1. ἘΓΩ μὲν ᾤμην τοὺς τῆς Ἀρείου μανίας ὑποκριτὰς ἐπὶ τοῖς προειρημένοις πρὸ τούτου κατʼ αὐτῶν ἐλέγχοις, καὶ ταῖς περὶ τῆς ἀληθείας ἀποδείξεσιν ἀρκεῖσθαι, καὶ παυομένους λοιπὸν, μεταγινώσκειν ἐφʼ οἷς ἐφρόνησάν τε καὶ ἐλάλησαν κακῶς περὶ τοῦ Σωτῆρος· αὐτοὶ δὲ, οὐκ οἶδ’ ὅπως, οὐδὲ οὕτως καταδύονται· [*](2 Pet. ii. 22.) ἀλλʼ ὡς χοῖροι καὶ κύνες περὶ ‘τὰ ἵδια ἐξεράματα’ καὶ τὸν ἑαυτῶν ‘βόρβορον κυλιόμενοι,ʼ ‘μᾶλλον ἐφευρίσκουσιν ἑαυτοῖς ἐπινοίας εἰς ἀσέβειαν. Μὴ νοοῦντες γοῦν μήτε τὸ ἐν ταῖς Παροιμίαις [*](Prov. viii, 22.) γεγραμμένον, ‘Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα [*](Heb. iii. 2.) αὐτοῦ,ʼ μήτε τὸ παρὰ τοῦ ἀποστόλου εἰρημένον, ‘πιστὸν ὄντα τῷ ποιήσαντι αὐτὸν,ʼ φιλονεικοῦσιν ἁπλῶς, λέγοντες ‘ποίημα καὶ κτίσμαʼ εἶναι τὸν τοῦ Θεοῦ Υἱόν. Καὶ ἤρκει μὲν ἀπὸ τῶν προειρημένων αὐτοὺς συνιδεῖν, εἰ μὴ τέλεον καὶ τὰς αἰσθήσεις ἀπώλεσαν, ὡς τῆς ἀληθείας μαρτυρησάσης, μὴ εἶναι ἐξ οὐκ ὄντων μηδὲ ὅλως τῶν γενητῶν τὸν Υἱόν· Θεὸς γὰρ ὢν, οὐδʼ ἂν εἴη ποίημα, οὐδὲ θέμις λέγειν αὐτὸν κτίσμα. Κτισμάτων γὰρ καὶ ποιημάτων ἴδιον τὸ λέγεσθαι ‘ἐξ οὐκ ὄντων,ʼ καὶ ‘οὐκ ἦν πρὶν γεννηθῇ·ʼ ἀλλʼ ἐπειδὴ, ὥσπερ δεδιότες ἀποστῆναι τῆς ἰδίας μυθοπλαστίας, προφασίζονται συνήθως τὰ προειρημένα ῥητὰ τῶν θείων γραφῶν, τὰ καλῶς μὲν γεγραμμένα, ῥᾳδιουργηθέντα δὲ παῤ αὐτῶν· φέρε, πάλιν ἐπαναλαβόντες τὸν νοῦν τῶν προειρημένων, τοὺς μὲν πιστοὺς ὑπομνήσωμεν, τούτους δὲ δείξωμεν καὶ ἐξ ἑκάστου τούτων, μηδʼ ὅλως εἰδέναι τὸν Χριστιανισμόν. Εἰ [*](Rom. xi. 32.) γὰρ ἐγίνωσκον, οὐκ ἂν ἑαυτοὺς ‘συνέκλειον’ εἰς τὴν τῶν νῦν
69
Ἰουδαίων ἀπιστίαν, ἀλλʼ ἐρωτῶντες ἐμάνθανον, ὅτι ‘ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ
[*](John i. 1.) Λόγος·᾿ ὅτε δὲ εὐδοκήσαντος τοῦ Πατρὸς ὁ Λόγος αὐτὸς γέγονεν ἄνθρωπος, τότε εἰκότως εἴρηται περὶ αὐτοῦ παρὰ μὲν τοῦ Ἰωάννου τὸ ‘ὁ Λόγος σὰρξ ἐγένετο·ʼ παρὰ δὲ τοῦ Πέτρου, ‘Κύριον
[*](Ib. 14. Acts ii. 36.) καὶ Χριστὸν αὐτὸν ἐποίησε·’ καὶ διὰ μὲν Σολομῶνος, ὡς παῤ αὐτοῦ·᾿ τοῦ Κυρίου, ‘Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα
[*](Prov. viii. 22.) αὐτοῦ·᾿ παρὰ δὲ τοῦ Παύλου, ‘τοσούτῳ κρείττων γενόμενος
[*](Heb. i. 4.) τῶν ἀγγέλων·᾿ καὶ πάλιν, ‘ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου
[*](Phil. ii. 7.) λαβών·᾿ καὶ αὖθις, ‘Ὅθεν, ἀδελφοὶ ἅγιοι, κλήσεως ἐπουρανίου
[*](Heb. iii. 1, 2.) μέτοχοι, κατανοήσατε τὸν ἀπόστολον καὶ ἀρχιερέα τῆς ὁμολογίας ἡμῶν Ἰησοῦν πιστὸν ὄντα τῷ ποιήσαντι αὐτόν·᾿ τὰ τοιαῦτα γὰρ πάντα ῥητὰ τὴν αὐτὴν ἔχει δύναμιν καὶ διάνοιαν βλέπουσαν εἰς εὐσέβειαν, καὶ δεικνύουσαν τὴν θεότητα τοῦ Λόγου, καὶ τὰ ἀνθρωπίνως λεγόμενα περὶ αὐτοῦ, διὰ τὸ γεγενῆσθαι αὐτὸν καὶ υἱὸν ἀνθρώπου. Καὶ εἰ καὶ αὐτάρκη ταῦτα πρὸς ἀπόδειξιν κατʼ αὐτῶν, ὅμως ἐπειδὴ μὴ νοοῦντες τὸ παρὰ τοῦ ἀποστόλου λεγόμενον,
[*]((4.)) (ἵνα τούτου πρῶτον μνησθῶ,) νομίζουσιν ἓν τῶν ποιημάτων εἶναι τὸν τοῦ Θεοῦ Λόγον, διὰ τὸ γεγράφθαι, ‘πιστὸν ὄντα τῷ ποιήσαντι αὐτὸν,ʼ ἀναγκαῖον ἡγησάμην τοῦτο πάλιν λέγοντας αὐτοὺς ἐντρέπειν, ὥσπερ καὶ ἐν τοῖς πρὸ τούτων ἐλέγομεν, λαμβάνοντες παῤ αὐτῶν τὸ λῆμμα.
2. Εἰ μὲν οὖν οὐκ ἔστιν Υἱὸς, λεγέσθω καὶ ποίημα· πάντα τε τὰ ἐπὶ τῶν ποιημάτων κατηγορείσθω καὶ ἐπʼ αὐτοῦ· καὶ μόνος μὴ λεγέσθω Υἱὸς, μὴ Λόγος, μὴ Σοφία· καὶ αὐτὸς δὲ ὁ Θεὸς μὴ λεγέσθω Πατὴρ, ἀλλὰ μόνον δημιουργὸς καὶ κτίστης τῶν γινομένων ὑπʼ αὐτοῦ. Καὶ ἔστω ἡ μὲν κτίσις εἰκὼν καὶ χαρακτὴρ τῆς δημιουργικῆς βουλήσεως αὐτοῦ· αὐτὸς δὲ κατʼ ἐκείνους μὴ ἔστω γεννητικῆς φύσεως· ὥστε τῆς ἰδίας οὐσίας αὐτοῦ μὴ εἶναι λόγον, μὴ Σοφίαν, μηδʼ ὅλως εἰκόνα. Εἰ γὰρ μή ἐστιν Υἱὸς, οὐδὲ εἰκών. Μὴ ὄντος δὲ Υἱοῦ, πῶς ἄρα τὸν Θεὸν κτίστην εἶναι λέγετε, εἴ γε ‘διὰ Λόγουʼ καὶ ‘ἐν σοφίᾳʼ πάντα τὰ γινόμενα γίνεται, χωρίς τε τούτου οὐκ ἄν τι γένοιτο, οὐκ ἔχει δὲ καθʼ ὑμᾶς ἐν ᾧ καὶ διʼ οὗ τὰ πάντα ποιεῖ; εἰ δὲ μὴ καρπογόνος ἐστὶν αὐτὴ ἡ θεία οὐσία, ἀλλʼ ἔρημος, κατʼ αὐτοὺς, ὡς φῶς μὴ φωτίζον, καὶ πηγὴ ξηρὰ, πῶς δημιουργικὴν ἐνέργειαν ἔχειν αὐτὸν [*](i. 14.)
70
λέγοντες οὐκ αἰσχύνονται; καὶ ἀναιροῦντες δὲ τὸ κατὰ φύσιν, πῶς τὸ κατὰ βούλησιν προηγεῖσθαι θέλοντες οὐκ ἐρυθριῶσιν; Εἰ δὲ τὰ ἐκτὸς καὶ οὐκ ὄντα πρότερον, βουλόμενος δὲ αὐτὰ εἶναι, δημιουργεῖ, καὶ γίνεται τούτων ποιητὴς, πολλῷ πρότερον εἴη ἂν πατὴρ γεννήματος ἐκ τῆς ἰδίας οὐσίας. Εἰ γὰρ τὸ βούλεσθαι περὶ τῶν μὴ ὄντων διδόασι τῷ Θεῷ, διὰ τί μὴ τὸ ὑπερκείμενον τῆς βουλήσεως οὐκ ἐπιγινώσκουσι τοῦ Θεοῦ; ὑπεραναβέβηκε δὲ τῆς βουλήσεως τὸ πεφυκέναι καὶ εἶναι αὐτὸν Πατέρα τοῦ
[*](iii. 62.) ἰδίου Λόγου. Εἰ τοίνυν τὸ πρότερον, ὅπερ ἐστὶ κατὰ φύσιν, οὐχ ὑπῆρξε κατὰ τὴν ἐκείνων ἄνοιαν, πῶς τὸ δεύτερον, ὅπερ ἐστὶ κατὰ βούλησιν, γένοιτʼ ἄν; πρότερον δέ ἐστιν ὁ Λόγος, καὶ δεύτερον ἡ κτίσις. Ἀλλʼ ἔστιν ὁ Λόγος, κἂν πλείονα τολμῶσιν
[*](John i. 3.) οἱ ἀσεβεῖς· ‘διʼ αὐτοῦ γὰρ γέγονεν ἡ κτίσις· καὶ δῆλον ἂν εἴη ὅτι, ποιητὴς ὢν, ὁ Θεὸς ἔχει καὶ τὸν δημιουργικὸν Λόγον οὐκ ἔξωθεν, ἀλλʼ ἴδιον ἑαυτοῦ· πάλιν γὰρ τὸ αὐτὸ ῥητέον. Εἰ τὸ βούλεσθαι ἔχει, καὶ τὸ βούλημα αὐτοῦ ποιητικόν ἐστι, καὶ ἀρκεῖ τὸ βούλημα αὐτοῦ πρὸς σύστασιν τῶν γινομένων· ὁ δὲ Λόγος ἐστὶν αὐτοῦ ποιητικὸς, καὶ δημιουργός· οὐκ ἀμφίβολον
[*](Cp. iv. 1.) ὅτι αὐτός ἐστιν ἡ τοῦ Πατρὸς ζῶσα βουλὴ, καὶ ἐνούσιος ἐνέργεια, καὶ Λόγος ἀληθινὸς, ἐν ᾧ καὶ συνέστηκε καὶ διοικεῖται τὰ πάντα καλῶς. Οὐδεὶς δὲ οὐδὲ διστάξειεν ὡς ὁ ἁρμόζων τῆς ἁρμονίας καὶ τῶν ἁρμοζομένων πρόεστι. Καὶ δεύτερόν ἐστι, καθὰ προεῖπον, τὸ δημιουργεῖν τοῦ γεννᾷν τὸν Θεάν. Τὸ μὲν
[*](Cp. i. 14.) γὰρ ‘Υἱὸς’ ἴδιον καὶ ἀληθῶς ἐκ τῆς μακαρίας ἐκείνης καὶ ἀεὶ οὔσης οὐσίας ἐστί· τὰ δὲ ἐκ βουλήσεως αὐτῆς ἔξωθεν συνιστάμενα γίνεται, καὶ δημιουργεῖται διὰ τοῦ ἰδίου καὶ ἐξ αὐτῆς γεννήματος.