὔα δὲ τεκοῦσα τὸν Κάϊν, εἶπεν, ‘Ἐκτησάμην ἄνθρωπον διὰ τοῦ Θεοῦ.’ Ἀντὶ τοῦ ‘τεκεῖν,ʼ ἄρα καὶ αὐτὴ τὸ ‘ἐκτησάμην’ εἴρηκε. Καὶ γὰρ πρότερον ἰδοῦσα τὸν τόκον, ὕστερον εἶπε τὸ ‘ἐκτησάμην.ʼ Καὶ οὐ διὰ τὸ ‘ἐκτησάμην, ’ νομίσειεν ἄν τις ἔξωθεν ἠγοράσθαι τὸν Κάϊν, καὶ μὴ ἐξ αὐτῆς τετέχθαι. [*](Ib. xlviii. 5.) Καὶ ὁ πατριάρχης δὲ Ἰακὼβ ἔλεγε τῷ Ἰωσὴφ, ‘Νῦν οὖν οἱ δύο υἱοί σου, οἱ γενόμενοί σοι ἐν Αἰγύπτῳ, πρὸ τοῦ με ἐλθεῖν πρὸς σὲ εἰς Αἴγυπτον, ἐμοί εἰσιν, Ἐφραῒμ καὶ Μανασσῆς Καὶ ἡ [*](Job i. 2.) Υραφὴ δὲ περὶ τοῦ Ἰώβ φησιν, ‘ἐγένοντο αὐτῷ υἱοὶ ἑπτὰ, καὶ
73
θυγατέρες τρεῖς·’ ὥσπερ καὶ Μωϋσῆς εἴρηκεν ἐν τῷ νόμῳ· ‘Ἐὰν [*](Cp. i. 56.) δὲ γένωνταί τινι υἱοί καὶ, ‘ἐὰν ποιήσῃ υἱόν.’

5. Ἰδοὺ πάλιν τοὺς γεννηθέντας, ὡς γενομένους καὶ ποιηθέντας εἰρήκασιν, εἰδότες ὅτι ἕως ὁμολογοῦνται υἱοὶ κἂν λέγῃ τις, ἐγένοντο,ʼ ἢ ‘ἐκτησάμην,ʼ ἢ ‘ἐποίησα,ʼ οὐδὲν διαφέρει. Ἡ γὰρ φύσις καὶ ἡ ἀλήθεια ἕλκει τὴν διάνοιαν εἰς ἑαυτήν. Διὸ καὶ πρὸς τοὺς ζητοῦντας, εἰ κτίσμα καὶ ποίημά ἐστιν ὁ Κύριος, χρὴ πρότερον ζητεῖν εἰ Υἱός ἐστι, καὶ Λόγος, καὶ Σοφία. Τούτων γὰρ ἀποδεικνυμένων, ἐκβάλλεται εὐθὺς καὶ παύεται ἡ περὶ τοῦ ποιήματος καὶ κτίσματος ὑπόνοια· οὔτε γὰρ τὸ ποίημα Υἱὸς καὶ Λόγος ἂν εἴη, οὔτε ὁ Υἱὸς ποίημα ἂν εἴη. Τούτων δὲ πάλιν οὕτως ὄντων, φανερὰ πᾶσιν ἀπόδειξις, ὡς ἡ λέξις ἡ λέγουσα, ‘τῷ ποιήσαντι αὐτὸν,ʼ οὐκ εἰς ὄνησίν ἐστι τῇ αἱρέσει αὐτῶν, ἀλλὰ μᾶλλον εἰς κατάγνωσιν. Δέδεικται γὰρ ὅτι ἡ τοῦ, ‘ἐποίησε,’ λέξις, καὶ ἐπὶ τῶν γνησίων καὶ φύσει τέκνων ἐν τῇ θείᾳ κεῖται Γραφῇ· ὅθεν τοῦ Κυρίου ἀποδεικνυμένου φύσει καὶ γνησίου Υἱοῦ, Λόγου, καὶ Σοφίας τοῦ Πατρὸς, κἂν λέγηται ἐπʼ αὐτοῦ τὸ ‘ἐποίησεν,’ ἢ τὸ ‘ἐγένετο,ʼ οὐχ ὡς ποιήματος ὄντος αὐτοῦ λέγεται, ἀλλʼ ἀδιαφόρως τῇ λέξει χρῶνται οἱ ἅγιοι, ὡς ἐπὶ τοῦ Σολομῶνος, καὶ τῶν Ἐζεχίου τέκνων. Καὶ γὰρ καὶ αὐτῶν γεννησάντων ἐξ ἑαυτῶν, γέγραπται· ‘ἐποίησα,’ καὶ ‘ἐκτησάμην,’ καὶ, ‘ἐγένετο,’ Οὐκοῦν τὰ τοιαῦτα λεξείδια πολλάκις προφασισάμενοι οἱ θεομάχοι, ὀφείλουσι κἂν ὄψέ ποτε ἐκ τῶν εἰρημένων ἀποθέσθαι τὴν ἀσεβῇ φρόνησιν, καὶ φρονῆσαι περὶ τοῦ Κύριου ὅτι Υἱός ἐστιν ἀληθινὸς, Λόγος καὶ Σοφία τοῦ Πατρὸς, οὐ ποίημα, οὐ κτίσμα. Εἰ γὰρ ποίημά ἐστιν ὁ Υἱὸς, ἐν ποίῳ ᾆρα λόγῳ καὶ ἐν ποίᾳ σοφίᾳ γέγονεν αὐτός; Πάντα γὰρ τὰ ποιήματα διὰ τοῦ Λόγου καὶ τῆς Σὀρίας, γέγονε, καθὼς γέγραπται· ‘Πάντα ἐν σοφίᾳ ἐποίησας·’ καὶ, ‘πάντα δι᾿ αὐτοῦ ἐγένετο, [*](Ps. ciii. (civ.) 24.) καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν.ʼ Εἰ δὲ αὐτός ἐστιν ὁ [*](John i. 3.) Λόγος καὶ ἡ Σοφία, ἐν ᾗ πάντα γίνεται, οὐκ ἄρα τῶν ποιουμένων ἐστὶν, οὐδὲ ὅλως τῶν γενητῶν, ἀλλὰ τοῦ Πατρὸς γέννημα.

6. Σκοπεῖτε γὰρ ὁπόσον ἔχει πτῶμα τὸ λέγειν ποίημα τὸν τοῦ Θεοῦ Λόγον. Λέγει που Σολομὼν ἐν τῷ Ἐκκλησιαστῇ, ὅτι ‘σύμπαν [*](Eccl. xii. 14.) τὸ ποίημα ἄξει ὁ Θεὸς εἰς κρίσιν, ἐν παντὶ παρεωρωμένῳ,

74
ἐὰν ἀγαθὸν, καὶ ἐὰν πονηρόν.᾿ Οὐκοῦν εἰ ποίημά ἐστιν ὁ Λόγος, ἀχθήσεται καθʼ ὑμᾶς καὶ αὐτὸς εἰς κρίσιν; Καί που λοιπὸν ἡ κρίσις, κρινομένου τοῦ κριτοῦ;   τίς δὲ τοῖς μὲν δικαίοις τὰς εὐλογίας δώσει, τοῖς δὲ ἀναξίοις τὰ ἐπιτιμίας, ἑστηκότος τοῦ Κυρίου καθʼ ὑμᾶς μετὰ πάντων ἐν κρίσει; ποίῳ δὲ καὶ νόμῳ κριθήσεται αὐτὸς ὁ νομοθέτης; Ταῦτα τῶν ποιημάτων ἴδιά ἐστι, τὸ κρίνεσθαι, τὸ παρὰ τοῦ Υἱοῦ εὐλογεῖσθαι καὶ ἐπιτιμᾶσθαι. Φοβήθητε λοιπὸν τὸν κριτὴν, καὶ πείσθητε τῷ Σολομῶνι λέγοντι. Εἰ γὰρ σύμπαν τὸ ποίημα ἄξει ὁ Θεὸς εἰς κρίσιν, ὁ δὲ Υἱὸς οὐκ ἔστι τῶν κρινομένων, ἀλλὰ καὶ μᾶλλον συμπάντων τῶν ποιημάτων αὐτός ἐστιν ὁ κριτής· πῶς οὐ λαμπρότερον ἡλίου δείκνυται μὴ ποίημα ὢν ὁ Υἱὸς, ἀλλὰ τοῦ Πατρὸς Λόγος, ἐν ᾧ τὰ [*](Heb. iii. 2.) ποιήματα γίνεταί τε καὶ κρίνεται; εἰ δʼ, ὅτι γέγραπται, ‘πιστὸν ὄντα,ʼ πάλιν ταράττει αὐτοὺς νομίζοντας ὡς ἐπὶ πάντων λέγεσθαι καὶ ἐπʼ αὐτοῦ τὸ ‘πιστὸν,ʼ ὅτι πιστεύων ἐκδέχεται τῆς πίστεως τὸν μισθόν· ὥρα καὶ διὰ τοῦτο πάλιν αὐτοὺς ἐγκαλεῖν [*](Deut. xxxii. 4.) Μωσεῖ μὲν λέγοντι, ‘ὁ Θεὸς πιστὸς καὶ ἀληθινός·’ τῷ δὲ [*](1 Cor. x. 13.) Παύλῳ γράφοντι, ‘πιστὸς ὁ Θεὸς, ὃς οὐκ ἐάσει ὑμᾶς πειρασθῆναι ὑπὲρ ὃ δύνασθε,ʼ Ἀλλὰ ταῦτα λέγοντες οἱ ἅγιοι, οὐκ ἀνθρώπινα περὶ τοῦ Θεοῦ διενοοῦντο· ἀλλʼ ἐγίνωσκον διπλοῦν εἶναι τὸν νοῦν ἐν τῇ γραφῇ περὶ ‘τοῦ πιστοῦ·’ τὸ μὲν ὡς πιστεύον, τὸ δὲ, ὡς ἀξιόπιστον· καὶ τὸ μὲν ἐπʼ ἀνθρώπων, τὸ δὲ ἐπὶ Θεοῦ ἁρμόζειν. Πιστὸς γοῦν ὁ Ἀβραὰμ, ὅτι τῷ λαλοῦντι πεπίστευκε Θεῷ· πιστὸς δὲ ὁ Θεὸς, ὅτι, καθὼς ψάλλει [*](Ps. cxliv. (cxlv.) 13.) Δαβὶδ, ‘πιστός ἐστιν ἐν πᾶσι τοῖς λόγοις αὑτοῦ ὁ Κύριος,’ καὶ [*](Heb. i. 18.) ἀξιόπιστός ἐστι, καὶ ‘ἀδύνατόν ἐστιν αὐτὸν ψεύσασθαι.’ Καὶ, [*](1 Tim. v. 16.) ‘εἴ τίς ἐστι πιστὴ χήρας ἔχουσα,ʼ διὰ τὸ καλῶς πιστεύειν, [*](Ib. iii. 1.) πιστὴ καλεῖται. ‘Πιστὸς δὲ ὁ λόγος,ʼ ὅτι ὃ εἴρηκεν, ὀφείλει πιστεύεσθαι· ἀληθὲς γάρ ἐστι, καὶ οὐκ ἔστιν ἄλλως. Καὶ τὸ γεγράφθαι τοίνυν, ‘πιστὸν ὄντα τῷ ποιήσαντι αὐτὸν,’ οὐ πρὸς ἄλλους ἔχει τὴν ὁμοιότητα, οὐδʼ ὅτι πιστεύων, εὐάρεστος γέγονεν, ἀλλʼ ὅτι Υἱὸς ὢν τοῦ ἀληθινοῦ Θεοῦ, πιστός ἐστι καὶ αὐτὸς ὀφείλων πιστεύεσθαι, ἐν οἷς ἂν λέγῃ καὶ ποιῇ, αὐτὸς ἄτρεπτος μένων, καὶ μὴ ἀλλοιούμενος ἐν τῇ ἀνθρωπίνῃ οἰκονομίᾳ καὶ τῇ ἐνσάρκῳ παρουσίᾳ.

7. Οὕτως μὲν οὖν ἄν τις, πρὸς τὴν ἀναίδειαν αὐτῶν χωρῶν,

75
δύναται καὶ ἐκ μόνης τῆς, ‘ἐποίησε,ʼ λέξεως, διελέγχειν αὐτοὺς πλανωμένους, καὶ νομίζοντας εἶναι ποίημα τὸν τοῦ Θεοῦ Λόγον. Ἐπειδὴ δὲ καὶ ἡ διάνοια τῶν γεγραμμένων ἐστὶν ὀρθὴ, δεικνύουσα τὴν ‘ἐποίησε’ λέξιν, πότε καὶ πρὸς τί λεγομένη σημαίνεται, ἀναγκαῖον καὶ ἐξ αὐτῆς δεῖξαι τῶν αἱρετικῶν τὴν ἀλογίαν, ἐὰν μάλιστα, ὡς ἐν τοῖς ἔμπροσθεν εἰρήκαμεν, καὶ τούτου τὸν καιρὸν καὶ τὴν χρείαν λάβοιμεν. Οὐ τοίνυν τὰ πρὸ τῆς κτίσεως διηγούμενος ὁ ἀπόστολος ταῦτα εἴρηκεν, ἀλλʼ ὅτε ‘ὁ Λόγος σὰρξ ἐγένετο οὕτω γὰρ γέγραπται· ‘Ὄθεν, ἀδελφοὶ ἅγιοι, κλήσεως [*](Heb. iii. 1, 2.) ἐπουρανίου μέτοχοι, κατανοήσατε τὸν ἀπόστολον καὶ ἀρχίερέα τῆς ὁμολογίας ἡμῶν Ἰησοῦν, πιστὸν ὄντα τῷ ποιήσαντι αὐτόν.’ Πότε οὖν ἀπεστάλη, ἢ ὁπηνίκα τὴν ἡμετέραν ἐνεδύσατο σάρκα, πότε δὲ ‘ἀρχιερεὺς τῆς ὁμολογίας ἡμῶν γέγονεν, ἢ ὅτε, προσενέγκας ἑαυτὸν ὑπὲρ ἡμῶν, ἤγειρεν ἐκ νεκρῶν τὸ σῶμα, καὶ νῦν αὐτὸς τοὺς προσερχομένους αὐτοῦ τῇ πίστει προσάγει καὶ προσφέρει τῷ Πατρὶ, λυτρούμενος πάντας, καὶ ὑπὲρ πάντων ἱλασκόμενος τὰ πρὸς τὸν Θεόν; Οὐ τὴν οὐσίαν ἄρα τοῦ Λόγου, οὐδὲ τὴν ἐκ τοῦ Πατρὸς φυσικὴν γέννησιν σημᾶναι θέλων ὁ ἀπόστολος εἴρηκε, ‘πιστὸν ὄντα τῷ ποιήσαντι αὐτόν·᾿ (μὴ γένοιτο· ποιῶν γάρ ἐστιν ὁ Λόγος, οὐ ποιούμενος αὐτός·) ἀλλὰ τὴν εἰς ἀνθρώπους αὐτοῦ κάθοδον καὶ ἀρχιερωσύνην γενομένην, ἣν καλῶς ἄν τις ἴδοι ἐκ τῆς κατὰ τὸν νόμον καὶ τὸν Ἀαρὼν ἱστορίας. Οὕτως Ἀαρὼν οὐ γεγέννηται ἀρχιερεὺς, ἀλλὰ ἄνθρωπος, καὶ μετὰ χρόνον, ὅτε ὁ Θεὸς ἠθέλησε, γέγονεν ἀρχιερεύς· καὶ γέγονεν οὐχ ἀπλῶς, οὐδὲ ἐκ τῶν συνήθων ἱματίων γνωριζόμενος, ἀλλʼ ἐπενδιδυσκόμενος τὴν ἐπωμίδα, τὸ λογεῖον, [*](Exod. xxviii. and xxxix.) τὸν ποδήρη, αἱ γυναῖκες μὲν εἰργάσαντο προστάξει τοῦ Θεοῦ, ἐν τούτοις δὲ εἰσερχόμενος εἰς τὰ ἅγια, τὴν ὑπὲρ τοῦ λαοῦ θυσίαν προσέφερε· καὶ ἐν τούτοις ὥσπερ ἐμεσίτευε τῇ ὀπτασίᾳ τοῦ Θεοῦ, καὶ ταῖς τῶν ἀνθρώπων θυσίαις. Οὕτω τοίνυν καὶ ὁ Κύριος ‘ἐν ἀρχῇ μὲν ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, [*](John i. 1.) καὶ Θεὸς ἦν ὁ Λόγος ὅτε δὲ ἠθέλησεν ὁ Πατὴρ ὑπὲρ πάντων λύτρα δοθῆναι, καὶ πᾶσι χαρίσασθαι, τότε δὴ ὁ Λόγος, ὡς Ἀαρὼν τὸν ποδήρη, οὕτως αὐτὸς ἔλαβε τὴν ἀπὸ γῆς σάρκα, Μαρίαν ἀντὶ τῆς ἀνεργάστου γῆς ἐσχηκὼς μητέρα τοῦ σώματος, ἵνα ἔχων τὸ προσφερόμενον αὐτὸς, ὡς ἀρχιερεὺς ἑαυτὸν προσενέγκῃ
76
τῷ Πατρὶ, καὶ τῷ ἰδίῳ αἵματι πάντας ἡμᾶς ἀπὸ τῶν ἁμαρτιῶν καθαρίσῃ, καὶ ἀπὸ τῶν νεκρῶν ἀναστήσῃ.

8. Τούτου γὰρ ἦν τὰ παλαιὰ σκιά· καὶ ὅπερ πεποίηκεν ἐλθὼν ὁ Σωτὴρ, τοῦτο κατὰ τὸν νόμον ἐσκιογράφει ὁ Ἀαρών. Ὥσπερ οὖν ὁ Ἀαρὼν, ὁ αὐτὸς ὢν, οὐκ ἠλλάσσετο περιτιθέμενος τὴν ἀρχιερατικὴν ἐσθῆτα, ἀλλὰ μένων ὁ αὐτὸς, ἐκαλύπτετο μόνον· καὶ εἰ ἔλεγέ τις ἑωρακὼς αὐτὸν προσφέροντα, ‘Ἰδοὺ γέγονε σήμερον ὁ Ἀαρὼν ἀρχιερεὺς,’ οὐκ ἐσήμαινεν αὐτὸν ἄνθρωπον τότε γεγενῆσθαι· ἦν γὰρ, καὶ πρὸ τοῦ αὐτὸν ἀρχιερέα γενέσθαι, [*](Qu. λειτουργίᾳ.) ἄνθρωπος· ἀλλʼ ὅτι τῇ λειτουργείᾳ πεποίηται ἀρχιερεὺς, περιθέμενος τὰ πεποιημένα καὶ κατασκευασθέντα ἱμάτια τῇ ἀρχιερατείᾳ· τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τοῦ Κυρίου δυνατόν ἐστι καλῶς νοεῖν, ὡς οὐκ ἄλλος γέγονε τὴν σάρκα λαβὼν, ἀλλʼ ὁ αὐτὸς ὢν, ἐκαλύπτετο ταύτῃ· καὶ τὸ ‘γέγονε, καὶ τὸ ‘πεποίηται,᾿ οὐχ ὅτι [*](Cp. iii. 41.) ὁ Λόγος, ᾗ Λόγος ἐστὶ, πεποίηται νοεῖν θέμις, ἀλλʼ ὅτι Λόγος, ὢν δημιουργὸς, ὕστερον πεποίηται ἀρχιερεῖς, ἐνδυσάμενος σῶμα τὸ γενητὸν καὶ ποιητὸν, ὅπερ καὶ προσενεγκεῖν ὑπὲρ ἡμῶν δύναται· διὸ καὶ λέγεται πεποιῆσθαι. Εἰ μὲν οὖν οὐ γέγονεν ἄνθρωπος ὁ Κύριος, μαχέσθωσαν οἱ Ἀρειανοί· εἰ δὲ ‘ὁ Λόγος σὰρξ ἐγένετο,ʼ τί ἔδει περὶ γεγονότος ἀνθρώπου λέγειν ἢ, πιστὸν ὄντα τῷ [*](John i. 1.) ποιήσαντι αὐτόν;’ Ὡς γὰρ ἴδιον περὶ τοῦ Λόγου εἰπεῖν, ‘Ἐν ἀρχῇ ἦν ὁ Λόγος,ʼ οὕτως ἀνθρώπων ἴδιόν ἐστι τὸ γίνεσθαι καὶ ποιεῖσθαι. Τίς γοῦν ἰδὼν τὸν Κύριον, ὡς ἄνθρωπον περιπατοῦντα, καὶ Θεὸν ἐκ τῶν ἔργων δεικνύμενον, οὐκ ἂν ἠρώτησε, ‘Τίς τοῦτον ἐποίησεν ἄνθρωπον; τίς δὲ πάλιν οὕτως ἐρωτηθεὶς οὐκ ἂν ἀπεκρίνετο, ὅτι ‘ὁ Πατὴρ τοῦτον ἐποίησεν ἄνθρωπον, καὶ ἀπέστειλεν αὐτὸν ἡμῖν ἀρχιερέα; τὴν δὲ τοιαύτην διάνοιαν καὶ τὸν καιρὸν, καὶ τὸ πρόσωπον, αὐτὸς ὁ ἀπόστολος ὁ καὶ γράψας, πιστὸν ὄντα τῷ ποιήσαντι αὐτὸν,ʼ δηλῶσαι μᾶλλον ἱκανός ἐστιν, ἐὰν τὰ ἔμπροσθεν λάβωμεν· μία γὰρ ἀκολουθία ἐστὶ, καὶ περὶ τοῦ αὐτοῦ τὸ ἀνάγνωσμα τυγχάνει. Γράφει τοίνυν ἐν τῇ ἐπιστολῇ τῇ [*](Heb. ii. 14–18; iii. 1, 2.) πρὸς Ἑβραίους ταῦτα· ‘Ἐπεὶ οὖν τὰ παιδία κεκοινώνηκεν αἵματος καὶ σαρκὸς, καὶ αὐτὸς παραπλησίως μετέσχε τῶν αὐτῶν, ἵνα διὰ τοῦ θανάτου καταργήσῃ τὸν τὸ κρατὸς ἔχοντα τοῦ θανάτου, τουτέστι τὸν διάβολον, καὶ ἀπαλλάξῃ τούτους ὅσοι φόβῳ θανάτου διαπαντὸς τοῦ ζῇν ἔνοχοι ἦσαν δουλείας. Οὐ γὰρ

77
δήπου ἀγγέλων ἐπιλαμβάνεται, ἀλλὰ σπέρματος Ἀβραὰμ ἐπιλαμβάνεται. Ὅθεν ὤφειλε κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθῆναι, ἵνα ἐλεήμων γένηται καὶ πιστὸς ἀρχιερεὺς τὰ πρὸς τὸν Θεὸν, εἰς τὸ ἱλάσκεσθαι τὰς ἁμαρτίας τοῦ λαοῦ· ἐν ᾧ γὰρ πέπονθεν αὐτὸς πειρασθεὶς, δύναται τοῖς πειραζομένοις βοηθῆσαι. Ὅθεν, ἀδελφοὶ ἅγιοι, κλήσεως ἐπουρανίου μέτοχοι, κατανοήσατε τὸν ἀπόστολον καὶ ἀρχιερέα τῆς ὁμολογίας ἡμῶν Ἰησοῦν, πιστὸν ὄντα τῷ ποιήσαντι αὐτόν.’

9. Τίς τὴν περικοπὴν ταύτην ὅλην ἀναγινώσκων, οὐ τῶν μὲν Ἀρειανῶν καταγινώσκει, τὸν δὲ μακάριον ἀπόστολον θαυμάζει, καλῶς εἰρηκότα; Πότε γὰρ ‘πεποίηται,ʼ καὶ πότε ‘ἀπόστολοςʼ γέγονεν, εἰ μὴ ὅτε ‘παραπλησίως ἡμῖν μετέσχε καὶ αὐτὸς αἵματος καὶ σαρκός;’ Καὶ πότε γέγονεν ‘ἐλεήμων καὶ πιστὸς ἀρχιερεὺς ἢ ὅτε ‘κατὰ πάντα τοῖς ἀδελφοῖς ὡμοιώθη;’ ὡμοιώθη δὲ τότε, ὅτε γέγονεν ἄνθρωπος, ἐνδυσάμενος τὴν ἡμετέραν σάρκα. Οὐκοῦν περὶ τῆς κατὰ τὸν ἄνθρωπον οἰκονομίας τοῦ Λόγου γράφων ὁ Παῦλος ἔλεγε, ‘πιστὸν ὄντα τῷ ποιήσαντι αὐτὸν,ʼ καὶ οὐ περὶ τῆς οὐσίας τοῦ Λόγου. Μηκέτι τοίνυν μαίνεσθε λέγοντες ποίημα εἶναι τὸν τοῦ Θεοῦ Λόγον. Ἒστι γὰρ αὐτὸς Υἱὸς φύσει μονογενής. Τότε δὲ ἔσχεν ἀδελφοὺς, ὅτε τὴν ὁμοίαν ἡμῖν ἐνεδύσατο σάρκα, ἣν καὶ προσφέρων αὐτὸς διʼ αὐτοῦ, ἀρχιερεὺς ὠνομάσθη, καὶ γέγονεν ἐλεήμων καὶ πιστός· ἐλεήμων μὲν, ὅτι ὑπὲρ ἡμῶν προσενέγκας ἑαυτὸν ἠλέησεν ἡμᾶς· πιστὸς δὲ, οὐ πίστεως μετέχων, οὐδὲ εἴς τινα πιστεύων ὥσπερ ἡμεῖς, ἀλλὰ πιστεύεσθαι ὀφείλων περὶ ὧν ἐὰν λέγῃ καὶ ποιῇ, καὶ ὅτι πιστὴν θυσίαν προσφέρει τὴν μένουσαν καὶ μὴ διαπίπτουσαν. Αἱ μὲν γὰρ κατὰ νόμον προσφερόμεναι οὐκ εἶχον τὸ πιστὸν, καθʼ ἡμέραν παρερχόμεναι, καὶ δεόμεναι πάλιν καθαρσίου· ἡ δὲ τοῦ Σωτῆρος θυσία ἅπαξ γενομένη ‘τετελείωκε τὸ πᾶν, καὶ πιστὴ γέγονε μένουσα [*](Heh. x. 14.) διὰ παντός. Καὶ Ἀαρὼν μὲν ἔσχε τοὺς διαδεχομένους, καὶ ὅλως ἡ κατὰ νόμον ἱερατεία χρόνῳ καὶ θανάτῳ παρήμειβε τοὺς προτέρους· ὁ δὲ Κύριος ‘ἀπαράβατον καὶ ‘ἀδιάδεκτον ἔχων τὴν ἀρχιερωσύνην’ [*](Ib. vii. 24.) πιστὸς γέγονεν ἀρχιερεὺς, παραμένων ἀεὶ, καὶ τῇ ἐπαγγελίᾳ πιστὸς γενόμενος, εἰς τὸ ἐπακούειν καὶ μὴ πλανᾷν τοὺς προσερχομένους. Τοῦτο δὲ πάλιν καὶ ἀπὸ τῆς ἐπιστολῆς τοῦ μεγάλου Πέτρου μαθεῖν ἔξεστι, λέγοντος· ‘Ὥστε καὶ οἱ [*](1 Pet. iv. 19.)

78
πάσχοντες κατὰ τὸ θέλημα τοῦ Θεοῦ, πιστῷ κτίστῃ παρατιθέσθωσαν τὰς ἑαυτῶν ψυχάς·’ πιστὸς γάρ ἐστιν, οὐκ ἀλλασσόμενος, ἀλλʼ ἀεὶ διαμένων, καὶ ἀποδιδοὺς ἃ ἐπηγγείλατο.

10. Ἑλλήνων μὲν οὖν οἱ λεγόμενοι παῤ αὐτοῖς ψευδώνυμοι θεοὶ οὔτε τῷ εἶναι, οὔτε τῷ ἐπαγγέλλεσθαί εἰσι πιστοί· οὔτε γὰρ οἱ αὐτοί εἰσι πανταχοῦ, ἀλλὰ καὶ οἱ κατὰ τόπους, τῷ χρόνῳ διαφθείρονται, καὶ περὶ ἑαυτοὺς καταῤῥέουσι· διὸ καὶ κατʼ αὐτῶν [*](Cf. Jer. ix. 3, xv. 18;) ὁ λόγος βοᾷ, ὅτι ‘πίστις οὐκ ἴσχυσενʼ ἐν αὐτοῖς, καὶ ‘ὕδωρ ψευδές [*](Deut. xxxii. 20.) εἰσι,ʼ καὶ οὐκ ἔστι πίστις ἐν αὐτοῖς.’ Ὁ δὲ τῶν ὅλων καὶ μόνος τῷ ὄντι ὄντως καὶ ἀληθινὸς ὢν Θεὸς πιστός ἐστιν, ὁ αὐτὸς ὢν, [*](Ib. 39. Mal. ii. 6.) καὶ λέγων· ‘Ἴδετέ με, ἴδετε, ὅτι ἐγώ εἰμι,’ καὶ, ‘οὐκ ἠλλοίωμαι·᾿ διὸ καὶ ὁ τούτου Υἱὸς πιστός ἐστιν, ἀεὶ ὢν, καὶ οὐκ ἀλλοιούμενος, οὐδὲ διαψευδόμενος οὔτε ἐν τῷ εἶναι, οὔτε ἐν τῷ ἐπαγγέλλεσθαι, καθάπερ πάλιν ὁ ἀπόστολος γράφων Θεσσαλονικεῦσι [*](1 Thess. v. 24.) μέν φησι· ‘Πιστὸς ὁ καλῶν ὑμᾶς, ὃς καὶ ποιήσει· ἐν γὰρ τῷ ποιεῖν ἂ ἐπαγγέλλεται, πιστός ἐστι λαλῶν· Ἑβραίοις δὲ περὶ τοῦ σημαίνειν τὴν λέξιν ταύτην καὶ τὸ ἀναλλοίωτον οὕτως [*](2 tim. ii. 13.) γράφει· ‘Εἰ ἀπιστήσομεν, ἐκεῖνος πιστὸς μένει· ἀρνήσασθαι ἑαυτὸν οὐ δύναται. Οὐκοῦν εἰκότως ὁ ἀπόστολος τὴν σωματικὴν τοῦ Λόγου παρουσίαν διηγούμενός φησιν, ‘Ἀπόστολον καὶ πιστὸν ὄντα τῷ ποιήσαντι αὐτὸν,ʼ δεικνὺς, ὅτι καὶ ἄνθρωπος γενόμενος ‘Ἰησοῦς Χριστὸς, χθὲς καὶ σήμερον ὁ αὐτὸς, καὶ εἰς τοὺς αἰῶνας ἀναλλοίωτός ἐστι. Καὶ ὥσπερ τῆς ἐνανθρωπήσεως αὐτοῦ διὰ τῆς ἀρχιερωσύνης μνημονεύει γράφων ὁ ἀπόστολος, οὕτω καὶ πάλιν οὐκ ἐσιώπησε μακρὰν, ἀλλʼ εὐθὺς περὶ τῆς θεότητος αὐτοῦ μνημονεύει, πανταχοῦ τῆς ἀσφαλείας γινόμενος, ἔνθα μάλιστα τὸ ταπεινὸν ὀνομάζει, ἵνʼ εὐθὺς αὐτοῦ τὴν ὑψηλότητα καὶ τὴν πατρικὴν μεγαλειότητα γινώσκωμεν. Φησὶ γοῦν, [*](Ib. iii. 5, 6.) ‘Ὁ μὲν Μωσῆς θεράπων, ὁ δὲ Χριστὸς Υἱὸς, κἀκεῖνος μὲν πιστὸς εἰς τὸν οἶκον, οὗτος δὲ ἐπὶ τὸν οἶκον,’ ὡς αὐτὸς αὐτὸν κατασκευάσας, καὶ Κύριος αὐτοῦ καὶ δημιουργὸς τυγχάνων, καὶ ὡς Θεὸς ἁγιάζων αὐτόν. Ὁ μὲν γὰρ Μωσῆς, ἄνθρωπος φύσει ὢν, πιστὸς ἐγένετο, πιστεύων τῷ διὰ τοῦ Λόγου λαλοῦντι αὐτῷ Θεῷ· ὁ δὲ Λόγος οὐχ ὥσπερ τις τῶν γενητῶν ἦν ἐν σώματι, οὐδὲ ὡς κτίσμα ἐν κτίσμασιν, ἀλλὰ Θεὸς ἐν σαρκὶ καὶ δημιουργὸς, καὶ κατασκευαστὴς ἐν τῷ κατασκευασθέντι ὑπʼ αὐτοῦ,

79
Καὶ οἱ μὲν ἄνθρωποι ἕνεκα τοῦ εἶναι καὶ ὑφεστάναι σάρκα περιβέβληνται· ὁ δὲ τοῦ Θεοῦ Λόγος ἕνεκα τοῦ ἁγιάζειν τὴν σάρκα γέγονεν ἄνθρωπος· καὶ Κύριος ὢν, ἐν τῇ μορφῇ τοῦ δούλου ἦν· δούλη γὰρ τοῦ Λόγου ἡ πᾶσα κτίσις, ἡ παῤ αὐτοῦ γενομένη καὶ ποιηθεῖσα. Ἐκ δὲ τούτου συνέστηκεν, ὅτι καὶ τὸ λεγόμενον παρὰ τῷ ἀποστόλῳ, ‘ἐποίησεν,ʼ οὐ ποιούμενον δείκνυσι τὸν Λόγον, ἀλλʼ ὅπερ ἔλαβεν ὅμοιον ἡμῖν σῶμα· διὸ καὶ ἀδελφὸς ἡμῶν ἐχρημάτισε, γενόμενος ἄνθρωπος.

11. Εἰ δὲ δέδεικται, ὅτι, κἂν ἐπʼ αὐτοῦ τοῦ Λόγου τις λέγῃ τὸ ‘ἐποίησεν,ʼ ἀντὶ τοῦ ‘ἐγέννησεʼ λέγει· ποίαν ἄρα παρεξευρεῖν ἐπίνοιαν ἔτι μᾶλλον κακονοίας εἰς τοῦτο δυνήσονται, ὅπου γε πανταχόθεν ὁ λόγος τὸ ῥητὸν διακαθάρας, ἔδειξε μὴ εἶναι ποίημα τὸν Υἱὸν, ἀλλὰ τῇ μὲν οὐσίᾳ γέννημα τοῦ Πατρός· τῇ δὲ οἰκονομίᾳ κατʼ εὐδοκίαν τοῦ Πατρὸς, ἐποιήθη διʼ ἡμᾶς ἄνθρωπος καὶ συνίσταται; καὶ διὰ τοῦτο ἄρα λέγεται παρὰ μὲν τῷ ἀποστόλῳ, ‘πιστὸν ὄντα τῷ ποιήσαντι αὐτὸν,ʼ ἐν δὲ ταῖς Παροιμίαις καὶ τὸ ‘κτίζεσθαι.’ Ἕως γὰρ ὁμολογεῖται ‘γενόμενος ἄνθρωπος,’ οὐδὲν διαφέρει λέγειν, καθάπερ προείρηται, εἴτε ‘ἐγένετο,’ [*](c. 3.) εἴτε ‘πεποίηται,’ εἴτε ‘ἔκτισται,’ εἴτε ‘πέπλασται,ʼ εἴτε ‘δοῦλος,’ εἴτε ‘υἱὸς παιδίσκης,’ εἴτε ‘υἱὸς ἀνθρώπου,ʼ εἴτε ‘κατεστάθη,’ εἴτε ‘ἀπεδήμησεν.’ εἴτε ‘νυμφίος,’ εἴτε ‘ἀδελφιδοῦς,’ εἴτε ‘ἀδελφός.’ Πάντα γὰρ ταῦτα τὰ λεξείδια τῆς ἀνθρώπων συστάσεως ἴδια τυγχάνει ὄντα· καὶ τὰ τοιαῦτα οὐ τὴν οὐσίαν τοῦ Λόγου, ἀλλὰ τὸ ἄνθρωπον αὐτὸν γεγενῆσθαι σημαίνει. Τοιαύτην ἔχει διάνοιαν καὶ τὸ ἐν ταῖς Πράξεσι παῤ αὐτῶν πάλιν προφερόμενον [*]((5.)) ῥητὸν τοῦ Πέτρου λέγοντος, ‘ὅτι Κύριον καὶ Χριστὸν ἐποίησε [*](Acts ii. 36.) τοῦτον τὸν Ἰσσοῦν, ὃν ὑμεῖς ἐσταυρώσατε.’ Οὐδὲ γὰρ οὐδὲ ἐνταῦθα γέγραπται, ‘ἐποίησεν ἑαυτῷ Υἱὸν,’ ἢ, ‘ἐποίησεν ἑαυτῷ Λόγον,ʼ ἵνα καὶ τοιαῦτα φαντασθῶσιν. Εἰ μὲν οὖν μὴ ἐπελάθοντο ὅτι περὶ τοῦ Υἱοῦ τοῦ Θεοῦ λαλοῦσιν, ἐρευνάτωσαν εἴ που γέγραπται, ‘ἐποίησεν ἑαυτῷ Υἱὸν ὁ Θεὸς ἢ ‘ἔκτισεν ἑαυτῷ Λόγον· ἢ πάλιν, εἴ που γέγραπται φανερῶς, ποίημά ἐστιν ἢ κτίσμα ὁ Λόγος·ʼ καὶ τότε προφασιζέσθωσαν, ἵνα καὶ οὕτως ἐλεγχθῶσιν οἱ ἀνόητοι. Εἰ δὲ μηδέν τι τοιοῦτον εὑρίσκουσι, μόνον δὲ εἴ που γέγραπται, ‘ἐποίησε,’ καὶ ‘πεποίηται,’ θηρεύουσι· φοβοῦμαι μὴ κατʼ ὀλίγον ἀκούοντες, ‘Ἐν ἀρχῇ ἐποίησεν [*](Gen. i. 7, 16.)

80
ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν,ʼ καὶ ‘ἐποίησε τὸν ἥλιον καὶ τὴν σελήνην,ʼ καὶ, ‘ἐποίησε τὴν θάλασσαν.’ εἴπωσιν αὐτὸν εἶναι τὸν οὐρανὸν, καὶ αὐτὸν εἶναι τὸ τῇ πρώτῃ ἡμέρᾳ γενόμενον φῶς, καὶ αὐτὸν εἶναι τὴν γῆν, καὶ ἕκαστον τῶν ποιηθέντων, ἵνα λοιπὸν ὁμοιωθῶσι καὶ τοῖς λεγομένοις Στωϊκοῖς. Ὅτι [*](Cp. iv. 13.) ἐκεῖνοι μὲν αὐτὸν τὸν Θεὸν ἐξαπλοῦσιν εἰς τὰ πάντα· οὗτοι δὲ τὸν τοῦ Θεοῦ Λόγον εἰς ἕκαστον τῶν ποιημάτων συντάττουσιν, εἰ καὶ φθάσαντες εἰρήκασι τὰ ὅμοια, λέγοντες ἕνα τῶν ποιημάτων αὐτὸν εἶναι.

12. Ἀλλὰ πάλιν ἀκουέτωσαν τὰ αὐτὰ, καὶ μανθανέτωσαν πρῶτον, ὅτι Υἱός ἐστιν, ὡς καὶ ἐν τοῖς ἔμπροσθεν εἴρηται, καὶ οὐ ποίημα ὁ Λόγος, καὶ οὐ δεῖ τὰς τοιαύτας λέξεις εἰς τὴν θεότητα αὐτοῦ λαμβάνειν, ἀλλʼ ἐρευνᾶν διὰ τί καὶ πῶς ταῦτα γέγραπται· καὶ πάντως ἀπαντήσει τοῖς ζητοῦσιν ἡ ἀνθρωπίνη οἰκονομία, ἣν διʼ ἡμᾶς ἀνεδέξατο. Καὶ γὰρ καὶ ὁ Πέτρος εἰρηκὼς, [*](Acts ii. 36.) ‘Κύριον καὶ Χριστὸν αὐτὸν ἐποίησεν,’ εὐθὺς ἐπήγαγε ‘τοῦτον τὸν Ἰησοῦν, ὃν ὑμεῖς ἐσταυρώσατε.ʼ καὶ πᾶσι γέγονε φανερὸν, (γένοιτο δʼ ἂν καὶ τούτοις, ἐὰν τὴν ἀκολουθίαν τηρήσωσιν,) ὅτι οὐ τὴν οὐσίαν τοῦ Λόγου, ἀλλὰ κατά τὸ ἀνθρώπινον αὐτὸν πεποιῆσθαι ἔλεγε. Τί γάρ ἐστι τὸ σταυρούμενον ἢ τὸ σῶμα; τὸ δὲ σωματικὸν τοῦ Λόγου πῶς εἶχε σημᾶναι ἢ διὰ τοῦ εἰπεῖν, ἐποίησεν;’ ἄλλως τε καὶ τὸ λεγόμενον ἐνταῦθα, ‘ἐποίησεν,ʼ ὀρθὴν ἔχει τὴν διάνοιαν. Οὐ γάρ εἴρηκε, καθὰ προεῖπον, ἐποίησεν αὐτὸν Λόγον,ʼ ἀλλά, ‘Κύριον αὐτόν·ʼ καὶ οὐχ ἀπλῶς, ἀλλʼ ‘εἰς ὑμᾶς,’ καὶ, ‘ἐν μέσῳ ὑμῶν ἐποίησεν,ʼ ἴσον τῷ εἰπεῖν, ‘ἀπέδειξε.’ Καὶ τοῦτο αὐτὸ ὁ Πέτρος, ἀρχόμενος τῆς τοιαύτης ἀρχιδιδασκαλίας, μετά παρατηρήσεως ἐσήμανεν, [*](Ib. 22.) ἡνίκα πρὸς αὐτοὺς ἔλεγεν· ‘Ἄνδρες Ἰσραηλῖται, ἀκούσατε τοὺς λόγους τούτους· Ἰησοῦν τὸν Ναζωραῖον ἄνδρα ἀπὸ τοῦ Θεοῦ ἀποδεδειγμένον εἰς ὑμᾶς δυνάμεσι, καὶ τέρασι, καὶ σημείοις, οἷς ἐποίησε διʼ αὐτοῦ ὁ Θεὸς ἐν μέσῳ ὑμῶν, καθὼς αὐτοὶ οἴδατε.’ Τὸ ὁ ἄρα πρὸς τῷ τέλει λεγόμενον, ‘ἐποίησε,ʼ τοῦτο ἐν τῇ ἀρχῇ εἴρηκεν, ‘ἀπέδειξεν·ʼ ἀπὸ γὰρ τῶν σημείων καὶ ὧν ἐποίει θαυμασίων ὁ Κύριος, ἀπεδείχθη οὐχ ἀπλῶς ἄνθρωπος, ἀλλά Θεὸς ὢν ἐν σώματι, καὶ Κύριος αὐτὸς ὢν ὁ Χριστός. Τοιοῦτόν ἐστι καὶ. [*](John v. 16, 18.) τὸ ἐν τοῖς εὐαγγελίοις λεγόμενον παρὰ τοῦ Ἰωάννου· ‘Δαὶ

81
τοῦτο οὖν μᾶλλον ἐδίωκον αὐτὸν οἱ Ἰουδαῖοι, ὅτι οὐ μόνον ἔλυε τὸ σάββατον, ἀλλὰ καὶ Πατέρα ἴδιον ἔλεγε τὸν Θεὸν, ἴσον ἑαυτὸν ποιῶν τῷ Θεῷ.’ Οὐ γὰρ ἔπλαττεν ἑαυτὸν ὁ Κύριος τότε Θεόν· οὐδὲ γὰρ ὅλως ἔνι ποιούμενος Θεός· ἀλλὰ ἀπεδείκνυε διὰ τῶν ἔργων, λέγων· ‘κἂν ἐμοὶ μὴ πιστεύητε, τοῖς ἔργοις [*](John x. 38.) μου πιστεύετε, ἵνα γνῶτε, ὅτι ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί.᾿ Οὕτως τοίνυν Κύριον καὶ βασιλέα αὐτὸν πεποίηκεν ὁ Πατὴρ ἐν μέσῳ ἡμῶν, καὶ εἰς ἡμᾶς τοὺς πρότερον ἀπειθοῦντας. Καὶ δῆλόν ἐστιν, ὡς ὁ νῦν Κύριος καὶ βασιλεὺς ἀναδεικνύμενος, οὐκ ἀρχὴν ἔχει τοῦ γενέσθαι τότε βασιλεὺς καὶ Κύριος, ἀλλʼ ἀρχὴν ἔχει τοῦ τὴν κυριότητα ἑαυτοῦ δεικνύειν, καὶ ἐκτείνειν καὶ πρὸς τοὺς ἀπειθήσαντας.

13. Εἰ μὲν οὖν νομίζουσιν ὅτι, καὶ πρὶν γένηται ἄνθρωπος καὶ σταυρὸν ὑπομείνῃ, οὐκ ἦν Κύριος καὶ Βασιλεὺς ὁ Σωτὴρ, ἀλλὰ τότε ἀρχὴν ἔσχε τοῦ εἶναι Κύριος· γνώτωσαν, ὅτι τὰ τοῦ Σαμοσατέως ἐκ φανεροῦ πάλιν φθέγγονται ῥήματα· εἰ δὲ, ὥσπερ ἀνέγνωμεν καὶ προείπομεν ἐν τοῖς προτέροις, Κύριος καὶ Βασιλεύς ἐστιν ἀΐδιος, τοῦ μὲν Ἀβραὰμ Κύριον αὐτὸν προσκυνοῦντος, τοῦ δὲ Μωσέως λέγοντος, ‘Καὶ Κύριος ἔβρεξεν ἐπὶ [*](Gen. xix. 24.) Σόδομα καὶ Γόμοῤῥα θεῖον καὶ πῦρ παρὰ Κυρίου ἐκ τοῦ οὐρανοῦ·’ κοὶ του Δαβὶδ ψάλλοντος, ‘Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου, Κάθου [*](Ps. cix. (cx.) 1.) ἐκ δεξιῶν μου·’ καὶ, ‘Ὁ θρόνος σου ὁ Θεὸς, εἰς τὸν αἰῶνα τοῦ [*](Ib. xliv. (xlv.) 6.) αἰῶνος· ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου·’ καὶ, ‘ἡ βασιλεία σου βασιλεία πάντων τῶν αἰώνων·’ δῆλόν ἐστιν [*](Ib. cxliv. (cxlv.) 13.) ὡς, καὶ πρὸ τοῦ γενέσθαι ἄνθρωπος, βασιλεὺς καὶ Κύριος ἦν ἀΐδιος, εἰκὼν καὶ Λόγος τοῦ Πατρὸς ὑπάρχων. Ἀϊδίου δὲ ὄντος τοῦ Λόγου Κυρίου καὶ βασιλέως, πρόδηλον πάλιν, ὅτι οὐ τὴν οὐσίαν τοῦ Υἱοῦ πεποιῆσθαι ἔλεγεν ὁ Πέτρος, ἀλλὰ τὴν εἰς ἡμᾶς αὐτοῦ κυριότητα γενομένην, ὅτε γέγονεν ἄνθρωπος, καὶ τῷ σταυρῷ πάντας λυτρωσάμενος, πάντων γέγονε Κύριος καὶ βασιλεύς. Ἐὰν δὲ διὰ τὸ γεγράφθαι, ‘ἐποίησε,ʼ φιλονεικῶσι, μὴ θέλοντες ἴσον εἰρῆσθαι τὸ ‘ἐποίησε,ʼ τῷ ‘ἀπέδειξεν,ʼ ἢ μὴ νοοῦντες, ἢ διὰ τὴν Κριστομάχον αὐτῶν προαίρεσιν· ἀκουέτωσαν, ὅτι καὶ οὕτως ὀρθὴν ἔχει διάνοιαν τὰ τοῦ Πέτρου ῥήματα. Ὁ γὰρ γινόμενός τινων κύριος τοὺς ἤδη ὄντας κτᾶται ὑφʼ ἑαυτόν· εἰ δὲ ὁ Κύριος δημιουργός ἐστι πάντων καὶ βασιλεὺς ἀΐδιος, ὅτε

82
δὲ γέγονεν ἄνθρωπος, τότε καὶ ἡμᾶς ἐκτήσατο δῆλον ἂν εἴη καὶ κατὰ τοῦτο, ὡς τὸ παρὰ τοῦ Πέτρου λεγόμενον οὐδʼ οὕτω ποίημα σημαίνει τὴν οὐσίαν τοῦ Λόγου, ἀλλὰ τὴν μετὰ ταῦτα τῶν πάντων ὑποταγὴν, καὶ τὴν εἰς πάντας γενομένην τοῦ Σωτῆρος κυριότητα· καὶ ἔστιν ὅμοιον τοῦτο τοῖς ἔμπροσθεν. Ὥσπερ γὰρ ἐκεῖ [*](Ps. xxx. (xxxi) 2. Ib. ix. 9.) παρετιθέμεθα τὰ ῥητὰ τὸ ‘γενοῦ μοι εἰς Θεὸν ὑπερασπιστὴν,ʼ καὶ τὸ ‘ἐγένετο Κύριος καταφυγὴ τῷ πένητι·’ καὶ ἐδείκνυεν ὁ λόγος, ὅτι μὴ ταῦτα γενητὸν δείκνυσι τὸν Θεὸν, ἀλλὰ τὴν εἰς ἕκαστον γινομένην εὐεργεσίαν παῤ αὐτοῦ· οὕτω καὶ τὸ τοῦ Πέτρου ῥητὸν τὴν αὐτὴν ἔχει διάνοιαν.

14. Λόγος μὲν γὰρ ὢν αὐτὸς ὁ τοῦ Θεοῦ Υἱὸς, Κύριός ἐστι τοῦ παντός· ἡμεῖς δὲ τὸ πρὶν ἦμεν ὑπεύθυνοι ἐξ ἀρχῆς μὲν ‘τῇ δουλείᾳ τῆς φθορᾶςʼ καὶ ‘τῇ κατάρᾳ τοῦ νόμου,’ ἔπειτα δὲ καὶ κατʼ ὀλίγον ἑαυτοῖς ἀναπλάσαντες τὰ μὴ ὄντα, ‘ἐδουλεύομεν,’ ὡς εἶπεν [*](Rom. i. 25.) ὁ μακάριος ἀπόστολος, ‘τοῖς φύσει μὴ οὖσι θεοῖς·’ καὶ τὸν μὲν ἀληθινὸν Θεὸν ἠγνοοῦμεν, τὰ δὲ μὴ ὄντα προετιμῶμεν τῆς ἀληθείας. Ἀλλʼ ὕστερον ὥσπερ ὁ πάλαι λαὸς ἐν Αἰγύπτῳ βαρούμενος [*](Cp. Exod. ii. 23.) ‘ἐστέναθεν,’ οὕτω καὶ ἡμῶν ἐχόντων τὸν ἔμφυτον νόμον καὶ [*](Rom. viii. 26.) κατὰ τοὺς ‘ἀλαλήτους στεναγμοὺς τοῦ Πνεύματοςʼ ἐντυγχανόντων [*](Isa. xxvi. 13.) καὶ λεγόντων· ‘Κύριε, ὁ Θεὸς ἡμῶν, κτῆσαι ἡμᾶς· γέγονεν ὥσπερ εἰς οἶκον καταφυγῆς καὶ εἰς Θεὸν ὑπερασπιστὴν, οὕτω καὶ Κύριος ἡμῶν γέγονε. Καὶ οὐκ ἀρχὴν τοῦ εἶναι αὐτὸς ἔσχε τότε· ἀλλʼ ἡμεῖς ἀρχὴν ἔσχομεν τοῦ εἶναι αὐτὸν Κύριον ἡμῶν. Λοιπὸν γὰρ ἀγαθὸς ὢν ὁ Θεὸς, καὶ Πατὴρ ὢν τοῦ Κυρίου, ἐλεήσας καὶ θέλων πᾶσι γνωσθῆναι, ποιεῖ τὸν ἑαυτοῦ Υἱὸν ἐνδύσασθαι σῶμα ἀνθρώπινον, καὶ γενέσθαι ἄνθρωπον, κληθῆναί τε [*](c. 7.) αὐτὸν Ἰησοῦν, ἵνʼ, ἐν τούτῳ ἑαυτὸν προσενέγκας ὑπὲρ πάντων, τοὺς πάντας ἐλευθερώσῃ ἀπὸ τῆς θεοπλανησίας καὶ τῆς φθορᾶς, καὶ πάντων γένηται Κύριος καὶ βασιλεὺς αὐτός. Τὸ δὴ οὖν γενέσθαι αὐτὸν οὕτω Κύριον καὶ βασιλέα, τοῦτʼ ἔστιν ὃ ἔλεγεν [*](Acts ii. 36.) ὁ Πέτρος, ‘ἐποίησεν αὐτὸν Κύριον, καὶ Χριστὸν ἀπέστειλεν·’ ἴσον τῷ εἰπεῖν, ὅτι καὶ ἄνθρωπον αὐτὸν ποίησας ὁ Πατήρ· ἴδιον γὰρ ἀνθρώπων τὸ ποιεῖσθαι. Οὐχ ἀπλῶς δὲ ἐποίησεν ἄνθρωπον, ἀλλʼ εἰς τὸ κυριεῦσαι πάντων αὐτὸν, καὶ ἁγιάζειν πάντας διὰ τοῦ χρίσματος πεποίηκεν. Εἰ γὰρ καὶ ‘δούλου μορφὴν [*](Phil. ii. 6, 7.) ἔλαβεν ὁ ἐν μορφῇ Θεοῦ ὑπάρχωνʼ λόγος, ἀλλʼ ἡ πρόσληψις

83
τῆς σαρκὸς οὐκ ἐδούλου τὸν Λόγον φύσει Κύριον ὄντα· ἀλλὰ μᾶλλον ἐλευθέρωσις μὲν ἦν ἡ γινομένη παρὰ τοῦ Λόγου πάσης τῆς ἀνθρωπότητος· αὐτὸς δὲ ὁ φύσει Κύριος Λόγος, καὶ ἄνθρωπος πος ποιηθεὶς, διὰ τῆς τοῦ δούλου μορφῆς Κύριος πάντων καὶ Χριστὸς, τουτέστιν, εἰς τὸ ἁγιάζειν τῷ Πνεύματι πάντας, πεποίηται. Καὶ ὥσπερ ὁ Θεὸς γινόμενος εἰς Θεὸν ὑπερασπιστὴν, καὶ λέγων, ‘ἔσομαι αὐτοῖς Θεός·’ οὐ μᾶλλον τότε γίνεται [*](2 Cor. vi. 16.) Θεὸς, οὐδὲ τότε ἀρχὴν ἔχει τοῦ γίνεσθαι Θεός· ἀλλʼ ὅπερ ἐστὶν ἀεὶ, τοῦτο καὶ τοῖς δεομένοις γίνεται, ὅταν αὐτῷ, δοκῇ· οὕτω καὶ ὁ Χριστὸς φύσει Κύριος καὶ βασιλεὺς ἀίδιος ὢν, οὐχ ὅτε ἀποστέλλεται, μᾶλλον γίνεται Κύριος, οὐδὲ τότε ἀρχὴν λαμβάνει τοῦ εἶναι Κύριος καὶ βασιλεύς· ἀλλʼ ὅπερ ἐστὶν ἀεὶ, τοῦτο καὶ τότε κατὰ σάρκα πεποίηται, καὶ λυτρωσάμενος πάντας γίνεται καὶ οὕτω ζώντων καὶ νεκρῶν Κύριος· αὐτῷ γὰρ λοιπὸν τὰ πάντα δουλεύει· καὶ τοῦτό ἐστιν, ὅπερ ψάλλει καὶ ὁ Δαβίδ· ‘Εἷπεν ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν [*](Ps. cix.(cx.)1.) θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. Οὐ γὰρ ἔπρεπε διʼ ἑτέρου τὴν λύτρωσιν γενέσθαι, ἀλλὰ διὰ τοῦ φύσει Κυρίου, ἵνα μὴ διὰ Υἱοῦ μὲν κτιζώμεθα, ἄλλον δὲ Κύριον ὀνομάζωμεν, καὶ πέσωμεν εἰς τὴν Ἀρειανὴν καὶ τὴν Ἑλληνικὴν [*](Cp. iii. 16.) ἀφροσύνην, κτίσει δουλεύοντες παρὰ τὸν κτίσαντα τὰ πάντα Θεόν.

15. Αὕτη τοῦ ῥητοῦ κατά γε τὴν ἐμὴν οὐθένειαν ἡ διάνοια. Καὶ γὰρ ἀληθῆ καὶ χρηστὴν ἔχει τὴν αἰτίαν τὰ πρὸς τοὺς Ἰουδαίους τοιαῦτα ῥήματα τοῦ Πέτρου. Ἰουδαῖοι γὰρ πλανηθέντες ἀπὸ τῆς ἀληθείας, προσδοκῶσι μὲν ἐρχόμενον τὸν Χριστόν· οὐχ ἡγοῦνται δὲ αὐτὸν καὶ πάθος ἀναδέχεσθαι, λέγοντες ὅπερ οὐ νοοῦσιν· ‘Ἡμεῖς οἴδαμεν ὅτι, ὅταν ἔλθῃ ὁ Χριστὸς, μένει εἰς [*](John xii. 34.) τὸν αἰῶνα· καὶ πῶς σὺ λέγεις, ὅτι δεῖ αὐτὸν ὑψωθῆναι;ʼ ἔπειτα οὐ Λόγον γινόμενον ἐν σαρκὶ, ἀλλὰ ψιλὸν αὐτὸν ἄνθρωπον γίνεσθαι, ὡς πάντες γεγόνασιν οἱ βασιλεῖς ὑπολαμβάνουσιν. Ὁ μὲν οὖν Κύριος, τοὺς περὶ Κλεόπαν ἐντρέπων, ἐδίδασκεν, ὅτι τὸν Χριστὸν δεῖ πρῶτον παθεῖν· καὶ τοὺς ἄλλους δὲ Ἰουδαίους, [*](Luke xxiv. 26.) ὅτι Θεὸν ἐπιδημῆσαι, λέγων· ‘Εἰ ἐκείνους εἶπε θεοὺς, πρὸς [*](John x. 35. 36.) οὓς ὁ Λόγος τοῦ Θεοῦ ἐγένετο, καὶ οὐ δύναται λυθῆναι ἡ γραφή· ὃν ὁ Πατὴρ ἡγίασε, καὶ ἀπέστειλεν εἰς τὸν κόσμον, ὑμεῖς λέγετε ὅτι “βλασφημεῖς·” ὅτι εἶπὸν, Υἱὸς τοῦ Θεοῦ εἰμι;’

84

16. Ὁ τοίνυν Πέτρος, μαθὼν ταῦτα παρὰ τοῦ Σωτῆρος, κατʼ ἀμφότεραδιορθούμενος τοὺς Ἰουδαίους φησίν—Ὦ Ἰουδαῖοι, τὸν Χριστὸν καταγγέλλουσιν ἔρχεσθαι αἱ θεῖαι γραφαὶ, καὶ ὑμεῖς μὲν ψιλὸν ἄνθρωπον αὐτὸν, ὡς ἕνα τῶν ἐκ τοῦ Δαβὶδ, νομίζετε. τὰ δὲ γεγραμμένα περὶ αὐτοῦ οὐ τοιοῦτον αὐτὸν, οἷον ὑμεῖς λέγετε, σημαίνουσιν· ἀλλὰ μᾶλλον Κύριον καὶ Θεὸν, καὶ ἀθάνατον, καὶ χορηγὸν ζωῆς καταγγέλλουσιν. Ὁ μὲν γὰρ Μωσῆς εἴρηκεν, [*](Cp. Deut. xxviii. 66. Ps. cix. (cx.)1.) ‘Ὄψεσθε τὴν ζωὴν ὑμῶν κρεμαμένην ἀπέναντι τῶν ὀφθαλμῶν ὑμῶν·᾿ ὁ δὲ Δαβὶδ ἐν μὲν τῷ ἑκατοστῷ ἐννάτῳ ψαλμῷ· ‘Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου·ʼ ἐν δὲ τῷ πεντεκαιδεκάτῳ· [*](Ib. xv, (xvi.) 10.) κάτῳ· ‘Οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς ᾅδην, οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν.᾿ Ὅτι μὲν οὖν οὐκ εἰς τὸν Δαβὶδ φθάνει τὰ τοιαῦτα ῥητὰ, αὐτὸς μὲν μαρτυρεῖ, ‘Κύριον ἑαυτοῦʼ φάσκων εἶναι τὸν ἐρχόμενον· συνορᾶτε δὲ καὶ ὑμεῖς, ὅτι ἀπέθανε, καὶ τὰ λείψανα αὐτοῦ παῤ ὑμῖν ἐστιν. Ὅτι δὲ τὸν Χριστὸν τοιοῦτον εἶναι δεῖ, οἷον αὐτὸν λέγουσιν εἶναι αἱ γραφαὶ, πάντως καὶ ὑμεῖς συνομολογήσετε· παρὰ Θεοῦ γὰρ εἴρηνται οἱ λόγοι, καὶ οὐ δύναται ψεῦδος ἐν αὐτοῖς εἶναι. Εἰ μὲν οὖν δύνασθε εἰπεῖν, ὡς ἐλθόντος πρότερον τοιούτου, καὶ δύνασθε δεῖξαι Θεὸν αὐτὸν εἶναι, ἀφʼ ὧν ἐποίησε σημείων καὶ τεράτων, εἰκότως ἡμῖν διαμάχεσθε· εἰ δὲ δεῖξαι μὲν οὐ δύνασθε ὡς ἐλθόντα, προσδοκᾶτε δὲ ἀκμὴν τοιοῦτον, ἐπίγνωτε τὸν καιρὸν ἀπὸ [*](Cp. Dan. ix. 24–27.) τοῦ Δανιήλ· εἰς τὸν παρόντα γὰρ χρόνον τὰ λεχθέντα παῤ αὐτοῦ φθάνει. Εἰ δὲ ὁ παρὼν καιρὸς οὗτός ἐστιν ἐκεῖνος ὁ πάλαι προκαταγγελλόμενος, καὶ τὰ γενόμενα δὲ νῦν ἐφʼ ἡμῖν ἑωράκατε, γνῶτε ὅτι οὗτος ὁ Ἰησοῦς, ὃν ὑμεῖς ἐσταυρώσατε, οὗτός ἐστιν ὁ Χριστὸς ὁ προσδοκώμενος· ὁ μὲν γὰρ Δαβὶδ καὶ πάντες οἱ προφῆται ἀπέθανον, καὶ τὰ μνήματα πάντων παῤ ὑμῖν ἐστιν· ἡ δὲ γενομένη νῦν ἀνάστασις ἔδειξεν εἰς τοῦτον φθάνειν [*](Deut. xxviii. 66.) τὰ γεγραμμένα. Τὸ μὲν γὰρ σταυρωθῆναι, δείκνυσι τὸ ‘ὄψεσθε τὴν ζωὴν ὑμῶν κρεμαμένην·’ καὶ τὸ τῇ λόγχῃ δὲ τρωθῆναι τὴν [*](Isa. liii. 7.) πλευρὰν, πληροῖ τὸ ‘Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη·’ τὸ δὲ μὴ μόνον ἐξαναστῆναι, ἀλλὰ καὶ παλαιοὺς νεκροὺς ἐκ τῶν μνημείων ἐγεῖραι (τούτους γὰρ ἑωράκασιν ὑμῶν οἱ πλεῖστοι), τουτέστι τὸ ‘ Οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς ᾅδην·’ καὶ τὸ

85
‘Κατέπιεν ὁ θάνατος ἰσχύσας· καὶ πάλιν, ‘Ἀφεῖλεν ὁ Θεός.’ [*](Isa xxv. 8.) Τὸ δὲ καὶ τοιαῦτα σημεῖα ποιῆσαι αὐτὸν, οἷα γέγονε, δείκνυσι Θεὸν εἶναι τὸν ἐν σώματι, καὶ αὐτὸν εἶναι τὴν ζωὴν καὶ Κύριον τοῦ θανάτου. Ἔπρεπε γὰρ τὸν Χριστὸν, τὸν ἄλλοις ζωὴν διδόντα, αὐτὸν μὴ κρατεῖσθαι ὑπὸ τοῦ θανάτου· τοῦτο δὲ οὐκ ἂν ἐγεγόνει εἰ, ὡς ὑμεῖς νομίζετε, ψιλὸς ἄνθρωπος ἦν ὁ Χριστός. Ἀλλὰ μὴν αὐτός ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ· ἄνθρωποι γὰρ πάντες ὑπεύθυνοι θανάτου εἰσί, Μηκέτι τοιγαροῦν ἀμφιβαλλέτω τις, ἀλλʼ ἀσφαλῶς γινωσκέτω πᾶς οἶκος Ἰσραὴλ, ὅτι οὗτος ὁ Ἰησοῦς, ὃν ἐθεωρήσατε σχήματι ἄνθρωπον, τοιοῦντα σημεῖα καὶ τοιαῦτα ἔργα, ἃ μηδεὶς πώποτε πεποίηκεν, αὐτός ἐστιν ὁ Χριστὸς καὶ Κύριος πάντων. Καὶ γὰρ καὶ ἄνθρωπος γενόμενος, καὶ κληθεὶς Ἰησοῦς, ὥσπερ ἐν τοῖς προτέροις εἴπομεν, οὐκ ἠλαττώθη τῷ ἀνθρωπίνῳ πάθει, ἀλλὰ μᾶλλον καὶ ἐν τῷ ποιηθῆναι ἄνθρωπος, ζώντων καὶ νεκρῶν ἀποδείκνυται Κύριος. ‘Ἐπειδὴ γὰρ,ʼ ὡς [*](1 Cor. i. 21.) εἶπεν ὁ ἀπόστολος, ‘ἐν τῇ σοφίᾳ τοῦ Θεοῦ οὐκ ἔγνω ὁ κόσμος διὰ τῆς σοφίας τὸν Θεὸν, ηὐδόκησεν ὁ Θεὸς διὰ τῆς μωρίας τοῦ κηρύγματος σῶσαι τοὺς πιστεύοντας· οὕτω καὶ ἡμεῖς οἱ ἄνθρωποι, ἐπειδὴ οὐκ ἠθελήσαμεν διὰ τοῦ Λόγου αὐτοῦ ἐπιγνῶναι τὸν Θεὸν, καὶ δουλεῦσαι τῷ φύσει δεσπότῃ ἡμῶν τῷ Λόγῳ τοῦ Θεοῦ, ηὐδόκησεν ὁ Θεὸς ἐν ἀνθρώπῳ δεῖξαι τὴν ἑαυτοῦ κυριότητα, καὶ πάντας ἑλκῦσαι πρὸς ἑαυτόν. Διʼ ἀνθρώπου δὲ ψιλοῦ τοῦτο ποιῆσαι ἀπρεπὲς ἦν, ἵνα μὴ, ἄνθρωπον Κύριον ἔχοντες, ἀνθρωπολάτραι γενώμεθα· διὰ τοῦτο αὐτὸς ὁ Λόγος σὰρξ ἐγένετο, καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Ἰησοῦν, καὶ οὕτως ἐποίησεν αὐτὸν Κύριον καὶ Χριστὸν ὁ Πατὴρ, ἴσον τῷ εἰπεῖν, ‘εἰς τὸ κυριεύειν αὐτὸν καὶ βασιλεύειν ἐποίησεν· ἵνʼ ἐν τῷ ὀνόματι Ἰησοῦ, ὃν ὑμεῖς ἐσταυρώσατε, ὥσπερ πᾶν γόνυ κάμπτει, οὕτω καὶ Κύριον καὶ βασιλέα αὐτόν τε τὸν Υἱὸν ἐπιγινώσκωμεν, καὶ δι᾿ αὐτοῦ τὸν Πατέρα.’

17. Ἰουδαίων μὲν οὖν οἱ πλεῖστοι, ταῦτα ἀκούοντες, ἐνετράπησαν, καὶ λοιπὸν ἐπέγνωσαν τὸν Χριστὸν, ὡς ἐν ταῖς Πράξεσι [*](Acts ii. 37.) γέγραπται· ἐπειδὴ δὲ οἱ Ἀρειομανῖται αἱροῦνται ἀπομένειν Ἰουδαῖοι καὶ μάχεσθαι τῷ Πέτρῳ, φέρε, τὰς ὁμοίας λέξεις αὐτοῖς παραθώμεθα· ἴσως κἂν οὕτως ἐντραπῶσι, μαθόντες τὴν συνήθειαν τῆς θείας γραφῆς. Ὅτι μὲν οὖν ἀΐδιος Κύριός ἐστι καὶ

86
βασιλεὺς ὁ Χριστὸς, δῆλον γέγονεν ἐκ τῶν προειρημένων, καὶ οὐδείς ἐστιν, ὃς ἀμφιβάλλει περὶ τούτου. Υἱὸς γὰρ ὢν τοῦ Θεοῦ, ὅμοιος αὐτοῦ ἂν εἴη· ὅμοιος δὲ ὢν, πάντως ἐστὶ καὶ [*](John xiv. 9.) Κύριος καὶ βασιλεύς· αὐτὸς γάρ φησιν, ‘Ὁ ἐμὲ ἑωρακὼς ἑώρακε τὸν Πατέρα.’ Ὅτι δὲ καὶ αὐτὸ μόνον τὸ λεγόμενον παρὰ τοῦ [*](Acts ii. 36.) Πέτρου, ‘Κύριον αὐτὸν ἐποίησε καὶ Κριστὸν,ʼ οὐ ποίημα εἶναι τὸν Υἱὸν σημαίνει, ἔξεστιν ἰδεῖν ἀπὸ τῆς εὐλογίας τοῦ Ἰσαάκ; κἂν ἀμυδρά πως ἡ εἰκὼν αὕτη πρὸς τὸ προκείμενον ᾖ. Ἔφη [*](Gen. xxvii. 29.) τοίνυν τῷ μὲν Ἰακὼβ, ‘γίνου κύριος τοῦ ἀδελφοῦ σοῦ·’ τῷ δὲ [*](Ib. 37.) Ἠσαῦ, ‘Ἰδοὺ κύριον αὐτὸν ἐποίησά σου Εἰ μὲν οὖν τὸ ‘ἐποίησεʼ τὴν οὐσίαν καὶ τὴν ἀρχὴν τῆς γενέσεως τοῦ Ἰακὼβ ἐσήμαινεν, οὐδʼ οὕτω μὲν ἐχρῆν αὐτοὺς τοιαῦτα περὶ τοῦ Λόγου τοῦ Θεοῦ κἂν ἐνθυμεῖσθαι· οὐ γάρ ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ ποίημα, ὡς ὁ Ἰακώβ· πλὴν ἐδύναντό πως πυθόμενοι, μηκέτι παραφρονεῖν· εἰ δὲ ταῦτα οὐκ ἐπὶ τῆς οὐσίας, οὐδὲ ἐπὶ τῆς ἀρχῆς τῆς γενέσεως λαμβάνουσι, καίτοι κατὰ φύσιν ὄντος τοῦ Ἰακὼβ κτίσματος καὶ ποιήματος, πῶς οὐ πλέον τοῦ διαβόλου μαίνονται, εἰ ἄρα ἃ μηδὲ τοῖς φύσει γεννητοῖς τολμῶσιν ἐκ τῶν ὁμοίων λέξεων συνάπτειν, ταῦτα τῷ Υἱῷ τοῦ Θεοῦ προσπλέκουσι, λέγοντες αὐτὸν ποίημα εἶναι; Ἔλεγε γὰρ ὁ Ἰσαὰκ, ‘γίνου,’ καὶ, ‘ἐποίησα,ʼ οὔτε τὴν ἀρχὴν τῆς γενέσεως τοῦ Ἰακὼβ, οὔτε τὴν οὐσίαν αὐτοῦ σημαίνων· μετὰ γὰρ τριάκοντα καὶ πλεῖον ἔτη τῆς γενέσεως αὐτοῦ ταῦτα ἔλεγεν· ἀλλὰ τὴν εἰς τὸν ἀδελφὸν ἐξουσίαν αὐτοῦ, τὴν μετὰ ταῦτα γενομένην.

18. Οὐκοῦν πολλῷ μᾶλλον ὁ Πέτρος οὐ ποίημα τὴν οὐσίαν τοῦ Λόγου σημαίνων ταῦτʼ ἔλεγεν· ᾔδει γὰρ αὐτὸν Υἱὸν τοῦ [*](Matt. xvi. 16.) Θεοῦ, ὁμολογήσας, ‘Σὺ εἶ ὁ Χριστὸς, ὁ Υἱὸς τοῦ Θεοῦ ζῶντος· ἀλλὰ τὴν κατὰ χάριν ποιηθεῖσαν καὶ γενομένην καὶ εἰς ἡμᾶς αὐτοῦ βασιλείαν καὶ κυριότητα. Καὶ γὰρ ταῦτα λέγων, οὐκ ἐσιώπησε περὶ τῆς ἀϊδίου καὶ πατρικῆς θεότητος τοῦ Υἱοῦ τοῦ [*](Acts ii. 16.) Θεοῦ· ἀλλὰ καὶ προειρηκὼς ἦν ὅτι καὶ τὸ Πνεῦμα ἐξέχεεν ἐφʼ ἡμᾶς. Τὸ δὲ μετʼ ἐξουσίας διδόναι τὸ Πνεῦμα οὐ κτίσματος οὐδὲ ποιήματός ἐστιν, ἀλλὰ Θεοῦ δῶρον. Τὰ μὲν γὰρ κτίσματα ἁγιάζεται παρὰ τοῦ ἁγίου Πνεύματος· ὁ δὲ Υἱὸς οὐχ ἁγιαζόμενος παρὰ τοῦ Πνεύματος, ἀλλὰ μᾶλλον αὐτὸς διδοὺς αὐτὸ [*](i. 48.) τοῖς πᾶσι, δείκνυται μὴ κτίσμα, ἀλλὰ Υἱὸς ἀληθινὸς τοῦ Πατρὸς

87
ὤν. Πλὴν ὅτι ὁ διδοὺς τὸ Πνεῦμα, ὁ αὐτὸς λέγεται καὶ πεποιῆσθαι· πεποιῆσθαι μὲν ἐν ἡμῖν Κύριος διὰ τὸ ἀνθρώπινον, διδοὺς δὲ, ὅτι τοῦ Θεοῦ Λόγος ἐστίν. Ἦν γὰρ ἀεὶ καὶ ἔστιν, ὥσπερ Υἱὸς, οὕτω καὶ Κύριος καὶ παμβασιλεὺς τῶν πάντων, ὅμοιος ὢν [*](i. 40.) κατὰ πάντα τοῦ Πατρὸς, καὶ πάντα τὰ τοῦ Πατρὸς ἔχων, ὡς εἴρηκεν αὐτός. Φέρε λοιπὸν καὶ αὐτὸ τὸ ἐν ταῖς Παροιμίαις λεγόμενον· [*](John. xvi. 15 Prov. viii. 22.) ‘Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ, εἰς ἔργα αὐτοῦ, θεωρήσωμεν·’ εἰ καὶ μάλιστα, δειχθέντος τοῦ Λόγου, ὅτι μὴ ποίημά ἐστι, δέδεικται ὅτι μηδὲ κτίσμα ἐστί. Ταὐτὸν γάρ ἐστιν εἰπεῖν ποίημα καὶ κτίσμα· ὥστε καὶ τὴν ἀπόδειξιν τὴν περὶ τοῦ μὴ εἶναι ποίημα τὴν αὐτὴν εἶναι καὶ περὶ τοῦ μὴ εἶναι κτίσμα. Διὸ καὶ θαυμάσειεν ἄν τις αὐτοὺς ἐπινοοῦντας ἑαυτοῖς προφάσεις εἰς ἀσέβειαν, καὶ μὴ αἰσχυνομένους ἐπὶ τοῖς γενομένοις καθʼ ἕκαστον ἐλέγχοις. Πρότερον μὲν γὰρ ἐπενόουν ἀπατᾷν πυνθανόμενοι τῶν ἀκεραίων· [*](i. 22.) ‘Ὁ ὢν τὸν μὴ ὄντα ἐκ τοῦ μὴ ὄντος ἐποίησεν, ἢ τὸν ὄντα;’ καὶ. ‘Εἰ εἶχες υἱὸν, πρὶν γεννήσῃς;’ ὡς δὲ δέδεικται τοῦτο σαθρὸν, ἐφεῦρον λέγειν· ‘Ἓν τὸ ἀγένητον, ἢ δύο;’ εἶτʼ ἐν τούτῳ διελεγχθέντες συνῆψαν εὐθύς· ‘Αὐτεξούσιός ἐστι, καὶ τρεπτῆς ἐστι φύσεως;’ Ἀλλὰ ἐκβληθέντος καὶ τούτου, πάλιν ἐφεῦρον λέγειν· ‘Τοσούτῳ κρείττων γενόμενος τῶν ἀγγέλων.’ Ὡς δὲ [*](Heb. i. 4.) καὶ τοῦτο ἡ ἀλήθεια διήλεγξε, νῦν λοιπὸν ἐκεῖνα πάντα συνάγοντες, διὰ τοῦ ‘ποιήματος καὶ κτίσματος,ʼ τὴν αἵρεσιν αὐτῶν συνιστᾷν νομίζουσι. Πάλιν γὰρ ἐκεῖνα σημαίνουσι, καὶ οὐκ ἀφίστανται τῶν ἰδίων κακονοιῶν, τὰ αὐτὰ ποικίλως ἀντιμεταβάλλοντες καὶ μεταστρέφοντες, ὅπως ἴσως τῇ ποικιλίᾳ τινὰς ἀπατῆσαι δυνηθῶσιν. Εἰ καὶ τὰ μάλιστα τοίνυν καὶ τὰ προειρημένα δείκνυσιν αὐτῶν καὶ ταύτην τὴν ἐπίνοιαν ματαίαν· ὅμως, ἐπειδὴ τῷ ἐκ τῶν Παροιμιῶν ῥητῷ τεθρυλλήκασι τὰ πανταχοῦ, [*](Cp. Theod. H. E. ii. 31) καὶ παρὰ πολλοῖς τοῖς ἀγνοοῦσι τὴν Χριστιανῶν πίστιν δοκοῦσι τι λέγειν, ἀναγκαῖον καὶ αὐτὸ τὸ ῥητὸν, ὥσπερ τὸ πιστὸν ὄντα [*](Heb. iii. 2.) τῷ ποιήσαντι αὐτὸν,ʼ οὕτω καὶ τὸ ‘ἔκτισε,’ καθʼ ἑαυτὸ ἐξετάσαι· ἵνʼ, ὡς ἐν πᾶσι, καὶ ἐν τούτῳ δειχθῶσι μηδὲν πλέον ἔχοντες ἢ φαντασίαν.

19. Καὶ πρῶτά γε ἴδωμεν ἅπερ ἐπιδεδώκασι κατὰ τὴν ἀρχὴν, ἡνίκα ἡ αἵρεσις ἐπλάττετο παῤ αὐτῶν, τῷ μακαρίτῃ Ἀλεξάνδρῳ. [*](De Sy. 16.) Ἔγραψαν τοίνυν λέγοντες· ‘Κτίσμα ἐστὶν, ἀλλʼ οὐχ ὡς ἓν τῶν

88
[*](Cp. Jerome c. Luciter. 18.) κτισμάτων· ποίημά ἐστιν, ἀλλʼ οὐχ ὡς ἓν τῶν ποιημάτων· γέννημά ἐστιν, ἀλλʼ οὐχ ὡς ἓν τῶν γεννημάτων.ʼ Θεασάσθω δὴ ἕκαστος τὸ πανοῦργον καὶ δόλιον τῆς αἱρέσεως ταύτης· εἰδυῖα γὰρ τὸ πικρὸν τῆς ἰδίας κακοφροσύνης, καλλωπίζειν ἑαυτὴν βιάζεται πιθανότητι ῥημάτων· καὶ λέγει μὲν, ὅπερ φρονεῖ, ὅτι ‘κτίσμα ἐστὶ, νομίζει δὲ δύνασθαι κρύπτειν ἑαυτὴν ἐν τῷ λέγειν, ‘ἀλλʼ οὐχ ὡς ἓν τῶν κτισμάτων·’ Μᾶλλον δὲ οὕτω γράψαντες, διὰ τούτων πλέον ἤλεγξαν ἑαυτῶν τὴν ἀσέβειαν. Εἰ γὰρ ὅλως καθʼ ὑμᾶς κτίσμα ἐστὶ, πῶς ὑποκρίνεσθε λέγοντες, ‘ἀλλʼ οὐχ ὡς ἓν τῶν κτισμάτων; καὶ εἰ ὅλως ποίημά ἐστι, πῶς ‘οὐχ ὡς ἓν τῶν ποιημάτων;’ ἐν οἷς καὶ τὸν ἰὸν τῆς αἱρέσεως θεωρεῖν ἔξεστι. Λέγοντες γὰρ ‘γέννημα, ἀλλʼ οὐχ ὡς ἓν τῶν γεννημάτων,’ πολλοὺς υἱοὺς συντάττουσι, καὶ τούτων ἕνα εἶναι τὸν Κύριον δογματίζουσιν· ὡς μηκέτι κατʼ αὐτοὺς μονογενῆ εἶναι, ἀλλʼ ἐκ πολλῶν ἀδελφῶν ἕνα καὶ αὐτὸν γέννημα καὶ Υἱὸν χρηματίζειν. Τίς οὖν χρεία τῆς ὑποκρίσεως, ὥστε λέγειν μὲν αὐτὸν κτίσμα, λέγειν δὲ αὐτὸν μὴ κτίσμα; καὶ γὰρ καὶ ἐὰν λέγητε, οὐχ ὡς ἓν τῶν κτισμάτων,ʼ ἀνόητον ὑμῶν τὸ τοιοῦτον σόφισμα δειχθήσεται· ἓν γὰρ πάλιν τῶν κτισμάτων αὐτὸν εἶναι λέγετε· καὶ οἷα ἄν τις εἴποι καὶ περὶ τῶν ἄλλων κτισμάτων, τοιαῦτα καὶ [*](Matt. xxiii. 17.) περὶ τοῦ Υἱοῦ φρονεῖτε, ὡς ἀληθῶς μωροὶ καὶ τυφλοί.ʼ Ποῖον γὰρ καὶ ἕτερον τῶν κτισμάτων τοιοῦτόν ἐστιν, οἷον γέγονε καὶ τὸ ἕτερον, ἵνα τοῦτο περὶ Υἱοῦ ὡς ἐξαίρετόν τι λέγητε; Καὶ πᾶσα ἡ φαινομένη κτίσις ἐν ἓξ ἡμέραις γέγονε· καὶ τῇ μὲν πρώτῃ τὸ φῶς, ὅπερ ἐκάλεσεν ἡμέραν· τῇ δὲ δευτέρᾳ τὸ στερέωμα· καὶ τῇ τρίτῃ, συναγαγὼν τὰ ὕδατα, ἔδειξε τὴν ξηρὰν, καὶ τοὺς ἐν αὐτῇ ποικίλους προήγαγε καρπούς· καὶ τῇ μὲν τετάρτῃ πεποίηκε τὸν ἥλιον καὶ τὴν σελήνην, καὶ πάντα τὸν τῶν ἀστέρων χορόν· τῇ δὲ πέμπτῃ τῶν ἐν τῇ θαλάσσῃ ζώων, καὶ τῶν ἐν τῷ ἀέρι πετεινῶν τὴν γένεσιν ἔκτισε· τῇ δὲ ἕκτῃ τὰ τετράποδα τὰ ἐπὶ τῆς γῆς πεποίηκε, καὶ λοιπὸν τὸν ἄνθρωπον. [*](Rom. i. 20.) ‘Τά τε ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου, τοῖς ποιήμασι νοούμενα, καθορᾶται· καὶ οὔτε τὸ φῶς ὡς ἡ νὺξ, οὔτε ὁ ἥλιος ὡς ἡ σελήνη, οὔτε τὰ ἄλογα ὡς ὁ λογικὸς ἄνθρωπός ἐστιν· οὔτε οἱ ἄγγελοι ὡς οἱ θρόνοι, οὔτε οἱ θρόνοι ὡς αἱ ἐξουσίαι· ἀλλὰ πάντα [*](Gen. i. 11.) μέν ἐστι κτίσματα, ἕκαστον δὲ τῶν γενομένων ‘κατὰ γένος’ τῇ ἰδίᾳ οὐσίᾳ, ὡς γέγονεν, ἐστί τε καὶ μένει.

89

20. Ἢ τοίνυν ὁ Λόγος ἐξαιρείσθω τῶν ποιημάτων, καὶ ὡς κτίστης ἀποδιδόσθω τῷ Πατρὶ, καὶ ὁμολογείσθω φύσει Υἱός· ἢ εἰ ὅλως κτίσμα ἐστὶ, τὴν αὐτὴν ὁμολογείσθω τάξιν ἔχειν, οἵαν ἔχει καὶ τὰ ἕτερα πρὸς ἄλληλα· λεγέσθω δὲ κἀκείνων ἕκαστον ‘κτίσμα, ἀλλʼ οὐχ ὡς ἓν τῶν κτισμάτων, γέννημα ἢ ποίημα, οὐδʼ ὡς ἓν τῶν ποιημάτων ἢ γεννημάτων.ʼ Ταὐτὸν γὰρ εἰρήκατε τὸ γέννημα καὶ τὸ ποίημα, γράψαντες, ‘γεννηθέντα ἢ ποιηθέντα·’ κἂν γὰρ ὑπερέχῃ τῶν ἄλλων τῇ συγκρίσει ὁ Υἱὸς, ἀλλʼ οὐδὲν ἧττόν ἐστι κτίσμα, ὥσπερ κἀκεῖνα· καὶ γὰρ καὶ ἐν αὐτοῖς τοῖς φύσει κτίσμασιν εὑρεῖν ἔστιν ἕτερα ἑτέρων ὑπερέχοντα. ‘Ἀστὴρ [*](1 Cor. xv. 41.) γοῦν ἀστέρος διαφέρει ἐν δόξῃ·’ τά τε ἄλλα ἕκαστα πρὸς ἄλληλα κατὰ σύγκρισιν ἔχει τὴν διαφοράν· καὶ οὐ διὰ τοῦτο τὰ μὲν κύρια, τὰ δὲ τοῖς βελτίοσι δουλεύει· οὐδὲ τὰ μὲν ποιητικὰ αἴτιά ἐστι, τὰ δὲ παῤ αὐτῶν γίνεται· ἀλλὰ πάντα τοῦ γίνεσθαι καὶ κτίζεσθαι τὴν φύσιν ἔχει, ὁμολογοῦντα διʼ ἑαυτῶν τὸν δημιουργὸν ἑαυτῶν, ὡς ψάλλει Δαβὶδ, Ὁἱ οὐρανοὶ διηγοῦνται δόξαν [*](Ps. xviii. (xix.) 1.) Θεοῦ, ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.’ καθάπερ καὶ Ζοροβάβελ ὁ σοφὸς λέγει, ‘Πᾶσα ἡ γῆ τὴν ἀλήθειαν [*](3 Esd. iv. 36.) καλεῖ, καὶ ὁ οὐρανὸς αὐτὴν εὐλογεῖ, καὶ πάντα τὰ ἔργα σείεται καὶ τρέμει.’ Εἰ δὲ πᾶσα ἡ γῆ τὸν δημιουργὸν καὶ τὴν ἀλήθειαν ὑμνεῖ, καὶ εὐλογεῖ, καὶ τρέμει· δημιουργὸς δὲ ταύτης ὁ Λόγος ἐστὶ, καὶ αὐτὸς λέγει, ‘Ἐγώ εἰμι ἡ ἀλήθεια· οὐκ ἄρα κτίσμα ἐστὶν ὁ [*](John. xiv. 6.) Λόγος, ἀλλὰ μόνος ἴδιος τοῦ Πατρὸς, ἐν ᾧ τὰ πάντα ἥρμοσται, καὶ αὐτὸς ὑμνεῖται παρὰ πάντων, ὡς δημιουργός· ‘Ἤμην γὰρ,’ [*](Prov. viii. 30.) ὡς αὐτός φησι, παῤ αὐτῷ ἁρμόζουσα·’ καὶ, ‘Ὁ Πατήρ μου ἕως [*](John v. 17.) ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι. Τὸ δὲ ἕως ἄρτι’ δείκνυσι τὸ ἀϊδίως, ὡς Λόγον, ὑπάρχειν αὐτὸν ἐν τῷ Πατρί· Λόγου γὰρ ἴδιον ἐργάζεσθαι τὰ τοῦ Πατρὸς ἔργα, καὶ μὴ εἶναι ἐκτὸς αὐτοῦ.