De Incarnatione Verbi

Athanasius of Alexandria

Athenasius of Alexandria. St. Athanasius On The Incarnation. Robertson, Archibald, editor. London: David Nutt, 1893.

Ταῦτα μέν σοι παρ’ ἡμῶν δι’ ὀλίγων, ὅσον πρὸς στοιχείωσιν καὶ χαρακτῆρα τῆς κατὰ Χριστὸν πίστεως καὶ τῆς θείας αὐτοῦ πρὸς ἡμᾶς ἐπιφανείας ἀνατεθείσθω, ὦ φιλόχριστε ἄνθρωπε. σὺ δὲ τὴν πρόφασιν ἐκ τούτων λαβών, εἰ ἐντυγχάνοις τοῖς τῶν γραφῶν γράμμασι, γνησίως αὐτοῖς ἐφιστάνων τὸν νοῦν, γνώσῃ παρ’ αὐτῶν τελειότερον μὲν καὶ τρανότερον τῶν λεχθέντων τὴν ἀκρίβειαν.

Ἐκεῖναι μὲν γὰρ διὰ θεολόγων ἀνδρῶν παρὰ Θεοῦ λαλήθησαν καὶ ἐγράφησαν. ἡμεῖς δὲ παρὰ τῶν αὐταῖς ἐντυγχανόντων θεοπνεύστων διδασκάλων, οἵ καὶ μάρτυρες τῆς Χριστοῦ θεότητος γεγόνασι, μαθόντες μεταδίδομεν καὶ τῇ σῇ φιλομαθεία.

Γνώσῃ δὲ καὶ τὴν δευτέραν αὐτοῦ πάλιν πρὸς ἡμᾶς ἔνδοξον καὶ θείαν

ἀληθῶς ἐπιφάνειαν, ὅτε οὐκ ἔτι μετὰ ταπεινότητος, ἀλλ’ ἐν τῇ ἰδίᾳ δόξῃ· ὅτε οὐκ ἔτι μετ’ εὐτελείας, ἀλλ’ ἐν τῇ ἰδίᾳ μεγαλειότητι· ὅτε οὐκ ἔτι παθεῖν, ἀλλὰ λοιπὸν τοῦ ἰδίου σταυροῦ τὸν καρπὸν ἀποδοῦναι πᾶσιν ἔρχεται· φημὶ δὴ τὴν ἀνάστασιν καὶ τὴν ἀφθαρσίαν· καὶ οὐκ ἔτι μὲν κρίνεται, κρινεῖ δὲ τοὺς πάντας, πρὸς ἃ ἕκαστος ἔπραξε διὰ τοῦ σώματος, εἴτε ἀγαθὰ, εἴτε φαῦλα· ἔνθα τοῖς μὲν ἀγαθοῖς ἀπόκειται βασιλεία οὐρανῶν, τοῖς δὲ τὰ φαῦλα πράξασι, πῦρ αἰώνιον καὶ σκότος ἐξώτερον.

Οὕτω γὰρ καὶ αὐτὸς ὁ Κύριός φησι· λέγω ὑμῖν, ἀπ’ ἄρτι ὄψεσθε τὸν Υίὸν τοῦ ἀνθρώπου καθήμενον ἐκ δεξιῶν τῆς δυνάμεως, καὶ ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ, ἐν τῇ δόξῃ τοῦ Πατρός.

Διὸ δὴ καὶ σωτήριός ἐστι λόγος εὐτρεπίζων ἡμᾶς εἰς ἐκείνην τὴν ἡμέραν καὶ λέγων· γίνεσθε ἕτοιμοι καὶ γρηγορεῖτε, ὅτι ᾗ ὥρᾳ οὐκ οἴδατε ἔρχεται. κατὰ γὰρ τὸν μακάριον Παῦλον, τοὺς πάντας ἡμᾶς παραστῆναι δεῖ ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ, ἵνα κομίσηται ἕκαστος, πρὸς ἃ διὰ τοῦ σώματος ἔπραξεν, εἴτε ἀγαθόν, εἴτε φαῦλον.