De decretis Nicaenae synodi

Athanasius of Alexandria

Athanasius. Gelasius Kirchengeschichte. Loeschke, Gerhard; Heinemann, Margret; editors. Leipzig: Hinrichs, 1918.

Νικητὴς Κωνσταντῖνος Σεβαστὸς Θεοδότῳ·

Ὅση τῆς θείας ὁργῆς ἡ ἰσχὺς πέφυκε, καὶ ἐξ ὡν Εὐσέβιός τε καὶ >Θεόγνιος πεπόνθασιν εὐχερὲς καὶ σὲ μαθεῖν, οἳ εἰς τὴν ἁγιωτάτην >παροινοῦντες θρησκείαν τὸ τοῦ σωτῆρος θεοῦ ὄνομα τῷ συστήματι >ποῦ οἰκείου λῃστηρίου καὶ μετὰ τὸ τυχεῖν συγγνώμης ἐμίαναν. ὅτε >γὰρ μάλιστα μετὰ τὴν τῆς συνόδου ὁμογνώμονα συμφωνίαν ἐχρῆν >τὴν προτέραν ἐπανορθώσασθαι πλάνην, τότε τοῖς αὐτοῖς ἀτοπημασιν >σιν ἐμμένοντες ἑάλωσαν.

διὰ τοῦτο γοῦν ἡ θεία πρόνοια αὐτοὺς ποῦ ἑαυτῆς ἀπώσατο λαοῦ· ἐπειδὴ μηδὲ ἔφερε τὰς ἀκάκους ψυχὰς ὀλίγων ἀπονοίᾳ φθειρομένας καθορᾶν. καὶ νῦν μὲν ἀξίαν παρ’ αὐτῶν ᾔτησε δίκην, μείζονα δὲ καὶ εἰς τὸ ἐξῆς διὰ τοῦ παντὸς αἰῶνος λήψεται.

Ὅπερ τῇ σῇ ἀγχινοίᾳ δηλωθῆναι δεῖν ἡγησάμην, ἕν εἴ τις κακὴ >παραίνεσις τῶν τοιούτων, ὡς ἔγωγε οὐκ εἶμαι, τῇ σῇ ένεκαθέσθη προαιρέσει, ταύτην τῆς ψυχῆς ἀφελόμενος καθαρὰν ὡς προσῆκε τὴν διάνοιαν, εἰλικρινῆ τε καθοσίωσιν καὶ ἄχραντον πίστιν τῷ σωτῆρι θεῷ παρασχέσθαι προθυμηθῇς. καὶ γὰρ τοῦτο προσῆκόν ἐστιν ὑπὸ τούτου πράττεσθαι, ὃς δἂν ἀκεραίων τῶν τῆς αἰωνίου ζωῆς ἐπά- θλων ἀξιοῦσθαι βουλεύηται. ὁ θεός σε διαφυλάξειαν, ἀδελφὲ ἀγαπητέ«.

[*](Α1Η V1P3 Μ2Ρ1 Ρ2 Athan. B)[*](1 θεωδώτω VI 2 ὅσα corr. iu ὅση A1 Ι ἡ ἰσχὺς > A 1 H Ι πέφηκε 3 καὶ aus τε corr. A Ι μάθη (?) A 1 4 σωτῆρος θεοῦ A 1 HV 1 P3 πατρὸς θεοῦ Μ 2 Ρ 1 θεοῦ πατρὸς Ρ 2 7 πλάνου Ρ 2 8 ἐμμένοντες > Ρ 2 ἐμμανέντες V 1 9 διέφερε(?) V 1 10 ὀλίγων] ὀλίγον V 1 P3 11 ἔτισε (Correctur) Athan. B 13 δηλωθῆναι > H Ι δηλωθ. + νῦν Ρ 2 Ι ἠγησάμην δεῖν ~ Ρ 2 14 τοιούτων + νεσις H 15 καθαρὰν] καθορᾶν Athan. B 19 βουλεύηται + καὶ ἄλλῃ χειρί Athan. B | σε] τε A 1 Ι διαφυλάξοι V 1 P 3 Ι ἀδελφοὶ ἀγαπητοί A 1 ἀγαπητὲ ἀδελφέ ~ H)