Oratio I contra Arianos
Athanasius of Alexandria
Athanasius. The Orations of St. Athanasius against the Arians. Bright, William, editor. Oxford: Clarendon, 1884.
1. ἉΙ μὲν αἱρέσεις, ὅσαι τῆς ἀληθείας ἀπέστησαν, ἐπινοήσασαι μανίαν ἑαυταῖς φανεραὶ τυγχάνουσι, καὶ τούτων ἡ ἀσέβεια πάλαι πᾶσιν ἔκδηλος γέγονε. Τὸ γὰρ ‘ἐξελθεῖν ἀφʼ [*](1 John ii, 19) ἡμῶνʼ τοὺς ταῦτα ἐφευρόντας δῆλον ἂν εἴη, ὡς ἔγραψεν ὁ μακάριος Ἰωάννης, ὅτι τῶν τοιούτων οὔτε ἦν, οὔτε νῦν ἐστι ‘μεθʼ ἡμῶν’ τὸ φρόνημα. Διὸ καὶ, ὡς εἶπεν ὁ Σωτὴρ, ‘μὴ συνάγοντες [*](Luke xi. 23.) μεθʼ ἡμῶν, σκορπίζουσι᾿ μετὰ τοῦ διαβόλου, παρατηρούμενοι τοὺς κοιμωμένους, ἵνα, τὸν ἴδιον ἰὸν τῆς ἀπωλείας ἐπισπείραντες, [*](Cp. ii 34.) ἔχωσι τοὺς συναποθνήσκοντας ἑαυτοῖς. Ἐπειδὴδὲ ἡ μίατῶν αἱρέσεων ἡ ἐσχάτη, καὶ νῦν ἐξελθοῦσα πρόδρομος τοῦ᾿ Ἀντιχρίστου, ἡ Ἀρειανὴ καλουμένη, δόλιος οὔσα καὶ πανοῦργος, βλέπουσα τὰς πρεσβυτέρας ἑαυτῆς ἀδελφὰς ἄλλας αἱρέσεις ἐκ φανεροῦ στηλιτευθείσας, ὑποκρίνεται περιβαλλομένη τὰς τῶν γραφῶν λέξεις, [*](c. 4.) ὡς ὁ πατὴρ αὐτῆς ὁ διάβολος, καὶ βιάζεται πάλιν εἰσελθεῖν εἰς τὸν παράδεισον τῆς ἐκκλησίας, ἵνα, πλάσασα ἑαυτὴν ὡς Χριστιανὴν, ἀπατήσῃ τινὰς κατὰ Χριστοῦ φρονεῖν τῇ πιθανότητι τῶν παραλογισμῶν· (εὔλογον γὰρ οὐδὲν παρʼ αὐτῇ·) καὶ ἐπλάνησέ γε τῶν ἀφρόνων ἤδη τινὰς, ὥστε τούτους μὴ μόνον φθαρῆναι τῇ ἀκοῇ, ἀλλὰ καὶ λαβόντας κατὰ τὴν Εὔαν γεύσασθαι, καὶ λοιπὸν ἀγνοοῦντας νομίζειν ‘τὸ πικρὸν γλυκὺ,ʼκαὶ τὴν βδελυκτὴν αἵρεσιν [*](Isa. V.)
2. Τί γὰρ ὅμοιον ἑωρακότες τῆς αἱρέσεως πρὸς τὴν εὐσεβῆ πίστιν, φλυαροῦσιν ὡς μηδὲν κακὸν λεγόντων ἐκείνων ; Τοῦτό ἐστιν ἀληθῶς καὶ τὸν Καϊάφαν αὐτοὺς εἰπεῖν Χριστιανὸν, καὶ [*](Al. Βαρ- αββᾶν.) τὸν προδότην Ἰούδαν ἔτι συναριθμεῖν τοῖς ἀποστόλοις, τούς τε τὸν Βαραβᾶν αἰτησαμένους ἀντὶ τοῦ Σωτῆρος, λέγειν μηδὲν κακὸν πεποιηκέναι· καὶ Ὑμέναιον δὲ καὶ Ἀλέξανδρον συνιστάνειν ὡς [*](1 Tim. i. 20.) καλῶς φρονοῦντας, καὶ ψεύδεσθαι κατʼ αὐτῶν τὸν ἀπόστολον. Ἀλλ᾿ οὔτε ταῦτʼ ἂν ἀκοῦσαι Χριστιανὸς ἀνάσχοιτο, οὔτε τὸν [*](Al. om. τοῦτον.) τολμῶντα λέγειν τοῦτο ὑγιαίνειν ἄν τις τοῦτον ταῖς φρεσὶν ὑπολάβοι. Ἀντὶ γὰρ Χριστοῦ παῤ αὐτοῖς Ἄρειος, ὡς παρὰ Mανιχαίοις Μανιχαῖος, ἀντὶ δὲ Μωϋσέως καὶ τῶν ἄλλων ἀγίων Σωτάδης [*](Cp. Ath. de Syn. 15.) τις ἐξεύρηται παῤ αὐτοῖς ὁ καὶ παῤ Ἔλλησι γελώμενος, καὶ ἡ θυγάτηρ Ἡρωδιάδος. Τοῦ μὲν γὰρ τὸ κεκλασμένον καὶ θηλυκὸν ἦθος μεμίμηται γράφων Ἄρειος καὶ αὐτὸς ‘ Θαλίας·’ τῆς δὲ τὴν ὄρχησιν ἐζήλωσεν ἐξορχούμενος καὶ παίζων ἐν ταῖς κατὰ τοῦ Σωτῆροςδυσφημίαις· ὥστετοὺς· ἐμπίπτοντας εἰς τὴν αἵρεσιν διαστρέφεσθαι μὲν τὸν νοῦν καὶ ἀφρονεῖν, ἀλλάσσειν ’ δὲ τὸ ὄνομα τοῦ [*](Rom. i. 23. ) Κυρίου τῆς δόξης ‘ ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου,ʼ καὶ ἀντὶ ‘Κριστιανῶν’ λοιπὸν ‘Ἀρειανοὺςʼ ὀνομάζεσθαι,τοῦτό τετῆς ἀσεβείας ἔχειν τὸ γνώρισμα. Mὴ γὰρ προφασιζέσθωσαν, μηδὲ ὀνειδιζόμενοι καταψευδέσθωσαν κατὰ τῶν μὴ ὄντων ὡς εἰσὶν, οὕτω καλοῦντες καὶ αὐτοὶ τοὺς Χριστιανοὺς ἀπὸ τῶν διδασκάλων, ἵνα δόξωσι καὶ αὐτοὶ οὕτως καλεῖσθαι Χριστιανοί· μηδὲ αἰσχυνόμενοι τὸ ἐπονείδιστον ἑαυτῶν ὄνομα, παιζέτωσαν· εἰ δὲ αἰσχύνονται, ἐγκαλυπτέσθωσαν, ἢ ἀποπηδάτωσαν ἀπὸ τῆς ἑαυτῶν ἀσεβείας. Οὐδὲ πώποτε γὰρ λαὸς ἀπὸ τῶν οἰκείων ἐπισκόπων
3. Ἀμέλει πάντων ἡμῶν ἀπὸ τοῦ Χριστοῦ Χριστιανῶν ὄντων καὶ καλουμένων, ἐξεβλήθη πάλαι Μαρκίων αἵρεσιν ἐφευρών· καὶ [*](Cp. Epiph, Haer. 42. 1.) οἱ μὲν παραμείναντες μετὰ τοῦ ἐκβαλόντος ἐκεῖνον ἔμειναν Χριστιανοί· οἱ δʼ ἀκολουθήσαντες Μαρκίωνι οὐκέτι μὲν Χριστιανοὶ, ‘Μαρκιωνισταὶʼ δὲ λοιπὸν ἐκλήθησαν. Οὕτω καὶ Οὐαλεντῖνος, καὶ Βασιλίδης, καὶ Μανιχαῖος, καὶ Σίμων ὁ μάγος τοῖς ἀκολουθήσασι μεταδεδώκασι τοῦ ἰδίου ὀνόματος· καὶ οἱ μὲν Ὁ Οὐαλεντινιανοὶ,’ οἱ δὲ‘Βασιλιδιανοὶ,’ οἱ δὲ ‘Μανιχαῖοι,ʼ κἀκεῖνοι ‘Σιμωνιανοὶ,ʼ καὶ ἄλλοι ‘κατὰ Φρύγαςʼ ἀπὸ Φρυγίας, καὶ ἀπὸ Νοουάτου ‘Νοουατιανοὶʼ προσαγορεύονται. Οὕτω καὶ Μελέτιος, ἐκβληθεὶς [*](Cp. Ath. Apol. c. Ari 59.) παρὰ Πέτρου τοῦ ἐπισκόπου καὶ μάρτυρος, οὐκέτι Χριστιανοὺς ἀλλὰ ‘ Μελιτιανοὺς ἐκάλεσε τοὺς ἰδίους· οὕτως ἄρα καὶ τοῦ μακαρίτου Ἀλεξάνδρου τὸν Ἄρειον ἐκβαλόντος, οἱ μὲν μετὰ [*](1b.6.) Ἀλεξάνδρου μείναντες ἔμειναν Χριστιανοί· οἱ δὲ συνεξελθόντες Ἀρείῳ τὸ μὲν ὄνομα τοῦ Σωτῆρος ἡμῖν τοῖς μετὰ Ἀλεξάνδρου καταλελοίπασιν, ‘Ἀρειανοὶʼ δὲ λοιπὸν ἐκλήθησαν ἐκεῖνοι. Ἰδοὺ γοῦν καὶ μετὰ θάνατον τοῦ Ἀλεξάνδρου, οἱ κοινωνοῦντες τῷ διαδεξαμένῳ τοῦτον Ἀθανασίῳ, καὶ οἷς ὁ αὐτὸς Ἀθανάσιος κοινωνεῖ, τὸν αὐτὸν ἔχουσι τύπον· καὶ οὔτε ἐκείνων τὸ τούτου τινὲς ἔχουσιν ὄνομα, οὔτε αὐτὸς ἐξ ἐκείνων ὀνομάζεται, ἀλλὰ πάντες πάλιν καὶ συνήθως Χριστιανοὶ καλοῦνται. Κἂν γὰρ διδασκάλων διαδόχους ἔχωμεν, καὶ μαθηταὶ τούτων γινώμεθα, ἀλλά γε τὰ τοῦ Χριστοῦ παρʼ αὐτῶν διδασκόμενοι, Χριστιανοὶ οὐδὲν ἦττον ἐσμὲν καὶ καλούμεθα. Οἱ δέ γε τοῖς αἱρετικοῖς ἀκολουθοῦντες, κἂν μυρίους διαδόχους ἔχωσιν, ἀλλὰ πάντως τὸ ὄνομα τοῦ τὴν αἵρεσιν ἐφευρόντος φέρουσιν. Ἀμέλει τελευτήσαντος [*](Cp. Ath. Ep. de morte Aril.) Ἀρείου, πολλῶν δὲ τῶν ἰδίων αὐτὸν διαδεξαμένων, ὅμως οἱ τὰ ἐκείνου φρονοῦντες ἐξ Ἀρείου γνωριζόμενοι ‘ Ἀρειανοὶ καλοῦνται. Καὶ θαυμαστόν γε τούτου τεκμήριον, οἱ μὲν ἐξ
4. Πῶς τοίνυν Χριστιανοὶ οἱ μὴ Χριστιανοὶ, ἀλλὰ Ἀρειομανῖται; ἢ πῶς τῆς καθολικῆς ἐκκλησίας εἰσὶν οἱ τὴν ἀποστολικὴν [*](Cp. Rom. i. 30.) ἀποτιναξάμενοι πίστιν, καὶ καινῶν ‘κακῶν ἐφευρεταὶ’ γενόμενοι, οἱ τὰ μὲν τῶν θείων γραφῶν λόγια καταλείψαντες, τὰς δὲ ‘Θαλείας Ἀρείου σοφίαν καινὴν ὀνομάζοντες ; εἰκότως τοῦτο λέγοντες, καινὴν γὰρ αἵρεσιν ἀπαγγέλλουσι. Διὸ καὶ θαυμάσειεν ἄν τις, ὅτι πολλὰ πολλῶν συντάγματα καὶ πλείστας ὁμιλίας εἴς γε τὴν παλαιὰν καὶ τὴν καινὴν γραψάντων, καὶ παρὰ μηδενὶ ‘ Θαλείας εὑρισκομένης, ἀλλὰ μηδὲ παρὰ τοῖς σπουδαίοις τῶν Ἑλλήνων, ἢ παρὰ μόνοις τοῖς ᾄδουσι τὰ τοιαῦτα παρὰ πότον μετὰ κρότου καὶ σκωμμάτων ἐν παιδιαῖς, ἕνεκεν τοῦ γελᾶσθαι παῤ ἑτέρων, ὁ θαυμαστὸς Ἄρειος, οὐδὲν σεμνὸν μιμησάμενος, ἀλλὰ καὶ τὰ τῶν σπουδαίων ἀγνοήσας, πλεῖστά τε τῶν ἄλλων αἱρέσεων ὑποκλέψας, τὴν τοῦ Σωτάδου μόνου γελοιολογίαν ἐζήλωσε. Τί γὰρ ἔπρεπε ποιεῖν αὐτὸν, ἢ θέλοντα κατὰ τοῦ Σωτῆρος ὀρχήσασθαι, τὰ δύστηνα ἑαυτοῦ ῥημάτια τῆς ἀσεβείας ἐν ἐκλύτοις καὶ παρειμένοις μέλεσι σημαίνειν; ἵνʼ [*](Ct. Sirac. iv. 24.) ὥσπερ ἡ Σοφία φησὶν, ‘Ἀπὸ ἐξόδου λόγου ἐπιγνωσθήσεται ἀνὴρ,ʼ οὕτως ἀπʼ ἐκείνων τὸ τῆς ψυχῆς μὴ ἀνδρῶδες, καὶ τῆς διανοίας ἡ φθορὰ τοῦ γράψαντος γινώσκηται. Καὶ γὰρ οὐδὲ ἔλαθεν ὁ δόλιος, ἀλλὰ καίτοι πολλάκις, ὡς ὁ ὄφις, ἄνω καὶ κάτω στρέφων ἑαυτὸν, ὅμως πέπτωκεν εἰς τὴν πλάνην τῶν Φαρισαίων. Ὡς γὰρ ἐκεῖνοι, θέλοντες παρανομεῖν, ἐσχηματίζοντο τὰ τοῦ νόμου μελετᾷν ῥήματα, καὶ θέλοντες ἀρνεῖσθαι τὸν προσδοκηθέντα καὶ παρόντα Κύριον, ὑπεκρίνοντο μὲν ὀνομάζειν τὸν [*](Cp. John x. 33. 30.) Θεὸν, ἠλέγχοντο δὲ βλασφημοῦντες ἐν τῷ λέγειν, ‘Διὰ τί σὺ, ἄνθρωπος ὢν, Θεὸν σεαυτὸν ποιεῖς, καὶ λέγεις, “Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν; ” οὕτω καὶ ὁ κίβδηλος καὶ Σωτάδειος Ἄρειος