53. Γεγράφθαι τοίνυν, φασὶν, ἐν μὲν ταῖς Παροιμίαις· ‘Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ·’ ἐν δὲ τῇ [*](Prov. viii 22.) πρὸς Ἑβραίους ἐπιστολῇ, τοῦ ἀποστόλου λέγοντος, ‘Τοσούτῳ [*](Heb. i. 4.) κρείττων γενόμενος τῶν ἀγγέλων, ὅσῳ διαφορώτερον παῤ αὐτοὺς [*]((3.)) κεκληρονόμηκεν ὄνομα·’ καὶ μετʼ ὀλίγα, ‘Ὅθεν, ἀδελφοὶ ἅγιοι, [*](Ib.iii.1.) κλήσεως ἐπουρανίου μέτοχοι, κατανοήσατε τὸν ἀπόστολον καὶ ἀρχιερέα τῆς ὁμολογίας ἡμῶν, Ἰησοῦν, πιστὸν ὄντα τῷ ποιήσαντι αὐτόν·᾿ καὶ ἐν ταῖς Πράξεσι δὲ, ‘Γνωστὸν οὖν ἔστω πᾶσιν ὑμῖν, [*](Acts ii. 36.) πᾶς οἶκος Ἰσραὴλ, ὅτι καὶ Κύριον αὐτὸν καὶ Χριστὸν ἐποίησεν ὁ Θεὸς τοῦτον τὸν Ἰησοῦν, ὃν ὑμεῖς ἐσταυρώσατε·᾿ Ταῦτα ἄνω καὶ κάτω προφέροντες, καὶ πλανώμενοι περὶ τὴν διάνοιαν, ἐνόμισαν ἐκ τούτων ‘κτίσμα καὶ ποίημα εἶναι καὶ ἕνα τῶν γενητῶνʼ τὸν τοῦ Θεοῦ Λόγον· οὕτω τε ἀπατῶσι τοὺς ἀνοήτους, πρόφασιν μὲν προβαλλόμενοι τὰ ῥητὰ, ἀντὶ δὲ τῆς ἀληθινῆς διανοίας τὸν ἴδιον τῆς αἱρέσεως ἰὸν ἐπισπείροντες· ‘εἰ γὰρ ἐγίνωσκον,ʼ οὐκ ἂν [*](1 Cor. ii. 8.) ἠσέβουν εἰς ‘τὸν Κύριον τῆς δόξης,ʼ οὐδὲ τὰ καλῶς γραφέντα παρηρμήνευον. Εἰ μὲν οὖν ἐκ φανεροῦ λοιπὸν ἀναδεξάμενοι
56
τὸν τοῦ Καϊάφα τρόπον, Ἰουδαΐζειν ἔκριναν, ὥστε ἀγνοεῖν τὸ
[*](Cf. 3 K. (1 K.)) γεγραμμένον, ὅτι ‘ὄντως ὁ Θεὸς ἐπὶ τῆς γῆς κατοικήσει·’ μὴ ἐξεταζέτωσαν τὰς ἀποστολικὰς λέξεις· οὐ γὰρ Ἰουδαίων τοῦτο· εἰ δὲ καὶ, τοῖς ἀθέοις Μανιχαίοις ἑαυτοὺς ἐγκαταμίξαντες, ἀρνοῦνται
[*](John i. 14.) τὸ ‘ὁ Λόγος σὰρξ ἐγένετο,’ καὶ τὴν ἔνσαρκον αὐτοῦ παρουσίαν, μὴ προφερέτωσαν τὰς Παροιμίας· ἀλλότριον γὰρ καὶ τῶν Μανιχαίων τοῦτο· εἰ δὲ διὰ τὸ πρόβλημα, καὶ ὅπερ ἐκ
[*](Cp. c. 8.) τούτου κέρδος τῆς φιλοχρηματίας ἐσχήκασι, διά τε τὴν ἐν τῷ δοκεῖν φιλοδοξίαν οὐ τολμῶσιν ἀρνεῖσθαι τὸ ‘ὁ Λόγος σὰρξ ἐγένετο,ʼ ἐπειδὴ καὶ γέγραπται· ἢ καὶ τὰ ῥήματα τὰ περὶ τούτου γεγραμμένα διανοείσθωσαν ὀρθῶς εἰς τὴν ἐνσώματον παρουσίαν τοῦ Σωτῆρος· ἢ εἰ τὴν διάνοιαν ἀρνοῦνται, ἀρνείσθωσαν ὅτι καὶ ἄνθρωπος γέγονεν ὁ Κύριος. Ἀπρεπὲς γὰρ ὁμολογεῖν μὲν ὅτι ‘ὁ Λόγος σὰρξ ἐγένετο,ʼ ἐρυθριᾷν δὲ ἐπὶ τοῖς γεγραμμένοις περὶ αὐτοῦ, καὶ διὰ τοῦτο τὴν τούτων διάνοιαν διαφθείρειν.
[*](Heb. i. 4.)54. Γέγραπται μὲν γὰρ, ‘τοσούτῳ κρείττων γενόμενος τῶν ἀγγέλων·᾿ τοῦτο γὰρ ἐξετάσαι πρῶτον ἀναγκαῖον· δεῖ δὲ, ὡς ἐπὶ πάσης τῆς θείας γραφῆς προσήκει ποιεῖν, καὶ ἀναγκαῖόν ἐστιν, οὕτω καὶ ἐνταῦθα, καθʼ ὃν εἶπεν ὁ ἀπόστολος καιρὸν, καὶ τὸ πρόσωπον, καὶ τὸ πρᾶγμα, διόπερ ἔγραψε, πιστῶς ἐκλαμβάνειν, ἵνα μὴ παρὰ ταῦτα ἢ καὶ παῤ ἕτερόν τι τούτων ἀγνοῶν ὁ ἀναγινώσκων ἔξω τῆς ἀληθινῆς διανοίας γένηται. Τοῦτο γὰρ καὶ ὁ φιλομαθὴς εὐνοῦχος ἐκεῖνος εἰδὼς, παρεκάλει τὸν Φίλιππον [*](Acts. viii. 34.) λέγων, ‘Δέομαί σου, περὶ τίνος ὁ προφήτης λέγει τοῦτο ; περὶ ἑαυτοῦ, ἢ περὶ ἑτέρου τινός ;’ ἐφοβεῖτο γὰρ μὴ, παρὰ πρόσωπον ἐκλαβὼν τὴν ἀνάγνωσιν, πλανηθῇ τῆς ὀρθῆς διανοίας. Καὶ οἱ μαθηταὶ δὲ θέλοντες τὸν καιρὸν τῶν λεγομένων μαθεῖν, παρεκάλουν [*](Matt. xxiv. 3.) τὸν Κύριον, λέγοντες· ‘Εἰπὲ ἡμῖν, πότε ταῦτα ἔσται ; καὶ τί τὸ σημεῖον τῆς σῆς παρουσίας ;’ Καὶ αὐτοὶ, ἀκούοντες παρὰ τοῦ Σωτῆρος τὰ περὶ τοῦ τέλους, ἤθελον μαθεῖν καὶ τὸν καιρὸν, ἵνα μήτε αὐτοὶ πλανῶνται, ἀλλὰ καὶ τοὺς ἄλλους διδάσκειν δυνηθῶσι. Μαθόντες γοῦν, διωρθώσαντο μέλλοντας πλανᾶσθαι [*](2 Thess. ii. 1, 2.) τοὺς ἀπὸ τῆς Θεσσαλονίκης. Ὅταν μὲν οὖν τῶν τοιούτων τις ἔχῃ καλῶς τὴν γνῶσιν, ὀρθὴν ἔχει καὶ ὑγιαίνουσαν τὴν τῆς πίστεως διάνοιαν· ἐὰν δὲ παῤ ἕτερόν τις ἐκλαμβάνῃ τι τούτων, εὐθὺς εἰς αἵρεσιν ἐκπίπτει. Παρὰ καιρὸν μὲν οὖν ἐπλανήθησαν
57
οἱ μὲν περὶ ‘Υμέναιον καὶ Ἀλέξανδρον, ‘λέγοντες τὴν ἀνάστασιν
[*](1 Tim. i. 20. 2 Tim. ii. 17. Gal. v. 2.) ἤδη γεγονέναι·ʼ οἱ δὲ Γαλάται μετὰ τὸν καιρὸν, ἀγαπήσαντες νῦν τὴν περιτομήν. Παρὰ πρόσωπον δὲ πεπόνθασι καὶ πάσχουσι μέχρι νῦν Ἰουδαῖοι, νομίζοντες περὶ ἑνὸς ἐξ αὐτῶν λέγεσθαι τὸ ‘Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει, καὶ τέξεται υἱὸν,
[*](Isa. vii. 14; Matt. i. 23.) καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουὴλ, ὅ ἐστι μεθερμηνευόμενον, Μεθʼ ἡμῶν ὁ Θεός·’ καὶ ὅταν τὸ μὲν ‘προφήτην ἡμῖν
[*](Deut. xviii. 15.) ἀναστήσει ὁ Θεὸς,’ νομίζωσι περὶ ἑνὸς τῶν προφητῶν λέγεσθαι· τὸ δὲ ‘ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη,ʼ μὴ μανθάνωσι παρὰ
[*](Isa, liii. 7.) τοῦ Φιλίππου, ἀλλʼ ὑπολαμβάνωσι περὶ τοῦ Ἡσαΐου λέγεσθαι, ἢ περὶ ἄλλου τινὸς τῶν γενομένων προφητῶν.
55. Τοιαῦτα δὴ οὖν καὶ οἱ Χριστομάχοι παθόντες, εἰς μυσαρὰν αἵρεσιν ἐκπεπτώκασιν. Εἰ γὰρ ἐγνώκεισαν τό τε πρόσωπον καὶ τὸ πρᾶγμα καὶ τὸν καιρὸν τοῦ ἀποστολικοῦ ῥητοῦ, οὐκ ἂν, τὰ ἀνθρώπινα εἰς τὴν θεότητα ἐκλαμβάνοντες, τοσοῦτον ἠσέβουν οἱ ἄφρονες. Τοῦτο δὲ δυνατὸν ἰδεῖν, εἰ τὴν ἀρχὴν τοῦ ἀναγνώσματός τις καλῶς ἐκλάβοι. Φησὶ γὰρ ὁ ἀπόστολος, ‘Πολυμερῶς [*](Heb i. 14.) καὶ πολυτρόπως πάλαι ὁ Θεὸς λαλήσας τοῖς πατράσιν ἐν τοῖς προφήταις ἐπʼ ἐσχάτων τῶν ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν Υἱῷ·’ εἶτα μετʼ ὀλίγα φησὶ, διʼ ἑαυτοῦ καθαρισμὸν τῶν ἁμαρτιῶν ἡμῶν ποιησάμενος, ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς, τοσούτῳ κρείττων γενόμενος τῶν ἀγγέλων, ὅσῳ διαφορώτερον παῤ αὐτοὺς κεκληρονόμηκεν ὄνομα.’ Περὶ τοῦ καιροῦ ἄρα καθʼ ὃν ‘ἐλάλησεν ἡμῖν ἐν Υἱῷ,’ ὅτεκαὶ ‘τῶν ἁμαρτιῶν καθαρισμὸς’ γέγονε, μνημονεύει τὸ ἀποστολικὸν ῥητόν. Πότε δὲ ἐλάλησεν ἡμῖν ἐν Υἱῷ ; καὶ πότε γέγονε καθαρισμὸς τῶν ἁμαρτιῶν ; πότε δὲ γέγονεν ἄνθρωπος, ἢ μετὰ τοὺς προφήτας ‘ἐπʼ ἐσχάτων τῶν ἡμερῶν ;’ Εἶτα τοῦ διηγήματος ὄντος περὶ τῆς καθʼ ἡμᾶς οἰκονομίας, λέγων περὶ τῶν ἐσχάτων καιρῶν, ἀκολούθως ἐμνημόνευσεν ὅτι μήτε τοὺς προτέρους χρόνους ἐσιώπησε τοῖς ἀνθρώποις ὁ Θεός· ἐλάλησε γὰρ αὐτοῖς ‘διὰ τῶν προφητῶν.’ Καὶ ἐπειδὴ καὶ προφῆται διηκόνησαν, καὶ ‘διʼ ἀγγέλων ὁ νόμος ἐλαλήθη,’ [*](Ib. ii. 2.) καὶ ὁ Υἱὸς δὲ ἐπεδήμησε, καὶ ‘ἦλθε διακονῆσαι,’ ἀναγκαίως [*](Matt, xx. 28.) ἐπήγαγε τὸ ‘τοσούτῳ κρείττων γενόμενος τῶν ἀγγέλων,ʼ δεῖξαι θέλων ὅτι ὅσον ὁ Υἱὸς διαφέρει δούλου, τοσοῦτον καὶ τῆς διακονίας τῶν δούλων ἡ τοῦ Υἱοῦ διακονία κρείττων γέγονε. Τὴν
58
διακονίαν ἄρα διακρίνων ὁ ἀπόστολος τήν τε παλαιὰν καὶ τὴν καινὴν, παῤῥησιάζεται πρὸς Ἰουδαίους γράφων καὶ λέγων, ‘τοσούτῳ κρείττων γενόμενος τῶν ἀγγέλων.’ Διὰ τοῦτο γοῦν οὐδὲ τὸ ὅλον συγκριτικῶς εἴρηκε μείζων,᾿ ἢ ‘τιμιώτεροςʼ γενόμενος, ἵνα μὴ ὡς περὶ ὁμογενῶν τούτου κἀκείνων τις λογίσηται· ἀλλὰ ‘κρείττων’ εἴρηκεν, ἵνα τὸ διαλλάττον τῆς φύσεως τοῦ Υἱοῦ πρὸς τὰ γεννητὰ γνωρίσῃ. Καὶ τούτων ἔχομεν τὴν ἀπόδειξιν
[*](Ps. lxxxiii. (lxxxiv.) 11.) ἐκ τῶν θείων γραφῶν, τοῦ μὲν Δαβὶδ ψάλλοντος, ‘Κρείσσων ἡμέρα μία ἐν ταῖς αὐλαῖς σου ὑπὲρ χιλιάδας·’ τοῦ δὲ Σολομῶνος
[*](Prov. viii. 10, 11.) ἀναφωνοῦντος· ‘Λάβετε παιδείαν, καὶ μὴ ἀργύριον, καὶ γνῶσιν ὑπὲρ χρυσίον δεδοκιμασμένον· κρείσσων γὰρ σοφία λίθων πολυτελῶν· πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστι. Πῶς γὰρ οὐκ εἰσὶν ἑτερούσια καὶ ἄλλα τὴν φύσιν ἡ σοφία καὶ οἱ ἀπὸ γῆς λίθοι ; ποία δὲ συγγένεια ταῖς οὐρανίοις αὐλαῖς καὶ τοῖς ἐπὶ γῆς οἴκοις ; ἢ τί ὅμοιον τῶν αἰωνίων καὶ πνευματικῶν τὰ πρόσκαιρα
[*](Isa. lvi. 4, 5.) καὶ τὰ θνητά ; Καὶ τοῦτο γὰρ ἦν ὃ Ἡσαΐας φησί· ‘Τάδε λέγει Κύριος τοῖς εὐνούχοις, ὅσοι ἃν φυλάξωνται τὰ σάββατά μου, καὶ ἐκλέξωνται ἃ ἐγὼ θέλω, καὶ ἀντέχωνται τῆς διαθήκης μου, δώσω αὐτοῖς ἐν τῷ οἴκῳ μου καὶ ἐν τῷ τείχει μου τόπον ὀνομαστόν· κρεῖσσον υἱῶν καὶ θυγατέρων ὄνομα αἰώνιον δώσω αὐτοῖς, καὶ οὐκ ἐκλείψει.’ Οὕτως ἄρα οὐδεμία συγγένεια τῷ Υἱῷ πρὸς τοὺς ἀγγέλους ἐστί· μηδεμιᾶς δὲ οὔσης τῆς συγγενείας, οὐκ ἄρα συγκριτικῶς ἐλέχθη τὸ ‘κρείττων,’ ἀλλὰ διακριτικῶς διὰ τὸ ἀλλάττον τῆς τούτου φύσεως ἀπʼ ἐκείνων. Καὶ αὐτὸς οὖν ὁ ἀπόστολος, τὸ ‘κρείττωνʼ ἑρμηνεύων, οὐκ ἐν ἄλλῳ τινὶ ἢ ἐν τῇ διαφορᾷ τοῦ Υἱοῦ πρὸς τὰ γενητὰ τίθησι λέγων, ὅτι ὁ
[*](Heb. i. 13, 14.) μὲν Υἱὸς, τὰ δὲ δοῦλα· καὶ ὁ μὲν ὡς Υἱὸς μετὰ τοῦ Πατρὸς ‘ἐν δεξιᾶ κάθηται,ʼ τὰ δὲ ὡς δοῦλα παρέστηκε, καὶ ‘ἀποστέλλεται, καὶ λειτουργεῖ.’
56. Τούτων δὲ οὕτως γεγραμμένων, οὐ γενητὸς ἐκ τούτων ὁ Υἱὸς σημαίνεται, ὦ Ἀρειανοὶ, ἀλλὰ μᾶλλον ἄλλος μὲν τῶν γενητῶν, ἴδιος δὲ τοῦ Πατρὸς, ἐν τοῖς κόλποις ὢν αὐτοῦ. Καὶ γὰρ καὶ τὸ γεγραμμένον ἐνταῦθα, ‘γενόμενος,᾿ οὔτε γενητὸν σημαίνει τὸν Υἱὸν, ὥσπερ ὑμεῖς νομίζετε. Εἰ μὲν γὰρ ἀπλῶς εἰρήκει τὸ ‘γενόμενος,’ καὶ ἐσιώπησεν, ἡ πρόφασις ἦν τοῖς Ἀρειανοῖς· ἐπειδὴ δὲ τὸν ‘Υἱὸνʼ προείρηκε, διʼ ὅλης τῆς περικοπῆς
59
ἀποδείξας αὐτὸν ἄλλον εἶναι τῶν γενητῶν, οὐδὲ τὸ ‘γενόμενοςʼ ἀπολελυμένως ἔθηκεν, ἀλλὰ τὸ ‘κρείττων’ συνῆψε τῷ ‘γενόμενος.’ Ἀδιάφορον γὰρ ἡγήσατο τὴν λέξιν, εἰδὼς, ὡς ἐπὶ ὁμολογουμένου γνησίου Υἱοῦ ὁ λέγων τὸ γενόμενος᾿ ἴσον τῷ ‘γεγενῆσθαι,ʼ καὶ ὅτι ἐστὶ ‘κρείττων,’ λέγει. Τὸ μὲνγὰρ γεννητὸν οὐ διαφέρει, κἂν λέγῃ τις ‘γέγονεν,ʼ ἢ, ‘πεποίηται·’ τὰ δὲ γενητὰ ἀδύνατον, δημιουργήματα ὄντα, λέγεσθαι ‘γεννητὰ,’ εἰ μὴ ἄρα, μετὰ ταῦτα μετασχόντα τοῦ γεννητοῦ Υἱοῦ, γεγεννῆσθαι καὶ αὐτὰ λέγονται, οὔτι γε διὰ τὴν ἰδίαν φύσιν, ἀλλὰ διὰ τὴν μετουσίαν τοῦ Υἱοῦ ἐν τῷ Πνεύματι. Καὶ τοῦτο πάλιν οἶδεν ἡ θεία γραφὴ, ἐπὶ μὲν τῶν γενητῶν λέγουσα, ‘Πάντα διʼ αὐτοῦ
[*](John i. 3.) ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν·’ καὶ, ‘Πάντα ἐν
[*](Ps. ciii. (civ.) 24. Job i. 2.) σοφίᾳ ἐποίησας·’ ἐπὶ δὲ τῶν υἱῶν τῶν γεννητῶν, ‘ἐγένοντο τῷ
[*](Job i. 2.) Ἰὼβ υἱοὶ ἑπτὰ καὶ θυγατέρες τρεῖς·ʼ καὶ, ‘ Ἀβραὰμ δὲ ἦν ἑκατὸν
[*](Gen. xxi. 5.) ἐτῶν, ὅτε ἐγένετο αὐτῷ Ἰσαὰκ ὁ υἱὸς αὐτοῦ·’ ὁ δὲ Μωσῆς
[*](Cp. Deut. xxi. 15, 18?) ἔλεγεν· ‘Ἐὰν γένωνταί τινι υἱοί.’ Οὐκοῦν εἰ μὲν τῶν γενητῶν ἄλλος ἐστὶ, τῆς δὲ τοῦ Πατρὸς οὐσίας μόνον ἴδιον γέννημα ὁ Υἱὸς, μεματαίωται τοῖς Ἀρειανοῖς ἡ περὶ τοῦ ‘γενόμενοςʼ πρόφασις. Κἂν γὰρ ἐν τούτοις αἰσχυνθέντες βιάζωνται πάλιν λέγειν ‘συγκριτικῶς εἰρῆσθαι τὰ ῥητὰ, καὶ διὰ τοῦτο εἶναι τὰ
[*](Arian obj.) συγκρινόμενα ὁμογενῆ, ὥστε τὸν Υἱὸν τῆς τῶν ἀγγέλων εἶναι φύσεως·’ αἰσχυνθήσονται μὲν προηγουμένως ὡς τὰ Οὐαλεντίνου καὶ Καρποκράτους καὶ τῶν ἄλλων αἱρετικῶν ζηλοῦντες καὶ φθεγγόμενοι, ὧν ὁ μὲν τοὺς ἀγγέλους ὁμογενεῖς εἴρηκε τῷ Χριστῷ, ὁ δὲ Καρποκράτης ἀγγέλους τοῦ κόσμου δημιουργοὺς
[*](Cp. Iren. i. 25.) εἶναί φησι. Παῤ αὐτῶν γὰρ ἴσως μαθόντες καὶ οὗτοι συγκρίνουσι τὸν τοῦ Θεοῦ Λόγον τοῖς ἀγγέλοις.